Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις τους Αριθμούς: Ο άρτος της ζωής, οι θυσίες και η ερυθρά δαμάλις

Η χορηγία του Χριστού ως άρτου ζωής, οι διατάξεις περί απαρχών, το δράγμα, η θυσία της ερυθράς δαμάλεως και ο χάλκινος όφις της ερήμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 20 από 22

Ὅτι γέγονεν ἡμῖν ἄρτος ζωῆς ὁ Χριστός. αʹ. Ταῖς τῶν Ἰουδαίων φιλομαθείαις ἐπιτιμῶν ὁ θεσπέσιος προφήτης Ἱερεμίας, καὶ μάλα εἰκότως ἔφασκε· «Πῶς ἐρεῖτε, ὅτι καὶ μάλα σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ᾽ ἡμῶν ἐστιν; Εἰ μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν. Ἠσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ Κυρίου ἀπεδοκίμασαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς;» Καίτοι γὰρ ἐπὶ τῇ τῶν νόμων εἰδήσει πολὺ λίαν ἐξογκούμενοι, καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ τῆς ἀγελαίου πληθύος κατασοβαρευόμενοι, πολὺ νοσοῦντες τὸ εὔηθες, ἄσοφοί τε καὶ ὀλιγογνώμονες ἐξ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Ἀπεδοκίμαζον γὰρ τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ σοφίαν, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Ταύτῃτοι γεγόνασιν ἀδόκιμοι καὶ ἀκάρδιοι, «μωροὶ καὶ τυφλοὶ,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ἐπειδὴ δὲ τὸν θεῖον παρωθούμενοι λόγον, καὶ τῆς ζωοποιοῦ χάριτος ὡς ἀποτάτω διᾴττοντες, καὶ ταῖς ἄγαν ἀπειθείαις καταλυποῦντες τὸν Θεὸν κατὰ μυρίους ὅσους ἡλίσκοντο τρόπους, λιμῷ διολώλασι.

Καὶ τοῦτο ἦν τὸ διὰ φωνῆς προφητῶν παρὰ Θεοῦ λελεγμένον· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ σαλευθήσονται ὕδατα, ἕως θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῆς περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Οἷς γὰρ ἐξὸν ἔχειν αὐτὸν καὶ μάλα πλουσίως, ἀνούστατα διωθούμενοι, ψήφῳ λοιπὸν θείᾳ κολάζονται, τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ τὰ δι᾽ ὧν ἦν εἰκὸς καταπλουτεῖν μονονουχὶ δύνασθαι τοῖς ἄνωθεν ἀγαθοῖς· ἀλλ᾽ ἐκείνοις μὲν ἀπειθεῖν ἑλομένοις, καὶ τὴν θείαν τε καὶ ἀξιάγαστον χάριν ἀνοσίως περιυβρίζουσιν, ὁ τῶν θείων μαθημάτων λιμὸς ἐπενήνεκται, καὶ σφόδρα εἰκότως. Ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἄρτος ζωῆς γέγονεν ὁ Ἐμμανουὴλ, «Ἄρτος ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·» ἐν ᾧ καὶ δι᾽ οὗ τὸ θεομισὲς τῆς φθορᾶς ὑπερθέοντος κράτος, καὶ τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ μεταμφιεννύμενοι χάριν, τουτέστι, τὴν ἀφθαρσίαν, προκεκομίσμεθα τῷ Θεῷ καὶ Πατρὶ, λαμπροί τε καὶ ἱεροί.

Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων πεπλουτηκότες διατελοῦμεν ἐν κόσμῳ; τοῖς τοιούτοις ἡμᾶς ἐφίστησι λογισμοῖς τὸ γράμμα τὸ νομικόν. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα, ἀφόρισμα τῷ Κυρίῳ, ἀπαρχὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα ἀφαιριεῖτε αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε αὐτό· ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε ἀφαίρεμα Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. Ὅταν δὲ διαμάρτητε, καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωσῆν, καθὰ συνέταξε Κύριος ὁ Θεὸς ὑμῖν ἐν χειρὶ Μωσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς, καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν· καὶ ἔσται, ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς ἀκουσίως γενηθῇ, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα, εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ, κατὰ τὴν σύνταξιν αὐτοῦ, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς, ὅτι ἀκούσιόν ἐστι· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν. Καὶ ἀφεθήσεται πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ προσπορευομένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.

Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαύσιον περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ ἀφεθήσεται αὐτῷ τῷ ἐγχωρίῳ ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς. Νόμος εἷς ἔσται ἐν αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως.» Καὶ ταῦτα μὲν ἐν τοῖς Ἀριθμοῖς· ἐν δὲ τῷ Λευϊτικῷ διαμορφοῖ μὲν ἑτέρως τὸ μυστήριον, πλὴν οὐ σφόδρα πρὸς ἀνομοιότητα διεστήκει τὰ θεωρήματα. Φέρε δὴ οὖν κἀκείνων ἐπιμνησθέντες, ἐπεὶ τὸ λίαν εἰσὶν ἀναγκαῖα πρὸς εἴδησιν, μίαν ὥσπερ ἐπ᾽ ἀμφοῖν ἐξυφαίνωμεν τὴν ἀφήγησιν. Γέγραπται δὲ οὕτω πάλιν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίσητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δραγμάτων ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα. Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκάρπωμα τῷ Κυρίῳ. Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, θυσίαν τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ, τὸ τέταρτον οἴνου καὶ ἄρτου.

Καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν.

Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν.» βʹ. Δράγμα μὲν οὖν, ληΐων ἀπαρχὴ, καὶ νέας σύμβολον εὐκαρπίας. Ἄρτος δὲ αὖ σίτου λοιπὸν συναγηγερμένου, καὶ εἰς τὴν ἅλωσιν σεσωρευμένου, καὶ τάχα που καὶ εἰς αὐτὰς ἀποθήκας κεκομισμένου.

Ἀνάθημα δὲ τῷ Θεῷ τοῖς ἤδη κατῳκηκόσι τῆς ἐπαγγελίας τὴν γῆν, ταῦτα ποιεῖσθαι προστέταχεν, ἵνα δι᾽ ἀμφοῖν νοοῖτο Χριστός· «ἄρτος μὲν ἐξ οὐρανοῦ» καὶ ζωοποιὸς, καὶ ἀπαρχὴ φυράματος τῶν εἰς καινότητα ζωῆς ἀνακτιζομένων ἐν αὐτῷ. Τοῦ μὲν γὰρ ἀρχαιοτέρου φυράματος ἀπαρχὴ γέγονεν ὁ Ἀδάμ· ἐπειδὴ δὲ τῆς δοθείσης ἀλογήσας ἐντολῆς παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθὺς, καὶ θανάτῳ καὶ φθορᾷ τὸ ἀνθρώπινον ἐν αὐτῷ κατεδικάζετο γένος. Ἀπαρχὴ δὲ Χριστὸς τοῦ δευτέρου φυράματος, ὃς καὶ διέδρα τὴν ἀρὰν, δι᾽ αὐτὸν δηλονότι τὸν ὑπὲρ ἡμῶν γενόμενον κατάραν. Καὶ τὸ τῆς φθορᾶς παρελαύνει κράτος, δι᾽ αὐτὸν δὴ πάλιν «τὸν ἐλεύθερον ἐν νεκροῖς.» Ἀνεβίω μὲν γὰρ πατήσας τὸν θάνατον. Μονονουχὶ δὲ καὶ ἀνάθημα λαμπρὸν καὶ δωροφορία, καὶ οἷά τις ἀνθρωπότητος ἀπαρχὴ, κεκαινουργημένος εἰς ἀφθαρσίαν ἀνέβη πρὸς τὸν Πατέρα. Τοιγάρτοι τὸν ἄρτον ἐν τῇ ἁγίᾳ φέρεσθαι σκηνῇ, καὶ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνακεῖσθαι Θεῷ, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, τοῦ Ἐμμανουήλ. «Ἀνῆλθε γὰρ οὐκ εἰς χειροποίητά ποθεν, οὔτε μὴν εἰς τὰ ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» κατὰ τὸ γεγραμμένον.

Ὅτι δὲ, καὶ ἄρτος ἐστὶ ζωοποιὸς ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἀπαλλάττει τε πρὸς τούτῳ καὶ ἁμαρτιῶν, καὶ ἀγνοημάτων ἐλευθεροῖ τοὺς ἐπὶ τῆς γῆς, εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ὑπὲρ αὐτῶν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρὶ, συνήσεις εὖ μάλα τοῖς τῆς διανοίας ὄμμασιν ὡς μόσχον ὁλοκαυτούμενον καθορῶν σφαζόμενον, καὶ ὡς χίμαρον ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων. «Παραπτώματα γὰρ τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. Ἄθρει δὴ ὅπως ὁ νομοθέτης τῆς ἐν νόμῳ λατρείας ὑπερκειμένην ἀσυγκρίτως τὴν διὰ Χριστοῦ κάθαρσιν ἐκάλεσεν σαφῶς. Εἰ γὰρ παρέλθητε, φησὶ, τὰ Μωσέως, καὶ τῆς νομικῆς λατρείας ἂν ἀλογήσαντες ἐντολῆς κατεφορῷντό τινες, τότε δὴ, τότε τὴν δι᾽ αἱμάτων ὑμῖν ἀμνησίαν ἐπικυροῦσαν εὑρήσετε, μόσχου καταθυομένου καὶ χιμάρου προσενηνεγμένου. Τοῦτο δὲ ἦν εἰς τύπον Χριστοῦ. Οὐκοῦν καθορίζει μὲν ὁ νόμος τῶν παραβαινόντων τὴν κόλασιν· ἀπαλλάττει δὲ δίκης καὶ τῶν ἐξ ἀγνοίας αἰτιαμάτων ἐλευθεροῖ τὸ τίμιον αἷμα Χριστοῦ. Τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα τοῦ κόσμου καταλύσῃ τὴν ἁμαρτίαν.

Οὐκοῦν ὡς ἐν ἄρτῳ νοοῖτο Χριστὸς ὡς ζωὴ, καὶ ζωοποιός· ὡς ἐν μόσχῳ πάλιν ὁλοκαυτούμενος καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί· καὶ ὡς ἐν εἴδει χιμάρου γεγονὼς δι᾽ ἡμᾶς ἁμαρτία, καὶ ὑπὲρ ἁμαρτιῶν σφαζόμενος. Δράγμα δὲ αὖ, καθ᾽ ἕτερον νοοῖτο τρόπον. Τίς δὲ καὶ οὗτός ἐστιν, ὡς ἔνι, λελέξεται. Ἀστάχυσι μὲν τοῖς ἐν ἀγρῷ παρεικάσειέ τις ἂν τὸ ἀνθρώπινον γένος, τὸ οἱονεί πως ἀνίσχον ἐκ τῆς γῆς, καὶ τὴν ἑαυτῷ πρέπουσαν περιμένον ἐκπλήρωσιν, καὶ χρόνῳ κειρόμενον ἀμῶντος θανάτου. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς, καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Οὐκοῦν, ὡς ἔφην ἀρτίως, ληΐοις τοῖς ἐν ἀγρῷ παρεικαστέον εὖ μάλα τοὺς ἐπὶ τῆς γῆς. Γέγονε δὲ καθ᾽ ἡμᾶς ὁ Χριστὸς, ἀστάχυος δίκην ἀναφὺς ἐκ τῆς ἁγίας Παρθένου. Ἐπεί τοι καὶ σίτου κόκκον καὶ αὐτὸν ἡμῖν ὠνόμαζε, λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Ἀνάθημα δὲ ὥσπερ ὑπὲρ ἡμῶν γέγονε τῷ Πατρὶ, καὶ ἐν τάξει δράγματος, ὡς γῆς ἀπαρχὴ, δι᾽ ὧν ἐκτέτοκε, μαρτυρομένης εἰς εὐκαρπίαν.

Ἄσταχύς γε μὴν νοούμενος εἶς, καθὰ καὶ ἡμεῖς αὐτοὶ, οὐκ ἄσταχυς εἷς, ἀλλ᾽ ὡς δράγμα προσάγεται, τουτέστιν, ἐκ πολλῶν ἀσταχύων, δέσμη μία. Καί τι τὸ χρῆμά ἐστιν ἀναγκαῖον εἰς ὄνησιν, καὶ μυστηρίου τύπον ἀποπληροῦν. Εἷς μὲν γάρ ἐστιν Ἰησοῦς ὁ Χριστὸς, πλὴν ὡς ἐν εἴδει δράγματος πολλοστὸς νοεῖται, καὶ ἔστι, διὰ τὸ πάντας ἔχειν ἐν ἑαυτῷ τοὺς πιστεύοντας, καθ᾽ ἕνωσιν δὲ δηλονότι τὴν πνευματικήν. Ἐπεὶ τίνα τρόπον ὁ μακάριος γράφει Παῦλος· «Ὡς συνεγηγέρμεθά τε αὐτῷ, καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις.» Ἐπειδὴ δέ ἐστι καθ᾽ ἡμᾶς, σύσσωμοι γεγόναμεν αὐτῷ, καὶ «τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ σώματος» πεπλουτήκαμεν.

Ταύτῃτοί φαμεν, ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ. Καὶ γοῦν αὐτός πού φησι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θέλω, ὥσπερ ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν.» Ὡς ἂν ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Δράγμα τοίνυν ὡς πάντας ἔχων ἐν ἑαυτῷ, καὶ ὑπὲρ πάντων ἀνακείμενος, καὶ ἀνθρωπότητος ἀπαρχὴ τετελειωμένης ἐν πίστει καὶ ὀφειλούσης ἤδη λοιπὸν εἰς τοὺς ἄνω καὶ ἐν οὐρανῷ κομίζεσθαι θησαυρούς. Προσκομίζεσθαι δὲ δεῖν τὸ δράγμα φησὶ τῇ ἐπαύριον τῆς πρώτης, ὅ ἐστι τῇ τρίτῃ. Ἀνεβίω γὰρ ἐκ νεκρῶν κατὰ τὴν τρίτην ἡμέραν, αὐτοῦ τε ἀναπεφοίτηκεν εἰς οὐρανὸν, εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων.

Ἀλλ᾽ ὥσπερ ἄρτος νοούμενος κατεσημαίνετο κἀν τῷ μόσχῳ τῷ πρὸς ὁλοκαύτωσιν καὶ εἰς ὀσμὴν εὐωδίας, καὶ μέν τοι καὶ ἐν χιμάρῳ τῶν ἀγνοημάτων παρεστηκότι· οὕτω δὴ πάλιν, καὶ εἰ δράγμα νοοῖτο τυχὸν, ἀλλ᾽ ἔστιν αὐτὸς τὸ ἐνιαύσιον πρόβατον, τουτέστι τὸ τέλειον. Παντέλειος γὰρ καὶ ἀνενδεὴς ὁ Χριστὸς ἰδίᾳ φύσει. Ἔστι δὲ πρὸς τούτῳ καὶ ἄμωμος παντελῶς.

Οὐ γὰρ ἔγνωκεν ἁμαρτίαν, οὐδ᾽ ἔστι δόλος ἐν τῷ στόματι αὐτοῦ. Αὐτός τε ἡ σεμίδαλις ἡ λαμπρὰ, καὶ ἐλαιόδευτος, τουτέστιν, ἡ ὡς ἐν πιότητι καὶ ἱλαρότητι ζωή. Ζῶμεν γὰρ χαίροντες ἐν αὐτῷ διὰ τὴν ἀποκειμένην ἐλπίδα, καὶ τῇ τοῦ ἁγίου Πνεύματος καταρδευόμενοι χάριτι, κατὰ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο, φαμέν· «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Γεγόναμεν γὰρ ἠλεημένοι, διὰ πίστεως ἐν Χριστῷ, ᾧ τρόπον τινὰ καὶ συνθυμιώμεθα δευτέραν ἔχοντες τάξιν· καθάπερ ἀμέλει τὰ καλούμενα χίδρα πρὸς τὴν ἐκείνου σεμίδαλιν. Χίδρα γὰρ εἶναί φαμεν, τὰ ἐξ ὀσπρίων ἄλευρα. Ὅτι γὰρ καὶ εἰ γέγονε καθ᾽ ἡμᾶς οἰκονομικῶς, ὑπὲρ ἡμᾶς ὁ Χριστὸς νοοῖτ᾽ ἂν εἰκότως, ἐνδοιάσειεν ἂν οὐδείς. Οὐκοῦν τιμιωτέρα μὲν ἀσυγκρίτως ἡ αὐτοῦ ζωή. Ἁγία γὰρ παντελῶς καὶ ἄμωμος.

Ἐν μείοσι δὲ καὶ κατόπιν τὰ καθ᾽ ἡμᾶς, καὶ ὡς ἐν τάξει χίδρων, ὡς πρός γε, φημὶ, τὴν ἀπὸ σίτου σεμίδαλιν. Ζωῆς δὲ τύπος σεμίδαλις. Πλὴν συναναφέρεται πρὸς τὸ θυσιαστήριον τὰ χίδρα τῇ σεμιδάλει. Συνθυμιώμεθα γὰρ, ὡς ἔφην, Χριστῷ, καὶ αὐτῷ πάντες εὐωδιάζομεν, καὶ ἐσμὲν σὺν αὐτῷ δεκτοὶ τῷ Θεῷ καὶ Πατρί. Καὶ οἱ Χριστὸν οὐκ ἕχοντες, οὐδ᾽ ἄν εἰσιν ὅλως εἰς θυσίαν ἐπιτήδειοι· «Χωρὶς γὰρ ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν.» Νία δὲ, φησὶν, οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἀναφέρητε τὸ δράγμα. Οὔτε γὰρ ὁ τοῦ νόμου καιρὸς, οὔτε μὴν ὁ τῶν ἁγίων χορὸς προφητῶν τὴν νέαν εἶχε τροφὴν, τουτέστι, τὰ διὰ Χριστοῦ παιδεύματα, οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρωπείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσαγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, «Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ᾽ ἐν καινότητι Πνεύματος·» δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαείσης ἔξω τῆς παρεμβολῆς. αʹ. Ἀλλὰ μέν που καί φησιν ὁ θεσπέσιος Δαβίδ· «Τί ἀποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Πρέποι δ᾽ ἂν μάλιστα καὶ ἡμῖν αὐτοῖς ἡ τοιάδε φωνή. Τί γὰρ ἔσται τὸ παρ᾽ ἡμῖν ἰσοστάσιον τῷ Θεῷ καὶ Πατρί; Δέδωκε γὰρ ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν, «ἵνα πᾶς ὁ πιστεύσας εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον·» μονονουχὶ καὶ τῆς αὐτῷ πρεπούσης ἀφειδήσας φιλοστοργίας. Δέδωκε γὰρ ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· οὐχ ἵνα μεθ᾽ ἡμῶν ἐν νεκροῖς ὁρῷτο μεμενηκὼς, ἀλλ᾽ ἵνα σὺν αὐτῷ τε καὶ δι᾽ αὐτὸν εἰς ζωὴν ἀναθέοντες, καὶ παλινδρομοῦντες εἰς ἀφθαρσίαν, χαίροντες λέγωμεν· «Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ σου τὸ κέντρον, ᾅδη;» Τίς οὖν λοιπὸν εἰς τοῦτο ἀποφέρουσα τρίβος; Ἡ διὰ τοῦ βαπτίσματος χάρις, δι᾽ οὗ πάντα ῥύπον ἀποτριβόμενοι, κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, ἐνοικοῦντος ἡμῖν διὰ τοῦ Πνεύματος τοῦ Χριστοῦ. Τότε γὰρ, τότε «ἐῤῥαντισμένοι τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων,» ὡς μακάριος γράφει Παῦλος, καὶ τῆς μυστικῆς εὐλογίας γεγονότες μέτοχοι, καὶ τῆς ἄνωθεν χάριτος τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, ζηλωτοὶ καὶ ἀπόβλεπτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὁρώμεθα;

Ἴδοις δ᾽ ἂν ἀληθὲς ὅπερ ἔφην, τὰ ἐπὶ τῇ δαμάλει τεθεσπισμένα εἰ συνήσεις. «Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν, ἄμωμον, ἥτις οὐκ ἔχεται ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ᾽ αὐτὴν ζυγός. Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. Καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα αὐτῆς, καὶ τὰ κρέα, καὶ τὸ αἷμα αὐτῆς σὺν τῷ κόπρῳ κατακαυθήσεται.

Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον, καὶ ὕσσωπον, καὶ κόκκινον, καὶ εἰσβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. Καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς εἰς τὴν παρεμβολὴν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας.

Καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως.» Καὶ ἐν τοῖς ἑξῆς· «Καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις τοῖς προκειμένοις ἐν μέσῳ ὑμῶν, νόμιμον αἰώνιον.» Προσεπάγει δὲ τούτοις ὁ νομοθέτης, ὅτι καταμιαίνει μέν τινας καὶ βεβήλους ἀποφαίνει τὸ τεθνεῶτος ἀποθήγειν. Ἔσται δὲ ἀκάθαρτος ὁ τοῦτο παθὼν ἐφ᾽ ὅλαις ἡμέραις τὸν ἀριθμὸν ἑπτά. Ἁγνηθήσεται δὲ τῇ σποδῷ τῆς δαμάλεως ἀναμὶξ ὕδατι τὸ αἷμα ἐῤῥαμμένος τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ μέν τοι καὶ ἐν ἑβδόμῃ. Εἰ δὲ μὴ τοῦτο δρῴη, φησὶν, ἀναπόνιπτον ἕξει τὴν ἀκαθαρσίαν. Ἀποτιεῖ δὲ καὶ δίκας, ὅτι τὴν σκηνὴν Κυρίου ἐμίανεν. Ἐκτριβήσεται, φησὶν, ἡ ψυχὴ αὐτοῦ ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπ᾽ αὐτόν. Εἰ δὲ καὶ ἐν οἴκῳ γένηται, φησὶν, ἐκτεθνάναι τινὰ, καθοριζέσθω δὴ τότε καὶ αὐτῆς τῆς ἑστίας, καὶ πάντων τῶν ἐν αὐτῇ, σκευῶν δὴ λέγω, τῆς ἀκαθαρσίας τὸ ἔγκλημα. Καὶ εἰ πωμάτων ἔρημα κέοιτό τινα τῶν ἀγγείων, ἔστω καὶ ταῦτα μεμολυσμένα. Βέβηλος δὲ οὐδὲν ἧττον, φησὶν, ὁ ἁψάμενος ἐν πεδίῳ ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος. Τίνι δὴ οὖν ἀποσμήχεσθαι τὰ τοιαῦτα προστέταχεν, ἐροῦμεν ὡς ἔνι τὴν τοῦ Γράμματος ἀσάφειαν τοῖς καθήκουσι λογισμοῖς εὐτέχνως διαπτύσσοντες.

βʹ. Δάμαλις μὲν οὖν ἡ ἀμώμητος παντελῶς, καὶ ῥύπου παντὸς εἰσάπαν ἀπηλλαγμένη, καὶ οὐκ εἰδυῖα τὸ πλημμελεῖν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἐθάρσησε γὰρ εἰπεῖν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Καὶ μέν τοι πρὸς Ἰουδαίους· «Τίς ἐξ ὑμῶν ἐλέγξῃ με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Πλὴν ἐκεῖνο ἄθρει δὴ, ποτὲ μὲν μόσχος, ποτὲ δὲ δάμαλις παρά γε τοῖς ἱεροῖς ὠνόμασται λόγοις, ἵνα διὰ μὲν τοῦ ἄῤῥενος, ὡς καθηγητὴς, διὰ δὲ τοῦ θήλεως, ὡς ἐν μείονί τε καὶ ὑποταγῇ σημαίνηται.

Καθηγούμενος γὰρ τῶν ὅλων ὁ Θεὸς, καὶ τὸ κατὰ πάντων μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀνημμένον κράτος· γέγονε μὲν γὰρ ἑκὼν ὑπὸ νόμον, τετήρηκε δὲ τὰ Μωσέως, ὡς προὔχοντος, εἰ καὶ ἦν οἰκέτης. Καὶ θαυμαστὸν οὐδὲν, ὅτι καὶ προφήτης ὠνόμασται, καὶ ἐν δούλου πέφηνε μορφῇ, καίτοι προφητῶν ὑπάρχων Κύριος καὶ Θεός. Πυῤῥὰ δὲ ἡ δάμαλις· τετέλεσται γὰρ ἐφ᾽ αἵματι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ἀφῖκται σώζων τὴν ὑπ᾽ οὐρανὸν ἰδίῳ αἵματι. Αἵματος δὲ σημεῖον ἂν γένοιτο καὶ μάλα σαφῶς ἡ πυῤῥότης.

Ἀλλ᾽ εἰ καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ, καὶ μεθ᾽ ἡμῶν ὑπὸ νόμον οἰκονομικῶς ὡς ἄνθρωπος, εἰ καὶ δοῦλος ὠνόμασται, τῆς ἀναληφθείσης σαρκὸς οὐκ ἀτιμάσας τὴν σάρκα· ἀλλ᾽ ἦν τε καὶ ἔστι καὶ οὕτως ἐλεύθερος, ὅτι καὶ φύσει Θεὸς, καὶ ζυγῷ δουλείας ἤκιστα μὲν ἐνδούμενος, ἀπείρατος δὲ τοῦτο, οὐδὲ παντελῶς. Ἔρχεται γὰρ ἄνωθεν, καὶ ἐπάνω πάντων ἐστὶν, ἐξ αὐτῆς ἀναφὺς τῆς ἐλευθέρας οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ταύτῃτοι τὴν δάμαλιν παρενεχθῆναι δεῖν ἔφη, πυῤῥάν τε καὶ ἄμωμον, καὶ τῶν ζεύγλῃ πόνων ἀπείρατον. Εἰ γὰρ κεκένωκεν ἑαυτὸν ὁ Μονογενὴς καθίεται δὲ καὶ ἑκὼν ἐν δούλου μορφῇ, πῶς ἂν ἢ πόθεν εἴη ἂν ἀμφίλογον ὡς ἔσται μὲν πάντως ἐξ ὑψωμάτων ἡ ὕφεσις, ἐκ πληρωμάτων δὲ ἡ κένωσις; ἐξ ἐμφύτου δὲ αὖ καὶ πρεσβυτέρας ἐλευθερίας ἡ κάθοδος, ἡ ὡς ἔν γε, φημὶ, τῇ τοῦ δούλου μορφῇ.

Ἡ οὗν δάμαλις μὲν διάτοι τὸ ἐν ὑποταγῇ τε καὶ ὑπὸ νόμον ὡς ἡγούμενον· πυῤῥὰ δὲ ὅτι τῆς οἰκονομίας ὁ τρόπος ἐφ᾽ αἵματι γέγονε δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν. Ἄμωμος δὲ, διὰ τὸ ἀπλημμελές· οὐ γὰρ οἶδεν ἁμαρτίαν. Ἔργου δὲ καὶ ζεύγλης ἀπείρατος, διὰ τὸ ἐλεύθερον ἐν θεότητι, καὶ τὸ ἄηθες τῆς δουλείας, εἰ καὶ γέγονε καθ᾽ ἡμᾶς καὶ ἐν δούλου μορφῇ. «Ἀλλὰ δώσουσι, φησὶ, τὴν δάμαλιν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ.» Τύπος δ᾽ ἂν εἴη τῶν ἱερῶν καὶ ἡγιασμένων, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένων, ὁ ἱερεύς· ἐπείτοι καὶ πρὸς ἡμᾶς τοὺς πεπιστευκότας εἴρηταί που διὰ φωνῆς ἁγίου· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον.» Ἡμῖν ἄρα τοῖς ἱεροῖς, τῷ ἀπολέκτῳ γένει, καὶ τῷ ἁγίῳ ἔθνει δέδοται Χριστὸς παρὰ Θεοῦ καὶ Πατρὸς, ἁγιασμὸς καὶ ἀπολύτρωσις, σοφία καὶ δικαιοσύνη, Σωτήρ τε καὶ Λυτρωτὴς, καὶ ὡς θεσπέσιος γράφει Παῦλος, «ἔξω τῆς πύλης ἔπαθεν.» Ἔνθα καὶ ἡμᾶς ἰέναι δεῖν ἔφη, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντας, τουτέστι, τὸν ἴδιον σταυρόν.

Τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ὅτι δὲ τοῖς ἱεροῖς καὶ ἡγιασμένοις πρεπωδέστατόν τε καὶ οἰκεῖον εἰς ὄνησιν, μονονουχὶ καὶ ἐν ὀφθαλμοῖς ἔχειν τὸν ἀποθανόντα Χριστὸν, ὑπεμφήνειεν ἂν, τὸ ὡς ἐν ὄψει ἱερέως κατασφάττεσθαι δεῖν νομοτεθῆσαι δάμαλιν. Ὅτε δὲ μεμνήμεθα τοῦ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντος Χριστοῦ, τότε δὴ, τότε μειζόνως κατατεθήπαμεν τὸν θεσπέσιον ἡμῖν ὑποφωνοῦντα Παῦλον περὶ αὐτοῦ· «Εἶς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ πάλιν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτ᾽ ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν.» Οὐκοῦν προκείσθω τρόπον τινὰ τοῖς τῆς διανοίας ὄμμασι τὴν ὑπὲρ ἡμῶν ὑπομένων σφαγήν. Ζήσομεν γὰρ οὕτως ἑαυτοῖς μὲν οὐκέτι, Θεῷ δὲ μᾶλλον, ὡς ἠγορασμένοι τῷ αἵματι τοῦ Χριστοῦ, «τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν,» κατὰ τὰς Γραφάς.

Προσέταττέ γε μὴν τῇ τοῦ ἱερέως χειρὶ, καταῤῥαίνεσθαι τῷ αἵματι τὴν ἁγίαν σκηνὴν, καὶ τοῦτο ἑπτάκις· καταπίμπρασθαι δὲ τὴν δάμαλιν, οὐδενὸς τὸ σύμπαν ἐκβεβλημένου τῶν ὅσα ἐστὶν αὐτῆς· ἀλλ᾽ ὁμοῦ τοῖς κρέασι καὶ κόπρῳ, τὸ δέρμα καὶ τὰ λοιπὰ τοῦ σώματος. Ἁγιάζει γὰρ ὁ Χριστὸς τῷ ἰδίῳ αἵματι τὴν ἀληθεστέραν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν· ἁγιάζει δὲ τελείως, τουτέστι, πλουσίως.

Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ ἑπτάκις τῷ αἵματι καταῤῥαίνεσθαι τὴν σκηνήν. Τελειότητος δὲ σημεῖον, ὁ μέχρις ἑπτὰ προήκων ἀριθμός. Τὸ δέ γε πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγὴν, ὑπεμφαίνειν ἔοικε τὴν μέχρι θανάτου δοκιμασίαν, ἣν ὑπὲρ ἡμῶν ὑπέστη Χριστός. Δοκιμάζεται γὰρ ἐν πυρὶ τὸ ἀργύριον, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, ὅτι «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ὅτι δὲ δι᾽ ὑπακοῆς τῆς μέχρι θανάτου δεδοκίμασται τρόπον τινὰ ὁ Χριστὸς, ἐκδείξειεν ἂν οὐκ ἀσυμφανῶς ἐκεῖνο, οἶμαί που.

Ἔφη μὲν γάρ που διὰ φωνῆς Ζαχαρίου τοῦ προφήτου, τάχα που πρὸς τοὺς ἐν πίστει δεδικαιωμένους, ἤγουν ὑπὲρ ὧν ἀπέθανε· «Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στήσαντες τὸν μισθόν μου, ἢ ἀπείπασθε.» Εἶτά φησιν ὁ προφήτης· «Καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυρίους.

Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.» Οὐκοῦν ὑπεμφήνειεν ἂν, ὡς ἔφην, τὸ μέχρι θανάτου δεδοκιμάσθαι Χριστὸν, τὸ πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγήν. Πλὴν οὐδὲν ἀπόβλητον αὐτῆς. Ὅλος γὰρ ἅγιος ὁ Χριστὸς, καὶ τὰ κρέα, καὶ τὸ δέρμα, τουτέστι, τά τε ἐν κατακαλύψει κεκρυμμένα, καὶ τὰ ἐμφανῆ καὶ πρόχειρα. Θεὸς γὰρ ἦν φύσει, γεγονὼς καθ᾽ ἡμᾶς, πλὴν οὐκ εἰδὼς ἁμαρτίαν. Κέδρινον δὲ ξύλον, καὶ μέν τοι καὶ ὕσσωπος, καὶ κλῶσμα κόκκινον, ἐμβάλλεται τῇ σποδῷ, τοῦ μὲν κεδρίνου, τὴν ἀφθαρσίαν ἀστείως ἡμῖν ὑπεμφαίνοντος· σήψεως γὰρ ἀμείνων ἡ κέδρος· τῆς δὲ ὑσσώπου, τὴν κάθαρσιν· σμηκτικὴ γὰρ ἡ πόα, καὶ τὰς ἐν σπλάγχνοις ἀκαθαρσίας ἐκτήκουσα φυσικῶς· τοῦ δὲ κοκκίνου κλώσματος, τὴν πρὸς σάρκα τοῦ Λόγου συνδρομὴν εὖ μάλα κατασημαίνοντος· ἐνεπλάκη γὰρ ὥσπερ ὁ Λόγος τῇ σαρκὶ καὶ αἵματι, δεδοκίμασται δὲ δι᾽ ἡμᾶς καὶ διὰ πυρὸς καὶ μέχρι θανάτου, καθάπερ ἔφην ἔναγχος.

Ἀλλ᾽ ἦν τὸ πάθος αὐτοῦ, καὶ ὁ τῆς ἐνανθρωπήσεως τρόπος, ἀφθαρσίας ἡμῖν καὶ καθαρισμοῦ πρόξενος. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐν ψυχῇ καὶ σπλάγχνοις ἀποτρεψάμενοι μολυσμὸν, εἴπερ ἐστὶν ἀληθῶς τὸ σωτήριον βάπτισμα καὶ ἡ τῆς δυνάμεως, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν· δι᾽ οὗπερ ἂν γένοιτο πλημμελημάτων ἡ ἄφεσις, ἕψεται πάντως ταῖς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις. Ὅτι δὲ τὸ ὑπὲρ ἡμῶν τεθνάναι Χριστὸν, ὁδὸς γέγονεν εἰς ἀφθαρσίαν καὶ ζωὴν, οὐδαμόθεν ἀμφίλογον. Ὁ δὲ κατεμπιπρὰς δάμαλιν, καὶ ἀναμίσγων τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, τήν τε ὕσσωπον, καὶ τὸ κόκκινον, καὶ μέν τοι ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια, καὶ ὑπάρχοντες καθαροί· καταδεικνύντος τάχα που τοῦ νόμου τὸ τῆς ἀνθρωπίνης φύσεως ἀσθενὲς, καὶ ὅτι λεπτῶς τε καὶ ἀκριβῶς εἰ ἐρευνῷτο τὰ καθ᾽ ἡμᾶς, ἀνεπιτίμητος παντελῶς οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν, δῆλον δὲ ὅτι τὴν θείαν τε καὶ ἱερὰν, ἀλλὰ κἄν τις εἴη τυχὸν τῶν εἰς ἄριστα βιοῦν ᾑρημένων, καὶ εἰς ὅσον οἶόν τε καθαρὸς, οὐκ ἀμώμητον ἕξει τὴν λειτουργίαν. Ἄξιος γὰρ οὐδεὶς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἀποθίγειν. Καὶ θαυμαστὸν οὐδέν· ἀναπείσει γὰρ ἡμᾶς ὁ λόγος ὁ ἱερὸς, οὕτω λέγων· «Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ.»

Οὐκοῦν εἰ συγκρίνοιτο τὰ καθ᾽ ἡμᾶς τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτα καὶ μεμολυσμένα, καὶ ὑπὸ δίκησιν ἔσται τὴν θείαν. Θαυμάσειε δ᾽ ἄν τις καὶ σφόδρα εἰκότως τὸν θεῖον λέγοντα Μελῳδόν· «Ἐὰν ἀνομίας παρατηρεῖς, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ἐπιτιμᾶται δὴ οὖν καὶ ὁ δοκῶν εἶναι καθαρός. Πολὺ γὰρ ἄμεινον, ὡς ἔφην, ἢ κατὰ ἀνθρώπου φύσιν, τὸ ἀπλημμελὲς παντελῶς, καὶ τὸ ἐν ἡμῖν καθαρότητος πλησιάσαι Χριστῷ. Ἔξω δὲ τῆς παρεμβολῆς ἀποχέεσθαι δεῖν ἔφη τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐν αὐτῇ τῇ παρεμβολῇ.

Ἔξω γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς ἡ ἐν Χριστῷ κάθαρσις. Ἀπεφοίτησε γὰρ αὐτῆς ἐντελέστατα λέγων· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Μετεῤῥύηκε δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοιπὸν ἡ ἀφαγνίζουσα χάρις· καὶ ὡς ὁ Παῦλός φησιν· «Οἱ μακρὰν γεγόνασιν ἐγγύς.» Κέκληνται γὰρ διὰ πίστεως, καὶ τὴν ἐν Χριστῷ δικαιοσύνην πεπλουτήκασιν, ἀπειθεῖν ἑλομένων τῶν ἐξ Ἰσραήλ. Ὅτι δὲ πᾶν εἶδος ἀκαθαρσίας διασμήξειεν ἂν καὶ λίαν εὐκόλως τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, διεσάφει λέγων, ὡς «Εἴ τις ἅψαιτο νεκροῦ, καταμιανθήσεται» μέν· ἀπαλλαχθείη δ᾽ ἂν οὐχ ἑτέρως τοῦ συμβεβηκότος, εἰ μὴ καταῤῥαίνοιτο τῷ ὕδατι τοῦ ἁγνισμοῦ κατὰ τὴν τρίτην καὶ ἑβδόμην ἡμέραν. Καὶ νεκρότης μὲν, σωμάτων φθορὰ, καὶ ἀκαθαρσίας σύμβολον. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, ἀναμεμιγμένης αὐτῷ τῆς σποδοῦ τῆς δαμάλεως καὶ τῶν ἑτέρων, τύπος ἂν εἴη τοῦ ἁγίου βαπτίσματος. Οὐκοῦν ὁ νεκροῖς ἔργοις καὶ τοῖς εἰς φθορὰν μιάσμασιν ἐνεχόμενος· ἔργα δὲ νεκρότητος τὰ σαρκὸς εἶναί φαμεν ἀνόσιά τε καὶ βέβηλα πάθη, «πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν·» οὐχ ἑτέρως ἂν ἔχοι τὸ καθαρὸν, εἰ μὴ ἀφαγνίζοιτό τε καὶ τὸν μολυσμὸν ἀπονίψοι διὰ τοῦ ἁγίου βαπτίσματος, κατά τε τὴν τρίτην καὶ τὴν ἑβδόμην.

Καὶ σημαίνει μὲν ἡ τρίτη τὸν τῆς ἀναστάσεως καιρὸν, τὸν ἔσχατόν τε καὶ ὡς ἐν τέλει λοιπὸν, καθ᾽ ὂν γέγονεν ἄνθρωπος ὁ Μονογενής. Εἰ δὲ δὴ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ καὶ σκεῦος ἄπαν καὶ ἀγγεῖον οὐ πεπωπασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ καὶ ταῦτα διακαθαίρεται κατὰ τὸν ἴσον τρόπον, κατὰ τὴν τρίτην καὶ τὴν ἑβδόμην ἡμέραν. Οἶκον δὲ τὸν μεμολυσμένον, σκεύη τε τὰ ἐν αὐτῷ, καὶ ἀγγεῖον οὐ πεπωπασμένον, ὁ νομοθέτης ἡμῖν ἐν τούτοις ὑποδηλοῦν ἔοικεν, τὴν κυριοκτόνον τάχα που τῶν Ἰουδαίων Συναγωγήν· συλλήβδην μὲν, ἁπασῶν ὡς ἐν οἴκῳ νοουμένην· καθέκαστον δὲ, ὥσπερ διὰ τῶν σκευῶν. Σκεῦος γὰρ ἐπὶ γῆς ὁ ἄνθρωπος. Ὅτι δὲ αὐτοῖς οὐκ ἀσφαλὴς ὁ νοῦς, ἕτοιμος δὲ λίαν εἰς μολυσμοὺς, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν εἰσδέξασθαι τῶν ἀδικεῖν εἰωθότων, ὑπαινίττεταί πως διὰ τῶν ἀγγείων τῶν οὐ πεπωπασμένων, εἰς ἃ τοῖς ἐθέλουσι κατολισθεῖν εὔκολον, κἂν εἴτε ἀσκαλαβῶτες, εἴτ᾽ οὖν ἕτερόν τι τῶν ἐνοικιδίων ὑπάρχοι ζώων. Ἀλλ᾽ ὅγε τῶν ἐν πίστει δεδικαιωμένων, οὐχ ὧδε ἔχει νοῦς. Ἀσφαλὴς γὰρ καὶ πεπωπασμένος, καὶ τοῖς ἀδικεῖν εἰωθόσιν οὐχ ἁλώσιμος. Ἀλλὰ κἂν εἴ τις ἅψηται, φησὶν, ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος, καὶ οὕτως ἔστω μεμολυσμένος.

Καὶ τραυματίαν εἶναί φαμεν τὸν οὐχ ὑγιᾶ τὴν καρδίαν, τετραυματισμένον δὲ ὥσπερ, ἢ ἐπιθυμίαις κοσμικαῖς, ἢ θελήμασι κοσμικοῖς, εἴτ᾽ οὖν σαρκικοῖς. Νεκροῦ δὲ ὀστέον παραδεξόμεθα ἂν εἰς ἀκαθαρσίας λείψανον· μνῆμα δὲ αὖ, εἰς ἀνάμνησιν τρόπον τινὰ καὶ ἀποθανούσης ἀκαθαρσίας. Πλήττει γὰρ ἔστιν ὅτε τὴν καρδίαν ὁ Σατανᾶς. Ἡττώμενοι δὲ ἀνὰ μέρος τοῖς τῆς σαρκὸς πάθεσι καὶ ἡμεῖς αὐτοὶ νοσοῦμεν οὐκ εἰς ἅπαν τὴν ἐφ᾽ ὁτιοῦν ἁμαρτίαν, ἐν λειψάνοις δὲ αὐτῆς ἔτι στάντες διατελοῦμεν ἐν κόσμῳ. Οἷόν τί φημι· κρατεῖν ἐπείγεταί τις ὀργῆς, ἢ φιλαργυρίας, διαφεύγει δὲ οὐκ εἰσάπαν τὴν ὑπερβολήν. Τοῦτο, οἶμαι, ἔστι τὸ ἐν λειψάνοις εἶναί τινας ἀκαθαρσίας, οὗ σημεῖον ἂν γένοιτο τοῦ νεκροῦ τὸ ὀστοῦν. Ἀλλὰ καὶ πάθους ἤδη νενικημένου πρὸς ἀνάμνησιν καθιέντες τὸν νοῦν, καὶ τεθαμμένης ἡδονῆς ἐγγὺς ἰόντες ἐσθ᾽ ὅτε πλημμελοῦμεν οὐ μικρῶς. Ἀπαλλαττόμεθα δὲ τῶν τοιούτων αἰτιαμάτων, διασμήχοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῷ ἰδίῳ πάθει διακαθαίροντος.

Ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ ἔστι παράκλητος πρὸς τὸν Πατέρα περὶ τῶν ἁμαρτιῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου, καθὰ γέγραφέ τισιν ὁ θεσπέσιος Ἰωάννης. Ἐν αὐτῷ δὴ οὖν ἡ πᾶσα κάθαρσις, ἡ πᾶσα δικαίωσις, ὁ ἁγιασμὸς, ἡ λύτρωσις, σὺν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τοῦ ὄφεως τοῦ χαλκοῦ. αʹ. Ὁ μὲν Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων, κατὰ τὸ γεγραμμένον. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου. Ἐπειδὴ δὲ τοῦ γένους ἡ ἀπαρχὴ, τουτέστιν Ἀδὰμ, κατηῤῥώστησε τὴν παρακοὴν, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, προσκέκρουκε τῷ Θεῷ δημιουργῷ, ταύτῃτοι κατώλισθεν εἰς φθοράν· καὶ ἐπάρατος μὲν ἡ ἀνθρώπου φύσις, καὶ ὑπὸ δίκην τὸ γένος. Ἡμεῖς δὲ οἱ τάλανες καίτοι γεγονότες ἐν ἀφθαρσίᾳ, σκιαῖς ἐν ἴσῳ λοιπὸν καὶ πόαις ταῖς ἐν ἀγρῷ, βραχὺ καὶ μόλις νοστήσαντες, πίπτομεν ἀδοκήτως ὡς ἐπὶ μητέρα τὴν γῆν. Ἐντεῦθεν οἱ ἅγιοι διαφόρως ἀνακεκράγασι τὰ καθ᾽ ἡμᾶς ἀνοιμώζοντες.

Ἔστιν οὖν ἀκούειν ἀναφανδὸν βοῶντος τοῦ μὲν μακαρίου Δαβίδ· «Ἄνθρωπος ματαιότητι ὡμοιώθη·» Ἡσαΐου δὲ αὖ· «Πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου.» Καθικόμεθα γὰρ, ὡς ἔφην, εἰς τοῦτο λοιπὸν ἀθλιότητός τε καὶ ταλαιπωρίας, ὡς ὅτῳπερ ἂν εἰκότως τὰ καθ᾽ ἡμᾶς παρεικάζοντος, μὴ ἂν δύνασθαι λέγειν, καίτοι λίαν ὄντας σοφοὺς τοὺς Πνευματοφόρους. Ἀλλ᾽ ἐν τούτοις γεγονότας, οὐ περιεῖδεν ὁ Ποιητής· ἠξίωσε δὲ μᾶλλον καὶ φειδοῦς καὶ λόγου, καὶ θανάτου καὶ φθορᾶς ἐλευθέρους ἀπέφηνεν ἐν Χριστῷ. Πῶς, ἢ τίνα τρόπον;

Πρόδηλον μὲν ἅπασι, κἂν εἰ μή τις λέγοι τυχόν· πλὴν καὶ ἐν αὐτοῖς κατίδοι τις ἂν τοῖς ἀρχαιοτέροις Γράμμασιν, τοῦ μυστηρίου τὴν δύναμιν. Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν Ἐρυθρὰν, περιεκύκλωσαν τὴν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχωσεν ὁ λαὸς ἐν τῇ ὁδῷ· καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωσῆ λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ. Ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν. Καὶ ἀπέθανεν ὁ λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωσῆν ἔλεγεν ὅτι, Ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν τοῦ Κυρίου καὶ κατὰ σοῦ. Εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ᾽ ἡμῶν τὸν ὄφιν. Καὶ ηὔξατο Μωσῆς περὶ τοῦ λαοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου. Καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. Καὶ ἐποίησεν ὁ Μωσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου. Καὶ ἐγένετο ὅταν ἔδακνεν ὁ ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη.» Ἐθήτευον μὲν γὰρ ἐν Αἰγύπτῳ, καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένοι λελύτρωνται παρὰ Θεοῦ, πολλῶν καὶ ἀξιαγάστων γεγονότων ἐκεῖ σημείων.

Μετεστοιχειοῦτο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, βάτραχοί τε καὶ σκνῖπες, καὶ μέν τοι καὶ κυνόμυιαι, καὶ χαλάζης ἐπαγωγαὶ μονονουχὶ τῆς Αἰγυπτίων κατεστράτευον γῆς· ἐκολάζοντο δὲ καὶ σκότῳ, καὶ τῶν πρωτοτόκων ὁ θάνατος ἀφορήτως κατῃκίζετο τοὺς πλεονεκτεῖν ᾑρημένους, Θεοῦ παραδόξως ἀνασώζοντος τοὺς ἐξ Ἰσραήλ. Εἶτα διὰ μέσης θαλάσσης ἰόντες ὡς ἐπὶ ξηρᾶς ἀθλίως ἀπολωλότας ἐθεῶντο τοὺς Αἰγυπτίους. Ἄρτον ἐδέχοντο τὸν ἐξ οὐρανοῦ· καθίει γὰρ αὐτοῖς τὸ μάννα Θεός. Εἵπετο δὲ ὡς ἐν πέτρᾳ νοούμενος Χριστός· καὶ ἀδοκήτως νάμασι δεδιψηκότας ἠλέει. Παναλκὲς γὰρ τὸ Θεῖον, καὶ ἀφθόνως τὰ ζωαρκῆ δωρούμενον τοῖς ἀνακειμένοις αὐτῷ. Ἀλλ᾽ οἱ τῶν οὕτως ἐξαιρέτων ἀπολαύσαντες ἀγαθῶν, ὀλίγοις ἐλέγχονται πόνοις. Ὅτι καὶ ἀμνήμονες τῶν παρὰ Θεοῦ, καὶ ἥκιστα μὲν ἑδραῖοι πρὸς τὸ πιστεύειν αὐτῷ, θρασεῖς δὲ καὶ εὐκατάσειστοι καὶ ἕτοιμοι πρὸς μικροψυχίαν, καὶ τὰ ἐφ᾽ οἷς τετίμηνται παραλόγως ἠγνοηκότες. Διάκενον γὰρ καλοῦσιν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ τὴν τῶν ὑδάτων ἐπῃτιῶντο σπάνιν· καίτοι μεμαθηκότες ὡς ἀνήνυτον οὐδὲν τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἢ καὶ ποταμίων ναμάτων μητέρα τὴν ἀκρότομον αὐτοῖς πέτραν ἐτίθει. Ἀπροφάσιστον δὲ κατὰ Θεοῦ ποιούμενοι τὴν κατάῤῥησιν, τοῖς τῶν ὄφεων δήγμασιν ἐκολάζοντο.

Εἶτα τῆς σφῶν αὐτῶν πλημμελείας ἐρχόμενοι πρὸς ἀνάμνησιν, δακρυῤῥοοῦσι λοιπὸν, καὶ ὁμολογοῦσι τὰ ἐγκλήματα, παρακαλοῦσι τὸν μεσιτεύοντα, φημὶ δὴ Μωσέα, φιλοικτείρμονά τε καὶ ἤπιον ἐπ᾽ αὐτοῖς καταστῆσαι Θεόν. Ὁ δὲ προσπίπτων ἐλιπάρει, τοῖς γε μὴν ἄνωθεν εἴκων νεύμασιν, ὄφιν εἰργάζετο χαλκοῦν, ὑψοῦ τε ἐτίθει, καὶ τοῖς πληττομένοις ἐκέλευεν ἀτενίζειν εἰς αὐτόν· ὃ δὴ καὶ δρῶντες ἐσώζοντο.

βʹ. Ἀλλὰ τίς ὁ λόγος, ἀλλὰ τί τὸ μέγα καὶ σοφὸν μυστήριον, πολυπραγμονεῖν ἀκόλουθον. Οὐ γὰρ ἀρκέσει τὸ γράμμα τοῖς νουνεχεστέροις, ἐγκέχωσται δὲ ὥσπερ τοῖς τύποις τὰ μυστήρια. Οὐκοῦν φέρε λέγωμεν, ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώτερον, καὶ ὅπερ ἐστὶν ἀληθὲς μεταπλάττοντες τὸ διήγημα. Δυσαρεστούμενοι γὰρ τοῖς παρὰ Θεοῦ καὶ ἄνωθεν ἀγαθοῖς, καὶ ἀκατασκέπτως ἰόντες ἐπὶ τὸ ἡδὺ μᾶλλον ἢ τὸ συμφέρον, καὶ τὰ τῆς ἀρετῆς γυμνάσματα παρωθούμενοι, προσκείμενοι δὲ τοῖς αἰσχίστοις, λελυπήκαμεν τὸν εὐεργέτην, προσκεκρούκαμεν οὐ καθ᾽ ἕνα τρόπον τῷ Δημιουργῷ. Ταύτῃτοι πεπτώκαμεν ὑπὸ τὰ τῶν ὄφεων δήγματα· ὄφεων δέ φημι τῶν νοητῶν, οἳ διὰ πάσης ἡμᾶς πλήττοντες ἁμαρτίας, τοῖς τοῦ θανάτου δεσμοῖς ὑποφέρουσιν. Ἐξάρχει δὲ ὥσπερ τῆς τῶν ἰοβόλων θηρίων πληθύος ὁ δράκων ὁ ἀποστάτης, τουτέστιν ὁ Σατανᾶς, οὗ τοῖς δήγμασιν ἐν ἀρχαῖς τε καὶ πρώτοις διόλωλεν ὁ ἄνθρωπος, τουτέστιν, ὁ Ἀδάμ. Ἕρπει δὲ καθάπερ ἐκ ῥίζης καὶ εἰς ἡμᾶς τὸ κακὸν, τοὺς ἐξ αὐτῆς γεγονότας. Σεσώσμεθα δέ τινα τρόπον. Τεθεάμεθα γὰρ τὸν ὄφιν, τουτέστι, Χριστόν. Πῶς οὖν ὄφις ὁ ἀγαθὸς κατὰ φύσιν ὁ Θεὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν; Ὅτι γέγονε καθ᾽ ἡμᾶς, τοὺς ἐκ προαιρέσεως πονηροὺς, «Γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» καὶ, «Ἐν τοῖς ἀδίκοις κατελογίσθη.»

Ὅτι δὲ ἡμεῖς πονηροὶ, γεγονότες δὲ οὐχ οὕτως παρὰ Θεοῦ, μεταῤῥυηκότες δὲ εἰς τοῦτο φαυλότητος, διά τοι τὴν καθ᾽ ἡμῶν τυραννήσασαν ἁμαρτίαν, διατρανοῖ λέγων καὶ αὐτὸς ὁ Χριστός· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν· πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» Ὄφις δὴ οὖν ὁ Χριστὸς, ὃς ἐν ὁμοιώματι πονηρίας, ὅτι γέγονεν ἄνθρωπος. Ἀλλ᾽ εἴ τις αὐτὸν θεάσαιτο νοητῶς, ἀμείνων ἔσται φθορᾶς, καὶ ὑπεραλεῖται θάνατον, καὶ ἀλογήσει δηγμάτων, καὶ τῆς τῶν ἰοβόλων πληθύος οὐ φροντιεῖ. Ὀψόμεθα δὲ Χριστὸν συνιέντες ὀρθῶς τὸ ἐπ᾽ αὐτῷ μυστήριον. Καὶ ἀραρότως πιστεύοντες ὅτι Θεὸς ὢν κατὰ φύσιν, γέγονεν ἄνθρωπος· ἀλλ᾽ εἰ καὶ ἦν ἐν ὁμοιώματι πονηρίας, οὐδὲν ἧττον ἀπομεμένηκεν ἀγαθός. Γέγονε γὰρ καθ᾽ ἡμᾶς, οὐχ ἵνα μεθ᾽ ἡμῶν ὁρῷτο πονηρὸς, ἀλλ᾽ ἵνα ἡμᾶς ἀγαθοὺς ἐργάσηται, τῷ ἁγίῳ μεταστοιχειώσας Πνεύματι πρὸς πᾶν εἶδος ἀρετῆς. Ἐπὶ σημείου γε μὴν ὁ ὄφις. Ὑψώθη γὰρ ὁ Χριστὸς ἐπὶ τοῦ τιμίου σταυροῦ, καὶ τοῦτο αὐτὸς Ἰουδαίοις προσεφώνει λέγων· «Ὅταν ὑψώσετε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.» Ὅτι δὲ τύπος εἰς τὸ αὐτοῦ βλέπει μυστήριον, ἀναμάθοις αὐτοῦ λέγοντος ἐναργῶς· «Ὥσπερ γὰρ ὁ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ· οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου.»

Χαλκοῦς δὲ ὁ ὄφις ἦν, διὰ τὸ εὔηχές τε καὶ εὐφωνότατον τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος. Ἀνήκοος γὰρ οὐδεὶς τῶν διὰ Χριστοῦ θεσπισμάτων, ἀλλ᾽ εἰς ἅπασαν μὲν τὴν ὑπουράνιον. τὸ ἐπ᾽ αὐτοῦ λαλεῖται μυστήριον, καὶ αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός.

Ἀμήν.