Ἐν μείοσι δὲ καὶ κατόπιν τὰ καθ᾽ ἡμᾶς, καὶ ὡς ἐν τάξει χίδρων, ὡς πρός γε, φημὶ, τὴν ἀπὸ σίτου σεμίδαλιν. Ζωῆς δὲ τύπος σεμίδαλις. Πλὴν συναναφέρεται πρὸς τὸ θυσιαστήριον τὰ χίδρα τῇ σεμιδάλει.
Συνθυμιώμεθα γὰρ, ὡς ἔφην, Χριστῷ, καὶ αὐτῷ πάντες εὐωδιάζομεν, καὶ ἐσμὲν σὺν αὐτῷ δεκτοὶ τῷ Θεῷ καὶ Πατρί. Καὶ οἱ Χριστὸν οὐκ ἕχοντες, οὐδ᾽ ἄν εἰσιν ὅλως εἰς θυσίαν ἐπιτήδειοι· «Χωρὶς γὰρ ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν.» Νία δὲ, φησὶν, οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἀναφέρητε τὸ δράγμα. Οὔτε γὰρ ὁ τοῦ νόμου καιρὸς, οὔτε μὴν ὁ τῶν ἁγίων χορὸς προφητῶν τὴν νέαν εἶχε τροφὴν, τουτέστι, τὰ διὰ Χριστοῦ παιδεύματα, οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρωπείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσαγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, «Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ᾽ ἐν καινότητι Πνεύματος·» δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.