Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Γένεσιν, Βιβλίο Γ' (συνέχεια): Η θυσία του Ισαάκ και η γέννηση του Ησαύ και του Ιακώβ

Ο Ισαάκ ως προτύπωση της προσφορά του Μονογενούς Υιού, ο γάμος του με τη Ρεβέκκα ως τύπος της Εκκλησίας και τα γεγονότα της γέννησης των δύο λαών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 22

Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ. αʹ. «Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἒν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.» Τοιαῦτα μὲν δὴ τὰ θεόθεν διηγγελμένα.

Ἀμελ[λ]ητὶ οὖν ὁ δίκαιος ἐπισάξας τὴν ὄνον αὐτοῦ, καθὰ γέγραπται, δυοῖν δὲ μόνοιν οἰκέταιν ἕπεσθαι διειπὼν, καὶ τὸν ἀγαπητὸν ἁρπάσας υἱὸν, ἐπὶ τὴν θυσίαν ᾤχετο. Ἐπειδὴ δὲ εἰς τὸν ἱερὸν ἐκεῖνον ἀφῖκτο χῶρον τρίτῃ μόλις ἡμέρᾳ, «Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου,» τοῖς οἰκέταις φησίν· «ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.» Ἐπιφορτίσας δὲ τὸν υἱὸν τοῖς εἰς ὁλοκάρπωσιν ξύλοις, καὶ βαδίζειν οὕτως ἀναπείσας, ἠκολούθει. Ἐπειδὴ δὲ τὸ παιδάριον ἀνεπυνθάνετο τοῦ πατρὸς, λέγον· «Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἔστι τὸ πρόβατον εἰς ὁλοκάρπωσιν; Ὁ Θεὸς, φησὶν, ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον.» Ἀναδειμάμενος δὲ τὸ θεῖον ἐκεῖνο θυσιαστήριον, ἐπισωρεύει τὰ ξύλα. Συμποδίσαντα δὲ καὶ τὸ μειράκιον ἐπ᾽ αὐτοῖς, καὶ δὴ καὶ τῆς μαχαίρας ἐπειλημμένον, ἀγγέλου διακωλύει φωνὴ, μὴ δὴ χρῆναι λέγουσα τὸ παιδάριον ἀποσφάττειν αὐτόν. ἐγνωκέναι γὰρ τὸν Θεὸν ἤδη τὴν ἐνυπάρχουσαν αὐτῷ πρόθεσιν ἀγαθήν. Εἶτα κριὸν τῶν κεράτων· ἐξηρτημένον ἐν φυτῷ Σαβὲκ κατιδὼν ὁ δίκαιος, ἀναπληροῖ τὴν θυσίαν, ἀντὶ τοῦ παιδὸς ἀναφέρων αὐτόν. Κάτεισι δὲ οὕτως πρὸς τοὺς οἰκέτας, ὑγιᾶ φέρων αὐτοῖς τὸν υἱόν.

Τὸ μὲν οὖν τῆς ἱστορίας ἐπιτεμόντες πλάτος, καὶ ὡς ἐν βραχεῖ συνενεγκόντες λόγῳ τὸ λυσιτελοῦν εἰς ἀπόδειξιν τοῦ, διὰ τούτων τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανατυποῦσθαι μυστήριον, κατὰ δύναμιν πάλιν τὴν ἑαυτῶν λαμβάνοντες, ἐξειπεῖν οὐκ ὀκνήσομεν.

Εἰ δὲ δὴ μὴ πάντα ἕποιτο λόγῳ τὰ ἐν ταῖς ἱστορίαις κείμενα, καταιτιάσθω μηδείς. Ἐν γὰρ τῷ περιττῷ τῆς ἱστορίας πολλάκις κρύπτεται τὸ πνευματικόν· ὥσπερ οὖν ἀμέλει καὶ τὰ λίαν εὐοσμότατα τῶν ἐν λειμῶσιν ἀνθέων εἰκαίοις ἔξωθεν φύλλοις περιχλαινίζεται, ἅπερ εἴ τις ἀποτέμοι, γυμνὸν εὑρήσει τὸ ὠφελοῦν τε καὶ χρήσιμον. Εἰσίτω δὴ τοίνυν ἡμῖν τῆς ἀλληγορίας ὁ λόγος.

βʹ. Τὸ μὲν οὖν πειράζεσθαι τὸν μακάριον Ἀβραὰμ, καὶ θύειν ἐπιτάττεσθαι τὸν υἱὸν τὸν ἀγαπητὸν, δυσφοροῦντα μὲν, κατὰ τὸ εἰκὸς, ὡς γεννήτορα, καὶ θερμῷ τῆς φύσεως κέντρῳ πρὸς φιλοστοργίαν νυσσόμενον, προτιμῶντα δ᾽ οὖν ὅμως τὸ ἐκ τοῦ πράγματος ἀγαθὸν, αὐτὸ δὴ πάλιν ἡμῖν καὶ σφόδρα σαφῶς ἐκεῖνο δηλοῖ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον, «Οὔτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὡς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ᾽ ἔχει ζωὴν αἰώνιον.» Εἰ γὰρ χρή τι καὶ ἀνθρώπινον εἰπεῖν εἰς ἀπόδειξιν τοῦ νοήματος ἐναργῆ, κατεδάκνετο τρόπον τινὰ πέμπων εἰς θάνατον δι᾽ ἡμᾶς τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, εἰ καὶ ᾔδει πεισόμενον τῶν λυπούντων οὐδὲν, ἐπεὶ καὶ αὐτὸς ἦν ἀπαθὴς ὡς Θεός. Ὅμως δ᾽ οὖν τὸ ἐκ τοῦ θανάτου χρήσιμον ἐννοῶν, τὴν ἁπάντων, φημὶ, σωτηρίαν καὶ ζωὴν, τῆς πατρὶ πρεπούσης φιλοστοργίας ἠμέλει.

Διὸ δὴ καὶ Παῦλος αὐτὸν ἀπεθαύμαζε, λέγων· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Ἐπὶ τίνι δ᾽ ἂν γένοιτο δικαίως τὸ θαῦμα τῆς εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ μή τι καὶ τῶν ἀβουλήτων ἔδοξεν ὑπομένειν παραδοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν; Τοιοῦτον γάρ τοι νοεῖν ἡμᾶς ἀναπείθει τὸ, «Οὐκ ἐφείσατο,» λέγων ὁ Παῦλος. Ὅπερ οὐκ ἂν ἐπὶ τοῖς τυχοῦσι ῥηθείη ποτὲ, ἀλλ᾽ ἐπὶ μόνοις τοῖς μεγάλου τινὸς κατανεανιευομένοις πράγματος, ὡς ἐν τῷ, «Πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον·» ἔτι δὲ, ὅτι «Πῆξον, μὴ φείσῃ.» Καὶ πάλιν, «Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.» Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ, «Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν,» εἰρήσεται. Οἱ δὲ τῷ πρεσβύτῃ συμπαρομαρτυροῦντες καὶ συμπαραθέοντες οἰκέται δύο καὶ μέχρι τῆς τρίτης ἡμέρας, τύπος ἂν εἶεν τῶν εἰς δουλείαν κεκλημένων διὰ τοῦ νόμου δύο λαῶν, τοῦ τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, φημί.

Οἳ καὶ μόνοις χρῆναι τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκολουθεῖν ᾤοντο διατάγμασιν, ὥσπερ ἐκεῖνοι τῷ Ἀβραὰμ, οὔπω τὸν δι᾽ οὗ πάντα νοοῦντες Υἱὸν, οὐδὲ τὸν τοῦ Πατρὸς κληρονόμον ἐπιγινώσκοντες, οὗπερ ἂν εἰσφέροι καλλίστην ἡμῖν τὴν εἰκόνα, μικρὸς καὶ ἐν κόλποις ἔτι τοῦ οἰκείου πατρὸς ὁ Ἰσαὰκ κείμενος, καὶ τὴν δεσπότῃ πρέπουσαν οὔπω φορῶν ἐξουσίαν. Ἦν μὲν γὰρ καὶ ἔστιν ἀεὶ Κύριος καὶ Θεὸς παντέλειος ὁ Υἱός. Τῷ δὲ μὴ πᾶσιν ὑπάρχειν καταφανὴς, καὶ μάλιστα τοῖς ἀνοσίοις Ἰουδαίοις εἰς μόνην ὁρῶσι τὴν σάρκα, μικρός τις εἶναι καὶ ὁ τυχὼν ἐνομίζετο. Συμμετρεῖται δέ πως ἀναλόγως καὶ ταῖς ἁπάντων διανοίαις ἡ περὶ αὐτοῦ γνῶσις. Καὶ μικρὰ μὲν ἐν μικροῖς, μεγάλη δὲ αὖ ἐν μεγάλοις εὑρίσκεται. Καὶ γοῦν οἱ μὲν προφῆταί φασιν, ὅτι «Μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ,» τουτέστι, τοὺς ἐγγὺς αὐτοῦ γεγονότας διὰ πολλὴν ἄγαν ἀγχίνοιαν. Ὠδίνει δὲ καὶ ὁ Παῦλός τινας, «Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς.» Τουτέστιν, ἄχρις ἂν οἱ μεγάλοι καὶ ὑπερφυεῖς τῆς θεότητος αὐτοῦ χαρακτῆρες εἰς τὸν ἐκείνων ἠρέμα διαπλάττοιντο νοῦν.

Τὸ δὲ ἀκολουθῆσαι μὲν τοὺς οἰκέτας καὶ μέχρι τρίτης ἡμέρας, μὴ μὴν καὶ ἐπιτετράφθαι πρὸς τὴν γῆν ἀνακομίζεσθαι τὴν ὑψηλήν τε καὶ ἱερὰν, καθίζειν δὲ μᾶλλον αὐτοῖς προστετάχθαι μετὰ τῆς ὄνου, τὴν διὰ νόμου πρὸς Θεὸν ἀκολούθησιν τῶν δύο λαῶν ὑποδηλοῖ, καὶ μέχρι τοῦ τρίτου παρατείνασαν χρόνου, τουτέστι, τοῦ τελευταίου, καθ᾽ ὃν ἡμῖν ἐπεφάνη Χριστός. Τρισὶ γὰρ ὁ σύμπας αἰὼν ἐκμετρεῖται καιροῖς, παρῳχηκότι, φημὶ, καὶ ἐνεστῶτι, καὶ μέλλοντι. Οὐκοῦν ἐν τρίτῳ τὸ τέλος.

Ἐπιδημῆσαί γε μὴν τὸν Χριστὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἡ θεία λέγει Γραφή. Κατακολουθήσας τοίνυν ὁ Ἰσραὴλ διὰ νόμου τῷ Θεῷ, καὶ μέχρι τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐκ ἠθέλησε διὰ τῆς πίστεως ἀκολουθῆσαι Χριστῷ, πρὸς τὸν ὑπὲρ πάντων ἀναβαίνοντι θάνατον, μᾶλλον δὲ καὶ κεκώλυται διὰ πολλὰς ἁμαρτίας. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ· ἥτις διὰ τῆς ὄνου σημαίνεται τῆς τοῖς οἰκέταις συνούσης πότε. Ἀλογίας γὰρ ἡ ὄνος τῆς ἐσχάτης εἰκών· ἀλογίας δὲ τέκνον ἡ πώρωσις. Τὸ δὲ, τῶν οἰκετῶν ἀπονοσφίζεσθαι μὲν καὶ ἀναχωρεῖν ἅμα τῷ υἱῷ τὸν πατέρα, ὡς δὲ καὶ εἰς αὖθις ἐπανήξει λέγειν· («Ἐγὼ γὰρ, φησὶ, καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς,)» σημαίνει τὴν πρόσκαιρον ἀναχώρησιν τοῦ Θεοῦ τὴν ἐκ τῶν υἱῶν Ἰσραὴλ, καὶ τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐπ᾽ αὐτοὺς ἐσομένην ὑποστροφὴν, διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιτελουμένην. Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τὸ δὲ μὴ λέγειν μὲν ἐναργῶς τὸν μακάριον Ἀβραὰμ, ὅτι θύσων ἄνεισι τὸν υἱὸν, πρόφασιν δὲ ὥσπερ τὸ, «Ἕως ὧδε διελευσόμεθα,» λαβεῖν, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ μὴ πεπιστεῦθαι τοῖς Ἰουδαίων λαοῖς τὸ Χριστοῦ μυστήριον.

Καὶ ἀληθὴς ἡμῖν ὁ περὶ τούτου φανεῖται λόγος, ὅταν ἴδωμεν τὸν Ἰησοῦν προσλαλοῦντα μὲν Ἰουδαίοις ὡς ἐν παραβολαῖς καὶ δι᾽ αἰνιγμάτων, λέγοντα δὲ καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς.» Τὸ δέ γε παιδάριον, τουτέστιν, ὁ Ἰσαὰκ, τοῖς τῆς ὁλοκαυτώσεως ξύλοις κατεφορτίζετο διὰ χειρὸς τοῦ πατρὸς, καὶ μέχρι τῶν τῆς θυσίας ἀφικνεῖται τόπων. Ἐπωμάδιον γὰρ τὸν οἰκεῖον φέρων σταυρὸν, ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ παθεῖν, ἀλλ᾽ ἐκ θελήματος οἰκείου, καὶ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ τῷ Ποντίῳ Πιλάτῳ, «Οὐκ ἔχεις κατ᾽ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν.» Ἐπιτεθεὶς δὲ τοῖς ξύλοις ὁ Ἰσαὰκ, καὶ τοῦ θανάτου καὶ τοῦ παθεῖν ὑποκλέπτεται. Κριὸς δὲ εἰς τὴν θυσίαν ἀναβαίνει θεόσδοτος. Καὶ γὰρ ἦν μὲν ὄντως ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος ἐν τῷ ἰδίῳ ναῷ, τῷ ἐκ Παρθένου, φημὶ, καὶ προσηλωθέντι τῷ ξύλῳ. Ὑπάρχων δὲ ὡς Θεὸς ἀπαθὴς καὶ ἀθάνατος, καὶ θανάτου καὶ πάθους ἑαυτὸν ὑπεξάγει.

Ἀναβαίνει δὲ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος, ὅπερ αὐτὸς εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον ὡς παρ᾽ αὐτοῦ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι τὸ θέλημά σου ἠβουλήθην.» Ὅτι δὲ τὰ ἐκ τῆς προτεθείσης ἡμῖν ἱστορίας καλῶς δὴ λίαν εἰς Χριστὸν ἀνοισθήσεται, μαρτυρήσει πάλιν αὐτός που λέγων· «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.» Βιβλίον γὰρ πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγγραμμα.

Κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς, ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ ταῦτα γέγραπται περὶ Χριστοῦ. Ὄτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς, ἐκεῖνο συνιεὶς, ὅπερ ὁ Παῦλός φησιν· «Ὅτιπερ παντὸς ἀνδρὸς ἡ κεφαλὴ, ὁ Χριστός ἐστιν. Κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρ. Κεφαλὴ δὲ Χριστοῦ, ὁ Θεός.» Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεγκών. Ἀρχὴ δὲ πάλιν ἐστὶν τῆς γυναικὸς ὁ ἀνὴρ, διὰ τὸ εἰρημένον τε καὶ ἀληθῶς πεπραγμένον· «Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῇς ἐλήφθη.» Χριστοῦ δὲ ἀρχὴν, αὐτὸν εἶναί φησι τὸν Θεὸν, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρχος ἔχει τὸν γεννήσαντα, μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ.

γʹ. Ἄριστα μὲν οὖν, καθάπερ ἐγᾦμαι, τοῖς τῆς ἱστορίας λόγοις ἐφήρμοσται τὸ μυστήριον. Χρὴ δὲ, οἶμαι, λοιπὸν ἐξαισίῳ θαύματι κατακαλλύνεσθαι πρὸς ἡμῶν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις εὐκλεᾶ τοῖς ἁπανταχοῦ καὶ περίοπτον ἀναδείκνυσθαι.

Καὶ πρός γε δὴ τούτῳ περιαθρεῖσθαι σαφῶς τῆς θείας εὐτεχνίας ἡμῖν τὸ βάθος. Ἐπειράζετο γὰρ ὁ θεσπέσιος Ἀβραὰμ, οὐκ ἠγνοηκότος Θεοῦ τὸ ἐσόμενον. Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Τοιγάρτοι καὶ ἔφασκε· «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν;» καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν· «Ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ. Ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συντετέλεσται.» Οὐκοῦν ἀπόπληκτον κομιδῇ, καὶ ἐν τοῖς ἄγαν ἀπηχεστάτοις καταλογιούμεθα φρονοῦντες ὀρθῶς, τὸ ἠγνοηκέναι μὲν οἴεσθαι τὰ ἐσόμενα τὸν τῶν ὅλων Θεὸν, πειράζειν δὲ διὰ τοῦτο τὸν Ἀβραάμ. Ἀλλ᾽ ἦν ἀναγκαῖον, μὴ ἐν εἰδήσει μόνῃ τῇ παρὰ Θεῷ τὴν τοῦ δικαίου καταλαμπρύνεσθαι κεφαλήν· εὐκλεεστάτην δὲ μᾶλλον καταπλουτῆσαι τὴν εὔκλειαν, καὶ ἐν ταῖς ἁπάντων γνώσεσι διὰ πείρας αὐτῆς ἐφ᾽ ἄπασι τοῖς ἀρίστοις μεμαρτυρημένην· Ἔδει καὶ διὰ τῶν ἱερῶν βοᾶσθαι Γραμμάτων, ὅτι πλεῖστον ὅσον ἐν αὐτῷ τὸ εὐήνιον, καὶ τῶν θεσπισμάτων πολὺς ἦν ὁ λόγος, μᾶλλον δὲ τὸ ὑπερτεροῦν οὐδέν.

Ἧκε δὲ εἰς τοῦτο γνώμης τε καὶ προθυμίας, ὡς καὶ αὐτῆς ἀλογῆσαι τῆς εἰς τέκνον ἀγάπης, καὶ τὴν τῆς παιδοκτονίας μὴ καταδεῖσαι γραφήν. Καὶ τό γε παραδοξότερον, ἐν αὐτῷ προσεδόκησε πατὴρ ἔσεσθαι πολλῶν ἐθνῶν. Ἀλλ᾽ ᾔδει καὶ ἀψευδοῦντα πρὸς τοῦτο Θεόν. Εἶτα προσεκόμιζεν εἰς θυσίαν τὸ παιδάριον, οὐκ ἐν ἀπογνώσει γεγονὼς τῶν ἐπηγγελμένων, ἀλλὰ ταῖς τοῦ Δεσπότου δυνάμεσιν ἀναθεὶς, τὸ ὄπως ἂν εἰδείη πληροῦν τὸ ὠμοσμένον. Καὶ οὐκ ἀκερδὲς τὸ χρῆμα αὐτῷ, καίτοι διὰ πείρας ἰόντι τῆς οὕτω πικρᾶς.

Ἐδιδάσκετο γὰρ ὡς ἀπό γε τοῦ μέλλοντος συμβαίνειν, τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ λόγου παντὸς πέρα καὶ ἀξιάκουστον θαῦμα, καὶ προσέτι τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Πίστει, φησὶ, προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Πρὸς ὃν ἐλαλήθη· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὄτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεὸς, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.» Ἐπειδὴ γὰρ ἔμελλε κατὰ καιροὺς ὁ Θεὸς καὶ Πατὴρ, ῥίζαν ὥσπερ αὐτὸν καὶ γένεσιν μυρίων ὅσων ἀποφαίνειν ἐθνῶν, τεθνεῶτος ὑπὲρ τοῦ κόσμου τοῦ Ἐμμανουήλ. ταύτῃτοι διὰ πείρας αὐτῆς χρησίμως ὁ δίκαιος ἐδιδάσκετο τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ὑπερφυᾶ καὶ ἄφραστον εἰς ἡμᾶς ἀγάπησιν· ὅς γε «τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο,» καθάπερ ἤδη προείπομεν, «ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν» τῶν ἐν πίστει δεδικαιωμένων, καὶ εἰς τέκνα λελογισμένων τοῦ προπάτορος Ἀβραάμ. Εἰ γάρ τι χρὴ καὶ τῶν ἀνθρωπίνων διατεκμήρασθαι, φαίην ἂν ὄτι φορτικόν τε καὶ δύσοιστον τῷ μακαρίῳ, γέγονεν Ἀβραὰμ τὸ προστάξαι Θεὸν καταθύειν τὸν Ἰσαάκ.

Πῶς γὰρ οἴει διακεῖσθαι τότε τὸν τοῦτο δρᾷν ἐπιτεταγμένον; Ἀνὴρ εἰς γῆρας ἐληλακὼς βαθὺ, ἕνα καὶ ὀψιγενῆ πλουτήσας υἱὸν, παρῃρημένος τῷ χρόνῳ τὸ καὶ ἑτέρων δύνασθαι γενέσθαι πατὴρ, ἀφηλ[ι]κεστέραν δὲ καὶ αὐτὴν ἔχων τὴν συνῳκισμένην (ἦν γὰρ καὶ αὐτὴ πρεσβύτις ἡ Σάῤῥα), τὸν οὕτω τριπόθητον ἀποσφάττειν υἱὸν ἀμελ[λ]ητὶ προσετάττετο, τὸν μονογενῆ καὶ πολύευκτον. Ποίᾳ γὰρ δύνασθαι χειρὶ προσεδόκησεν ὁ πρεσβύτης, κατωθῆσαι μὲν τοῦ μειρακίου τὸ ξίφος, τὴν δὲ οὕτως ἐλεεινὴν κατὰ τοῦ ἰδίου γεννήματος τολμῆσαι σφαγήν; Ἆρ᾽ οὖν οὐκ ἐννοεῖν ἀκόλουθον, ὅτι πικρὸς καὶ δριμὺς ἐννοιῶν ὄχλος τὴν τοῦ δικαίου ψυχὴν ἀφορήτως κατεληΐζετο; Καὶ ποτὲ μὲν ἡ φύσις εἰς φιλοστοργίαν κατεβιάζετο· ποτὲ δὲ τὸ θεῖον ἐδυσώπει χρησμῴδημα, καὶ τάχα που πρὸς ἀβούλητον εὐπείθειαν ὡς ἐξ ἀνάγκης ἐκάλει. Μέγα δὴ οὖν ἀληθῶς τὸ τοῦ δικαίου θαῦμα, καὶ παντὸς ἐπαίνου λοιπὸν τὸ θεοφιλές. Προσεκόμιζε γὰρ τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῇ εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπῃ. Τοιγάρτοι καὶ δεδόξασται, καὶ φίλος ἐκλήθη Θεοῦ. Καὶ εἰς πέρας αὐτῷ τὸ προσδοκηθὲν, τὰ τῆς ἐλπίδος ἐκβέβηκε. Γέγονε γὰρ πολλῶν καὶ ἀναριθμήτων ἐθνῶν πατὴρ ἐν Χριστῷ. Δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Περὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. αʹ. Τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐν εὐδοκίᾳ Πατρὸς ἐκπεπλουτηκόσιν, ὁ σοφὸς ἐπιστέλλει Παῦλος· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Κλήτορες γὰρ ὥσπερ καὶ νυμφαγωγοὶ γεγόνασιν οἱ μακάριοι μαθηταὶ, τοὺς ἔτι μακρὰν ποιοῦντες ἐγγὺς, καὶ μονονουχὶ κολλῶντες Χριστῷ, καὶ τῇ τοῦ πνεύματος ἑνώσει συνδέοντες. Καὶ παραστήσει μὲν ἑαυτῷ τὴν Ἐκκλησίαν Χριστός· διανιστάντος αὐτὴν, μονονουχὶ δὲ καὶ προσάγοντος, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τῷ ἰδίῳ κατεγγυῶντος Υἱῷ, πλὴν ὅτι μεσιτευόντων ἁγίων οὐκ ἂν ἐνδοιάσειέ τις. Ὁ μὲν γὰρ θεσπέσιος Δαβὶδ προαναφωνῶν ἡμῖν τὸ μυστήριον, πρὸς αὐτήν πού φησιν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου· ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.» Διωμολόγηκε δὲ καὶ ὁ Παῦλος, καθάπερ ἔφην ἀρτίως, οἷά τινα νύμφην παρασταθῆναι Χριστῷ τοὺς πεπιστευκότας. Ἀλλὰ τὸ οὕτω σεπτὸν καὶ ἀξιάκουστον ἀληθῶς μυστήριον κατίδοι τις ἂν οὐδὲν ἧττον ἡμῶν καὶ τῷδε δὴ πάλιν. Γέγραπται γὰρ, ὅτι καὶ «Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ Κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα.

Καὶ εἶπεν Ἀβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾽ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς. Ἀλλ᾽ εἰς τὴν γῆν, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου. Καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.» Ταῦτα τοιγαροῦν προστεταχότος τοῦ Ἀβραὰμ, διώμνυτο μὲν ὁ οἰκέτης παραχρῆμα, τῷ μηρῷ δεσπότου τὴν χεῖρα ἐπιτιθείς.

Δι᾽ οὗ παρέσται νοεῖν τὸ μονονουχὶ κατὰ πάσης τῆς ἐσομένης ἐξ αὐτοῦ γονῆς πεποιῆσθαι τὴν ὁρκωμοσίαν. Ἐπαναθέμενος δὲ καμήλοις δέκα πολλὰ τῶν Ἀβραὰμ ἀγαθῶν, ἀφικνεῖται δρομαῖος εἰς τὴν μέσην τῶν ποταμῶν. Καὶ καταίρει μὲν εἰς πόλιν Ναχώρ· ὀκλάζει δὲ τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος, τὸ προσοψὲ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Ἀφικόμενος δὴ οὖν ἐκεῖσε, Θεὸν ἐλιπάρει λοιπὸν ἀνευρῦναι τὴν ὁδὸν, καὶ καταδεῖξαι παρθένον εὐδρανῆ καὶ φιλόξενον, καὶ ὄκνου τοῦ βλέποντος εἰς ἀγάπην κρείττονα. «Ἔσται γὰρ, φησὶν, ἡ παρθένος, ᾗ ἐὰν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ.» Ἀλλ᾽ ἧκεν οὐκ εἰς μακρὰν ἡ καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη παρθένος, φημὶ δὴ, Ῥεβέκκα. Ἐξαιτοῦντι δὲ πιεῖν, προσῆγεν ἑτοίμως.

Ἐπηγγέλλετο δὲ καὶ αὐτὰς ποτιεῖν τὰς καμήλους, καὶ εἰς ἔργον ἤγετο τὰ ἐπηγγελμένα. Συμβάλλει δὴ οὖν ὁ οἰκέτης ἐντεῦθεν, ὡς αὕτη λοιπὸν εἴη, καὶ οὐχ ἑτέρα. Τοιγάρτοι ψέλλιά τε καὶ ἐνώτια λαβὼν, προσεκόμιζε τῇ νεάνιδι. Ἡ δὲ οἴκοι παρελθεῖν, ἕπεσθαί τε αὐτῇ παραχρῆμα προσέταττεν. Οὗ γεγονότος, ξενίζεται μὲν αὐτοῦ, λαμπρὰν δὲ διήγησιν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον ποιεῖται. Προσετίθει δὲ, ὅτι ἕνα καὶ ἀγαπητὸν ἔχων υἱὸν τὸν Ἰσαὰκ, πάντα δέδωκεν αὐτῷ, καὶ δεσπόζει τῶν ὅλων ὁ νεανίας. Ἐπειδὴ δὲ ἀποτρέχειν ἤθελεν ὁμοῦ τῇ νεάνιδι λοιπὸν ὁ νυμφαγωγὸς, διερωτῶσι Ῥεβέκκαν εἰ συμβαδιεῖται τῷ κεκληκότι, καὶ ἀσπαστὴν ποιήσεται τὴν ἀποδρομήν.

Ἡ δὲ κατανεύει προθύμως. Ἀφιγμένην δὲ οὕτως, εἰσοικίζεται μὲν ἐθελοντὴς ἤδη ὁ Ἰσαάκ· παρεκλήθη δὲ οὕτως σφόδρα, καίτοι τεθνεώσης αὐτῷ τῆς μητρός. Μακρὸς μὲν οὖν καὶ πολὺς τῆς ἱστορίας ὁ λόγος. Πλὴν ἐπιτεμόντες ὡς ἔνι ταύτην, διαρκῶς εἰρήκαμεν.

Ἡκέτω δὲ οὖν τῆς θεωρίας ἡ δύναμις ἐπὶ τὸ λίαν εὐτεχνὲς, καὶ τὸν τοῦ μυστηρίου τύπον ἀναδεικνύτω πάλιν. ὡς ἐν ἀμυδραῖς μὲν ἔτι σκιαῖς, πλὴν ὠδίνοντα τὴν ἀλήθειαν. βʹ. Οὐκ ἠξίωσεν Ἀβραὰμ ἐκ τῶν θυγατέρων Χαναὰν ἁρμόσαι γυναῖκα τῷ ἠγαπημένῳ, φημὶ δὴ, τῷ Ἰσαάκ· ἀλλ᾽ εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν τὸν γνήσιον ἀποτρέχειν ἐκέλευεν οἰκέτην, φροντιοῦντα γυναικὸς τῆς ὅτι μάλιστα πρεπωδεστάτης αὐτῷ. Οὐ γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῶν Ἰουδαίων Συναγωγὴν συνάψαι Χριστῷ, ὃς ἐν Ἰσαὰκ σημαίνεται.

Ὀψιγενὴς γὰρ ὁ Ἰσαὰκ καὶ ἀγαπητός. Πέφηνε δὲ καὶ ἐν ἐσχάτοις καιροῖς ὁ Χριστὸς, καὶ ἔστιν ἠγαπημένος, τέρψις τε καὶ ἀγαλλίασμα· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσαάκ. Ὅτι δὲ Χαναναῖοι τύπος ἂν νοοῖντο τῶν ἐξ Ἰσραὴλ, σαφὲς ἂν γένοιτο, καὶ μάλα ῥᾳδίως, ὡς ἀπό γε τῆς τοῦ ὀνόματος ἑρμηνείας.

Χαναναῖοι γὰρ, ἕτοιμοι πρὸς ταπείνωσιν. Τίσι δ᾽ ἂν πρέποι τὸ μέλλειν ἐλθεῖν εἰς ταπείνωσιν, μᾶλλον δὲ ἤδη καὶ ἥκειν, πλὴν ὅτι τοῖς Ἰουδαίοις; Τεταπείνωνται γὰρ, τῆς ἐν Χριστῷ δόξης ὠλισθηκότες, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατεῤῥιμμένοι.

Οὐκοῦν οὐκ ἐκ Χαναὰν, ἀλλ᾽ ἐκ μέσης τῶν ποταμῶν Ἰσαὰκ ἡ νύμφη. Ὡς γὰρ ἔφην, οὐκ ἐξ Ἰουδαίων, ἀλλ᾽ ἐξ ἐθνῶν ἡ συνηρμοσμένη τῷ Σωτῆρι Χριστῷ πνευματικῶς Ἐκκλησία. Πλὴν, διὰ βουλῆς τοῦ Πατρὸς, μεσολαβούντων οἰκετῶν τῶν ὅτι μάλιστα πιστῶν καὶ γνησίων, ἵνα νοῶμεν τοὺς μαθητὰς, οἳ καὶ ταμίαι γεγόνασι καὶ οἰκονόμοι τῶν Χριστοῦ τοῦ Θεοῦ μυστηρίων· μονονουχὶ δὲ καὶ ἐν χερσὶν ἔχοντες πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Οὗτοι καταλελοιπότες τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ ὁ τοῦ Ἀβραὰμ οἰκέτης τὴν Χαναναίαν, εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν κατέβαινον, ἀναθέμενοι τρόπον τινὰ τὰ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθὰ, καὶ πλήρη μὲν ἔχοντες τὸν νοῦν σοφίας τῆς ἄνωθεν, ἐπίμεστοι δὲ χαρισμάτων τῶν διὰ τοῦ Πνεύματος. Ἐπιτήρει δὲ ὅτι καὶ ἀνώνυμος ὁ οἰκέτης τοῦ Ἀβραὰμ, ἵνα κατὰ παντὸς φέρηται μαθητοῦ πιστοῦ τε καὶ δεδοκιμασμένου, τῆς διακονίας ὁ τύπος. Καὶ κατέλυσε μὲν ἐκεῖνος πρὸς τῷ φρέατι τοῦ ὕδατος πρὸς ἑσπέραν, παρεκάλει δὲ δι᾽ εὐχῆς Θεὸν γενέσθαι συλλήπτορα, καὶ ἐφ᾽ ὕδατος τὴν παρθένον ἤθελε δοκιμάζειν. Ἐπεφοίτησαν δὲ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν ἐθνῶν χώραις τὸ πρὸς ἑσπέραν, τουτέστιν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ παρ᾽ ὕδασι τὴν νοητὴν ἐδοκίμαζον παρθένον.

Ἐπιτηδειοτάτη γὰρ λίαν ἡ Ἐκκλησία, καὶ εὐρώστως ἔχουσα πρός γε τὸ δύνασθαι, φημὶ, τὸν ζωοποιὸν ἀρύσασθαι λόγον, ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, κατὰ τὸ γεγραμμένον.

Ἔχει δὲ καὶ οὐκ ἀνικάνως, τό γε ἧκον εἰς νοῦ καὶ φρενὸς ἐπιτηδειότητα πρὸς, τὸ καὶ ἑτέροις δύνασθαι χορηγεῖν τὰ τελοῦντα πρὸς ζωήν. Ἐπότιζε γὰρ ἡ Ῥεβέκκα αὐτόν τε τὸν οἰκέτην καὶ τὰς καμήλους. Καὶ ὁ μὲν οἰκέτης, τύπος ἂν νοοῖτο νυνὶ τῶν ἐξ Ἰσραήλ. Ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδαγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲν ἔτι τὸ Χριστοῦ μυστήριον, πλὴν οὐκ ἀμυσταγώγητοι παντελῶς. Κτηνῶν δὲ ἀλόγων οὐδὲν διαφέροντες οἱ ἐξ ἐθνῶν, οἲ καὶ ταῖς καμήλοις παρεικάζο[ι]ντο ἂν εἰκότως. Ἀνίερον γὰρ κατὰ νόμους τὸ ζῶον. Τοιοίδε πάντως οἱ μήπω Θεὸν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς. Ἱκανωτάτη δὴ οὖν κατάρδειν ἡ Ἐκκλησία τοῖς ἱεροῖς τε καὶ θείοις νάμασι, τούς τε ἐξ Ἰουδαίων ἥκοντας ἐπὶ τὸ δεῖν ἑλέσθαι τὴν εἰς Χριστὸν ἀγάπην· καὶ τοὺς ἐξ ἐθνῶν κεκλημένους. Ἐπειδὴ δὲ τοιαύτην οὖσαν οἱ μαθηταὶ τεθέανται τὴν παρθένον, ψελλίοις τε αὐτὴν κατηγλάϊζον εὐθέως, καὶ μέντοι τὸν ἐν ὠσὶ προσέθεσαν κόσμον· τουτέστι, λαμπρὰν ἀπετέλουν καὶ ἐκπρεπεστάτην τοῖς εἰς εὐηκοΐαν αὐχήμασι. Κεκοσμημένη γὰρ ἀκοὴ, παραδηλώσειεν ἂν τὸ εὐήκοον. Περιφανῆ δὲ ὥσπερ ὁρᾶσθαι παρεσκεύαζον καὶ τοῖς ἐξ ἔργων, ἤτοι χειρῶν κατορθώμασιν Οἶμαι γὰρ τουτὶ, τὸ καὶ αὐταῖς ἐνιέναι χερσὶ τὰ ψέλλια. Καὶ ὁ μὲν οἰκέτης ὁ τοῦ Ἀβραὰμ ἀφηγεῖτο τοῖς ἐν Χαρὰν, τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον, καὶ ὅτι μόνον ἕνα καὶ ἠγαπημένον ἔχει τὸν κληρονόμον.

Μεμυσταγωγήκασι δὲ τὰ ἔθνη καὶ οἱ θεσπέσιοι μαθηταὶ, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακηρύττοντες πλοῦτον, τὴν ἐλπίδα, τὴν ζωὴν, τὸν ἁγιασμόν· εἷς δὲ ὅτι καὶ μόνος Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Χριστὸς, ὃς καὶ τῶν ὅλων τέθειται κληρονόμος, ἀπήγγελλον ἐναργῶς. Καὶ ἠρωτᾶτο μὲν ἡ παρθένος, εἰ συμβαδιεῖται τῷ οἰκέτῃ προθύμως· ἡ δὲ κατένευεν εὐθύς. Ἑτοιμοτάτη γὰρ λίαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μονονουχὶ δὲ καὶ θερμὴ πρὸς ἀγάπην τὴν ἐπὶ Χριστῷ. Καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Δαβὶδ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης· «Τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Ἐπεὶ δὲ συνήφθη λοιπὸν ὁ Ἰσαὰκ τῇ Ῥεβέκκᾳ, «Παρεκλήθη, φησὶ, περὶ τῆς μητρὸς αὐτοῦ.» Πάρεστι δὴ οὖν καὶ διὰ τοῦδε νοεῖν, ὅτι λελύπηται μὲν ὁ Χριστὸς μονονουχὶ τεθνεώσης διὰ τῆς ἀπιστίας τῆς Ἰουδαίων Συναγωγῆς, ἐξ ἧς καὶ αὐτὸς κατὰ σάρκα γεγένηται· ἐπειδὴ δὲ γέγονε νυμφίος τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, κατέληξε τρόπον τινὰ τῆς ἐπ᾽ ἐκείνῃ λοιπὸν κατηφείας. Εἴρηται γάρ που διὰ φωνῆς προφητῶν πρὸς τὴν Ἐκκλησίαν· «Καὶ ἔσται, ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.» Δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὅτι εἰς τύπον τέθεινται τῶν δύο λαῶν, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ. αʹ. «Αὗται δὲ αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραὰμ, Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν, θυγατέρα Βαθουὴλ τοῦ Σύρου, ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα. Ἐδεῖτο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεὸς, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ. Ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ. Εἶπε δέ· Εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; Ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.

Καὶ εἶπε Κύριος αὐτῇ· Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσι, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται. Καὶ λαὸς λαοῦ ὑπερέξει. Καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. Ἐξῆλθε δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυῤῥάκης ὅλος ὡσεὶ δορὰ δασύς. Ἐπεκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ. Καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα. Ηὐξήθησαν δὲ οἱ νεανίσκοι.

Καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος. Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. Ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ. Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ. Ἥψησε δὲ Ἰακὼβ ἕψημα. Ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω ἐγώ.

Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. Εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· Ἀπόδου σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. Καὶ εἶπεν Ἡσαῦ· Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Ὄμοσόν μοι σήμερον· καὶ ὤμοσεν αὐτῷ. Ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.

Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο. Καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια αὐτοῦ.» Πατέρα μὲν ἔσεσθαι πολλῶν ἐθνῶν τὸν θεσπέσιον Ἀβραὰμ ψευδοεπεῖν οὐκ εἰδὼς ἐπηγγέλλετο Θεὸς, καὶ ἀριθμοῦ κρείττονα τὴν ἐξ αὐτοῦ φανεῖσθαι πληθὺν ἄνω τε καὶ κάτω διισχυρίζετο. «Ὡσεὶ ἄμμος γὰρ ἔσται, φησὶν, ἡ ἀναρίθμητος, καὶ ὡσεὶ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.» Ἀλλὰ τῆς οὕτω περιφανοῦς εὐκλείας τὸ πέρας ἐκβέβηκεν, οὐκ ἔν γε δὴ μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐθνῶν ἀγέλαις. Εἰσκέκληνται γὰρ διὰ πίστεως, καὶ εἶεν ἂν οἱ τοιοίδε μᾶλλον ἐν Ἰσαὰκ, τουτέστιν, ἐξ ἐπαγγελίας· καὶ μαρτυρήσει γράφων ὁ σοφώτατος Παῦλος· «Προϊδοῦσα δὴ ἡ Γραφὴ ὅτι ἐκ πίστεως τὰ ἔθνη δικαιοῖ ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί. Γέγραπται γὰρ, ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεοῦ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.» Ἄραρεν οὗν ὅτι τὰ ἐπηγγελμένα διεπεραίνετο· καὶ οὐχὶ δὴ πάντως διὰ τῶν ἐν νόμῳ παιδαγωγουμένων, ἀλλὰ τῶν ἐν πίστει δεδικαιωμένων.

Παρεισέδυ δὲ οἰκονομικῶς ἡ διὰ Μωσέως ἐντολὴ, οὐκ ἠμελημένης τῆς ἐπαγγελίας, ἀλλ᾽ ἵνα παιδαγωγῇ καὶ ἀνακομίζῃ κατὰ βραχὺ πρὸς τὴν διὰ πίστεως κλῆσιν· καὶ τῶν ἤδη προεισβεβηκότων ἐλέγχουσα τὴν ἀσθένειαν, χρειωδεστάτην ἅπασι καὶ ἀναγκαίαν ἤδη πως ἀποδείξῃ λοιπὸν τὴν διὰ πίστεως χάριν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν· Ἔφη δὲ οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος· «Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου διαθήκην κεκυρωμένην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ.

Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός. Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω διαθήκην κεκυρωμένην ὑπὸ Θεοῦ. Ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος, οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας, τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Προσεπάγει δὲ τούτοις καὶ τὴν αἰτίαν εὐθὺς τῆς τοῦ νόμου προεισβολῆς, οὕτω λέγων· «Τί οὖν ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. Ὁ δὲ Θεὸς εἷς ἐστιν· ὁ οὖν νόμος κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωογονῆσαι, ὄντως ἐκ νόμου ἂν ἡ δικαιοσύνη ἦν. Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι· πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.

Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Οὐκοῦν ἥκιστα μὲν ἐνδοιάσειέ τις ἂν, ὡς ἔλεγχος ἧν ὁ νόμος τῆς τῶν παιδαγωγουμένων ἀσθενείας, παραδεικτικὸς δὲ μᾶλλον πταισμάτων καὶ ἁμαρτίας. «Οὗ γὰρ, φησὶν, οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.» Καὶ πάλιν· «Τὴν δὲ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου. Καὶ ἐλθούσης τῆς ἐντολῆς, φησὶν, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.» Καὶ πάλιν· «Ἄχρι τοῦ νόμου ἦν ἁμαρτία ἐν κόσμῳ· ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου.

Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται.» Πεπαιδαγώγηκε τοίνυν ὁ νόμος ἐπὶ Χριστὸν, ἐλέγχων τοὺς παραβαίνοντας, καὶ αὐτῇ πείρᾳ διδάσκων τοὺς ἐπὶ τῆς γῆς, ὡς ἔστιν ἀμήχανον τὴν ἐκ νόμου διαδρᾶναι γραφὴν τὸ εἰς ἁμαρτίαν εὔκολον ἠῤῥωστηκότα τὸν ἄνθρωπον δεῖ δὲ πάντως αὐτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τοῦ δικαιοῦντος ἐν πίστει καὶ οἰκτιρμοῖς.

βʹ. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας ὁ λόγος ἀναγκαιοτάτην ἀπέφηνε τῆς διὰ Μωσέως ἐντολῆς τὴν οἱονεὶ προανάδειξιν τῆς κατόπιν εὐθὺς καὶ ἐν Χριστῷ δραμούσης χάριτος, παρακομιζούσης εἰς μέσον τὸ ἐξ ἐπαγγελίας Θεοῦ προαναφωνούμενον σπέρμα, τουτέστι, τοὺς ἐν Χριστῷ διὰ πίστεως. Γέγονε γὰρ οὕτω πατὴρ ἀναριθμήτων ὁ θεσπέσιος Ἀβραάμ. Ἄθρει δὴ οὖν, ἄθρει τῆς οἰκονομίας τὸ σχῆμα, διαπεπλασμένον ἀστείως ὡς ἐν τύπῳ πάλιν τῆ τῶν ἀδελφῶν ξυνωρίδι τῇ ἐξ Ἰσαὰκ, Ἡσαῦ τε, φημὶ, καὶ μέντοι καὶ Ἰακώβ. Οὐκοῦν εἴρητο παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, «ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Διερμηνεύων δὲ τὸ χρησμῴδημα, νομομαθὴς ὢν ὁ Παῦλος, «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, φησὶ, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός.» Οὐκοῦν ἐν Χριστῷ τὰ ἐπηγγελμένα διεπεραίνετο, καὶ εἰς εἰκόνα καὶ τύπον αὐτοῦ τέθειταί πως ὁ Ἰσαάκ. Διερμηνεύεται δὲ ἡ τοιάδε κλῆσις, χαρὰ καὶ ἀγαλλίαμα. Ἀγαλλίαμα δὲ τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι᾽ αὐτοῦ σωτηρίαν· «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Διενηξάμεθα γὰρ ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις· καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ὄφεις, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν οἱ πεπιστευκότες.

Ὅτι δὲ ἀγαλλίαμα ὁ Χριστὸς παρὰ ταῖς θείαις Γραφαῖς ὠνόμασται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. Ἔχει γὰρ ὧδε· «Καὶ ἀνατελεῖ Κύριος δικαιοσύνη καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν πάντων.» Γέγονε γὰρ ὁ Ἐμμανουὴλ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς δικαιοσύνη καὶ ἀγαλλίαμα.

Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς δυσφημίαν ἀπεκρουσάμεθα. Μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ πλουτήσαντες ἀγαθῶν; Τοιγάρτοι δοξολογεῖν δεδιδάγμεθα, λέγοντες· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Καὶ τίς δὴ οὗτός ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ ἱερώτατος Παῦλος· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Καὶ πάλιν· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ἀγαλλίαμα τοίνυν ὁ Ἰσαὰκ ὡς ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος.

Τούτῳ γέγονε Ῥεβέκκα γυνή. Διερμηνεύοιτο δὲ ἃν καὶ αὕτη, πλείστη τε καὶ ὅση ὑπομονή Ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὸ τῆς Ἐκκλησίας παραληψόμεθα νοοῦντες ὀρθῶς, ἧς τὸ εὐδόκιμον ἐν ὑπομονῇ. Καὶ γοῦν τοῖς ταύτης τέκνοις, τῆς ὡς. ἐν πίστει, φημὶ, καὶ πνεύματι σωτηρίας, ὁδὸς πέφηνεν ἡ ὑπομονή. Ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι, ποτὲ μὲν, ὅτι «Ἐντῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν·» ποτὲ δὲ αὖ· «Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.» Ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ μὲν καὶ μόλις ὠδίνουσαν (στεῖρα γὰρ ἦν), ἀποτεκοῦσαν δ᾽ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ ἀγαπήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ τὸν πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. Δι᾽ ὧν εὗ μάλα πάλιν ἡμῖν ἐξεικονισθεῖεν ἂν οἱ δύο λαοὶ, ὅ τε Ἰσραὴλ, καὶ μέντοι καὶ ἐξ ἐθνῶν. Καὶ ὁ πρωτότοκος μὲν ὁ Ἰσραὴλ, (προεισκέκληται γὰρ διὰ νόμου)· δεύτερος δὲ καὶ μετ᾽ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ. Ἴδοι δ᾽ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν, οἶμαί που, τῶν ὀνομάτων ἃ ἦν ἐν ἀμφοῖν, καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας, ἤτοι κατασκευῆς. Ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς, τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής.

Εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ τοῦ Θεοῦ» Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Πτερνιστὴς δὲ ὁ Ἰακὼβ, τουτέστι, τεχνίτης, ἤτοι νικᾷν εἰδώς. Πτερνιεῖ γάρ τις ὂν ἂν ἡττήσῃ. Νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ᾽ ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα, καὶ αὐτὸ καταμβλύνων τοῦ θανάτου τὸ κράτος.

Καὶ ὁ μὲν Ἡσαῦ «πυῤῥάκης ἦν ὅλος·» γέγραπται γὰρ ὡδὶ, «Καὶ ὡσεὶ δορὰ δασύς·» ἀνὴρ δὲ λεῖος ὁ Ἰακώβ. Αἴνιγμα δὴ οὖν ἡ πυῤῥότης, θυμοῦ καὶ ὀργῆς· εἴπερ ἐστὶν ἀληθῶς ὡς ἐρυθρὸν ἀεί πως τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. Θηριοπρεπὲς δὲ ὅτι τὸ λασιότριχον καὶ δασὺ, πῶς ἂν ἐνδοιάσειέ τις; Κατίδοι δ᾽ ἂν, οἶμαι, πᾶς τις ἐν τοῖς τοιούτοις ὄντα τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν ἢ λογισμῷ τῷ καθήκοντι διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. Τοιγάρτοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας, δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. Ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς ἰδέας μήνυσις ἐναργής. Ἤπιος δὲ σφόδρα, καὶ πολὺ δὴ λίαν βλέπων ἐπὶ τὸ ἥμερον, ὁ νέος τε καὶ ἐν πίστει λαός. Ἡ γὰρ τοῦ στόματος ἀστειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τε καὶ ἔσωθεν κάλλους. Καθάπερ ἀμέλει καὶ ἐν Ἡσαῦ, ἀγριότητος εἶναι σημεῖον δεδώκαμεν τὸ δασύ τε καὶ ἐρυθρόν.

Πλὴν ἀμφοῖν μήτηρ ἦν μία, τουτέστιν, ἡ Ῥεβέκκα. Παρέστησε δὲ ἑαυτῷ τὴν Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. Ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι κατὰ τὸ γεγραμμένον. Ἀλλ᾽ ἦν ἐξήνιος ὁ Ἰσραὴλ καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ, κατὰ χρόνον ὢν πρωτότοκος. Δηλοῖ γὰρ, οἶμαί πού τι καὶ τὸ ἐν αὐτῇ τῇ νηδύϊ ἀνασκιρτᾷν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. Ὅτι δὲ ἀμείνων ὁ νέος ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμανεν εὐθὺς ὁ πάντα εἰδὼς, οὕτω λέγων· «Καὶ ὁ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» Προεκηρύττετο μὲν γὰρ τὸ ἐπ᾽ ἀμφοῖν μυστήριον καὶ διὰ φωνῆς ἁγίων· καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προεπηγγέλλετο· Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος, προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ, εἵπετο δὲ ὁ Ἰακὼβ, ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδεικνύς.

γʹ. Καὶ ταυτὶ μὲν εἰρήσθω, πρὸς τὸ παρὸν τοῦ λόγου τὰς ἀφορμὰς ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου λαμβάνοντος. Καὶ δι᾽ ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ᾽ ἀμφοῖν. Μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώμης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος. Ἰσήλικες μὲν γὰρ ἀλλήλοιν οἱ νεανίαι, πλὴν οὐκ ἰσογνώμονες, οὐδὲ ἐν βουλαῖς ἀπαραλλάκτοις. Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς καὶ θήραις ἠγάπα διατριβάς· ὁ δὲ ἦν ἀστικὸς, εὐπρόσιτος δηλονότι καὶ κοινωνικὸς, καὶ ἀνὴρ ἄπλαστος οἰκῶν οἰκίαν. Καὶ ὁ μὲν ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικὰς, καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν ἰδίων γερῶν κατόπιν ὥσπερ ἱεὶς, καὶ τὰ ψυχρά τε καὶ εὔωνα τῶν ἀναγκαίων ἀντωνούμενος.

Ὁ δὲ τῶν ἀρίστων ἄπληστος ἐραστὴς, καὶ τὰ δι᾽ ὧν ἂν γένοιτο λαμπρὸς πανταχόθεν ἀναζητῶν. Ἐξεπρίατο γὰρ τὰ, πρωτοτόκια παραῤῥιπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ, καὶ τὸν τῆς γαστρὸς κόρον τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. Ταύτῃτοι λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. τουτέστι, γήϊνος, Γηΐνου γὰρ ἀληθῶς καὶ χθαμαλωτάτου φρονήματος ἔλεγχος ἐναργὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γνώσεως πρεσβεῖα παρ᾽ οὐδὲν ποιεῖσθαι παντελῶς, ἀνθελέσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, καὶ τὸ παραυτίκα τερπνὸν ψήφῳ στεφανοῦν τῇ κρείττονι, καὶ εἰ πολλὴν ἔχοι τὴν ζημίαν. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τε καὶ βέβηλον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀπεκάλει. Τύπον ὥσπερ τινὰ τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ, καὶ γοῦν τὸ ἀχάλινον εἰς ἐπιθυμίας, σαρκικὰς δηλονότι καὶ γεωδεστέρας, ἐπίκλημα καὶ γραφὴν ἐποιεῖτο, λέγων· «Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.» Οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκότον, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθερον, τὰ εἰκότα λέγωμεν.

Ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικός τε καὶ γεωδεστέραν ἔχων τὴν φρένα, γαῦρός τε καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἀνεπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικόν τε καὶ θηριοκτόνον Ἡσαῦ. Καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐνεκάλει λόγος, ὅτι «Παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας.» Αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, ὅτι «Δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς.» Πεπόμφασι γὰρ τῶν Φαρισαίων τινὰς μετὰ τῶν καλουμένων Ἡρωδιανῶν (δασμολόγοι δὲ οὗτοι), πειράζοντες καὶ λέγοντες· «Εἰ ἔξεστι φόρους δοῦναι Καίσαρι, ἢ οὔ;» Θηρευτὴς οὖν ἄρα καὶ ὁ Ἰσραήλ.

Ὁ δέ τε νέος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστικὸς καὶ φιλέστιος, πρᾶος καὶ καθεστηκὼς, ἀπλοῦς καὶ ἀκάκουργος, «οἰκῶν οἰκίαν,» κατὰ τὸ γεγραμμένον. Ἀληθὲς γὰρ εἰπεῖν, ὅτι τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς, πόλιν ὥσπερ τινὰ λαμπρὰν καὶ εὐνομουμένην ἀπεγράψατο τὴν Ἐκκλησίαν, καὶ οἶκον ἐρηρεισμένον, καὶ τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐποιήσατο. Καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας ἁπάσης ἀπηλλαγμένος. Ἀπηχθημένον δὲ σφόδρα ποιοῦνται, τὸ ὡς ἐν γνώμῃ τε καὶ τρόποις πεπλᾶσθαι δοκεῖν. Καὶ περὶ αὐτῶν οἶμαί που τὸν θεσπέσιον φάναι Δαβίδ· «Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» Μονότροπος γὰρ ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζεται. Καίτοι τῷ Ἰσραὴλ ἐπιφωνοῦντός τινος τῶν ἁγίων προφητῶν, ὅτι «Ταῖς πολυοδίαις σου ἐκοπίασας.» Οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν καὶ ζωήν.

Αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέφανον ἀναπλέκοντες ἁλοῖεν ἂν, καὶ μὴν καὶ εὐημερίας καταλογιζόμενοι τρόπον. Ταύτῃτοί φασι, ποτὲ μὲν, ὅτι «Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσώμεθα·» ποτὲ δὲ αὖ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω.» Καὶ τί τὸ αἴτημα; ποία δὲ καὶ ἡ μία χάρις; «Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, φησὶ, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.» Ἀκούεις ὅπως ἐν τάξει χάριτος λαμπρᾶς καὶ ἐξῃρημένης καταλογεῖσθαί φησι τὸ κατοικεῖν ἐν οἴκῳ Θεοῦ, καὶ ἐν αὐλαῖς ταῖς θείαις ποιεῖσθαι τὰς διατριβάς; Ἡ δέ γε οἴκησις οὐ σωματικὴ, νοοῖτο δ᾽ ἂν μᾶλλον ὡς ἐν ἑδραιότητι γνώμης καὶ ἐναρέτου ζωῆς. Ἀλλ᾽, «Ἠγάπα, φησὶν, ὁ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ.» Ἠξίωτο γὰρ ἀγάπης τῆς ἄνωθεν ὁ πρωτότοκος Ἰσραὴλ, ὅτι τῆς ἐν νόμῳ πολιτείας τὴν κατόρθωσιν, καὶ τοὺς ἐπὶ τῷδε πόνους, τροφὴν ὥσπερ τινὰ προσεκόμιζε τῷ Θεῷ. Γεγόνασι γὰρ ἅγιοι καὶ ἐν Ἰσραὴλ, φιλόθεοί τε καὶ νομοφύλακες. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας ἐταλάνιζε μὲν ὡς πεπορνευμένην τὴν Ἱερουσαλήμ. Ἔφη δὲ ὅτι δικαιοσύνη κατὰ καιροὺς ἐκοιμήθη ἐν αὐτῇ, τουτέστιν, ἀνεπαύσατο, καὶ κατέλυσε, διά τοι τὸ ἐν αὐτῇ γενέσθαι πολλοὺς τῆς ἐν νόμῳ πολιτείας ἀνειλημμένους τὰ αὐχήματα.

Ἦν οὖν ἐν δόξῃ τῇ παρὰ Θεῷ πρωτότοκος ὢν ὁ Ἰσραὴλ, πλὴν οὐ μέχρι παντὸς διεσώσατο τὴν τοῖς ἑαυτοῦ πρεσβείοις ἀπονεμηθεῖσαν τιμήν. Παρακεχώρηκε δὲ ὥσπερ τῷ νέῳ καὶ κατόπιν ἰόντι λαῷ, τουτέστι, τοῖς ἐξ ἐθνῶν, τὰ πρωτοτόκια, πολὺ λίαν ἀπονενευκὼς εἰς τὰ σαρκός τε καὶ κόσμου. Καὶ γοῦν ὡς, ἐν ταῖς εὐαγγελικαῖς ἀνεγνώσθη παραβολαῖς, «Ἐποίει μὲν γάμους ὁ βασιλεὺς τῷ υἱῷ αὐτοῦ.» Εἶτα παρῆσαν οἱ δειπνοκλήτορες, τοῖς δαιτυμόσιν ἀπαγγέλλοντες τὰ παρὰ Θεοῦ, τουτέστιν, «Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν,» φησίν. Ἀλλ᾽ ἧν ἑκάστῳ παραίτησις τὸ δοκοῦν. Ὁ μὲν γὰρ ἔφασκε· «Γυναῖκα ἔγημα, ἔχε με παρῃτημένον. Ὁ δὲ, Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Ὁρᾷς οὖν ὅπως μεμίμηνται τὸν Ἡσαῦ, τὴν τῶν προσκαίρων καὶ σαρκικῶν ἀπόλαυσιν τῆς παρὰ Θεῷ δόξης προτετιμηκότες, μονονουχὶ δὲ καὶ ἑτέροις τὰ πρωτοτόκια προθέντες ἑλεῖν. Ἀντεισκέκληνται γὰρ εὐθὺς οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ τὴν τῷ Ἰσραὴλ ὀφειλομένην ἀποκεκερδήκασι δόξαν, καὶ μέντοι καὶ εὐλογίαν, διὰ τὸ ἕτοιμον εἰς ὑπακοὴν, καὶ τὸ λίαν εὐσταλὲς καὶ διεγηγερμένον εἴς γε τὸ χρῆναι πληροῦν τὰ ἁνδάνοντα τῷ Θεῷ.

Γένοιτο δ᾽ ἂν ἡμῖν καὶ τούτου μάρτυς, ὁ θεσπέσιος Δαβὶδ, οὔτω λέγων περὶ αὐτῶν· «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Ἑτοιμότερος γὰρ ἀεί πως εἰς εὐπείθειαν ὁ ἐν πίστει λαὸς, καίτοι τῶν ἐξ Ἰσραὴλ τὴν ἐν νόμῳ παίδευσιν προπεπλουτηκότων.

Ἀλλ᾽ εἰ καὶ τῶν θείων μαθημάτων κατηῤῥώστησε τὴν πτωχείαν τῶν ἐθνῶν ἡ πληθύς· ἀλλ᾽ εὐπετεστέρα γέγονεν ἐν πίστει, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὡς ὀξὺ παραθεῖσα τὸ οὖς, ὃ διὰ τῆς αὐτοῦ μεμαρτύρηται φωνῆς. Ἔφη γὰρ ὧδε διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Περὶ δέ γε τοῦ Ἰσραὴλ ὡς ἤδη πεσόντος εἰς ἀλλοτρίωσιν, καὶ ὀρθοποδεῖν μὲν οὐκ ἀξιοῦντος ἔτι, πεπηρωμένον δὲ ὥσπερ τῆς διανοίας τὸ σκέλος, φησίν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, οἱ υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Τρίβοι μὲν γὰρ ὀρθαί τε καὶ ἀπλανεῖς ἐπὶ Χριστὸν ἀποφέρουσαι, καὶ ἡ διὰ νόμου παίδευσις, καὶ προφητῶν ἁγίων προαγόρευσις.

Ἐπειδὴ δὲ εἰς τὸ διὰ νόμου καὶ προφητῶν κατηντήκασι τέλος, τουτέστι Χριστὸν, ἐχώλαναν ἐξ ἀσυνεσίας, οὐκ ἐξ ὑγιοῦς διανοίας ἐμπαροινοῦντες αὐτῷ, καὶ θανάτῳ περιβαλεῖν τολμήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς. Ὅτι τοίνυν ὁ νέος τε ἐν πίστει λαὸς τὴν τῷ Ἰσραὴλ ὀφειλομένην εὐλογίαν ἥρπασεν, εὐπετεστέραν ἔχων τὴν γνώμην εἴς γέ τοι τὸ δεῖν τοῖς θείοις ὑπείκειν νεύμασι, κἀντεῦθεν ἡμῖν παρέσται νοεῖν. Γέγραπται γὰρ ὡδί· «Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐκ οἶδα τὴν ἡμέραν τῆς τελευτῆς μου· Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.» Ταῦτα μὲν οὖν ἔφη πρὸς τὸν Ἡσαῦ ὁ πατήρ. Ὁ δὲ παραχρῆμα τοὺς ἐπὶ τῇ θήρᾳ κατορθώσων πόνους τῆς ἑστίας ἀπαίρει, καὶ νεανικῶς ἐσκευάζετο. Καὶ τί μετὰ τοῦτο; Πείθει Ῥεβέκκα τὸν Ἰακὼβ φθάσαι τε τὸν Ἡσαῦ, καὶ μὴν καὶ ἁρπάσαι τὴν εὐλογίαν.

Ὁ δὲ τοῦτο δρᾷν ἐδεδίει μὲν ἐξ ἀρχῆς· παραθηγούσης δὲ τῆς μητρὸς, δύο μὲν ἐξ ἀγρῶν ἐρίφους εἰσφέρει, καλούς τε καὶ ἁπαλοὺς, καὶ ὀψοποιίας ἥπτετο· περιθεὶς δὲ τοῖς ὤμοις τὰ δέρματα, καὶ τῆς δειρῆς τὰ γυμνὰ κατημφιεσμένος, ἀπεμιμεῖτο καλῶς τὴν Ἡσαῦ δασύτητα, καὶ τὸ ἄγαν λασιότριχες, ὡς ἂν διαπαίζῃ τὰς τοῦ πατρὸς χεῖρας, εἰ ἐπαφῷτο τυχόν. Εἶτα τὸ ὄψον εἰς χεῖρας ἑλὼν, εἰσέθει πρὸς τὸν πατέρα, καὶ δὴ καὶ ἔφασκε· «Πάτερ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τίς εἶ σὺ, τέκνον. Καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, καθὰ ἐλάλησάς μοι ἐποίησα.

Ἀναστὰς κάθισον, καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐπειδὴ δὲ κατεδήδοκεν ὁ πρεσβύτης τὸ προκομισθὲν, ἔφη πρὸς τὸ μειράκιον· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τῆς ὀσμῆς τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλογημένος.» Οὐκοῦν προαποκεκέρδηκε μὲν Ἰακὼβ τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν· εἶτα δεύτερον ἐξ ἀγρῶν κατόπιν ἔρχεται τὴν θήραν ἑλὼν ὁ Ἡσαῦ. Προσκομίσας δὲ τῷ πατρὶ, περιττὸς ἦν ἔτι, καὶ τὸ γεγονὸς ἐδιδάσκετο. Ἤκουσε γὰρ εὐθύς· «Ἔλθων ὁ ἀδελφός σου, μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.» Οὐκ ἀδακρυτὶ δὲ λέγοντος, «Μὴ εὐλογία μία ἔσται σοι, πάτερ; εὐλόγησον δὴ κἀμέ· ἔφη πάλιν ὁ Ἰσαάκ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου· καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.»

Τὸ μὲν οὖν τῆς ἱστορίας συνενεγκόντες πλάτος, ὡς ἐν ὀλίγοις κομιδῇ, τοῖς ἐντευξομένοις εὖ μάλα παρατεθείκαμεν.

Χρῆναι δὲ ὑπολαμβάνω, τοῖς αἰσθητῶς γεγονόσιν ἐφαρμόσαι τὰ πνευματικά. δʹ. Φαμὲν οὖν ὅτι καὶ πρό γε τῶν ἄλλων, τῶν ἐν πίστει, φημὶ, καὶ ἐν Χριστῷ κεκλημένων, τῷ Ἰσραὴλ ἐνετέλλετο ὁ τῶν ὅλων Δεσπότης καὶ Πατήρ, ξένιον ὥσπερ τι λαμπρὸν, καὶ καρποὺς ἐπιεικείας, καὶ οἱονεὶ πόνων ἀγαθῶν εὑρήματα, προσκομίζειν ἐπείγεσθαι τὴν ἁνδάνουσαν αὐτῷ πολιτείαν καὶ ζωὴν, ἣ διὰ τῆς ἐν νόμῳ ζωῆς τοῖς πάλαι προανεγράφετο, μονονουχὶ τοῖς τύποις ἐγκεκρυμμένη, καὶ ὡς ὕλη λανθάνουσα τῷ περιττῷ τοῦ γράμματος, οὐκ ἀνάλωτός γε μὴν τοῖς ἐθέλουσι φιλοθηρᾷν διὰ τῆς ἐν πνεύματι καὶ ἀκριβοῦς θεωρίας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ τῆς Ἡσαῦ θήρας ἐπιθυμῆσαι τὸν Ἰσαάκ. Ἀλλὰ προσετάττετο μὲν, καθάπερ ἔφην, ὁ Ἰσραὴλ, καὶ δὴ καὶ ὑπέσχετο κατορθοῦν. Ἔφη γὰρ ἐν Χωρὴβ συνηθροισμένης τῆς ἐκκλησίας, καὶ ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινὰ καταφοιτήσαντος Θεοῦ· «Πάντα ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἀμελητὴς δὲ λίαν κατεφωρᾶτο διὰ τῶν πραγμάτων, καίτοι πρόχειρος ὢν εἰς ἐπαγγελίαν. Ταύτῃτοι καὶ διὰ μέσου χωριεῖ, φθάνει τε οὕτως ὁ πτερνιστὴς, Ἰακὼβ, τουτέστιν, ὁ νέος τε καὶ ὡς ἐν πίστει λαός. Προσκεκόμικε γὰρ τῷ Θεῷ τὰ ζητούμενα, ἀναδυομένου τε καὶ μέλλοντος τοῦ πρωτοτόκου λαοῦ, προεκαρποφόρησε τὴν πίστιν, ἣν καὶ ἐν τάξει τροφῆς ἡ θεία ποιεῖται φύσις.

Καὶ γοῦν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις οὕτω τὴν Σαμαρειτῶν ἐπιστροφὴν προκατεμήνυε, λέγων· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Διατρανῶν δὲ τὸ εἰρημένον, «Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.» Ὅτι δὲ γέγονεν ἀνόνητον μὲν τοῖς ἐξ Ἰσραὴλ τὸ ἕτοιμον εἰς ὑπόσχεσιν, οὐκ ἐξοιχομένου πρὸς πέρας αὐτοῖς τοῦ πράγματος, ἠδίκησε δὲ τὰ ἔθνη παντελῶς οὐδὲν ὁ ἐπί γε τὸ χρῆναι πιστεύειν ὄκνος ἐπεγνωκότα τὸν Λυτρωτὴν, καὶ τετιμηκότα λοιπὸν ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐπειθείαις, διὰ παραβολῆς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός.

Ἔφη γὰρ οὕτως· «Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ, εἶπε· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγὼ, Κύριε, καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ Πατρός;» Ὁ ἀπελθὼν εἰς τὸν ἀμπελῶνα δηλονότι, καὶ εἰ βραχὺ μεταξὺ παρεισέδυ τὸ ἀδρανὲς, ὀκνεῖν ἀναπεῖθον τὸ ὑπεσχημένον.

Θέα δὴ οὖν ἐν τούτοις προχειρότατα μὲν ἐπὶ τὴν θήραν ἰόντα τὸν Ἡσαῦ, καὶ τοῦτο δρᾷν ὑπισχνούμενον, φθάνοντα δὲ τὸν Ἰακὼβ, καίτοι τοῦτο δρᾷν ἐν ἀρχαῖς ἀρνούμενον, πλὴν εὐλογηθέντα παρὰ τοῦ πατρός. Οὕτω καὶ ὁ νέος λαὸς ἁρπάζει τὴν εὐλογίαν, μονονουχὶ κατάπλαστον ἔχων τῆς Ἰουδαϊκῆς πολιτείας τὸ σχῆμα. Καθάπερ ἀμέλει καὶ Ἰακὼβ τὴν Ἡσαῦ δασύτητα τοῖς τῶν ἐρίφων δέρμασιν ἀπεμιμεῖτο σοφῶς. Ἀλλ᾽ ἤκουε τοῦ πατρὸς εὐθὺς ἀνακεκραγότος· «Ἡ μὲν φωνὴ φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.» Τίνα δὴ οὖν ἄρα τρόπον ἐφαρμόσαιμεν ἂν τοῖς ἐν πίστει λαοῖς τὸ καὶ ἐν εἴδει γενέσθαι, καὶ ὡς ἐν μιμήματι τῆς Ἰουδαϊκῆς πολιτείας τε καὶ ἑτέραν ἔχειν παρ᾽ αὐτοὺς τὴν φωνήν; Οὐκοῦν ἐκεῖνό φαμεν, ὡς ἔστιν ἀεὶ παρὰ ταῖς θείαις Γραφαῖς, ἔργου καὶ κατορθωμάτων ἤτοι πρακτικῆς ἐνεργείας σημεῖον χείρ. Ὅσον οὖν ἧκεν εἰς ἐνεργείας ταυτότητα καὶ πιότητα κατορθωμάτων, καὶ αὐτοὶ πληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ νοητῶς τε καὶ πνευματικῶς ἱερουργούμενοι, καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτοὺς προσκομίζοντες τῷ Θεῷ καὶ Πατρί.

Καὶ γοῦν ὁ Χριστὸς διαῤῥήδην νόμους ἡμῖν τεθεικὼς εὐαγγελικοὺς, «Μὴ νομίσητε, φησὶν, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Συνίης οὖν, ἀποπληροῦσι τὸν νόμον οἱ ἐν Χριστῷ τὴν ἐν πνεύματι περιτομὴν ἀντὶ τῆς σαρκίνης εἰσδεχόμενοι. Εἰσερχόμενοι δὲ καὶ εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, καὶ ἐν Χριστῷ σαββατίζοντες, καὶ τὸν ἐν κρυπτῷ καὶ ἔσω δεικνύοντες Ἰουδαῖον.

Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὰς χεῖρας ἔχειν Ἡσαῦ, πλὴν ἑτέραν παρ᾽ αὐτὸν τὴν φωνήν. Οὐ γάρ τοι ταῖς Ἰουδαίων ἀθυρωγλωττίαις ἀποκεχρήμεθα· οὔτε μὴν τὸν ἀγοράσαντα ἡμᾶς Δεσπότην ἀρνούμενοι δυσφημεῖν εἰθίσμεθα· συνδοξολογοῦμεν δὲ μᾶλλον τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, καὶ Κύριον, καὶ Σωτῆρα, καὶ Λυτρωτὴν ὀνομάζομεν.

εʹ. Ἄξιον δὲ οἶμαι καὶ τῆς ἐπ᾽ ἀμφοῖν εὐλογίας τὴν δύναμιν πολυπραγμονοῦντας ὡς ἐν τῷ εἰς νοῦν ἧκον εἰπεῖν. Εἴη γὰρ ἂν τοῖς ἐντευξομένοις πρὸς ὠφέλειαν τὸ χρῆμα. Ἔφη τοίνυν ὁ μακάριος Ἰσαὰκ ἐπὶ μὲν τοῦ Ἰακώβ· «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὂν εὐλόγησε Κύριος. Καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου. Καὶ δουλευσάτωσάν σοι ἕθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε, ἐπικατάρατος· καὶ ὁ εὐλογῶν σε, εὐλογημένος.

Μέμικταί πως ἐν τούτοις τῆς ἱστορίας ὁ λόγος, καὶ διὰ δυοῖν προσώποιν ἔρχεται πρὸς ἕν τι τὸ ἀληθὲς καὶ διὰ πραγμάτων αὐτῶν μεμαρτυρημένον. Ἀποπεραίνεται μὲν γὰρ οὐχὶ δή που πάντως ἐν Ἰακὼβ, ἀλλὰ καὶ ἐν Χριστῷ τὰ τοιάδε, καὶ ἐν τοῖς ἐν πίστει δεδικαιωμένοις, οἳ καὶ τέκνα γεγόνασι κατ᾽ ἐπαγγελίαν ἐν Ἰσαάκ. Ἁρμόσει δὴ οὖν τῆς προφητείας ὁ νοῦς καὶ λαῷ τῷ νέῳ, καὶ αὐτῷ τῷ Χριστῷ, ὅς ἐστιν ἀρχὴ καὶ ἡγούμενος. Λελόγισται δὲ καὶ εἰς δεύτερον Ἀδὰμ, καὶ ῥίζα τις ὥσπερ τῆς ἀνθρωπότητος ἀνέφυ δευτέρα. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, καὶ ἀνεκαινίσθημεν ἐν αὐτῷ πρὸς ἁγιασμόν τε καὶ ἀφθαρσίαν καὶ ζωήν. Σημαίνει δὲ, οἶμαι, τῆς εὐλογίας ὁ λόγος, τὴν ἐν Χριστῷ καὶ πνευματικὴν εὐωδίαν, οἷον ἀγροῦ καὶ λειμῶνος εὐανθεστάτου καλὴν καὶ ἡδεῖαν τὴν ἐξ ἠρινῶν ἀνθέων ἱέντος ὀσμήν. Οὕτω γὰρ ἡμῖν ἑαυτὸν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ὠνόμαζεν ὁ Χριστὸς, λέγων μέν· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Κρίνον γὰρ ἦν καὶ ῥόδον ἐκ γῆς ἀναφὺς, διὰ τὸ ἀνθρώπινον. Πλὴν οὐκ εἰδὼς ἁμαρτίαν, θεοπρεπεστάτην δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὴν ἐκ τῶν κατορθωμάτων εὐωδίαν ἱείς. Ἀγρῷ τοιγαροῦν εὐλογημένῳ παρὰ Θεοῦ, παρεικάζει Χριστόν· καὶ σφόδρα εἰκότως· εἴπερ ὀσμή ἐστι τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός.

Ἔφη γὰρ ὧδε πάλιν ὁ θεσπέσιος Παῦλος· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ. Ἐφανεροῦτο δὲ διὰ τῶν ἁγίων ἀποστόλων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. »Εἰ γὰρ ἔγνωκέ τις τὸν Υἱὸν, ἔγνω που πάντως καὶ τὸν Πατέρα, διὰ τὸν τῆς φύσεως ταυτὸν, καὶ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχον. Ἁρμόσει μὲν οὖν τὰ τοιάδε Χριστῷ, πρέποι δ᾽ ἂν εἰκότως καὶ λαῷ τῷ νέῳ, τὸ, Δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, πλῆθος σίτου καὶ οἴνου. Ἡ γὰρ οὐρανοῦ μὲν δρόσος, γῆς δὲ πιότης, τοῦτό ἐστι, ὁ ἐκ Θεοῦ Πατρὸς λόγος, ἡμῖν δέδοται κατὰ μέθεξιν δηλονότι τὴν διὰ Πνεύματος, καὶ θείας μὲν φύσεως δι᾽ αὐτοῦ γεγόναμεν κοινωνοί. Ἐσχήκαμεν δὲ πλῆθος σίτου καὶ οἴνου, τουτέστιν, ἰσχύος καὶ μέντοι καὶ εὐφροσύνης. Εἴπερ ἀληθὴς ὁ λόγος ὁ λέγων, «Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου, καὶ οἶνος εὐφραίνει.» Ἰσχύος οὖν ἄρα τῆς νοητῆς καὶ ἐν πνεύματι σημεῖον ὁ ἄρτος· θατέρου γε μὴν ὁ οἶνος. Δέδοται δὲ ταῦτα τοῖς ἐν Χριστῷ δι᾽ αὐτοῦ. Πῶς ἢ τίνα τρόπον, ἑδραῖοι γεγόναμεν εἰς εὐσέβειαν καὶ ἀμετακίνητοι τρόπον τινὰ, καὶ ὀρθὰ φρονεῖν εἰδότες, καὶ ἀκατασείστως ἐρηρεισμένοι; Ἐλάβομεν γὰρ ἐξουσίαν «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.»

Τοῦτο οἶμαι τὸ πλῆθός ἐστι σίτου. Ἀλλὰ καὶ οἴνου πάλιν ἐλάβομεν. «Τῇ γὰρ ἐλπίδι χαίρομεν καὶ ἐγενήθημεν εὐφραινόμενοι,» κατὰ τὸ γεγραμμένον. Προσδοκῶμεν γὰρ τὰς ἄνω μονὰς, τὴν ἐν ἀφθαρσίᾳ ζωὴν, τὸν μακραίωνα βίον, τὸ αὐτῷ συμβασιλεῦσαι Χριστῷ. Εἰρήσθω δὲ καὶ ἐφ᾽ ἡμῖν τὰ τοιάδε. Καλεῖ γὰρ εἰς τοῦτο εἰκότως ὁ λόγος.

Εἶτα μετοιχήσεται τῆς εὐλογίας ἡ δύναμις ἐπ᾽ αὐτὸν αὖθις τὸν Ἐμμανουήλ. «Δουλευσάτωσαν γάρ σοι ἔθνη, φησὶ, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου.» Κεχρημάτικε μὲν γὰρ πρωτότοκος ὁ Ἐμμανουὴλ, ὅτε γέγονε «καθ᾽ ἡμᾶς, καὶ ἐν πολλοῖς ἀδελφοῖς.» Ἀλλ᾽ οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπολισθήσειεν ἂν, τοῦ καὶ Θεὸς εἶναι καὶ τῶν ὅλων Κύριος· προσκυνοῦμεν γὰρ ὡς Δεσπότην, καὶ κεκυρίευκεν ὡς Θεὸς τῶν εἰς ἀδελφότητα κεκλημένων διὰ τῆς χάριτος. «Τίς γὰρ ἐν νεφέλαις, φησὶν, ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται αὐτῷ ἐν υἱοῖς Θεοῦ;» Κεκυρίευκε τοίνυν ὡς Θεὸς τῶν εἰς ἀδελφότητα παρενηνεγμένων ὁ Ἐμμανουὴλ, καὶ αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. «Καὶ ὁ καταρώμενος μὲν, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν, εὐλογημένος.» Καὶ ἐναργὴς ὁ λόγος. Ἐπάρατοι γὰρ καὶ θεομισεῖς οἱ δυσφημοῦντες αὐτόν· ἐπίμεστοι δὲ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων, οἱ εὐλογοῦντες, τουτέστιν, οἱ τὴν θείαν αὐτοῦ δόξαν καταγγέλλοντες.

ϛʹ. Αὕτη μὲν οὖν ἡ Ἰακὼβ εὐλογία, τῆς ἀναφορᾶς τὴν δύναμιν ἐπ᾽ αὐτὸν ἔχουσα τὸν Ἐμμανουὴλ, καὶ τοὺς ἐν πίστει δεδικαιωμένους. Ἴδωμεν δὲ καὶ τὴν ἄλλην, τουτέστι, τὴν ἐπὶ τῷ πρωτοτόκῳ γεγενημένην, δῆλον δὲ ὅτι τῷ Ἰσραὴλ, οὗ καὶ εἰς τύπον ὁ Ἡσαῦ. «Ἰδοὺ γὰρ, φησὶν, ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου·» δέδοται γὰρ εὐλογία τῷ Ἰσραὴλ, ὁ «διὰ Μωσέως νόμος.» Χριστοῦ γὰρ ἦν λόγος διακονηθεὶς δι᾽ ἀγγέλων.

Ὅτι γὰρ αὐτὸς ἐλάλει τοῖς ἀρχαιοτέροις, πιστώσεται γράφων ὁ σοφώτατος Παῦλος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Ἰδίους δὲ λόγους τὸν νόμον εἶναι καὶ αὐτὸς ὁ Σωτὴρ κατέδειξε λέγων· «Ἀμὴν λέγω ὑμῖν, ἕως ἃν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Εἴπερ οὖν ἐστιν ἀληθὲς ὅτι Χριστοῦ λόγος ἦν, καὶ ὁ δι᾽ ἀγγέλων νόμος, ἐν τάξει γέγονεν εὐλογίας τῷ Ἰσραὴλ, Χριστὸν δὲ εἶναι τὴν οὐρανοῦ δρόσον, καὶ γῆς νοῶμεν πιότητα. Σπαταλᾷ γὰρ ὥσπερ ἡ τῶν ἀγγέλων πληθὺς ταῖς ἄνωθεν καὶ πνευματικαῖς καταρδομένη δρόσοις, οὕτω καὶ πιανοῦσα ἡ γῆ ἐντρυφᾷ τοῖς νοητοῖς ὑετοῖς εἰς καρποφορίαν πνευματικήν.

Ἀλλ᾽ ἡμεῖς μὲν οἱ ἐν Χριστῷ διὰ πίστεως ἄρτῳ τε καὶ οἴνῳ πεπλουτίσμεθα. Ἀμέτοχος δὲ τούτων ὁ Ἰσραήλ· οὐ γὰρ ἐπενήνεκται τοῦτο ταῖς εὐλογίαις Ἡσαῦ. Ἀμέτοχοι δὲ καὶ ἑτέρως οἱ τάλανες Ἰουδαῖοι, τῆς μυστικῆς εὐλογίας· ἐπεὶ μηδὲ τοῦτο δέδοται τῇ κατὰ νόμον λατρείᾳ, τετήρηται δὲ μᾶλλον τοῖς ἐν Χριστῷ καὶ ἐν πίστει λαοῖς. Καὶ ἡμεῖς μὲν ἐν εἰρήνῃ διὰ Χριστοῦ, ἐν πολέμοις δὲ ὁ Ἰσραὴλ, καὶ κεκληρονομήκαμεν αἰσθητῶς τῆς ἐπαγγελίας τὴν γῆν, τύπον ἔχουσαν τῆς ἄνω καὶ νοητῆς, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ ἐμέμνητο, λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Καὶ ἡμεῖς ἐν τέκνοις δι᾽ ἐλευθέρου πνεύματος, καὶ ὡς καθ᾽ ἡμᾶς τε καὶ ἀδελφῷ προσίεμεν τῷ Χριστῷ, καλὴν καὶ ἐθελούσιον ποιούμενοι τὴν ὑποταγήν. Ὑπέζευκται δὲ ἄνω πάλιν ὁ Ἰσραὴλ, καὶ τοῖς Μωσέως κατήχθισται νόμοις, θάνατον ὑπομένων τὴν ἐπὶ ταῖς παραβάσεσι δίκην.

Ἤκουε γὰρ Ἡσαῦ· «Καὶ τῷ ἀδελφῷ σου δουλεύσεις·» τουτέστιν, ὑποταχθήσῃ, καὶ οὐχ ἑκὼν τῷ κατὰ σὲ τὴν φύσιν. Ἄνθρωπος δὲ καὶ καθ᾽ ἡμᾶς ὁ Μωσῆς, οὐδὲν ἔχων τὸ περισσὸν ὅσον ἧκεν εἰπεῖν, εἰς τὸν τῆς ἀνθρωπότητος λόγον. Καὶ γοῦν ὁ πάντων Δεσπότης λαὸν ἐκάλει Μωσέως τὸν Ἰσραήλ· μεμοσχοποιήκασι γὰρ κατὰ τὴν ἔρημον. Εἶτα πρὸς Μωσέα Θεός· «Βάδιζε, κατάβηθι, φησὶ, τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου.» Παῦλος μὲν οὖν ὁ θεσπέσιος καὶ αὐτὸν ἀνετίθει τῷ μακαρίῳ Μωσῇ τὸν ἐν γράμματι νόμον. Ἔφη γὰρ οὕτως· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει.» Ὅτι δὲ ἔμελλεν ὁ Ἰσραὴλ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀποθέσθαι ζυγὸν, καλοῦντος αὐτὸν τοῦ Χριστοῦ πρὸς τὴν διὰ πίστεως χάριν, προκαταμεμήνυκεν εἰπών· «Ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τραχήλου σου.» Ἐξέλυσαν γὰρ τῶν τραχήλων τὸν τοῦ νόμου ζυγὸν δυσφόρητον ὄντα λίαν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες.

Κέκληνται γὰρ εἰς ἐλεύθερον ἀξίωμα διὰ τῆς πίστεως ἐν Χριστῷ. Δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.