Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Γένεσιν, Βιβλίο Β' (συνέχεια): Η κλήση του Αβραάμ και το μυστήριο του Μελχισεδέκ

Η υπεροχή της νέας διαθήκης έναντι του Νόμου, η τυπολογική σημασία της συνάντησης του Αβραάμ με τον Μελχισεδέκ και η αιώνια ιερωσύνη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 22

Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ. αʹ. Νόμον μὲν εἰς βοήθειαν δέδωκεν ὁ τῶν ὅλων Θεός· γέγραπται γὰρ ὡδί. Πλὴν ὅτι παιδοκομεῖ μὲν ὁ νόμος, τελειοῖ δὲ λοιπὸν τὸ Χριστοῦ μυστήριον, χαλεπὸν οὐδὲν ἐξ αὐτῶν ἡμᾶς καταθρεῖν τῶν ἱερῶν Γραμμάτων, τὴν ἐπὶ τῷδε πίστιν ἐρανιζομένους εὖ μάλα, καὶ τὰ ἀληθῆ συλλέγοντας· ἀπόχρη δὲ, οἶμαι, καὶ ὁ θεσπέσιος λέγων Παῦλος περὶ ταῖν δυοῖν διαθήκαιν· «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ.» Οὐκοῦν ἴοι μέν τις καὶ μάλα ῥᾳδίως εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, οὐ διά γε τῆς πρώτης καὶ Μωσαϊκῆς ἐντολῆς· διὰ τῆς λεγομένης δὲ ἐπεισῆχθαι ἐλπίδος, ἢν ταῖς εἰς τὸ ἄμεινον ψήφοις στεφανοῦν ἐδόκει τῷ μυσταγωγῷ πρὸς ἀλήθειαν βλέποντι. Ἠθετῆσθαι δὲ σαφῶς τὰ ἐν νόμῳ φησὶ, καὶ τῆς προαγούσης ἐντολῆς τὸ μηδὲν δύνασθαι τελειοῦν καθορίζων, ἐπιστέλλει Ἑβραίοις· «Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.

Μεμφόμενος γὰρ αὐτῇ λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἢν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξουσιν ἔκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Ἐπιφέρει δὲ τούτοις εὐθύς· «Ἐν δὲ τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Οὐκοῦν ἀσθενὴς ὁ νόμος, καὶ πολὺ τὸ ἀδρανὲς ἔχον ὁρᾶται λοιπὸν πρός γε τὸ δύνασθαί φημι τελειοῦν εἰς ἁγιασμόν.

Ὅτι δὲ ἀμείνων ἡ ἐν Χριστῷ δικαίωσις καὶ ἡ λατρεία, Θεοῦ διακεκραγότος ἀκούσῃ σαφῶς διὰ προφητῶν φωνῆς, τοῖς τὴν ἔννομον τετιμηκόσι λατρείαν, καὶ οἱονεί πως ἀπρὶξ ἡμμένοις τῆς παλαιωθείσης ἐντολῆς, ποτὲ μὲν, «Λούσασθε, καθαροὶ γένεσθε·» ποτὲ δὲ δὴ αὗ, «Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.» Ἠλεήμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐν αὐτῷ τεθεάμεθα νοητῶς τὸν Πατέρα, καὶ τὸν φύσει Θεὸν ἐγνώκαμεν.

βʹ. Εὐπετοῦς δὲ ἄγαν ὄντος μυρία μὲν ὅσα τοῖς εἰρημένοις ἐπισωρεύειν ἔτι, προσεπενεγκεῖν δὲ φωνὰς προφητῶν ἁγίων, δι᾽ ὧν ἄν τις ἴδοι καὶ μάλα σαφῶς ἀπαράδεκτον τῷ Θεῷ τὴν κατὰ νόμον λατρείαν· ἵνα μὴ τοῦ προκειμένου σκοποῦ τὸν λόγον ἐξελκύσωμεν, καὶ οἴχοιτό που μακρὰν τὸ διήγημα, τρίβον ὥσπερ ἐφ᾽ ἑτέραν ἰὸν, ἐπ᾽ αὐτὸν ἤδη βαδιούμεθα τὸν θεσπέσιον Ἀβραάμ. Ὃς ἐπείπερ ἐπύθετο τὸν ἀδελφόπαιδα Λὼτ ἀδοκήτως κεκινδυνευκότα, κατῴκει γὰρ ἐν Σοδόμοις, καὶ ἐν οἰκέταις ἤδη ἦν δορίληπτος ὢν, ἐξοπλίζει μὲν τοὺς οἰκογενεῖς, καὶ ἑτέρους τινὰς τῶν συνωμότων Ἐσχὸλ, Ἀννὰν, καὶ Μαμβρῆ· ἀντεξάγει δὲ τοῖς νενικηκόσιν, οὐκ ἀγεννῶς, καὶ τῆς ἐκείνων πλεονεξίας ἀπαλλάττει τὸν ἄνθρωπον. Καὶ σὺν αὐτῷ πλείστην ὄσην ἀνασώζει πληθὺν, συνηδικημένην καὶ κινδυνεύουσαν. Ὑπονοστοῦντι δὲ οἴκοι, καὶ τῆς κατ᾽ ἐχθρῶν εὐανδρίας σεπτὰ φέροντι τὰ γνωρίσματα, προσυπήντων αὐτῷ ἀναγκαίως οἱ διὰ τῶν αὐτοῦ πόνων ὠφελημένοι.

Γέγραπται γὰρ οὕτως· «Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς ἀπάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ, καὶ τῶν βασιλέων τῶν μετ᾽ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαυῆ.» Τοῦτο δὲ ἧν πεδίον βασιλέως· προσεπάγει δὲ ὅτι «Καὶ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου, καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.» Ἄθρει δὴ οὖν τῆς ἐν Χριστῷ τελειώσεως τοὺς τύπους ἐναστράπτοντας ἐναργῶς τῷ Μελχισεδὲκ, καὶ τῆς κατὰ νόμον λατρείας τὸ μέτρον ἐν μείοσιν. Εἴπερ ἐστὶν οὐκ ἐνδοιαστὸν ὅτι πάντη τε καὶ πάντως τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται, κατὰ τὸ γεγραμμένον, Ῥίζα δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, ὁ θεσπέσιος Ἀβραὰμ, καὶ τὸ ἐν αὐτῷ προὖχόν τε καὶ ἐξαίρετον, ὁ Λευῒ, τοῖς τῆς θείας ἱερωσύνης κατεστεμμένος αὐχήμασιν. «Ἀλλ᾽ ἦν ἐν ὀσφύϊ κείμενος ἔτι.» Δυνάμει γὰρ ἦν τῶν ἐξ αὐτοῦ κατὰ καιροὺς ἐσομένων πατὴρ ὁ μακάριος Ἀβραάμ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ σοφῶς εἰρημένον περὶ τοῦ Λευΐ. Ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.

Εὐλόγηται τοίνυν ἡ κατὰ νόμον δικαιοσύνη παρὰ τῆς ἐν Χριστῷ λατρείας, ἧς τύπος ὁ Μελχισεδέκ. Προφερεστέρα δὲ ὅτι καὶ ἀσυγκρίτως ἡ εὐλογία, οἵα τε τῆς οὐχ ὧδε ἐχούσης, πῶς ἂν ἐνδοιάσειε τις; Ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἰσχνῶς καὶ διεσμιλευμένως, οὐκ εἰς μακρὰν θεωρήσομεν.

γʹ. Φιλοπευστήσει δὲ ἴσως καὶ πρό γε τῶν ἄλλων, ὁ χριστομαχεῖν ᾑρημένος, τίς δὴ ἄρα γέγονεν ὁ Μελχισεδέκ. Διαφόροις γὰρ δόξαις ταῖς ἐπ᾽ αὐτῷ καταμεθύουσί τινες, ὕθλοις εἰκαίοις ἀσυνέτως ἐνολισθήσαντες, καὶ τοῖς ἔθεσι τῆς θεοπνεύστου Γραφῆς οὐ σφόδρα προσεσχηκότες. Οἱ μὲν γὰρ ὡς ἐν φάσματι καὶ εἴδει μόνῳ τῷ καθ᾽ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ὑπαντῆσαι, καὶ μόνον ὀφθῆναί φασι νενικηκότι τῷ Ἀβραάμ. Οἱ δὲ τοῦτο μὲν οὐχί· δεδίασι γὰρ, οἶμαί που, τὸ πολὺ λίαν ἀπονενευκὸς εἰς τὸ ἀκαλλὲς, δύναμιν δὲ εἶναι διϊσχυρίζονται τῆς τῶν ἀγγέλων πληθύος περιφανῆ τε καὶ ἔκκριτον. Παρεκόμισε δὲ αὐτοὺς εἰς τὴν ἐπὶ τούτῳ δόξαν, ἀδρανὴς, ὡς ἔοικε, καὶ ἀσύφηλος νοῦς. Ἐπειδὴ γὰρ, φασὶν, ἑρμηνεύεται Σαλὴμ εἰρήνη· βασιλεὺς δὲ Σαλὴμ ὁ Μελχισεδὲκ κατωνόμασται, μὴ ἄνθρωπος νοείσθω, φασὶν, ἀλλ᾽ ἔστω τὸ Πνεῦμα δηλούμενον. Ἴδιον γὰρ ἡ εἰρήνη Θεοῦ, καὶ αὐτὸς εἰρήνης κατάρξει μόνος. Προσεπάγουσι δὲ τούτοις, Εἰ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχει, τὸ ἄναρχόν τε καὶ ἀτελεύτητον ἀνθρώπῳ προσνέμειν, πῶς οὐκ ἂν γένοιτο μωρίας γραφή;

Νοείσθω δὴ οὖν τὸ Πνεῦμα πάλιν. Εἰ γὰρ καὶ ἀφωμοίωται, φησὶ, τῷ Υἱῷ τοῦ Ὑψίστου, μένει δὲ καὶ ἱερεὺς εἰς τὸ διηνεκὲς, πῶς οὐ διὰ πάντων οἰηθείημεν ἂν οὐκ ἄνθρωπον εἶναι τὸν Μελχισεδέκ; Εἶτα τούτοις ἑτέρους συνεπιπλέκοντες λογισμοὺς ἐμπεδοῦν οἴονται πρὸς ἀλήθειαν τὸν οὐκ οἶδ᾽ ὅθεν αὐτοῖς πορισθέντα λόγον. Ἡμᾶς δὲ ἀνάγκη τὸ εἰς νοῦν ἧκον εἰπεῖν, ταῖς ἐκείνων ὑποψίαις τὸ ὡς ἄριστά τε καὶ ὀρθῶς ἔχειν δοκοῦν ἀνθυπενεγκεῖν ᾑρημένους. Πρῶτον μὲν γὰρ εἰ φρονεῖν ἐγνώκασι τὰ εἰκότα, πόλιν εἶναι καὶ αὐτοὶ συνομολογήσουσι τὴν Σαλὴμ, ἧς οὐ πρῶτός τε καὶ μόνος βεβασίλευκεν ὁ Μελχισεδὲκ, ἀλλ᾽ ἦσάν που πάντως πλεῖστοι, ὅσοι μὲν πρὸ αὐτοῦ, γεγόνασι δὲ καὶ ἕτεροι μετ᾽ αὐτόν. Εἰ δέ τις ἡμᾶς οἴοιτο ψευδοεπεῖν, ἡκέτω καὶ δεικνύτω καὶ εἰς δεῦρο τῆς Σαλὴμ βασιλεύοντα τὸν Μελχισεδέκ· καί τοι πόλεως οὔσης τῶν κατὰ τὴν Ἰουδαίαν μιᾶς, ἣ μετωνόμασται τάχα που Ἱερουσαλήμ. Ὅρασις δὲ εἰρήνης καὶ τοῦτο διερμηνεύεται. Ἀλλ᾽ οὐκ ἂν ἐπιδείξειέ τις.

Ἀμαθὲς οὖν ἄρα ταῖς ὀνομάτων ἑρμηνείαις προσεσχηκότας ἀναιρεῖν ἀποτολμᾷν τὰ σαφῆ τε καὶ ὡμολογημένα. Ὅτι δὲ ἀμαθὲς τὸ χρῆμα καὶ ἀσυνεσίας ἔμπλεως ὁ ἐπὶ τῷδε λόγος, ἀκονιτὶ διοψόμεθα κἀκεῖνο εἰς νοῦν δεχόμενοι. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ, καθάπερ ἔφην ἀρτίως, Ὅρασις εἰρήνης, ἢ, Μετέωρος θανάτου. Ἰσραὴλ δὲ αὖ, Νοῦς ὁρῶν τὸν Θεόν. Αἶνος δὲ καὶ ὕμνησις, Ἰούδας. Ἀλλ᾽ ὅσοι γεγόνασι κατὰ καιροὺς ἀνόσιοί τε καὶ βέβηλοι βασιλεῖς τῆς Ἱερουσαλὴμ ἐπί τε τὸν Ἰσραὴλ, καὶ Ἰούδαν, διαβεβόηκεν ἐναργῶς τὸ Γράμμα τὸ ἱερόν. Οὐκοῦν ἐπειδήπερ ὁράσεως εἰρήνης, αἴνου τε καὶ ὑμνήσεως, καὶ νοῦ Θεὸν βλέποντος οὐκ ἂν ἐπίγειος γένοιτο βασιλεύς.

Ἀλλ᾽ οὐδ᾽ ἂν ἀνθρώπῳ τὸ χρῆμα πρέποι, φέρε λέγωμεν, ταῖς τῶν ὀνομάτων ἑρμηνείαις προσεσχηκότες, τοὺς κατὰ καιροὺς βεβασιλευκότας σκιὰς εἶναι καὶ εἴδωλα, καὶ οὐδὲ ἀνθρώπους ὅλως· τὸ Πνεῦμα δὲ μᾶλλον, καθὰ καὶ ἐπὶ τοῦ Μελχισεδέκ. Ὅτι δὲ ἡ τῶν ὀνομάτων δύναμις, ἤτοι τῶν ἑρμηνειῶν, κατ᾽ οὐδένα τρόπον τὴν τῶν πραγμάτων εἰς ἑαυτὴν καταβιάσεται φύσιν, κἀντεῦθεν ἂν μάθοις. Ἆρα γὰρ οὐκ οἰήσεταί τις, μᾶλλον δὲ καὶ ἀληθὲς εἶναι πάντη τε καὶ πάντως ἐρεῖ, ὡς εἴπερ ἐστὶν ὅρασις εἰρήνης ἡ Ἱερουσαλὴμ, ἔδει δὴ πάντως αὐτὴν μὴ ἀγνοῆσαι Χριστόν; «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς. Ἀλλ᾽ οὐ τεθέαται τοῖς τῆς διανοίας ὄμμασι τὸν δι᾽ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ εἰς ἑνότητα τὴν ἐν πνεύματι κεκολλήμεθα τῷ Πατρὶ, «τὸν ποιήσαντα τὰ ἀμφότερα ἓν,» καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσαντα λαούς. Πῶς οὖν ὅρασις εἰρήνης εἰ μὴ τεθέαται τὸν Χριστόν; καὶ εἴπερ ἐστὶν μετέωρος θανάτου, τουτέστι, θανάτου κρείττων καὶ ἀνωτέρα, πῶς ἡ ἀθλία διόλωλε διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν; προσεφώνει γὰρ λέγων τοῖς Ἰουδαίοις αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.» Καὶ εἰ Νοῦς ὁρῶν Θεὸν, Ἰσραὴλ ἑρμηνεύεται, τί μὴ τεθέαται τὴν δόξαν Χριστοῦ, δι᾽ οὗ καὶ ἐν ᾧ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα; πῶς δὲ κατελήφθησαν ὑπὸ τῆς σκοτίας;

ἢ πῶς ἐλέγετο περὶ αὐτῶν, καὶ τῶν ἡγεῖσθαι λαχόντων, «Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν;» Ποία γὰρ ἂν νοοῖτο τυφλότης εἰς νοῦν ὁρῶντα Θεόν; Οὐκοῦν ἀμαθίας ἔμπλεων τὸ ταῖς ὀνομάτων ποιότησι πάντη τε καὶ πάντως καὶ αὐτῶν τῶν πραγμάτων ἀπονέμειν τὸ κράτος. Ἀπείρξει δὲ, οἶμαι, λοιπὸν παντελῶς οὐδὲν ὀρθῶς καὶ καθηκόντως ὑπονοεῖν ἄνθρωπον ὄντα τὸν Μελχισεδέκ, βεβασιλευκέναι δὲ κατὰ καιροὺς τῆς Σαλὴμ, κἂν ἑρμηνεύοιτο τυχὸν εἰρήνη.

δʹ. Προσεπαθρητέον δὲ τοῖς εἰρημένοις καὶ τόδε· βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου καὶ αἰνίγματος τὰ θεῖα μόλις μυστήρια· ὁλοκλήρως δὲ τῶν γεγονότων οὐδὲν ἐξομοιοῦν ἔχοντες τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἐκ μυρίων ὅσων παραδειγμάτων μετρίως ἐρανιζόμεθα τὸ δύνασθαί τι περὶ αὐτῆς ἢ νοεῖν ἢ φράσαι κατά γε τὸ ἐφικτόν. Οὐδὲν δὲ ἧττον ἀσυμφανὲς ἄγαν ἐστὶ τὸ ἐπὶ Χριστοῦ μυστήριον, καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος οὐ τοῖς τυχοῦσιν ἁλώσιμος.

Βαθὺς δὲ δὴ λίαν τῆς οἰκονομίας ὁ λόγος. Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Μονογενὴς, γέγονεν ἄνθρωπος, «καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Κεχρημάτικε δὲ καὶ Ἀπόστολος καὶ Ἀρχιερεὺς ἡμῶν, καὶ ἀπήλλαξεν ἡμᾶς τοῦ βραδυγλώσσου νόμου, μετατέθεικε δὲ καὶ εἰς εὐφωνίαν μαθημάτων εὐαγγελικῶν.

Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ αἰχμαλώτους ὄντας ἀνῆκεν ἡμᾶς, καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἐξ ᾅδου μυχῶν ἐῤῥύσατο τοὺς κεκοιμημένους, καὶ τεθεμελίωκε μὲν τὴν Ἐκκλησίαν, κεχειροτόνηται δὲ καὶ ἄρχων ἐφ᾽ ἡμᾶς, καὶ διεβίβασε μὲν ἐν πίστει τὸν Ἰορδάνην, δέδωκε δὲ τὴν ἐν πνεύματι περιτομὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν εἰσκεκόμικε βασιλείαν. Ὅτι μὲν οὖν γέγονε καθ᾽ ἡμᾶς, ἀποχρήσειν οἶμαι λέγοντα τὸν θεσπέσιον εὐαγγελιστὴν, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ὅτι δὲ κέχρισται καὶ εἰς ἱερέα καὶ ἀπόστολον, ἡ τοῦ Ἀαρὼν ἀνάδειξις ὑπεμφήνειεν ἂν καὶ μάλα σαφῶς. Κατεχρίετο γὰρ ἐλαίῳ τῷ ἡγιασμένῳ, καὶ εἰς ἄρχοντα τέθειται καὶ ἡγούμενον ἱερέων καὶ λαοῦ, καὶ μὴν καὶ μετώποις ἄκροις τὸ ψέλλιον ἐδέχετο τὸ χρυσοῦν, ἤτοι τὸ πέταλον, γραφὴν ἔχον τὸ ὄνομα Κυρίου. Τοῦτο δὲ ἦν ἐναργὲς τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλέως σύμβολον, καὶ οἱονεὶ διάδημα λαμπρὸν καὶ περίοπτον. Ὅτι δὲ ἀμείνων τῆς νομικῆς λατρείας ἡ διὰ Χριστοῦ, κατίδοι τις ἂν ὡς ἐν Ἀαρὼν, καθάπερ ἀμέλει καὶ ἐν τῷ Μελχισεδέκ. Δεκάτας μὲν γὰρ οἱ Λευῗται παρὰ τῶν υἱῶν Ἰσραὴλ κατὰ νόμους ἐδέχοντο. Πλὴν ἐκέλευσε Θεὸς ἐκ τῆς τῶν Λευϊτῶν δεκάτης ἀπονέμεσθαι δεκάτην ὡς ἡγουμένῳ τῷ Ἀαρὼν, κατά τε τὸν τοῦ δεῖν ἱερᾶσθαι τρόπον ταῖς ἀνωτάτω κομῶντι τιμαῖς.

Σύνες οὖν ὅπως καὶ ἐν προσώπῳ τοῦ Ἀαρὼν ὁ δεκάτας λαμβάνων, Λευῒ δεδεκάτωται. Τέθειται γὰρ Ἀαρὼν εἰς πρόσωπον τοῦ Χριστοῦ. Καὶ οἱ μὲν ἄλλοι πάντες Λευῗται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἐπὶ τὴν πρώτην σκηνήν.

Μόνος δὲ καὶ ἐκ πάντων ὁ θεσπέσιος «Ἀαρὼν, ἅπαξ τοῦ ἐνιαυτοῦ,» κατὰ τὸ γεγραμμένον, «εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει,» καὶ οὐ χωρὶς αἵματος, κατὰ τὸν νόμον. Τύπος δ᾽ ἂν εἴη καὶ τόδε Χριστοῦ «τοῦ τεθνεῶτος ἅπαξ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν,» κατὰ τὰς Γραφὰς, εἰσελαύνοντος δὲ καὶ εἰς τὴν ἄνω τε καὶ ἱερωτάτην σκηνήν. Ταύτην γὰρ ἡμῖν ἐνεκαίνισεν ὁδὸν, ἁγιάζων τε τῷ αἵματι τῷ ἰδίῳ τὴν Ἐκκλησίαν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς, προκεχειρισμένος εἰς ἀποστολὴν, ἐδέετο τοῦ Θεοῦ, λέγων· «Δέομαι, Κύριε, οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾽ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος, καὶ βραδύγλωσσος ἐγώ εἰμι.» Προσετίθει δὲ τούτοις· «Προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστελεῖς.» Εἶτα πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· «Οὔκ· ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης, ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σου. Καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτὸν, καὶ δώσεις τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ λαλήσει αὐτός σοι πρὸς τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα.»

Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος διὰ κύκλου μόλις μακροῦ, τοῦ κατὰ τὸ Γράμμα φημὶ, μονονουχὶ καὶ ὑποψελλίζων ἡμῖν τὸ Θεῷ δοκοῦν· στόμα δὲ Μωσέως τὸ εὐφωνότατον, ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην τοῖς ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Τοιγάρτοι φησὶν ἐν τεσσαρακοστῷ καὶ ὀγδόῳ Ψαλμῷ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν Ἀαρὼν ὁ Χριστός. Καὶ τό γε παραδοξότερον.

Μὴ γάρ τοι θαυμάσῃς, εἰ ἐν τοῖς ἐγνωκόσιν αὐτὸν καὶ ἐν εἰδήσει τῶν νόμων τῆς ἰδίας ὑπεροχῆς ἐσκιαγράφει τὸ μέγεθος· ὅτε καὶ ὡς ἐν ἀνδρὶ πέφηνεν ἀλλογενεῖ, καὶ αἰχμαλωσίας ἀνιέντι τὸν Ἰσραὴλ, καὶ τὴν ἁγίαν καὶ ἱερὰν θεμελιοῦντι πόλιν, καὶ ἔχοντι ἄμαχον τὴν κατὰ πάντων ἰσχύν. Ποιήσομαι δὲ σαφῆ τὴν ἀφήγησιν, βραχυλογήσας ὡς ἔνι.

εʹ. Ἦκτο μὲν αἰχμάλωτος ἡ Ἰουδαία ποτὲ, καὶ μακροὺς ἐν Βαβυλῶνι κατετρύχοντο χρόνους οἱ ἐξ Ἰσραὴλ, σκληρᾷ καὶ βαρβάρῳ δουλείᾳ κατηχθισμένοι. Ἐπεὶ δὲ ὁ Καμβύσου Κῦρος Μήδων τε ἅμα καὶ μὴν καὶ Περσῶν ἐξηρτημένος τὸ κράτος, πόλεμον αἵρεται πρὸς Ἀσσυρίους ὁμόρους ὄντας καὶ γείτονας, τότε δὴ τότε καὶ αὐτὴν τὴν Βαβυλῶνα κατὰ κράτος ἑλὼν, ἀνῆκε τοὺς Ἰουδαίους τὴν Ἀσσυρίων θρηνοῦντας πλεονεξίαν, καὶ οὐκ ἀδακρυτὶ προσθέοντας· διαβεβαιουμένους τε ὅτι καὶ προείρητο παρὰ Θεοῦ διὰ φωνῆς ἁγίων, ὅτι καὶ ἥξει κατὰ καιροὺς, καὶ περιέσται τῶν ἀνθεστηκότων, καὶ αὐτὸς ἀνήσει δεσμῶν τοὺς ἠδικημένους· καὶ ὅτι τὸν οἶκον ἐγερεῖ πάλιν αὐτὸς τὸν ἐν Ἱεροσολύμοις, ὃν Ἀσσύριοι καταπιμπρῶντες, ἐδυσσέβουν εἰς Θεόν. Καὶ ψευδοεποῦντας ἐν τούτοις τοὺς ἐξ Ἰσραὴλ οὐχ εὑρήσομεν, τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες γραφάς.

Ἔφη δὲ οὕτω Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Ὁ λέγων Ἱερουσαλὴμ, Κατοικηθήσῃ· καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας, Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ. Ὁ λέγων τῇ ἀβύσσῳ, Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει.

Ὁ λέγων Ἱερουσαλὴμ, Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι· ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ λαλῶν τὸ ὄνομά σου, ὁ Θεὸς Ἰσραήλ· ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως ὅτι ἐγὼ Κύριος ὁ Θεός· καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με.» Ἀκούεις ὅπως ἐναργῶς τὸ, Οὐκ ᾔδεις με, φησίν· οὐδὲ ἐν τοῖς εἰδόσι Θεὸν τὸν οὕτω περιφανῆ κατατάττειν ἀξιῶν, ὃν αὐτὸς ἐτίθει, καὶ βασιλέων κρείττονα, καὶ μυρίων ὅσων ἐθνῶν δεσπότην. Τύποι γὰρ ἦσαν τὰ ἐπ᾽ αὐτῷ τῶν διὰ Χριστοῦ κατορθωμάτων.

Προηγόρευσε μὲν γὰρ ὡς αὐτὸς διασκεδάσει τὰς Βαβυλωνίων ψευδομαντείας, καὶ τὰ τῶν ἐγγαστριμύθων σημεῖα. Τὰς δὲ τῶν ἰδίων προφητῶν, οὓς καὶ ἀγγέλους ὠνόμασε, βουλὰς ἤτοι προαγορεύσεις, οὐ διεψευσμένας ἀποφανεῖ. Προκαταμεμήνυκε δὲ ὅτι καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομήσει πόλεις, καὶ τὴν ἄβυσσον ἐρημώσει, καὶ πάντας αὐτῆς καταξηρανεῖ τοὺς ποταμούς· ἄβυσσον, οἶμαί που, τὴν Βαβυλῶνα λέγων, διά τοι τὸ πλῆθος τῶν κατοικούντων ἐν αὐτῇ· ποταμοὺς δὲ αὐτῆς, τὰ ἔθνη τὰ συῤῥέοντα πανταχόθεν εἰς ἐπικουρίαν. Ἀλλὰ φέρε λέγωμεν τὰ ἐπὶ Κύρῳ σαφῶς, μεταπλάττοντες ἀστείως εἰς τὸ Χριστοῦ μυστήριον, τὰ δι᾽ ἐκείνου κατωρθωμένα.

ϛʹ. Γέγονε τοίνυν ὁ Κῦρος, μητρὸς μὲν Μανδάνης τῆς Ἀστυάγου θυγατρὸς τοῦ Μήδων ἐξάρχοντος· πατρὸς δὲ Καμβύσου, Πέρσου μὲν τὸ γένος, ἐπιεικοῦς δὲ λίαν τοὺς τρόπους. Ὅθεν τινὲς τῶν ἀρχαιοτέρων, ἡμίονόν τε καὶ ἑτεροφυᾶ τὸν Κῦρον ὠνόμαζον. Διά γε, οἶμαι, τὸ πατρὸς καὶ μητρὸς ὡς ἐν τῷ γένει διάφορον.

Πέρσαι γὰρ δὴ παρὰ Μήδους ἔθνος ἕτερον. Ἴδοις δ᾽ ἄν τι τοιοῦτον καὶ ἐπὶ Χριστοῦ. Μητρὸς μὲν γὰρ γέγονε κατὰ σάρκα τῆς ἁγίας Παρθένου, καθ᾽ ἡμᾶς τε οὔσης καὶ ἀνθρώπου τὴν φύσιν· πατρὸς δὲ τῶν καθ᾽ ἡμᾶς οὐδενός· ἄλλ᾽ ἵν᾽ οὕτως εἴπωμεν, ἑτεροφυοῦς εἰς ἅπαν, καὶ ἀνῳκισμένου τὴν φύσιν, καὶ πᾶν ὑπερθρώσκοντος τὸ τελοῦν ἐν γενητοῖς. Τοιγάρτοι καὶ ἔφασκε πρὸς Ἰουδαίους οἰομένους ὅτι καθ᾽ ἡμᾶς ἐστι, καὶ γέγονε καθ᾽ ἡμᾶς· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Καὶ κεκράτηκε μὲν ὁ Κῦρος μυρίων ὅσων ἐθνῶν, καὶ ἅπασα μὲν αὐτὸν ὑπεδέχετο πόλις. Ἔλαβε δὲ καὶ θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους, καὶ μακρᾶς ἀνῆκε δουλείας τὸν Ἰσραήλ. Βεβασίλευκε δὲ τῆς ὑπ᾽ οὐρανὸν ὁ Ἐμμανουὴλ, καὶ ὡς τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν πᾶσα μὲν αὐτὸν εἰσδέχεται πόλις· ἀνεῖται δὲ ἤδη δουλείας καὶ πλεονεξίας διαβολικῆς πᾶν ὅσον ἐκβεβίαστο, καὶ ὑπ᾽ αὐτῷ πράττειν ἠνάγκαστο γένος. Καταφοιτήσας δὲ καὶ εἰς ᾅδου κεκένωκε θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους. «Θύρας χαλκᾶς συνέτριψε, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Τοιγάρτοι καὶ πάλαι πρὸς Ἰὼβ ἔφη τὸν τληπαθέστατον καὶ ἀκαταγώνιστον ἀθλητήν· «Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας.

Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ἀναγνώσομεν γὰρ ὡς ἐν ἐρωτήσει ταυτί· καταδεικνύντος τοῦ λόγου τὰ διὰ Χριστοῦ κατορθώματα, καὶ ἐν αὐτοῖς πεπραγμένα τοῖς τοῦ ᾅδου μυχοῖς. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

Καὶ Κῦρος μὲν πάλαι χρήματα δοὺς, τὸν ἐν Ἱεροσολύμοις προστέταχεν ἀναδείμασθαι ναόν. Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν τὴν ἁγίαν ὄντως καὶ διαβόητον πόλιν, ὁ Ἐμμανουὴλ, οἷά τινα Βαβυλῶνα κατασείσας εἰσάπαν τὴν ἀλαζόνα καὶ ὑβρίστριαν εἰδωλολατρίαν.

Καὶ περὶ μὲν Κύρου Θεὸς, ὅτι Πάντα τὰ θελήματά μου ποιήσει, φησί. Προσπεφώνηκε δέ που καὶ τοῖς Ἰουδαίων λαοῖς ἐξουθενοῦσιν αὐτὸν ὁ πάντων ἡμῶν Σωτήρ· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε.» Καὶ ἑτέρωθί που, «Καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καὶ Κύρῳ μὲν ἔφη Θεός· «Ἐκάλεσά σε τῷ ὀνόματί μου.» Κύριος δὲ ἀληθῶς ὁ Ἐμμανουὴλ, εἰ καὶ πέφηνεν ἄνθρωπος.

Ὅτι δὲ εἰς τύπον Χριστοῦ τῆς δόξης τὰ ἐπὶ Κύρῳ τέθειται, πληροφορήσει σαφῶς τὰ ἑξῆς εἰρημένα διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, καὶ πᾶσι τοῖς ἄστροις ἀνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν κατὰ δικαιοσύνην, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι ἐν χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.» Ὁ γὰρ ποιήσας τὴν γῆν, καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς, ὁ διακοσμήσας τοῖς ἄστροις τὸν οὐρανὸν, ἤγειρεν ἡμῖν δικαιοσύνην τὸν Ἰησοῦν ἐκλυτρούμενον δωρεάν· «Δεδικαιώμεθα γὰρ ἐν πίστει,» δεσμῶν ἀνιέντα καὶ αἰχμαλωσίας, οἰκοδομοῦντα πνευματικῶς τὴν νοητὴν Ἱερουσαλὴμ, καὶ θεμελιοῦντα τὴν Ἐκκλησίαν, ὡς καὶ αὐταῖς ἀκατάσειστον εἶναι ταὶς ᾅδου πύλαις, καὶ ἀνάλωτον ἐχθροῖς.

Τοῦτον ὄντα Θεὸν κατὰ φύσιν ἐπιγινώσκοντες οἱ πάλαι πλανώμενοι, λέγουσι· «Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν.

Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Τούτῳ προσκυνήσουσι, τούτῳ κάμψει «πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Τούτῳ τετολμήκασιν ἀντιστῆναί τινες τῶν ἐξ Ἰσραήλ. Κατῃσχύνθησαν δὲ καὶ πεπτώκασι, καὶ ἐν τροπῇ πεπόρευνται κατὰ τὴν τοῦ προφήτου φωνήν.

Κῦρος μὲν οὖν ὁ Καμβύσου, τεθεμελίωκε τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱεροσολύμοις, εἰς τύπον Χριστοῦ. Ὅτι δὲ αὐτὸς ἔμελλεν ὁ Ἐμμανουὴλ ἀποπεραίνειν τὸ χρῆμα πνευματικῶς τε καὶ νοητῶς, καὶ δι᾽ ἑτέρας εὐθὺς ἀναμάθοι τις ἂν εἰκόνος. Ἐπειδὴ γὰρ τῆς ἐν Βαβυλῶνι δουλείας ἀνῆκεν ὁ Κῦρος τὸν Ἰσραήλ· καθηγηταὶ παραχρῆμα καὶ οἱονεί πως ἐξάρχοντες ἀνεδείκνυντο τοῦ λαοῦ, Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. Οἷς καὶ ἀφιγμένοις εἰς Ἱεροσόλυμα, διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου τῆς εἰς τὸν οἶκον ἔχεσθαι φιλεργίας ἐπισκήπτει Θεός. Γέγραπται γὰρ οὕτω· «Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἔκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων, Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ὁ λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. Καὶ ἐγένετο λόγος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων· Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκος Κυρίου ἐξηρήμωται;» Καὶ μεθ᾽ ἕτερα πάλιν, «Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ.

Καὶ εἰσῆλθον, καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν.» Ἄθρει δὴ οὖν ὡς ἐν τύπῳ καὶ εἰκόνι διπλῇ τὸν Ἐμμανουὴλ, βασιλέα μὲν, ὡς ἔν γε τῷ Ζοροβάβελ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα τῆς τότε κρατεῖν λαχούσης ἐν Ἰσραήλ· ἀρχιερέα δὲ αὖ ὡς ἐν ὁμωνύμῳ τῷ Ἰησοῦ τῷ ἀρχιερεῖ τῷ μεγάλῳ· καὶ μὴν καὶ ἐξάρχοντα τῆς ὁδοῦ τῆς εἰς τὴν ἁγίαν πόλιν, ἐκ γῆς ἀλλοφύλων· φημὶ δὴ πάλιν τῆς Βαβυλωνίων. Ἄθρει καὶ τεχνουργὸν ὄντα, καὶ ἐπιμελητὴν τοῦ ἁγίου ναοῦ. Ἑπόμενοι γὰρ διὰ πίστεως καθηγητῇ τῷ Χριστῷ, ὡς βασιλεῖ καὶ ἀρχιερεῖ, ἐκ διαβολικῆς πλεονεξίας, καὶ ὥσπερ ἐκ γῆς ἀλλοφύλων, ἐξ ἀπάτης κοσμικῆς εἰς τὴν ἁγίαν εἴσιμεν πόλιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἣν αὐτὸς ἐγερεῖ Χριστὸς ὡς ἔν γε λίθοις τοῖς νοητοῖς. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις καὶ ἀκολουθεῖν ἑλομένοις τοῖς ἴχνεσι τοῦ Χριστοῦ· «Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Χριστοῦ ἐν πνεύματι.» Ὅτι δὲ καὶ ἀμείνων ἡ δόξα τῆς Ἐκκλησίας παρὰ τὴν πρώτην καὶ ἐν ἀρχαῖς, τὴν ἐπί γέ φημι τῷ ἐκ λίθων ναῷ, διαμεμήνυκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου πάλιν· «Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;»

Καὶ μεθ᾽ ἕτερα πάλιν· «Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ, διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην.» Καὶ εἰρήνη ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. Καὶ ἀνιδρωτὶ μὲν ἄν τις συλλέξαιτο τὰ δι᾽ ὧν ἡμῖν ὡς ἔν γε τοῖς πάλαι Χριστὸς κατεγράφετο.

Ἵνα δὲ μὴ τῷ πλήθει τῶν παραδειγμάτων ἀποκομίζεσθαί ποι τοῦ πρέποντος ὁ λόγος ἡμῖν δοκῇ, παρέντες τέως τὸ καὶ δι᾽ ἑτέρων ἰέναι λοιπὸν, ἐκεῖνο φαμέν· Δεήσει δὴ πάντως ἡμῖν, δυοῖν ἑλέσθαι θάτερον. Ἢ γὰρ τοὺς δι᾽ ὧν ἐκεῖνα γεγόνασιν εἰσάπαν ἀναιρήσομεν, καθορίζοντες τῶν τύπων τὸ μὴ λίαν ἀπλημμελὲς, εἰ νοοῖντο δι᾽ ἀνθρώπων τῶν καθ᾽ ἡμᾶς γεγονότες, καίτοι πολὺ λίαν ἔχοντες τὸ θεοπρεπές· ἢ τὸ Πνεῦμα λέγοντες ἀεὶ μορφοῦσθαι πρὸς εἶδος τὸ καθ᾽ ἡμᾶς, ἐξ ἀνάγκης ὁμολογήσομεν καὶ εἰς Κῦρον αὐτὸ διαπεπλᾶσθαί ποτε, τὸν οὐκ εἰδότα Θεόν. Εἴρηται γὰρ πρὸς αὐτὸν, «Σὺ δὲ οὐκ ᾔδεις με.» Ἀναιρουμένων δὲ τῶν ἐν τύποις, σκιὰ μὲν ἴσως ὁ Ἀαρών· Ζοροβάβελ δὲ ὁ τοῦ Σαλαθιὴλ, καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, ἐν ὀνόμασιν εἶεν ἂν ψιλοῖς τε καὶ μόνοις.

ζʹ. Ἀλλ᾽ οἶμαι δὴ μᾶλλον ἐκ λογισμοῦ τοῦ εἰκότος ἀναπεπεισμένους συναινέσειν ὀρθῶς, ὡς ἦν μὲν ἄνθρωπος ὁ Μελχισεδὲκ, πόλεως βασιλεύων τῆς Σαλήμ· τύπον δὲ ἡμῖν αὐτὸν ἐποιεῖτο Χριστοῦ, λεπτόνους εἰς θεωρίας πνευματικὰς ὑπάρχων ὁ Παῦλος· ἐνιστάμενοι δὲ μετὰ τοῦτο, καὶ οὐδὲν ἧττον λέγουσιν ὡς ἄνθρωπος μὲν οὐκ ἦν ὁ Μελχισεδέκ· τὸ Πνεῦμα δὲ μᾶλλον τὸ ἄγιον· ἢ γοῦν ἑτέρα τις δύναμις τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τὴν λειτουργικὴν ἔχουσα τάξιν· δοκεῖ γὰρ ὧδε φρονεῖν ἑτέροις, ἐκεῖνό φαμεν ἀναγκαίως ὅτι πλημμελήσουσι κατὰ δύο τρόπους, καὶ τὴν θείαν καὶ ἄῤῥητον τοῦ Πνεύματος φύσιν εἰς τὸν μὴ πρέποντα τρόπον αὐτῇ κατασύροντες, καὶ τὴν γεννητὴν καὶ πεποιημένην κτίσιν, εἰς δόξαν ὑπερτενῆ φληνάφως ἀνακομίζοντες. Τίνα τρόπον ἐρῶ. Γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς «ἦν ἱερεὺς τοῦ Θεοῦ ὑφίστου.» Εἰ δὲ δὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ Μελχισεδὲκ, κατεκομίσθη λοιπὸν ἐν ἱερουργοῖς τὸ Πνεῦμα, καὶ λειτουργικὴν ἔχει τὴν ὑπουργίαν.

Ὑμνήσει δὴ οὖν καὶ αὐτὸ μενὰ τῶν ἁγίων ἀγγέλων τὸν ἀνωτάτω Θεόν. Γέγραπται γὰρ, ὅτι «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.» Εἴη γὰρ ἂν οὐδαμόθεν ἀσυμφανὲς, ὡς ὃς ἑτέρῳ που πάντως ἱερουργεῖ, καὶ οὐχ ἑαυτῷ τὸ ἱερουργοῦν, ἱερουργεῖ δὲ τῷ Θεῷ, τῷ προὔχοντι. Οὐκοῦν εἴ φαμεν ἱερατεύειν τὸ Πνεῦμα, τὴν θείαν που πάντως ὑποκάθηται φύσιν· τελεῖ δὲ μᾶλλον καὶ ἐν γενητοῖς, καὶ προσκυνήσει μὲν μεθ᾽ ἡμῶν. Ἁγιάσει δὲ πάντως οὐχ ἑαυτὸ, ἐπεί τοι τὸ ἁγιαζόμενον, κρείττονί που πάντως ἢ καθ᾽ ἑαυτὸ τὴν φύσιν ἁγιάζεται. Ἁγιασθήσεται δὲ μεθ᾽ ἡμῶν. Πῶς οὖν ἔτι καὶ Θεὸς κατὰ φύσιν τὸ ἁγιαζόμενον;

Ἦ γὰρ οὐ πᾶς ἱερεὺς ἁγιάζεται, εἴσεισί τε οὕτως ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερουργεῖν; «Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν,» καθὰ γέγραπται, «ἀλλ᾽ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὰ καὶ Ἀαρών.» Προστέθεικε δὲ ὁ Παῦλος, ὅτι «Καὶ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Εἰδέναι γὰρ ἀναγκαῖον, ὡς οὐδ᾽ ἂν αὐτὸς ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἱερατεύειν λέγοιτο, καὶ ἐν τάξει γενέσθαι τῇ λειτουργικῇ, εἰ μὴ νοοῖτο καθ᾽ ἡμᾶς γεγονὼς, καὶ ὥσπερ κέκληται προφήτης καὶ μὴν καὶ ἀπόστολος διὰ τὸ ἀνθρώπινον, οὕτω καὶ ἱερεύς.

Πρέποι γὰρ αὐτῷ τῆς δουλείας σχήματι, τὰ δουλοπρεπῆ· καὶ τοῦτό ἐστιν ἡ κένωσις. Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ᾧ καὶ αὐτὰ τὰ ἄνω παρεστήκασι Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε δὴ τότε τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἀναδειχθῆναι λέγεται. Τότε καὶ ἡγίασται μεθ᾽ ἡμῶν ὁ ὑπὲρ πᾶσαν κτίσιν. «Ὅ τε γὰρ ἁγιάζων,» φησὶ, «καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.

Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς καλεῖν αὐτοὺς, λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Οὐκοῦν ὁ ἁγιάζων ὡς Θεὸς, ὅτε γέγονεν ἄνθρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ κεχρημάτικεν ἀδελφὸς κατὰ τὸ ἀνθρώπινον, τότε καὶ σὺν ἡμῖν ἁγιάζεσθαι λέγεται. Ἔστι τοίνυν καὶ τὸ δεῖν ἱερατεύειν καὶ τὸ ἁγιάζεσθαι μεθ᾽ ἡμῶν τῆς μετὰ σαρκὸς οἰκονομίας.

Καὶ τοῖς τῆς κενώσεως μέτροις, ὀρθῶς τε καὶ ἀμωμήτως φρονεῖν ᾑρημένοι, τὰ τοιάδε προσγράψομεν. Εἰ δὲ δὴ τὸ Πνεῦμα μηδαμοῦ τὴν κένωσιν ὑπομεμενηκὸς ἱερατεύειν λέγομεν, δόξης αὐτὸ τῆς θεοπρεποῦς ἐξοίσομεν, καὶ ἐν τοῖς ὑπὸ Θεὸν λογιούμεθά που, μέτρον αὐτῷ διδόντες τὸ γεννητόν. Ἢ δὴ δεικνύτωσαν ἡμῖν ἐνανθρωπῆσαι τὸ Πνεῦμα, καὶ ὑπόβασιν οἰκονομικὴν ὑπομεῖναν, καθάπερ ἀμέλει καὶ τὸν Υἱόν. Οὐ γὰρ ἐπειδήπερ ἐστὶν ὁμοούσιος ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, ταύτῃτοι καθ᾽ οὗπερ ἂν ἕλοιτό τις προσώπου τὸν τῆς ἐνανθρωπήσεως καθοριεῖ λόγον. Γέγονε γὰρ ἄνθρωπος, οὐκ αὐτὸς ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, μόνος δὲ ὁ Υἱός.

Οὕτως ἡμᾶς αἱ θεῖαι μεμυσταγωγήκασι Γραφαί. Τί τοίνυν παραβιάζονται τὴν ἀλήθειαν, καὶ τὸ πρόφασιν οὐκ ἔχον τοῦ κεκενῶσθαι δεῖν, φημὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τοῖς τῆς κενώσεως κατακομίζουσι μέτροις, εἴπερ ἐστὶν ἀληθῶς τοῖς ἱερουργεῖν τεταγμένοις ἐναρίθμιον; Ἱερεὺς μὲν γὰρ ἦν ὁ Μελχισεδέκ.

Ἀλλ᾽ εἰς τιμήν φησι τοῦ Υἱοῦ πρὸς τύπον τῆς κατ᾽ αὐτὸν ἐσομένης ἱερωσύνης κατὰ καιροὺς, αὐτὸ δι᾽ ἑαυτοῦ διεμορφοῦτο τὸ Πνεῦμα. Οὐκοῦν, ἐρήσομαι γὰρ, κατημέλησεν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τῆς εἰς τὸν Υἱὸν τιμῆς καὶ ἀγάπης, καὶ ὀλίγα τοῦ πράγματος φροντίζειν ἀξιοῖ· καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ φρονεῖν ἢ λέγειν; Δοξάζει γὰρ τὸν Υἱὸν ὁ Παράκλητος, τουτέστι τὸ Πνεῦμα. Καὶ περὶ αὐτοῦ φησιν, «Ἐκεῖνος ἐμὲ δοξάσει.» Τὸ τοίνυν τιμᾷν ᾑρημένον καὶ τοῦτο ἀκαταλήκτως, τί μὴ μᾶλλον αὐτὸ γέγονεν Ἀαρών; αὐτὸ δὴ καὶ Κῦρος ὁ Περσῶν τε καὶ Μήδων κρατήσας; καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ μέν τοι καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, ὁ ἐκ φυλῆς Ἰούδα, ἢ καὶ Μωσῆς, πρὸς ὃν εἴρηταί που τὴν Χριστοῦ μεσιτείαν ἐφ᾽ ἑαυτοῦ δεικνύοντα· «Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σε, καὶ δώσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ;» Τί μὴ γέγονεν αὐτὸ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μωσέα στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκεκόμικε δὲ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἢ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα καὶ περιτετμήμεθα μὲν ἀχειροποιήτῳ περιτομῇ διὰ Πνεύματος, γεγόναμεν δὲ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καίτοι πῶς τοῦτο οὐκ ἐναργές;

Οὐκοῦν ἢ τὸ Πνεῦμα δώσομεν ἀεὶ μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὠνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφροντικός· ἐφῆκε γὰρ δὴ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ· ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, οὐχὶ τὸ Πνεῦμα τὸ ἅγιον.

ηʹ. Ὅτι δὲ οὐδ᾽ ἂν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξέ τισι, φέρε δὴ λέγωμεν, τὰ ἐξ εἰκότων συλλέγοντες λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. Ἐκείνοις μὲν γὰρ, τοιόσδε τις καὶ σοφὸς, καθάπερ οὖν οἴονται κατὰ σφᾶς αὐτοὺς, συντέθηται λόγος. Ἐπειδὴ γὰρ, φησὶ, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς «ἀπάτωρ τε ἦν, καὶ ἀμήτωρ, καὶ μὴν καὶ ἀγενεαλόγητος·» εὐλόγηκε δὲ καίτοι τοσοῦτον ὅντα τὸν Ἀβραάμ· «Εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ μείζονος,» ἁπάσης ἀντιλογίας δίχα· μὴ νοείσθω, καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἔστω τὴν φύσιν ἄγγελος, ἤγουν, τῶν ἄνω δυνάμεων καὶ λειτουργικῶν μία τις σεπτὴ καὶ δεδοξασμένη. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα λίαν, εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἀβραὰμ, τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμισε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλισε λογισμῶν. Εἰς ὁμοίωσιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες ἡμῖν τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἢ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι τρόπον· βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρενηνεγμένων τὰς φύσεις. Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τις ἂν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἀβραὰμ, ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κἂν εἰ μὴ νοοῖτο κρείττων αὐτοῦ;

Οὐ γὰρ αἱ φύσεις ἐν τούτοις, ἀλλ᾽ ὁ τῶν δρωμένων δοκιμάζεται νοῦς, καὶ τῆς ἀληθείας οἱ λόγοι, τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. Ὅτι γάρ ἐστι τῶν λίαν ἀτοποτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ἐν σκιαῖς, ἐπ᾽ αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. Ἀπόλεκτος ἦν Ἀαρὼν, προεστηκὼς καὶ ἡγούμενος τῆς ἁγίας σκηνῆς, ταῖς ἀνωτάτω τιμαῖς ἐν ἱερωσύνῃ κατεστεμμένος. Πῶς οὖν ἡγιάζετο; ἢ κριὸς ἐσφάζετο, καὶ τῷ αἵματι κατεχρίετο τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ μὴν καὶ χειρὸς καὶ ποδός· ἐτελειοῦτο δὲ οὔτω, πρὸς ἱερουργίαν; ἀλλ᾽, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, εἰ ταῖς φύσεσι τῶν ἁγιαζόντων καὶ τῶν ἁγιαζομένων προσκεῖσθαι καλόν· καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐκ τύπου καὶ σκιᾶς ἐπ᾽ αὐτὸ τῆς ἀληθείας ἰέναι τὸ κάλλος, πῶς ἔτι τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται;

Τί τὸ ἄμεινον ἐν τούτοις, φραζόντων ἐκεῖνοι. Ἆρα καὶ κριοῦ κατόπιν τὸν Ἀαρὼν θήσομεν; ἐν ἀλόγῳ ζώῳ τελειοῦται τὸ λογικόν. Αἵματι προβάτων τὸν ἀπόλεκτον εἰς ἱερωσύνην ἡγιᾶσθαι φήσομεν, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἀγιάζει, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· τί οὖν ἄρα τὸ χρῆμα; τί τῶν νοημάτων τὸ βάθος; Τύποι καὶ εἰκόνες τὰ δρώμενα, καὶ ἵν᾽ οὕτως εἴπωμεν, ἁγιασμοῦ προανάδειξις ἦν τοῦ κατὰ Χριστόν. Ὁ δὲ τύπος ἐν πράγμασιν, οὐκ ἐν τῇ τῶν ἁγιαζόντων, ἤγουν τῶν ἁγιαζομένων καταφωρᾶται φύσει. Ἐπεὶ, καθάπερ ἔφην ἀρτίως, τὸ κρεῖττον ὑπὸ τοῦ ἐλάττονος εὐλογεῖται, εἴπερ ἐστὶν ἐν ἀμείνοσιν ἡ ἀνθρώπου φύσις δαμάλεως καὶ κριοῦ. Μὴ τοίνυν ἐρυθριάτωσαν, κἂν εἰ πολὺ κρείττων ὑπάρχων ὁ Ἀβραὰμ τοῦ Μελχισεδὲκ, εὐλογεῖσθαι λέγηται παρ᾽ αὐτοῦ. Ὁ γὰρ τύπος ἦν ὁ νικῶν, καὶ οὐχὶ δὴ μᾶλλον ἡ τοῦ εὐλογοῦντος φύσις. Θαυμάζω δὲ ὅτι καὶ εἰς ὁμοίωσιν καὶ τύπον διαμορφοῦντες αὐτὸν τοῦ Υἱοῦ, ἀμήτορά τε εἶναι καὶ ἀπάτορά φασιν ὡς ἄγγελον, καίτοι τρόπον τινὰ καὶ ἀμφιθαλοῦς ὄντος Χριστοῦ. Γέγονε γὰρ αὐτῷ μήτηρ μὲν ἐπὶ γῆς, ἡ ἁγία Παρθένος. Ἦν δὲ καὶ ἔστιν ἐν οὐρανῷ Πατὴρ, ὁ Θεός. Δεῖν δὲ οἶμαι τὰς εἰκόνας γράφεσθαι, πρὸς τὰ ἀρχέτυπα.

Ἐπειδὴ δὲ, «Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς ἔχειν τέλος τὸν Μελχισεδὲκ» ὁ θεσπέσιος ἔφη Παῦλος, ταύτῃτοι καὶ δύναμιν λογικὴν καὶ ἱερουργὸν ὑπάρχειν αὐτὸν, διατείνονταί τε καὶ λέγουσιν· οὐκ ἐννοοῦντες, ὅτι παρατρέχει τι τῶν ἀναγκαίων αὐτούς. Οὐδὲν γὰρ τῶν τελούντων ἐν γενητοῖς, ἄναρχον ἔσται κατὰ τὸν χρόνον.

Ἀλλ᾽ εἴτιπερ ὅλως παρῆκται πρὸς ὕπαρξιν, τοῦτο καὶ ἀρχὴν ἔχει ζωῆς καὶ ἡμερῶν. Τίς οὖν ἄρα τῷ μακαρίῳ Παύλῳ γέγονε σκοπὸς τοῦ λόγου; ἢ πῶς «εἰς τύπον καὶ ὁμοίωσιν τοῦ Χριστοῦ» παρέδειξε τὸν Μελχισεδέκ; Τῶν ἐξ εἰκαιότητος οὖν ἐννοιῶν τὸν νοῦν ἀποστήσαντες, φέρε δὴ φέρε διασκεψώμεθα, καὶ ὡς ἔνι λέγωμεν.

θʹ. Νομομαθὴς ὢν ἄγαν, οὐκ ἐξ ἁπλῶν ἐννοιῶν τὸν πρὸς Ἰουδαίους ποιεῖται λόγον, ἀλλ᾽ ἐκ γραμμάτων Μωσαϊκῶν, οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας παραχωρεῖν τοὺς τῇ ἀληθείᾳ πολεμεῖν ἐγνωκότας. Δέχεται τοίνυν τὸν Μελχισεδὲκ εἰς ὁμοίωσιν τότε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι «βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης.» Πρέποι γὰρ ἂν, οἶμαι, ταυτὶ δὴ μόνῳ κατὰ λόγον τὸν μυστικὸν, τῷ Ἐμμανουήλ.

Δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδείχθη τοῖς ἐπὶ γῆς. «Καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ,» τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι. Ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, τὴν μεσολαβοῦσάν τε καὶ διιστῶσαν ἡμᾶς τῶν τρόπων ἀκαθαρσίαν ἀπονιψάμενοι, ἑνούμενοί τε ὥσπερ αὐτῷ διὰ πνεύματος· «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ,» φησὶν, «ἓν πνεῦμά ἐστιν.» Ἔστι τοίνυν κατά γε τὴν Ἑλλάδα φωνὴν, Μελχὶ μὲν, ὁ βασιλεύς· Σεδὲκ δὲ, δικαιοσύνη. Καὶ ἴδοι τις ἂν τὸν Μελχισεδὲκ, ὡς ἐν ἰδίᾳ κλήσει πεπλουτηκότα, κατά γε τὴν ἐκ τῶν σημαινομένων δύναμιν, τὸ, βασιλεὺς δικαιοσύνης. Ἐν δὲ τῷ βασιλεὺς εἰρῆσθαι Σαλὴμ βασιλεὺς εἰρήνης. Ἥρμοσε δὴ οὖν ὁ θεσπέσιος Παῦλος, ὡς ἐξ ὁμοιώσεως ἤδη σαφοῦς τε καὶ ἐμφανοῦς τοῦ Μελχισεδὲκ, τὰ τοιάδε Χριστῷ. Δέχεται δὲ τῆς ὑπὲρ νόμον ἰερωσύνης σύμβολον, τὸ κατευλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν.

Εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου τε καὶ ἀληθοῦς ἱερέως. Εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ, εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι· πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ, καὶ τὴν εὐκλεᾶ καὶ ἀμάραντον τῶν ἄνωθεν χαρισμάτων διανομήν. Ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ, καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, καθὰ γέγραπται, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἰδίαν κτῆσιν ἑλεῖν, εὐλόγησε τὸν Μελχισεδέκ. Ὁ μὲν γὰρ Σοδομιτῶν ἡγούμενος, ὡς νενικηκότι τῷ Ἀβραὰμ ἔφασκε· «Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ·» ὁ δὲ μηδενὸς τῶν ἐκείνου μεταποιεῖσθαι διεγνωκὼς, «Ἐκτενῶ, φησὶ, τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς· Ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ.» Χαίρειν γὰρ ἁγίοις ἔθος οὐκ ἐπὶ πλούτῳ κοσμικῷ. Κεκρατηκότες τοίνυν ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ οὐδὲν ἀπὸ κόσμου δεχόμενοι, τιμῶντες δὲ μᾶλλον τὸν ἄνωθεν πλοῦτον, εὐλογούμεθα διὰ Χριστοῦ, τοῦ τῆς εἰρήνης βασιλέως.

Εὐλογούμεθα δὲ, ξένιον ὥσπερ οὐρανοῦ, καὶ ζωῆς ἐφόδιον δεχόμενοι τὰ μυστικά. Σεσιγήσθω γὰρ τέως, εἰ δοκεῖ· εὐλογούμεθα δὲ παρὰ Χριστοῦ καὶ πρεσβείαις ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα. Ὁ μὲν γὰρ Μελχισεδὲκ εὐλόγει τὸν Ἀβραὰμ, οὕτω λέγων· «Εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὂς ἔδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.» Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ πάντων ἡμῶν ἱλαστήριον, «Πάτερ ἅγιε, φησὶ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Οὐκοῦν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἁρπάζει τὸ χρήσιμον, εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ. Καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον, εἰς παράδειξιν τοῦ πράγματος ἐποιεῖτο σαφῆ. «Ἄρτους γὰρ καὶ οἶνον ἐξεκόμιζεν ὁ Μελχισεδέκ.» Ὅτι δὲ ἀπάτωρ ἢ ἀμήτωρ ἦν, ἤγουν ἀγενεαλόγητος, ἢ ἀρχὴν ἡμερῶν, ἢ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ διαμεμήνυκε τὸ Γράμμα τὸ ἱερόν. Πεφενάκικεν οὖν ἄρα, φαίη τις ἂν ἴσως, ὁ θεσπέσιος Παῦλος. Οὐ τοῦτό φαμεν, μὴ γένοιτο· λαλεῖ γὰρ ἀλήθειαν· δέχεται δὲ μᾶλλον ὁ μυσταγωγὸς τεχνίτης, ἀνάγων εἰς τύπον τῆς δόξης τοῦ Ἐμμανουὴλ καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀφήγησιν.

Ὅτι γὰρ μόνον ἦν ἱερεὺς ὁ Μελχισεδὲκ, ἡ θεόπνευστος ἡμῖν ὑπέφηνε Γραφὴ, γένος οὐκ ὀνομάσασα, ἢ τίνος ἐξέφυ πατρὸς ἢ μητρός· ἀλλ᾽ οὐδὲ εἰς πόσον ἐτῶν κατέληξεν ἀριθμὸν, ἢ ποίας ἔχων εὑρίσκεται τῆς ἱερωσύνης τὰς διαδοχὰς προσθεῖσαν εὑρίσκομεν.

Ὑποπλάττεται τοίνυν ἡ τῶν τοσούτων ἡμῖν ἀφήγησις, οἱονεί πως τὸ διηνεκὲς καὶ ἄναρχον τοῦ Χριστοῦ, καθὸ νοεῖται Θεός. Ἄναρχον δέ φημι, τὸ ὡς ἐν ποσότητι, δηλονότι τῇ κατὰ χρόνον. Αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής. Ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. «Διὰ τοῦτό» φησιν ὁ μακάριος Παῦλος περὶ τοῦ Μελχισεδὲκ, ὅτι «μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει εἰς τὸ διηνεκὲς ἱερεύς.» Ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τί δὴ τοῦτό ἐστιν, ὡς ἂν οἷός τε ὦ, διειπεῖν πειράσομαι.

ιʹ. Ἀντέπραττον οἱ Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν σπουδασμάτων μονονουχὶ καταμειδιᾷν ἐτόλμων, δύο ταῦτα προτείνοντες· ἒν μὲν, ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωρισμένην διὰ φωνῆς τοῦ πανσόφου Μωσέως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας, τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης, ἀδοκήτως εἰσκρινομένης· ἕτερον δὲ αὖ· Μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντο τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι, τῆς τοῦ Λευΐ. Ἄνω τε καὶ κάτω τῆς ἐν ἱερῷ λειτουργίας ἀποσοβοῦντος Θεοῦ τοὺς οὐκ ὄντας αὐτῆς, καὶ δίκην εὐθὺς τῷ τοιῷδε τολμήματι καθορίζοντος τὴν ἐσχάτην.

Ἀγωνίζεται τοίνυν νομομαθὴς ὢν ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν, ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ὅτι καὶ νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προανεφωνεῖτο μετάθεσις· καὶ προανέλαμψεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. Δέχεται δὴ οὖν οὐκ ἐκ φυλῆς ὄντα Λευϊτικῆς τὸν Μελχισεδὲκ, εἶτα δείκνυσιν ἱερέα μὲν ὄντα τοῦ ὑψίστου Θεοῦ, προσάγοντα δὲ καὶ ἄρτους καὶ οἶνον, ἔφη τε οὕτω περὶ αὐτοῦ· «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε· χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Ἀλλ᾽ οὐκ ἐν τῇ φύσει τὴν ὑπεροχὴν τῷ Μελχισεδὲκ, ἀλλ᾽ ἔν γε τῷ τρόπῳ τῆς ἱερωσύνης ἐνεῖναί φαμεν, οὐκ ἀνανεύοντος τοῦ προπάτορος Ἀβραὰμ, ἀπονέμοντος δὲ ὥσπερ τὸ προὔχειν αὐτῷ, δι᾽ ὧν ἔγνω τιμᾷν, καὶ αὐταῖς ταῖς τῶν δεκατῶν προσαγωγαῖς. Ἀποδεκατοῦσι μὲν γὰρ οἱ ἐξ αἵματος Λευῒ τὸν λαὸν, καίπερ ὄντας ἀδελφούς· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τουτέστιν, ὁ Μελχισεδὲκ (οὐ γὰρ ἦν ἐκ φυλῆς Λευΐ), δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ εὐλόγηκε.

Καὶ ὁ μὲν τύπος, ἐν τούτοις. Χριστὸς δὲ δὴ αὖ, ὁ ἐν σκιαῖς γραφόμενος, ἀγενεαλόγητος ὢν, τοῖς κατὰ νόμον ἱερᾶσθαι τεταγμένοις (ἀνατέταλκε γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, εἰς ἣν οὐδὲν περὶ ἱερέων Μωσῆς ἐλάλησε), δεδεκάτωκε τοὺς υἱοὺς Λευῒ, τουτέστι, τὴν κατὰ νόμον ἱερωσύνην. Δεδεκάτωκε δὲ πάλαι μὲν ἐν Μελχισεδέκ· ὕστερον δὲ καὶ ἐν Ἀαρών. Ἀπεδεκάτου γὰρ καὶ αὐτὸς τοὺς υἱοὺς Λευΐ, τύπον ἐπέχων τῆς ἰερωσύνης Χριστοῦ, καθάπερ ἤδη προείπομεν.

ιαʹ. Ἀποδέδεικται τοίνυν ἐν μὲν τῷ Μελχισεδὲκ, ὅτι μεταστήσεταί ποτε τῆς ἱερωσύνης τὸ χρῆμα, τῆς κατὰ νόμον ἱερατευούσης φυλῆς· καὶ μὴν, ὅτι καὶ ἕτερος ἱερουργίας ἀναλάμψει τρόπος τε καὶ νόμος. Ἦν γάρ πως ἀνάγκη συμμεθίστασθαι καὶ ἀποφοιτᾷν ταῖς ἱερουργίαις καὶ αὐτὸν τὸν νόμον. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος φιλοσοφεῖ τὰ τοιάδε, καί φησιν· «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῆς νενομοθέτηται), τίς ἔτι χρεία κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.» Καὶ πάλιν· «Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, Ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ὁρᾷς ὅπως τὸ μηδὲν δύνασθαι τελειοῦν τῆς κατὰ νόμον ἱερωσύνης καταψηφίζεται, χρησιμωτάτην ἀποδεικνὺς τῆς κρείττονος ἐντολῆς τὴν ἐπεισφοράν. Εἰ γὰρ ἦν ἐν ἐκείνῃ τὸ ἀναγκαῖον, τί μὴ μᾶλλον, φησὶ, κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεὺς ἕτερος ἀναδείκνυται, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς ἦν ὁμοίωσις καὶ τύπος Χριστοῦ, ἥκιστα μὲν σαρκικῶς ἱερατεύοντος ἔτι, κατὰ δύναμιν δὲ μᾶλλον ἀκαταλύτου ζωῆς;

Τρέφει γὰρ ἡμᾶς εἰς ἀμάραντον ζωὴν ταῖς μυστικαῖς ἱερουργίαις, καίτοι σαρκικῶς ἱερατεύοντος Ἀαρών. Βουθυσίαι τε γὰρ δι᾽ αὐτοῦ, καὶ προβάτων ἦσαν σφαγαὶ, καὶ σποδὸς δαμάλεων ῥαντίζουσα τοὺς κεκοινωμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· καὶ ἕτερα ἄττα πρὸς τούτοις, οὐ τελειοῦντα κατὰ συνείδησιν τοὺς λατρεύοντας. «Ἀδύνατον γὰρ αἷμα ταύρων, ἀφαιρεῖν ἁμαρτίας.» Ὅτε τοίνυν καὶ ἕτερος ἡμῖν εἰσκεκόμισται τρόπος ἱερουργίας ἀφιστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεύς.

Καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην ὁ Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ᾽ οὗ πρέποι ἂν καὶ τὸ εἰς αἰῶνα νοεῖσθαι· οὐδεὶς ἂν ἕτερος εἴη παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.