Χρῆναι δὲ ὑπολαμβάνω, τοῖς αἰσθητῶς γεγονόσιν ἐφαρμόσαι τὰ πνευματικά.
δʹ. Φαμὲν οὖν ὅτι καὶ πρό γε τῶν ἄλλων, τῶν ἐν πίστει, φημὶ, καὶ ἐν Χριστῷ κεκλημένων, τῷ Ἰσραὴλ ἐνετέλλετο ὁ τῶν ὅλων Δεσπότης καὶ Πατήρ, ξένιον ὥσπερ τι λαμπρὸν, καὶ καρποὺς ἐπιεικείας, καὶ οἱονεὶ πόνων ἀγαθῶν εὑρήματα, προσκομίζειν ἐπείγεσθαι τὴν ἁνδάνουσαν αὐτῷ πολιτείαν καὶ ζωὴν, ἣ διὰ τῆς ἐν νόμῳ ζωῆς τοῖς πάλαι προανεγράφετο, μονονουχὶ τοῖς τύποις ἐγκεκρυμμένη, καὶ ὡς ὕλη λανθάνουσα τῷ περιττῷ τοῦ γράμματος, οὐκ ἀνάλωτός γε μὴν τοῖς ἐθέλουσι φιλοθηρᾷν διὰ τῆς ἐν πνεύματι καὶ ἀκριβοῦς θεωρίας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τῆς Ἡσαῦ θήρας ἐπιθυμῆσαι τὸν Ἰσαάκ. Ἀλλὰ προσετάττετο μὲν, καθάπερ ἔφην, ὁ Ἰσραὴλ, καὶ δὴ καὶ ὑπέσχετο κατορθοῦν. Ἔφη γὰρ ἐν Χωρὴβ συνηθροισμένης τῆς ἐκκλησίας, καὶ ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινὰ καταφοιτήσαντος Θεοῦ· «Πάντα ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἀμελητὴς δὲ λίαν κατεφωρᾶτο διὰ τῶν πραγμάτων, καίτοι πρόχειρος ὢν εἰς ἐπαγγελίαν. Ταύτῃτοι καὶ διὰ μέσου χωριεῖ, φθάνει τε οὕτως ὁ πτερνιστὴς, Ἰακὼβ, τουτέστιν, ὁ νέος τε καὶ ὡς ἐν πίστει λαός. Προσκεκόμικε γὰρ τῷ Θεῷ τὰ ζητούμενα, ἀναδυομένου τε καὶ μέλλοντος τοῦ πρωτοτόκου λαοῦ, προεκαρποφόρησε τὴν πίστιν, ἣν καὶ ἐν τάξει τροφῆς ἡ θεία ποιεῖται φύσις.