Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Γένεσιν, Βιβλίο Β': Ο Νώε, η κιβωτός και ο πύργος της Βαβέλ

Ανασκευή εσφαλμένων δοξασιών για τους αγγέλους, η αφήγηση του Κατακλυσμού, ο Νώε ως τύπος του Χριστού, οι διαστάσεις της κιβωτού και ο πύργος της Βαβέλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 22

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ. αʹ. Νῶε γέγονεν ἀνὴρ ἀγαθὸς, καὶ φιλοθεΐας μὲν τῆς ἀνωτάτω γνήσιος ἐραστὴς, εὐδοκιμήσεως δὲ τῆς εἰς τοῦτο προτιθεὶς οὐδέν. Ἐπειδὴ δὲ ἦν λαμπρὸς, καὶ περίοπτος, καὶ εὐκλεὴς ἄγαν, καὶ διαβόητος, τοῖς αὐχήμασιν εὖ μάλα κατεστεμμένος, εἰκότως ἐθαυμάζετο. Ἕρπει δὴ οὖν ἐπ᾽ αὐτὸν ὁ λόγος, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας εἰκόνα καὶ τύπον ἀναθεὶς ὥσπερ τινὰ τὴν ἐπ᾽ αὐτῶν γενομένην οἰκονομίαν, ὀνήσειεν ἂν, ὥς γε οἶμαι, καὶ οὐ μετρίως τοὺς ἐντευξομένους.

Φέρε δὴ οὖν ἕκαστα τῶν κατ᾽ αὐτὸν ὡς ἔνι διηγησώμεθα, τὸ τῆς ἱστορίας ἀπολεπτύνοντες πάχος, καὶ εἰς θεωρίαν τὴν πνευματικὴν μεταχρωννύντες ἀστείως τὰ ἐμφανῶς γεγονότα. βʹ. Γεγένηται τοίνυν ἐξ Ἀδὰμ ὁ Σὴθ μετὰ τὴν Ἄβελ σφαγήν. Ἀπὸ δέ γε τοῦ Σὴθ ὁ Ἐνὼς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὅνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ.

Κέκληται γὰρ παρὰ τοῖς τηνικάδε Θεὸς ὁ Ἐνώς. Ἐπειδὴ γὰρ ἐτεθήπεσαν τῆς ἐνούσης αὐτῷ δικαιοσύνης τὸ μέγεθος, Θεὸν ὠνόμαζον εὐθὺς, πρέπειν ὅτι μάλιστά γε τῇ τοῦ ἀνδρὸς ἀρετῇ τὴν ἐπωνυμίαν ἡγούμενοι. Ἀπὸ δὲ τοῦ Ἐνὼς, ἤτοι τοῦ ἐπίκλην Θεοῦ, γεγόνασιν ἕτεροι, μεθ᾽ οὓς καὶ Λάμεχ ὁ Νῶε πατὴρ, ὃς ἐπὶ τῇ τοῦ παιδὸς γενήσει, προφήτης εὐθὺς ἀναδείκνυται· καθάπερ ἀμέλει καὶ Ζαχαρίας ἐπὶ τῷ μακαρίῳ Βαπτιστῇ. Νῶε μὲν γὰρ ὁ Λάμεχ ὠνόμαζε τὸν υἱόν· ὅ ἐστιν ἀνάπαυσις, εἰ γλώσσῃ τῇ καθ᾽ ἡμᾶς ἡ λέξις διερμηνεύοιτο. Ἀποδιδοὺς δὲ ὥσπερ τὴν αἰτίαν τῆς τοιᾶσδε κλήσεως ὁ Λάμεχ, «Οὗτος,» φησὶ, «διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός.» Ἐπὶ λαμπραῖς οὖν οὕτω καὶ λιπαρωτάταις ἐλπίσιν, ἡ Νῶε γένεσις προανεφωνεῖτο τοῖς πάλαι. Καὶ ἦν δέκατος ἐξ Ἀδὰμ διὰ Σὴθ γενεαλογούμενος, μέχρις αὐτοῦ διήκοντος, τοῦ διακεκλῆσθαι δεῖν, πρὸς ἁπάντων Θεοὺς, τοὺς ἐξ Ἐνὼς γεγονότας τοῦ ἐπίκλην Θεοῦ. «Ἀλλ᾽ ἦν ὁ Νῶε,» φησὶ, «πεντακοσίων ἐτῶν, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ.» Καὶ ὁ μὲν Σὴμ τελειότης, ἤτοι φύτευμα μετονομάζοιτο ἂν ἐξ Ἑβραίων εἰς Ἑλλάδα φωνήν· θερμασία δὲ ὁ Χάμ· πλατυσμὸς δὲ ὁ Ἰάφεθ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· «Ἐγένετο δὲ ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.

Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.

Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτοῦ ρκʹ ἔτη. Οἱ δὲ γίγαντες ἧσαν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἡμέραις ἐκείναις.» Καὶ μετ᾽ ἐκεῖνο· «Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννησαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾽ αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί.» Ἐπειδὴ γὰρ εἰς πολλὴν ἤδη πληθὺν τὸ τῶν ἀνθρώπων ἐξετείνετο γένος, εἰς ἐπιθυμίαν ἐκτοπωτάτην γυναίων ἐκπεπτωκότες οἱ υἱοὶ, φησὶ, τοῦ Θεοῦ, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.

Οἴδαμεν οὖν ὅτι τῶν ἀντιγράφων τινὰ περιέχει σαφῶς· «Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων.» Εἶτα περιτρέπουσί τινες τῆς φιλοσαρκίας τὰ ἐγκλήματα, καὶ τῆς οὕτω μυσαρωτάτης ἐπιθυμίας ἀνάπτουσι τὰς αἰτίας ὠλισθηκόσιν ἀγγέλοις, οἳ τὴν ἰδίαν ἀρχὴν οὐ τετηρήκασι, κατὰ τὸ γεγραμμένον. Ἐγὼ δὲ ὅτι πᾶν ἀῤῥώστημα νοῦ πρέποι ἂν ἐκείνοις, φαίην ἂν καὶ συνθήσομαι· τὸ δέ γε τοῦ εἰκότος λογισμοῦ τὴν ἐπὶ τῷ πράγματι πίστιν ὡς ἀπωτάτω φέρεσθαι συγχωρεῖν, εἴη ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἀτοπωτάτων. Σκοπὸς γὰρ ἡμῖν τὴν ἐφ᾽ ἑκάστῳ τῶν γεγραμμένων ἀλήθειαν κατασκέπτεσθαι φιλεῖν, καὶ οὐχὶ δὴ πάντως τὰ τῆς τῶν δαιμόνων ἀγέλης ἐννοεῖν ἀῤῥωστήματα. Μάλιστα μὲν γὰρ ἀεὶ τὰς ἐπιθυμίας ἑπομένας ὁρῶμεν τοῖς ἐν ἡμῖν αὐτοῖς καὶ ἐμφύτοις κινήμασιν. Ἢ γὰρ τὰ σαρκὸς ἀγαπῶμεν πάθη, ἢ δι᾽ ὧν ἂν γένοιτο τὰ σαρκὸς, ταῦτα περὶ πλείστου ποιεῖν εἰθίσμεθα. Ἔξω δὲ νόμων τῶν φυσικῶν, οὐκ ἀποκομίζουσιν ἡμᾶς ἡδοναὶ, κατά γε τὸ αὐτῷ μοι καλῶς τε καὶ ἀληθῶς ἔχειν δοκοῦν. Οἷον φέρε εἰπεῖν, βρῶσίς τε καὶ πόσις, καὶ ἡ γυναίων τυχὸν ὁμιλία φυσικὴ, σαρκὸς ἂν εἶεν ἔργα τε καὶ πάθη.

Πλούτου δὲ αὖ καὶ δόξης ἐπιθυμίαι, ταῖς τῆς σαρκὸς ὑπηρετοῦσιν ἡδοναῖς, καὶ σχεδὸν ἄπαντα διὰ τούτων ἔρχεται τὰ ἐν κόσμῳ πάθη, κατὰ τὸ λεχθὲν τῷ σοφῷ μαθητῇ, ὅτι «πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Τῶν τοιούτων ἡμᾶς αἱ πικραὶ ἐπιθυμίαι καὶ δειναὶ, σαγηνεύουσιν εὐκόλως ἐπὶ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾷν τὰ τῆς σαρκός· τῶν γε μὴν ἔξω σώματος καὶ παρὰ φύσιν ἐρᾷν, οὐδεὶς ἀναπείσει λόγος. Εἶτα πῶς οὐκ ἂν γένοιτο μωρίας ἐγγὺς τὸ σαρκικῶν ἐρᾶσθαι λέγειν τὰ σαρκὸς ἀνωτέρω καὶ ἐξεστηκότα πνεύματα· ποίαν εἰς τοῦτο κίνησιν ἔχοντα φυσικὴν, ἢ ποίου νόμου κατερεθίζοντος, καθάπερ ἀμέλει, καὶ ἡμᾶς αὐτοὺς εἴς γε τὸ χρῆναι διψᾷν τὰ τοιάδε τῶν παθῶν, ἄλλως τε; Μὴ γὰρ δὴ τυχὸν τῆς ἐπὶ τούτοις αἰτίας ἀπαλλάττομεν τῶν δαιμονίων τὸ στίφος. Ἀνόσιον γὰρ καὶ βέβηλον, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετές. Καὶ νοσείτω μετὰ τῶν ἄλλων, εἰ δοκεῖ, καὶ τὰς παρὰ φύσιν ἡδονάς. Ἀλλ᾽ ὅταν ἡ θεία λέγει Γραφὴ, ὡς συνῄεσαν μὲν τοῖς γυναίοις, τὰ δὲ ἔτεκε τοὺς καλουμένους γίγαντας· τουτέστιν, ἐξαίσια τέρατα, πλὴν ἀνθρώπους λογικούς· τί δὴ ἄρα πρὸς τοῦτο διαλογίζεσθαι χρή; Οὐ γὰρ ἀπό γε πνευμάτων τῶν ἀπωτάτω σαρκὸς γένοιτ᾽ ἂν εἰς γύναιον ἀνθρώπου καταβολή.

Εἰκαιομυθοῦσι δέ τινες, καὶ κατασοφίζονται τὸ χρῆμα, πιθανοῖς ὡς οἴονται λογισμοῖς τὸ ἀδύνατον ὑποκλέπτοντες· γεγονότα γὰρ ἐν ἀνδράσι τὰ πονηρά φασι δαιμόνια, δι᾽ αὐτῶν εἰργάζετο τὰς τῶν σπερμάτων καταβολάς. Ἀκαλλῆ δὲ σφόδρα καὶ ἀμαθίας ἔμπλεων τὸν λόγον αὐτοῖς εὑρήσομεν.

Ὃ γὰρ οὐκ εἴρηκεν ἡ θεία Γραφὴ, τίνα δὴ τρόπον παραδεξόμεθα, καὶ ἐν τοῖς ἀληθῶς ἔχουσι καταλογιούμεθα; Οὐκοῦν ἀναγνωσόμεθα μᾶλλον· «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.» Ἐμπεδοῖ δὲ μᾶλλον ἡμῖν ὀρθῶς ἔχουσαν τὴν τοιάνδε γραφὴν, καὶ ἡ παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν ἀπόδοσις. Ἀκύλας μὲν γάρ φησιν, Ἰδόντες δὲ οἱ υἱοὶ τῶν θεῶν τὰς θυγατέρας τῶν ἀνθρώπων. Σύμμαχος δὲ αὖ ἀντὶ τοῦ, υἱοὶ τῶν θεῶν, ἐκδέδωκεν οἱ υἱοὶ τῶν δυναστευόντων.

Υἱοὺς δὲ θεῶν καὶ μὴν καὶ δυναστευόντων τοὺς ἀπό γε τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς ὠνόμαζον, διά τε τὴν ἐνοῦσαν αὐτοῖς ὁσιότητα καὶ φιλοθεΐαν, καὶ τὸ πάντων δύνασθαι καταθλεῖν τῶν ἀνθεστηκότων· ἐπαμύνοντός που κατὰ τὸ εἰκὸς τοῦ Θεοῦ, καὶ περιφανὲς ἀποφαίνοντος τὸ ἱερώτατόν τε καὶ ἅγιον γένος· ὅπερ ἦν ἄμικτον τῷ ἑτέρῳ, τουτέστι, τοῖς ἀπὸ Κάϊν καὶ μὴν καὶ Λάμεχ· ὃς δὴ καὶ κατ᾽ ἴχνος ἱὼν τοῦ πατρὸς, γέγονε φονευτής· ὡμολόγει γὰρ, «Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί.» Ἔως μὲν οὗν τὸ ἱερὸν γένος αὐτὸ καθ᾽ ἑαυτὸ καὶ ἀμιγὲς τοῦ χείρονος διετέλει, τῆς εἰς Θεὸν εὐσεβείας τὸ κάλλος ἀκραιφνὲς ἔτι καὶ ἀπαραποίητον ἐναστράπτον ἐν αὐτοῖς ἦν, καὶ ἀξιαγάστους ἐτίθει.

Ἐπειδὴ δὲ παρώλισθον εἰς φιλοσαρκίας, καὶ γυναίων ὥραις ἐκσεσοβημένοι πρὸς ἀπόστασιν ἦσαν, «Ἔλαβον γὰρ,» φησὶν, «ἀπὸ πασῶν ὧν ἐξελέξαντο ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων·» τουτέστι, τῶν ἀπὸ Κάϊν· καίτοι θεοὶ καὶ θεῶν υἱοὶ, καὶ δυναστευόντων ὀνομαζόμενοι, παρεκομίζοντο λοιπὸν πρὸς τὰ ἐκείνων ἔθη, καὶ εἰς αἰσχράν τε καὶ βέβηλον πολιτείαν καὶ ζωήν. Καὶ ἔτικτον μὲν αἱ γυναῖκες τέρατα. παραχαράττοντος Θεοῦ καὶ αὐτὰ λοιπὸν τῶν ἀνθρωπίνων σωμάτων τὰ κάλλη, διὰ τὸ ἀκρατὲς εἰς ὀρέξεις πορνικὰς τῶν τηνικάδε. Ἦσαν δὲ οἱ τικτόμενοι γίγαντες, τουτέστιν, ἄγριοί τε καὶ εὐσθενεῖς, καὶ πολὺ παθόντες τὸ εἰδεχθὲς, καὶ τοῖς τῶν σωμάτων μεγέθεσι πλεονεκτοῦντες τῶν ἄλλων. Ἰστέον δὲ ὅτι τοὺς ἄγαν εὐρωστάτους, γίγαντας ἀποκαλεῖν κατείθισταί πως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος. Καὶ γοῦν ἔφη περί τε Περσῶν καὶ Μήδων διὰ φωνῆς προφητῶν· «Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Προσκεισόμεθα δὲ οὐδαμῶς ταῖς Ἑλλήνων ψευδοεπίαις. Εἰώθασι γὰρ οἱ παρ᾽ αὐτοῖς λογάδες, ποιηταὶ δὲ μάλιστα, κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, τὰς τῶν πραγμάτων ἀφηγεῖσθαί τε καὶ διαπλάττειν φύσεις· αἴρειν τε ὑψοῦ τὰ μικρὰ καὶ κατεῤῥιμμένα, καὶ ταῖς ἅγαν ψευδομυθίαις κατασεμνύνειν οἴεσθαι δεῖν, κἂν εἰ πολὺ τοῦ πρέποντος ἐξοίχοιτο τὸ διήγημα.

Ὧν ὁ μὲν τὴν Σικελίαν ὅλην ὑφ᾽ ἑνὸς τῶν γιγάντων ἀνεῤῥίφθαι φησὶ εἰς τὸν οὐρανὸν, ὁ δὲ καὶ ἔτι μεῖζόν τε καὶ ἀπηχέστερον ἐφ᾽ ἑτέρῳ ψεύδεται. Γεγόνασι μὲν γὰρ, ὡς ἔφην, δεινοὶ μὲν ἰδεῖν, ἄπλετοι δὲ εἰς ἀλκὴν σκληροὶ καὶ δυσάντητοι, καὶ ταῖς τῶν σωμάτων ὑπεροχαῖς, βραχὺ κατὰ τὸ εἰκὸς τῶν ἄλλων ὑπεραιρόμενοι, πλὴν οὐ, καθάπερ οἱ τὰ ἐπ᾽ αὐτοῖς μυθοπλαστεῖν εἰωθότες, καὶ αὐτῶν ἥπτοντο νεφῶν.

γʹ. Μεμιγμένων τοιγαροῦν ἀλλήλοις τῶν γενῶν, καὶ πάντων ἀπονενευκότων εἰς ἀχάλινον ἁμαρτίαν· «Εἶδε,» φησὶ, «Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς,» ἤτοι μετεμελήθη· καὶ καθ᾽ ἑτέραν δὲ ἔκδοσιν, τὴν Ἀκύλου φημὶ, «Ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς· ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ τῶν ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς. Νῶε δὲ εὗρε χάριν ἐνώπιον Κυρίου τοῦ Θεοῦ.» Συνίης ὅτι κατὰ παντὸς ἀνθρώπου βούλεται τὴν ἀπάλειψιν. Ἐπειδὴ δὲ τοῖς τῆς εὐσεβείας τρόποις ὁ Νῶε κατεκαλλύνετο, δυσωπεῖται μόνον· καὶ οὐ συνδιόλλυσι τοῖς ἑτέροις αὐτὸν, ἀνασώζει δὲ πανοικί. Καὶ δή φησιν πρὸς αὐτόν· «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾽ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθέν τε καὶ ἔξωθεν, τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς.

Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, φησὶν, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ, καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάσης σαρκὸς δύο δύο. Ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται ἀπὸ τῶν πετεινῶν πάντων κατὰ γένος· καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, κατὰ γένος αὐτῶν δύο δύο. Ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ.

Καὶ ἀπὸ μὲν τῶν καθαρῶν, ἑπτὰ ἑπτὰ συλλέξεις,» φησί· «δύο δὲ αὖ ἐκ τῶν ἀκαθάρτων.» Τούτων τοιγαροῦν ἁπάντων ἐκπεπερασμένων, καθάπερ προσέταξεν ὁ τῶν ὅλων Θεὸς, κατεπνίγετο μὲν πᾶσα σάρξ· ὅλην ἐπικλυζόντων τὴν ὑπουράνιον ὑετῶν καὶ χαλάζης, καὶ ῥαγδαιοτάτης ὑδάτων καταφορᾶς τῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ἐπενήχετο δὲ ἡ κιβωτὸς φόρτον ἔχουσα δικαίων ψυχάς. Ἀλλὰ βραχὺ τῶν ὑδάτων ὑφιζηκότων, «Ἐκάθισε,» φησὶν, «ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ· καὶ ἀνοίξας ὁ Νῶε τὴν θύραν τῆς κιβωτοῦ, πέμπει τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς· ὁ δὲ οὐχ ὑπέστρεψεν. Εἶτα μετ᾽ ἐκεῖνον ἠφίει περιστερὰν, καὶ οὐχ εὑροῦσα,» φησὶν,» ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἐκτείνας Νῶε τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Ἐξεπέμπετο δὲ καὶ δευτέρα μεθ᾽ ἡμέρας ἑπτὰ, καὶ ὑπενόστησε πρὸς ἑσπέραν, κάρφος ἐλαίας ἔχουσα ἐν τῷ στόματι αὐτῆς· καὶ τρίτην ἠφίει πάλιν μεθ᾽ ἡμέρας ἑπτὰ, ἡ δὲ οὐ προσέθετο,» φησὶ, «τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.» Συνῆκε δὲ οὕτω λοιπὸν ὡς κατεπόθη μὲν ἅπαν ἐκ τῆς γῆς τὸ ὕδωρ. Ὤφθη δὲ πάλιν ἡ ξηρὰ καὶ τὰ ἐν αὐτῇ.

Ἐπειδὴ δὲ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, καὶ ἅπασι τοῖς συνειλεγμένοις ἐξέτορέ τε λοιπὸν καὶ τῶν ὑδάτων ἀπηλλαγμένην τὴν γῆν ἐθεάσατο, θυσιαστήριον εὐθὺς ἀνεδείματο· καὶ ὁλοκαυτοῦν ἐσπούδαζε τὰ καθαρὰ καὶ ἀβέβηλα τῶν κτηνῶν καὶ τῶν πετεινῶν· ἀνατιθεὶς, οἶμαί που, τὰ χαριστήρια τῷ διασώσαντι Θεῷ. Οὗ γεγονότος, «Ὠσφράνθη,» φησὶ, «Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ μὴ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διάνοια ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμὸς, ψύχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι.» Καὶ πρὸς τούτοις, «Ἔτι καὶ εὐλόγησε,» φησὶ, «Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα.» δʹ. Ἀφιγμένου δὲ ἤδη πρὸς τοῦτο ἡμῖν τοῦ λόγου, ὡς ἐν ἀφηγήσει λοιπὸν τῇ κατὰ τὸ γράμμα καὶ ἱστορικῶς, ἐνδεῖ, ὥς γε οἶμαι, παντελῶς οὐδέν.

Φέρε δὴ οὖν κατ᾽ ἴχνος τῶν εἰρημένων τὴν ἔσω κεκρυμμένην διακομίζοντες θεωρίαν, τὸ Χριστοῦ μυστήριον διαπλάττωμεν, καὶ τῆς δι᾽ αὐτοῦ σωτηρίας εἰκόνα δεικνύωμεν Νῶέ τε αὐτὸν, καὶ τὴν ἐπὶ τῇ κιβωτῷ σοφὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. Γεγέννηται τοίνυν Νῶε διὰ Λάμεχ, οὐχὶ τοῦ προπεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ᾽ ἐξ ὁμωνύμου τοῦ διὰ Σήθ. Ἀνέφυ δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ Ἰσραὴλ, ἁγίου μὲν διὰ τοὺς πατέρας· ἐξ ὁμοτροποῦντος δὲ λαοῦ τοῦ Λάμεχ καὶ ὁμογνωμονοῦντος τῷ φονευτῇ· ὁμωνύμου τε ἤδη καθὸ φονευτῇ. Εἴρηται δέ που πρὸς Ἰουδαίους· «Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» Καὶ παρὰ Χριστοῦ· «Καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Καὶ ἑνδέκατος μὲν ἐξ Ἀδὰμ ὁ Νῶε· Χριστὸς δὲ δὴ πάλιν ὡς ἐν ἐσχάτῳ τε καὶ ἑνδεκάτῳ καιρῷ γεγέννηται κατὰ σάρκα, καὶ τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας ἄρχεται. Τοῦτο δ᾽ ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως ἐρεῖς, ἀπό γε τῶν ἱερῶν Γραμμάτων ἀναπεπεισμένος.

Ὁ γάρ τοι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ προσπεφώνηκέ τισιν· οὗτοι δ᾽ ἂν εἶεν οἱ ἐξ ἐθνῶν, «Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί;» Τῶν δὲ ἀναφανδὸν εἰρηκότων, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· κέκληκε γὰρ οὐδεὶς πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εἰς θεογνωσίαν τὰ ἔθνη· χρηστῶς καὶ φιλοικτιρμόνως, «Ὑπάγετε καὶ ὑμεῖς,» φησὶν, «εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν.» Καὶ ὁ διὰ Μωσέως νόμος τὴν τοῦ προβάτου σφαγὴν ἀναμέσον τῶν ἑσπερινῶν, πρὸς ἑσπέραν τε καὶ ὑπὸ λύχνους ἤδη τελεῖσθαι προστέταχεν. Οἱονεὶ γάρ πως ἐπ᾽ αὐταῖς ἤδη δυσμαῖς ἥκοντος τοῦ καιροῦ, μονονουχὶ δὲ καὶ συστελλομένου λοιπὸν τοῦ παρόντος αἰῶνος, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν ὑπὲρ πάντων ἀνέτλη σφαγὴν, ποινῆς καὶ δίκης ἐλευθερῶν, καὶ παντὸς τοῦ τοιοῦδε δείματος ἀπωτάτω τιθεὶς τοὺς πεπιστευκότας. Αὐτὸς γάρ ἐστιν ὁ κατὰ ἀλήθειαν Νῶε, τουτέστιν, ἡ δικαιοσύνη καὶ ἡ ἀνάπαυσις· ἑρμηνεύεται γὰρ ὧδε τὸ ὄνομα. «Δεδικαιώμεθα γὰρ, κατὰ τὰς Γραφὰς, οὐκ ἐξ ἔργων δικαιοσύνης, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.» Γέγονε τοίνυν ἡμῖν τοῖς πεπιστευκόσι δικαιοσύνη Χριστὸς, καὶ μὴν καὶ ἀνάπαυσις, εἴπερ ἐστὶν ἀληθὲς. «Ὡς μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

Καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, μακάριοι καὶ ἀξιοζήλωτοι Καὶ τί γάρ; οὐχὶ τῶν τοιῶνδε μετακεκλήμεθα, καὶ τῶν οὐρανίων χαρισμάτων κατατρυφῶμεν, καὶ καταπλουτοῦμεν τὴν μέθεξιν, καὶ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀποβαλόντες φορτίον, ἀνιέμεθα λοιπὸν εἰς εὐημερίαν πνευματικήν; Ἐκάλει γὰρ ἡμᾶς εἰς τοῦτο λέγων αὐτός· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὅτι γὰρ ἔμελλεν ἀναπαῦσαι ἡμᾶς ὁ Χριστὸς, καὶ ὁ ἀρχάγγελος Γαβριὴλ προανεφώνει τῇ ἁγίᾳ Παρθένῳ λέγων· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Καὶ μὴν καὶ οἱ θεσπέσιοι προφῆται τὴν δ᾽ αὐτοῦ γενησομένην ἀνάπαυσιν προαναφωνεῖν ἐσπούδαζον. Ὁ μὲν γὰρ ἔφασκε· «Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.» Ἡσαΐας δὲ αὖ μονονουχὶ καὶ ἐν ὄψει λοιπὸν ἐποιεῖτο λέγων· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν.

Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ὡς ὁ ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει.» Γέγονε τοίνυν ἡμῖν δικαιοσύνη τε καὶ ἀνάπαυσις ὁ Χριστός· σέσωκε δὲ ἡμᾶς καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ταυτὶ γὰρ ἡμῖν ἐπὶ Νῶε προφητεύων ἔφασκεν ὁ Λάμεχ. Ἔστι δὲ οὐκ ἀμφίλογον ὅτι τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, λέλυται πάλιν ἐν Χριστῷ. «Γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα,» κατὰ τὸ γεγραμμένον, τῆς ἀρχαίας ἀρᾶς ἀπαλλάττων τὴν γῆν. Δι᾽ αὐτοῦ γὰρ ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς ἀνακεφαλαιοῦσθαί φαμεν τὸν Πατέρα καὶ Θεόν· «Καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Εἴπερ ἐστὶ δεύτερος Ἀδὰμ δι᾽ ὑπακοῆς ἀνατρέπων τὸ τοῦ πρωτοπλάστου κατηγόρημα· φημὶ δὴ τὴν ἐν ἀρχαῖς παραίτησιν γεγενημένην παρακοήν. Ὧδε φρονεῖν ἐδόκει καὶ τῷ θεσπεσίῳ Παύλῳ. Γράφει γὰρ οὕτως· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται πολλοί. Γέγονε δὲ ὁ Χριστὸς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Ὥσπερ οὖν ἐπάρατος ἦν ἡ γῆ διὰ τὴν ἐν ἀρχαῖς παράβασιν ἐν Ἀδὰμ, οὕτω γέγονεν εὐλογημένη διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἐλυτρώσατο δὲ καὶ ἑτέρως ἡμᾶς ἀπὸ τῆς γῆς ἐπαράτου γεγενημένης. «

Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ, προσδοκῶμεν,» καθὰ καὶ ὁ σοφὸς τοῦ Σωτῆρος εἴρηκε μαθητής.

Ἐνεκαίνισε δὲ ἡμῖν καὶ τὴν εἰς τὰ ἄνω τε καὶ εἰς οὐρανοὺς ἀναφοίτησιν· καὶ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὴν ἁγίαν εἰσέφρησε γῆν· ἣν κληρονομήσειν ἔφασκε τοὺς πραεῖς, τουτέστι, τοὺς τοῖς εὐαγγελικοῖς μαθήμασιν εἰς πραότητα παιδαγωγουμένους.

Εἴπερ ὁ μὲν νόμος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, τραῦμά τε ἀντὶ τραύματος, ἀντεπάγεσθαι δεῖν τοῖς ἀδικοῦσιν ἐκέλευσεν. Ἡμῖν δὲ Χριστὸς, «Τῷ παίοντί σε,» φησὶν, «εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Νῶε τοίνυν γέγονεν ἑνδέκατος ἐξ Ἀδὰμ διά τε Σὴθ καὶ Ἐνὼς, «Ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ,» διὰ πλείστην ὁσιότητα καὶ θεοφιλῆ πολιτείαν. Γενεαλογεῖται δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τῶν ἁγίων εὐαγγελιστῶν ἐξ Ἀδὰμ, καὶ μέχρις αὐτοῦ τοῦ Ἰωσὴφ διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, ἁγίου, τοῦ τῆς γενεαλογίας ἥκοντος λόγου.

εʹ. Ἀλλὰ φέρε, λέγωμεν τὸν οἱονεὶ φυρμὸν καὶ τὴν εἰς ἄλληλα γενομένην ἀνάχυσιν τῶν γενεῶν, τοῦ τε ἁγίου φημὶ, καὶ τοῦ μὴ τοιοῦδε, τουτέστι, τοῦ βεβήλου καὶ μυσαρωτάτου. Ὅνπερ γὰρ τρόπον οἱ ἐξ Ἐνὼς γεγονότες τοῦ ἐπίκλην Θεοῦ, ταῖς τῶν ἀνθρώπων ἐπεμαίνοντο θυγατράσιν, οὗ γεγονότος ἑτερότροποί τε ἦσαν εὐθὺς, καὶ τοῖς ἐκείνων ἤθεσί τε καὶ νόμοις διαβιοῦν ᾑρημένοι, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατηῤῥώστουν ἀποφθοράν· οὕτως καὶ οἱ ἐξ αἵματος τοῦ Ἰσραὴλ, ἕως μὲν ἦσαν ἁγιοπρεποῦς πολιτείας ἐργάται, καὶ προγονικῆς εὐσεβείας ἄριστοι μιμηταὶ, πάντα μὲν ἀπεσπούδαζον φαυλότητος τρόπον, ἀπαραποίητά τε παντελῶς ὡς ἔν γε δή σφισιν αὐτοῖς, τῆς εὐκλεοῦς πολιτείας τετηρήκασι τὰ αὐχήματα.

Ἐπειδὴ δὲ τοῖς ὁμόροις ἔθνεσιν ἐνεπλέκοντο, καίτοι διαβεβληκότος τὸ χρῆμα τοῦ νόμου ἀναπιμπλάμενοι παραχρῆμα τῆς ἐνούσης αὐτοῖς βδελυρίας, εὐπάροιστοί τε καὶ ἐλαφροὶ λίαν, καὶ τί γὰρ οὐχὶ τῶν ἀνωτάτω κακῶν νοσοῦντες ἡλίσκοντο; Καὶ τόγε παραδοξότερον.

Τὰ μὲν γὰρ ἔθνη τῇ κτίσει καίτοι λελατρευκότα παρὰ τὸν κτίστην, καὶ ποιητὴν, καὶ εἰς πολύθεον πλάνην ἀπονενευκότα τῇ πρὸς τοῦτο γνησιότητι, τὰς τῶν δαιμόνων ἀγέλας ἐτίμων. Ὁ δὲ ἄνωθέν τε καὶ ἐκ πατέρων ἅγιος Ἰσραὴλ, ἐν ὀλίγῳ παντελῶς ἐποιεῖτο λόγῳ τὴν ἀπόστασιν. Τοιγάρτοι Θεὸς διὰ φωνῆς ἁγίας φησὶ πρὸς αὐτούς· «Ἀπέλθετε εἰς νήσους Χετιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί. Ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτῶν, ἐξ ἧς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ πάλιν· Ὅτι κατὰ ἀριθμὸν πόλεών σου, ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ, ἔθυον τῇ Βάαλ· ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος.» Κατῴχοντο γὰρ εἰς τοῦτο σκαιότητος λογισμῶν, μᾶλλον δὲ καὶ ἐγχειρημάτων, ὡς γυναίοις μὲν ἐπιμίσγεσθαι πλανωμένοις ἔτι.

Ἐπειδὴ δὲ ἔτικτον, καίτοι δέον εὐθὺς τῆς Ἰουδαίων λατρείας ἐναποσημαίνεσθαι τοῖς βρέφεσι τὰ γνωρίσματα, τὴν ἐν ὀγδόῃ περιτομὴν, καὶ τὰς ἐπὶ τούτων θυσίας, ἀνάθημα τοῖς ἀκαθάρτοις δαίμοσι τὰ ἐκ τῶν ἡγιασμένων ἀπεφέροντο λαῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· «Ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς.» Συναφείᾳ τοιγαροῦν τῇ πρὸς τὸ χεῖρον κατεφθαρμένου λοιπὸν τοῦ ἁγίου γένους, καὶ ὅσον ἧκεν εἰς ποιότητα καὶ διαφορὰν γνώμης τε καὶ τρόπου, καὶ μὴν καὶ ἐθῶν συνενηνεγμένων εἰς ἓν τοῦ τε Ἰσραὴλ, καὶ τῶν ἐθνῶν ὄλεθρον ἁπάντων τῶν ὅντων ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Δημιουργὸς εἰκότως κατεψηφίζετο. Ἡμερότητι δὲ τῇ ἐμφύτῳ νικώμενος, οὐκ ἰσοπαλῆ ταῖς ἁμαρτίαις αὐτῶν ἐποιεῖτο τὴν ὀργήν. Ἵνα δὲ μὴ εἰς ἅπαν καταφθείρηται τὸ ἐπὶ γῆς γένος, τὴν ὡς ἐν πίστει δικαίωσιν, καὶ τὴν δι᾽ ὕδατος ἔφεσιν προανέδειξε διὰ Νῶε. Ταύτῃτοι γέγονεν ἄνθρωπος, «καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὁ Μονογενὴς,» κατὰ τὸ γεγραμμένον· ὁ ἀληθέστερος Νῶε· καὶ δὴ καὶ ὡς ἐν τύπῳ τῆς ἐν ἀρχαῖς ἐκείνης καὶ διαβοήτου κιβωτοῦ, μονονουχὶ καὶ ἐπήξατο τὴν Ἐκκλησίαν· εἰς ἣν οἱ εἰσπεπηδηκότες, τὸν ἐπηρτημένον τῷ κόσμῳ διαδιδράσκουσιν ὄλεθρον. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸ ἐπὶ τῇ κιβωτῷ μυστήριον διερμηνεύει λέγων· «Πίστει χρηματισθεὶς Νῶε, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.»

Εἰς ἣν, ὥσπερ καὶ Πέτρος φησὶν, «ὀλίγαι, τουτέστιν, ὀκτὼ ψυχαὶ, διεσώθησαν δι᾽ ὕδατος.» Ὃ καὶ ἀντίτυπον ἡμᾶς νῦν σώζει βάπτισμα, «οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Τίνα δὴ οὖν ἄρα τρόπον ἡ κιβωτὸς διεπήγνυτο; «Τριακοσίων πήχεων,» φησὶ, «ποιήσεις τὸ μῆκος τῆς κιβωτοῦ, καὶ εὖρος πεντήκοντα· ὕψος δὲ τριάκοντα.

Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν.» Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον ὑποσημήνειεν ἂν, εἰ καὶ λίαν ἀμυδρῶς, ἡ τοιάδε κατασκευὴ, παντί τῳ σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως, τοῦ θεσπεσίου Παύλου γράφοντος τοῖς ἐν πίστει δεδικαιωμένοις, ὡς ἀδιάλειπτον περὶ αὐτῶν ποιοῖτο τὴν προσευχήν· «Ἵνα ἐξισχύσωσι καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ.

ϛʹ. τίς οὖν ἄρα ἐστὶ τῶν τῆς κιβωτοῦ μέτρων ὁ λόγος; Τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ὀρθὴ καὶ ἀπεξεσμένη δήλωσις, καὶ τῆς μιᾶς Θεότητος τὸ ἀρτίως ἔχον, καὶ τὸ εἰς πᾶν ὁτιοῦν παντέλειον. Τοῦτο γὰρ ἡμῖν ὡς ἔν γε δὴ τοῖς προκειμένοις ἀριθμοῖς ὑποδηλούμενον κατίδοι τις ἂν, ἐκεῖνο διενθυμούμενος· ὡς ἔστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς τὴν ἀνόπιν ἔχοντας ἀνακύκλησιν ἀριθμοὺς, τελειότητος ποιεῖσθαι σύμβολον. Οἷον δὲ δή τί φημι· ἀρχομένη γὰρ ἐκ πρώτης ἡ ἑβδομὰς, ἐν Σαββάτῳ διαπεραίνεται κατὰ τὴν ἑβδόμην.

Εἶτα πάλιν ἀριθμοῦμεν τὴν ἐφεξῆς ἀπὸ πρώτης ἀρχόμενοι μέχρι πάλιν ἑβδόμης. Ὁμοίως εἰς ἀριθμὸν ἰόντες τὸν δέκα, πάλιν ἐκ πρώτης τῆς ἐφεξῆς δεκάδος ἀρχόμεθα· κατὰ τὸν ἴσον δὲ τοῦτον τρόπον τε καὶ λόγον, συγκείσεται καὶ ὁ τέλειος ἐκ τελείων ἀριθμὸς, τουτέστι, ὁ ἑκατὸν ἐκ δεκάδων δέκα· καὶ ἀνακύκλησιν ἔχων καὶ ἀναδρομὴν τὴν εἰς μονάδα πάλιν. Ὅπερ οὖν ἔφην, τελειότητος σύμβολον παρά γε τῇ θείᾳ Γραφῇ, πᾶς ἀριθμὸς ἀνόπιν ὥσπερ ἰὼν μετὰ τὸ εἰς πέρας ἥκειν τὸ αὐτῷ πρέπον τε καὶ ὡρισμένον. Ὅρα τοίνυν τῆς ἁγίας Τριάδος τὸ παντέλειον ὡς ἐν τρισὶ πήχεων ἑκατοντάσι. Τοῦτο γὰρ μῆκος τῇ κιβωτῷ.

Ὅτι δέ ἐστι, ἵν᾽ οὕτως εἴπωμεν, τελειότης τελειοτήτων ἡ ὡς ἐν μονάδι Θεότης, ὑπεμφήνειεν ἂν τὸ εὖρος, εὖ μάλα ἐπὶ πήχεις ἰὸν πεντήκοντα· τουτέστιν, ὡς ἐν ἑβδομάσιν ἑπτὰ προσενηνεγμένης αὐταῖς καὶ μονάδος, διὰ τὸ μίαν εἶναι Θεότητος φύσιν. Καὶ αὐτὸ δὲ τὸ ὕψος, οὐχ ἑτέραν ἡμῖν ἢ ταύτην ὠδίνει τὴν ἔννοιαν.

Ἀποπεραίνεται μὲν γὰρ εἰς πήχεων δεκάδα τρίτην· εἰς ἕνα δὲ δὴ τὸν ὑπερκείμενόν τε καὶ ἀνωτάτω καταλήγει πάλιν. »Τριάκοντα γὰρ,» φησὶ, «πήχεων τὸ ὕψος αὐτῆς· καὶ εἰς ἕνα πῆχυν συντελέσεις αὐτήν.» Εὐρυνομένη γὰρ ὥσπερ εἰς τρεῖς ὑποστάσεων καὶ μὴν καὶ προσώπων ἰδικῶν διαφορὰς ἡ ἁγία Τριὰς, εἰς μίαν Θεότητος οἱονεὶ συστέλλεται φύσιν.

Ἕλληνες μὲν γὰρ τὴν εἰς πολύθεον πλάνησιν τιμῶσιν ὁδόν. Ἡμεῖς δὲ Πατέρα, καὶ μὴν καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα καταλογιζόμενοί τε καὶ τιθέντες ἀληθῶς ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑνότητι φύσεως στεφανοῦν εἰθίσμεθα. Καὶ τῇ τῆς οὐσίας ταυτότητι συνεγείροντες μονονουχὶ καὶ εἰς ἔνα πῆχυν τὴν μακρὰν καὶ εὐρεῖαν, καὶ μέν τοι καὶ ὑψηλὴν, συντελοῦμεν κιβωτόν.

Ἀνασώζει τοιγαροῦν ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ οἷά περ εἰς κιβωτὸν εἰσοικίζεται τὴν Ἐκκλησίαν, ἐν ᾗ γεγονότες ὑπερνηξόμεθα μὲν τοῦ θανάτου τὸ δεῖμα, διαδιδράσκομεν δὲ τὸ συγκατακρίνεσθαι τῷ κόσμῳ. Συνέσται γὰρ ἡμῖν ὁ δίκαιος Νῶε, τουτέστι Χριστός.

ζʹ. Ἄξιον δὲ οἶμαι πολυπραγμονῆσαι λεπτῶς τίνες ἂν νοοῖντο τυχὸν οἱ τῷ Νῶε συνεισθέοντες εἰς τὴν κιβωτὸν, καὶ τὴν διὰ πίστεώς τε καὶ ὕδατος σωτηρίαν ἀποκερδαίνοντες. Γέγραπται τοίνυν, ὅτι «Εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ.» Συνεισκεκόμικε δὲ τούτοις, καὶ ἀπὸ παντὸς ζώου καὶ τῶν πετεινῶν, ἑπτὰ μὲν τῶν καθαρῶν, ἀνὰ δύο δὲ τῶν ἀκαθάρτων. Ἐδόκει γὰρ ὧδε θεσμοθετεῖν τῷ Θεῷ. Ὀνόματα δὲ τοῖς υἱοῖς αὐτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ· διερμηνεύεται δὲ ὁ μὲν Σὴμ, φύτευμα καὶ τέλειοις· θερμασία δὲ ὁ Χὰμ, καὶ πλατυσμὸς ὁ Ἰάφεθ. Σεσώσμεθα γὰρ ἐν Χριστῷ διὰ πίστεως οἱ ἐξ ἀτελοῦς ὥσπερ πολιτείας τῆς κατὰ νόμον εἰς τὴν τῆς εὐαγγελικῆς παιδεύσεως τελειότητα, καθάπερ τινὰ μόσχια πεφυτευμένοι λεπτά. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ τοῖς μὲν τῶν Ἰουδαίων λαοῖς τὴν ἐν Χριστῷ δικαίωσιν οὐ προσιεμένοις ἐπετίμα, λέγων· «Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην· ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.» Δεδυσφημήκασιν γὰρ ἀκαθέκτως εἰς τὸν Υἱόν. «Διὰ τοῦτο,» φησὶν, «ὁ Θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σχηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.»

Περὶ δὲ τῶν ἠγαπηκότων τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ζωήν· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.» Ὅτι δὲ οὐ δίχα τοῦ θείου πυρὸς καὶ νοητοῦ, καὶ οἱονεὶ τῆς διὰ πνεύματος θερμασίας ἐνήργηκεν εἰς ἡμᾶς τὴν παρ᾽ ἑαυτοῦ χάριν ὁ Ἐμμανουὴλ, πιστεύσεται καὶ ὁ θεσπέσιος Παῦλος· «Τῷ πνεύματι ζέοντας ὁρᾶσθαι θέλων τοὺς ἐν ἁγιασμῷ κεκλημένους.» Οὐδὲν δὲ ἧττον ἡμᾶς ἐμπεδοῖ καὶ ὁ σοφὸς Ἰωάννης λέγων· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.

Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Ἀπέψυκται μὲν γὰρ ἡ τῶν Ἰουδαίων ἀγάπη διὰ τὸ «Πληθυνθῆναι τὴν ἀνομίαν παρ᾽ αὐτοῖς,» καθὰ γέγραπται. Θερμοὶ δὲ δὴ λίαν καὶ πρός γε τοῦτο ἡμεῖς. Τοιγάρτοι φαμέν· «Τί ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία; ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὐκοῦν τῶν ζεόντων τῷ πνεύματι τύπος ἂν γένοιτο καὶ μάλα σαφὴς ὁ Χὰμ, ὃς νοεῖται θερμασία.

Ὅτι δὲ καὶ εἰς πλατυσμὸν καρδίας ἀπενενήγμεθα τῆς ἐν νόμῳ ζωῆς τὴν θλίψιν ἐκβαίνοντες, ὑπεμφήνειεν ἂν ὁ τρίτος ἡμῖν Ἰάφεθ, εἰς πλατυσμὸν μετονομαζόμενος. Ἰουδαίοις μὲν γὰρ προσεφώνει Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τοῦ ἐν Ἱερουσαλήμ·» Καὶ πάλιν· «Μάθετε ἀκούειν στενοχωρούμενοι.» Ἐκβεβηκὼς δὲ ὁ Παῦλος τὴν ἐν νόμῳ στένωσιν προσπεφώνηκέ τισι τῶν ἤδη πεπιστευκότων· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Ἡ καρδία ἡμῶν πεπλάτυται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.

Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Ἠκολούθουν γὰρ ἔτι τοῖς Ἰουδαίων ἐντάλμασι, καὶ ἀνονήτοις εἰκαιοβουλίαις. Ψάλλει δέ που καὶ ὁ Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ὡς ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ ἐν Χριστῷ· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Πεπλάτυται γὰρ ἡμῶν ὁ νοῦς εἰς σοφίαν, ἐνηυλισμένου τε καὶ ᾠκηκότος ἐν ταῖς ἁπάντων ψυχαῖς διὰ πνεύματος τοῦ Ἐμμανουήλ. Τοιοίδε μὲν οὖν οἱ ἐν Χριστῷ διὰ πίστεως.

ηʹ. Ὅτι δὲ πλείστη μὲν ἡ τῶν ἐν πίστει δεδικαιωμένων καθαρωτάτη πληθὺς, μείων γε μὴν ἡ ἐξ Ἰουδαίων, ἀναμάθοι τις ἂν ἐντεῦθεν ἀμογητί. Ἑπτὰ μὲν γὰρ ἐν τῇ κιβωτῷ τὰ ἐκ τῶν καθαρῶν εἰσκεκόμικε ζώων, ἀνὰ δύο δὲ αὖ τὰ ἐκ τῶν ἀκαθάρτων· τουτέστι, τῶν κυριοκτόνων Ἰουδαίων. «Σέσωσται γὰρ τὸ κατάλειμμα,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Πλὴν ὅτι κατὰ καιροὺς ἀπανίστασθαί τε καὶ ἀποφοιτᾷν τῆς πίστεως ἔμελλόν τινες τῶν ἐξ αἵματος Ἰσραὴλ, ὑπετύπου πάλιν. «Ἀπέστειλε γὰρ,» φησὶν, «ἐκ τῆς κιβωτοῦ τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ· ὁ δὲ οὐχ ὑπέστρεψεν.» Ἐνεπνίγη δὲ, οἶμαι, τοῖς ὕδασιν, ἔρεισμά τε καὶ στάσιν οὐχ εὑρηκώς. Οὐκοῦν τὸ τῆς πίστεως ἀπολισθῆσαι τοῦ Χριστοῦ καὶ ἀπονοσφίζεσθαι, πάντως πρόξενον ἀπωλείας. Οὔτω καὶ ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἐν νόμῳ τελειουμένοις, ἤγουν οἰηθεῖσιν ἔσεσθαι τελείοις, «Κατηργήθητε,» φησὶν, «ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε· ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Ἄθρει δὲ ὅπως ἐκ τῶν ἀκαθάρτων πτηνῶν ὁ κόραξ ἀποστάτης. Ἦσαν γὰρ ἐξ Ἰουδαίων οἱ μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀνόπιν ἰόντες ἐπὶ τὰς τοῦ νόμου σκιάς. Καὶ περὶ αὐτῶν, οἶμαί που, καὶ ὁ σοφὸς Ἰωάννης γράφει· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ᾽ ἡμῶν.»

Λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐναργῶς, ὅτι «Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις,» ὅρα καὶ τοῦδε σαφῆ τύπον διὰ Νῶε γεγενημένον. Ἀπέστειλε μὲν γὰρ πρώτην τε καὶ δευτέραν περιστερὰν κατασκεψομένας, ὥσπερ εἰ ἐν ὑφιζήσει γέγονεν ὁ κατακλυσμός. Αἱ δὲ ὑπενόστησαν ὡς εἰς καλιὰν εἰς τὴν κιβωτὸν, καί τι κάρφος ἐχούσης μιᾶς ἐν τῷ στόματι αὐτῆς, καθὰ γέγραπται, θαλὸς δὲ τοῦτο ἐλαίας ἦν. Ἀποστέλλονται μὲν γὰρ οἱ ἅγιοι παρὰ Χριστοῦ κατασκεψόμενοί τε τὸν κόσμον, καὶ τοὺς ἐν αὐτῷ. Ὑπονοστοῦσι δὲ ὥσπερ λαλοῦντες εἰρήνην. Τουτὶ γὰρ οἶμαι πλαγίως ὑποδηλοῦν τὸ ἐν στόματι κεῖσθαι τῆς περιστερᾶς τὸν τῆς ἐλαίας θαλόν.

Σύμβολον γὰρ εἰρήνης ἀεί πώς ἐστι τὸ φυτόν. Φιλόθεοι μὲν οὖν οἱ πίστει κεκαθαρμένοι, καὶ ὡς ἐν πραότητι πολιτείας εὐαγγελικῆς, ἀπόλεκτοι τῷ Θεῷ. Πλὴν, ὅτι καὶ ἐξ αὐτῶν ἀποστήσονταί τινες ἐν ἐσχάτοις καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἐμφήνειεν ἂν ὁ τύπος. Τρίτη γὰρ καὶ τελευταία πέμπεται περιστερὰ, καὶ οὐκ ἐμελέτα τὴν ὑποστροφήν. Ἀπομεμένηκε γάρ. «Ὑπολοφήσαντος δὲ τοῦ κατακλυσμοῦ, κεκάθικεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη Ἀραρὰτ,» ἃ διερμηνεύεται μαρτυρία καταβάσεως. Ὑψηλοὶ γὰρ ὥσπερ καὶ οἱονεί πως ἐν ὄρεσι διὰ τὸ τῆς εὐαγγελικῆς πολιτείας ὑπερανεστηκὸς, οἱ ἐν Χριστῷ διὰ πίστεως, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβεβηκότα Θεὸν Λόγον, τοῖς ἁπανταχῆ κηρύττοντες, οἷς καὶ αὐτὸς ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· «Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· καὶ ὁ παῖς ὃν ἐξελεξάμην.» Ἀνωτέρω δὴ οὖν τῆς ἐν κόσμῳ χθαμαλότητος τῶν ἐν Χριστῷ τὰ αὐχήματα.

θʹ. Γέγονε δὲ ὅτι καὶ Ἀρχιερεὺς ἐφ᾽ ἡμᾶς ὁ Ἐμμανουὴλ, δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀνεκαινίσθημεν πρὸς τὸ ἐν ἀρχαῖς, λελυμένης τῆς ἀρᾶς, τῆς ἐπὶ τῷ πρωτοπλάστῳ φημὶ, ὅρα δὴ τοῖς ἐφεξῆς γεγραμμένοις ἐμβαλεῖν. «Ἐπειδὴ γὰρ ἐξηράνθη,» φησὶν, «ἡ γῆ, ἐξῆλθεν ὁ Νῶε τῆς κιβωτοῦ, καὶ πάντες οἱ σὺν αὐτῷ.

Καὶ ᾠκοδόμησε,» φησὶ, «θυσιαστήριον τῷ Θεῷ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ μεθ᾽ ἕτερα πάλιν· »Καὶ εὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.» Οὐκοῦν ὅτε γέγονεν ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, καὶ προσεκομίσθημεν δι᾽ αὐτοῦ νοητῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ, τότε καὶ εὐμενείας τῆς παρ᾽ αὐτοῦ πλουσίως ἠξιώμεθα, καὶ βεβαίαν ἐσχήκαμεν τὴν ὑπόθεσιν, τοῦ μηκέτι καθ᾽ ἡμῶν ἰσχῦσαι τὸν θάνατον. Λέλυται καὶ τὰ ἐξ ὀργῆς, οἴχεται δέ ποι καὶ τὰ ἐκ τῆς ἀρχαίας ἀρᾶς ἐκείνης. Ηὐλογήμεθα γὰρ ἐν Χριστῷ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς γυμνώσεως τοῦ Νῶε καὶ τοῦ Χάμ. αʹ. Συμπεπερασμένων ἁπάντων τῶν ἐπὶ τῇ κιβωτῷ, καὶ παρῳχηκότος μὲν τοῦ κατακλυσμοῦ, γηπονοῦντος δὲ ἤδη τοῦ Νῶε, τίνα δὴ ἄρα τὰ ἐν αὐτῷ πεπραγμένα παρὰ τοῦ Χὰμ, πολυπραγμονήσει πάλιν ἡμῖν ὁ λόγος. Ἀναπείσει γὰρ δὴ τοὺς οἵπερ ἂν ἕλοιντο διαβιοῦν ἐννόμως τῆς εἰς τοὺς πατέρας αἰδοῦς οὐδὲν τὸ παράπαν ἡγεῖσθαι ἰσοστατοῦν, καὶ παραιτεῖσθαι σαφῶς ὥς τι τῶν σφαλερωτάτων τὸ κατά τι γοῦν ὅλως ἐπιμειδιᾷν αὐτοῖς, κἂν εἰ τοῦ πρέποντος ἔξω φέροιντο βραχὺ ταῖς τῆς φύσεως ἀσθενείαις ὑπενηνεγμένοι. Ὅτι γὰρ σεπτὸν ἀεί πώς ἐστι τῶν γονέων τὸ χρῆμα, καὶ αὐτὸς ὁ θεῖος ἡμᾶς ἐκπαιδεύει νόμος· προεπιτάξας γὰρ δεῖν ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν ἕνα τε καὶ φύσει Θεὸν ἀγαπᾷν, «Τίμα,» φησὶ, «τὸν πατέρα σου, καὶ μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόβιος ἐπὶ τῆς γῆς.» Ἐν εἰκόνι γὰρ ὥσπερ καὶ ἐν μιμήσει Θεοῦ καταλογισθεῖεν ἂν οἱ γεγεννηκότες. «Μνήσθητι γὰρ,» φησὶν, «ὅτι δι᾽ αὐτῶν ἐγεννήθης.» Ταύτῃ τοι πάλιν φησὶν, «Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητέρος, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων.» Ὅτι τοίνυν καὶ ἐν ἀρᾷ καὶ δίκῃ τὸ μὴ δεῖν οἴεσθαι τιμᾷν πατέρας, καὶ μὴν καὶ αἰδοῦς ἁπάσης ἀξιοῦν, καὶ διά γε τοῦ Χὰμ ἀναμάθοι τις ἂν καὶ λίαν εὐκόλως. «Ἦσαν γὰρ,» φησὶν, «οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ.

Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε. Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πασᾶν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἐπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ ἔξω.

Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν, παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.» Νῶε μὲν γὰρ ἀμπελῶνα πεφυτευκὼς, τῶν οἰκείων ἐνεφορεῖτο πόνων, καὶ κάτοινος μὲν ἀσυνήθως ἦν. Ἀδόκητον δὲ φιλοινίας ἔγκλημα, τὴν ἀνεθέλητον ὑπομείνας γύμνωσιν, οἴκοι τε καὶ ἄποπτος ἦν τοῖς πολλοῖς. Ὁ δὲ τὰς φρένας οὐκ ἀσφαλὴς, φημὶ δὴ τὸν Χὰμ, τῆς θέας τὸ ἀπρεπὲς ἀνοσίου γέλωτος ἐποιεῖτο πρόφασιν· καίτοι καταμφιάσαι δὲ, μονονουχὶ δὲ καὶ ἐπαμῦναι τῷ φύσαντι, μέθῃ πλεονεκτουμένῳ, καὶ τοῖς ἐξ οἴνου πταίσμασιν ὑπενηνεγμένῳ.

Ἀλλὰ παρεὶς τὰ τοιάδε, καὶ τῆς εἰς τὸν φύσαντα τιμῆς οὐ μετρίως ὀλιγωρῶν, προξενεῖν ἐπείγεται τοῖς ἄλλοις τὴν θέαν, καὶ σκηνὴν οἷά τινα προσθεὶς τὸν πρεσβύτην, γελᾷν ἀναπείθει τοὺς ἀδελφούς. Οἵδε ἦσαν ἀμείνους τῆς ἐν αὐτῷ δυσβουλίας· κατασοφιζόμενοι δὲ τὸ συμβεβηκὸς, καὶ τῆς θέας τὸ ἀκαλλὲς τοῖς περιβλήμασιν ἀφανίζοντες, ἀνόπιν ἐβάδιζον.

Ἐδόκει γὰρ εὐσεβεῖν αὐτοῖς, καὶ μηροὺς αἰδεῖσθαι πατρὸς, δι᾽ ὧν καὶ γεγόνασιν. Ἐπεὶ δὲ διεγηγερμένος ἐν αἰσθήσει τοῦ πράγματος γέγονεν ὁ πατὴρ, ἐπαρᾶται μὲν εὐθὺς τὸν τοῦ πρέποντος, καὶ τῆς εἰς αὐτὸν αἰδοῦς ἠφειδηκότα παραλόγως, καὶ ζυγὸν αὐτῷ τὸν οἰκετικὸν ἐπετίθει δικαίως, Χαναὰν ὀνομάζων διὰ τοὺς ἐξ αὐτοῦ Χαναναίους, οἳ καὶ τῆς δίκης αὐτῷ συμμεθέξειν ἔμελλον. Παγγενῆ γὰρ ἐκολάζετο.

Εὐλόγηκε δὲ τοὺς τιμήσαντας. βʹ. Ἐμφήνειε δ᾽ ἂν αἰνιγματωδῶς καὶ τόδε δὴ πάλιν τὸ ἐπὶ τοῖς Ἰουδαίοις μυστήριον. Τρεῖς μὲν γὰρ οἱ πάντες γεγόνασι λαοὶ, ὅ τε ἐν πρώτῳ καιρῷ καθάπερ καὶ ὁ Σὴμ, καὶ μὴν καὶ ὁ διὰ μέσου κατὰ τὸν ἐπάρατον Χὰμ, καὶ ὁ τρίτος ὁ λοῖσθος νοοῖτο δ᾽ ἂν ὡς ἐν τελευταίοις Ἰάφεθ, ὃς ἑρμηνεύεται πλατυσμός.

Ἐπειδὴ δὲ ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἴδιον Υἱὸν, ὃς διὰ μηρῶν σημαίνεται, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ νοητὸν τῆς θεότητος κάλλος, ἀσχήμονά τε καὶ ἀτερπῆ διὰ τὸ ἀνθρώπινον· «Οὐδὲ γὰρ εἶχεν εἶδος, οὐδὲ κάλλος,» κατὰ τὴν τοῦ προφήτου φωνήν· τότε δὴ τότε, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἐπιμαρτυρήσειεν ἂν ἡ ἔκβασις, ὁ μὲν πρῶτός τε καὶ λοῖσθος λαὸς, τουτέστιν, οἱ ἐν ἀρχῇ καὶ πρῶτοι πιστεύσαντες, καὶ μὴν καὶ ὁ κληθησάμενος ἐν ἐσχάτοις, δεδυσώπηνται τὸν Ἐμμανουήλ. Εὐλόγηνται δὲ δι᾽ αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ὁ δέ γε τοῖν δυοῖν μεταξὺ γεγονὼς, καταμειδιάσας ὥσπερ Χριστοῦ διὰ τὸ τῆς ἀνθρωπότητος ἀκαλλὲς, καὶ τὸν ἐκ Θεοῦ πεφηνότα Υἱὸν κατὰ πολλοὺς ἀτιμάσας τρόπους, ἐν τῷ τῆς δουλείας ἀπομεμένηκε τρόπῳ, καὶ τῆς τῶν πατέρων ἐλευθερίας ἀπώλισθεν. Ὅτι δὲ ἔμελλον οἱ ἐν ἐσχάτοις καιροῖς ἐκ τῶν Ἰουδαίων πιστεύσαντες τῶν πρώτων ἔσεσθαι κοινωνοὶ μονονουχὶ καὶ ὁμέστιοι· ἅτε δὴ καὶ εἰς μίαν συνενεχθέντες πόλιν, ἤγουν αὐλὴν ἢ ἑστίαν, τουτέστι τὴν Ἐκκλησίαν, ὑπέφηνεν εἰπὼν, «Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ,» τουτέστι, τῷ τρίτῳ καὶ ἐν ἐσχάτοις· τρίτος γὰρ ὁ Ἰάφεθ· «καὶ κατοικησάτω »ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ,» τουτέστι, τοῦ πρώτου· καὶ γενηθήτω Χαναὰν παῖς αὐτῶν·» τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Χριστὸς τοῖς Ἰουδαίων δήμοις· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἀμαρτίας.

Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα·» ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε. Καταμειδιάσαντες γὰρ οἱ τάλανες Ἰουδαῖοι τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας, καὶ τὴν ἀποκάλυψιν αὐτοῦ τὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γενομένην οὐ τετιμηκότες, ἐν τῷ τῆς δουλείας μεμενήκασι πνεύματι.

Περὶ τοῦ πύργου καὶ τῆς αὐτοῦ κατασκευῆς. Ἐλελοίπει μὲν οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ εὖ εἶναι καὶ εὐημερεῖν. Πλήρη γὰρ αὐτὴν ἀπετέλει καὶ παντὸς ἐπίμεστον ἀγαθοῦ ὁ τῶν ὅλων Ποιητής. Ὑπενήνεκται δὲ πρὸς τὸ μεῖον ἡ πρὶν μεγάλη ζημιουμένη κατὰ βραχὺ, τὰ δι᾽ ὧν ἦν εἰκὸς ὁρᾶσθαι σεπτὴν, καὶ ἀρτίως ἔχουσαν εἰς τὸ λίαν ἐπιπρεπές.

Οἷον φέρε εἰπεῖν, ἀπημπόληκε μὲν τὸ ἄφθαρτον ἐν Ἀδάμ. Εἴρηται γὰρ πρὸς αὐτὸν, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἐστέρηται δὲ μετὰ τοῦτο τοῦ πνεύματος. Ἐπειδὴ γὰρ μόνα φρονεῖν ἐθέλοντας τὰ σαρκὸς ἀνόσιά τε καὶ μυσαρώτατα πάθη τοὺς ἐπὶ γῆς ἑώρα Θεὸς, «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου,» φησὶν, «ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Ἀλλ᾽ ἰδοὺ δή τι καὶ ἕτερον ὑπομένει πάλιν.

Ἐπ᾽ ἀνοσίοις γὰρ σκέμμασι καὶ ἀποπλήκτοις εἰκαιοβουλείαις κατεγνωσμένοι τινὲς εἰς ἑτεροίαν αὐτὴν καὶ ἀσύμφωνον ἐκκομίζουσι γλῶσσαν. «Ἦν μὲν γὰρ,» φησὶ, «πᾶσα ἡ γῆ χεῖλος ἒν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ, καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· Δεῦτε, πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον· καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πιλός. Καὶ εἶπαν, Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πᾶσαν τὴν γῆν. Εἶτα κάτεισιν ὁ Θεὸς, οὕτω γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερὸν, καὶ συγχεῖ μὲν αὐτῶν τὰς γλώσσας, κατασκεδάννυσι δὲ καὶ εἰς πᾶσαν αὐτοὺς τὴν γῆν.» Ἐπετίμα μὲν γὰρ τοῖς ἐπιχειρήμασιν ὁ τῶν ὅλων Θεὸς, οὐ δέδιε δὲ τὸ συμπέρασμα· ὡς δὲ ὑπέροπτόν τι βεβουλευμένους, ἡμερότητι τῇ ἐμφύτῳ χρώμενος, ὑποπαύει τῶν ἐγχειρημάτων τῇ πολυγλωσσίᾳ· σημαίνων ὅτι τὰς ὑπὲρ ἄνθρωπον σκέψεις, καὶ εἰ φέροιντό πως διὰ τῶν ἀμηχάνων, οὐκ ἀνεπιπλήκτους ἐᾷ. Αὐτὰς δὲ συγχεῖ τὰς γλώσσας, τὰ γάρ τοι μόνης τῆς τοῦ Δημιουργοῦ δεόμενα τέχνης, καὶ μέν τοι καὶ ἐξουσίας, ἁρμόσειεν ἂν οὐχ ἑτέρῳ τῳ ποθεν, ἀλλ᾽ αὐτῷ δὴ καὶ μόνῳ.

Γλώσσης δὲ μεταπλασμὸν, καὶ τὸ ἐξευρύνεσθαι λόγον εἰς ἠχὼ τὴν διάφορον, ἀναθείη τις ἂν εἰκότως τῷ γε ἀληθῶς μόνῳ τε καὶ κατὰ φύσιν Δημιουργῷ. Ἀμοιρήσειε δ᾽ ἂν οὔτι που τὸ γεγονὸς, τοῦ σφόδρα εἰκότως διαγελᾶσθαι δεῖν.

Ὑπειλήφασι γὰρ, οὐκ οἶδ᾽ ὅπως, πάντη τε καὶ πάντως ἰσχύσειν καὶ ἄχρις ἂν αὐτῶν οὐρανῶν τὸν ἐκ πλίνθου τε καὶ γῆς ἀναδείμασθαι πύργον. Εἶεν δ᾽ ἂν εἰς τύπον, οἶμαί που, καὶ αὐτοὶ δὴ πάλιν τῆς Ἰουδαίων ἀσυνεσίας, εὑρήσειν ὑπειληφότων τὴν πρὸς Θεὸν οἰκειότητα· μονονουχὶ δὲ καὶ αὐτὴν τὴν εἰς τὰ ἄνω πορείαν, οὐ διά γε τοῦ δρᾷν ἑλέσθαι τυχὸν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, οὔτε μὴν διὰ πίστεως τῆς εἰς Χριστὸν, ἀλλ᾽ ὥσπερ τινὰ πύργον ἐξανιστάντων, ἀμαθῶς τὸ ἐπὶ γυμνῇ καὶ μόνῃ τῇ τῶν πατέρων εὐκλείᾳ φρονῆσαι τὰ ὑψηλά. Ἄνω τε γὰρ καὶ κάτω τὸν Ἀβραὰμ ὀνομάζοντες, καὶ γηΐνοις αὐχήμασι τὴν ἰδίαν ὥσπερ οἰκοδομοῦντες δόξαν, ἀεί πως κατεγινώσκοντο. Ἀλλ᾽ ἐπετίμα μὲν τοῖς τὸν πύργον τεκταινομένοις ὁ Θεὸς, καὶ εἰς πολλὰς αὐτοὺς κατεμέριζε γλώσσας. Προαναφώνησιν δὲ ὥσπερ τινὰ γενέσθαι φαμὲν, τὸ ἐπ᾽ ἐκείνοις τότε, τῶν τοῖς Ἰουδαίοις συμβεβηκότων. Φρονοῦντας γὰρ λίαν τὰ ὑψηλὰ, καὶ δι᾽ ὧν ἥκιστα χρὴ τὴν εἰς τὰ ἄνω ζητοῦντας πορείαν, κατεσκέδασεν εἰς πολυγλωσσίαν, τουτέστιν, εἰς πάντα τὰ ἔθνη. Διεσπάρησαν γὰρ χώρας τε τῆς σφῶν καὶ πόλεως, καὶ οἴκων ἀπηλαμένοι, καὶ γεγόνασι πλανῆται ἐν τοῖς ἔθνεσι, κατὰ τὴν Προφήτου φωνήν. Ἀλλ᾽ ἐν Χριστῷ τὸ πολύγλωσσον, σημεῖον ἦν ἀγαθόν.

Συνηγμένων γὰρ τῶν μαθητῶν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς οἶκον ἕνα· «Ἐγένετο,» φησὶν, «ἐκ τοῦ οὐρανοῦ ἄφνω ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἄπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.» Τί δὲ δὴ καὶ ἐλάλουν; χορηγοῦντος τοῦ Πνεύματος τὴν εἰς τὰ ἄνω πορείαν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἐν Χριστῷ διὰ πίστεως, τὴν ἁπάντων τῶν κατὰ τὴν οἰκουμένην γλωσσῶν, ἤτοι λαῶν ἢ ἐθνῶν εἰς ἑνότητα συνδρομὴν ἐν Πνεύματι. Ἐξωμολογεῖτο γὰρ ἅπασα γλῶσσα βροτῶν τῷ Χριστῷ, καὶ τὰ αὐτοῦ ἐλάλει μυστήρια.

Οὐκοῦν ἐπὶ μὲν τοῦ πύργου σκεδασμοῦ καὶ ἀποδρομῆς τῆς εἰς πάντα τὰ ἔθνη, σημεῖον ἦν ἡ πολυγλωσσία· ἐπὶ δὲ τοῦ Χριστοῦ, τῆς εἰς ἑνότητα διὰ Πνεύματος συνδρομῆς, καὶ τῆς εἰς τὰ ἄνω πορείας. Γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς, «πύργος ἰσχύος,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, εἰς τὴν ἄνω διακομίζων πόλιν, καὶ τοῖς τῶν ἁγίων ἀγγέλων συνάπτων χοροῖς τοὺς ἐπὶ τῆς γῆς.