Ταύτῃτοι φονῶντας, καὶ μὴν καὶ ἀγρίως ἐκλελυττηκότας, καταλιμπάνουσι, μονονουχὶ δὲ καὶ πατρῴας ἑστίας, καὶ αὐτῆς τῆς ἐνεγκούσης ἀπανιστάμενοι γῆς, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰουδαίων χώρας, τῇ τῶν ἐθνῶν προσβάλλουσι, Χριστὸν ἔχοντες ἀῤῥωγὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν συλλήπτορα, καὶ συμπαραθέοντας τοὺς ἀγγέλους, καὶ ἐλπίσι ταῖς ἄνωθεν ἐρηρεισμένοι, καὶ προσδοκῶντες ἔσεσθαι «πατέρες πολλῶν ἐθνῶν,» ὡς εἰς ἠῶ τε καὶ δύσιν βοῤῥᾶν τε καὶ νότον, τὸ ἐξ αὐτῶν ἐκτείνεσθαι σπέρμα, τουτέστι, τοὺς διὰ πίστεως ἀναγεννωμένους ἐν πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένους. Οἷς καὶ προσεφώνουν λέγοντες· «Ὑμεῖς δὴ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ ἐν Χριστῷ.» Ὅτι δὲ πατέρας λαῶν οἱ διδάσκειν αὐτοὺς ἐπιτεταγμένοι παρὰ τῇ θείᾳ κέκληνται Γραφῇ, πῶς ἂν ἐνδοιάσειέ τις; —Ἀπενοσφίζοντο τοίνυν τῆς Ἰουδαίων χώρας, καὶ τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἀφέντες λαὸν, ἐστρέφοντο πρὸς τὰ ἔθνη, κατὰ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐντολὰς, ἀλλ᾽ ὅτι ποιμένες εἰσὶ πνευματικοὶ, καὶ παιδαγωγίας τῆς κατὰ Θεὸν ἐπιστήμονες, παραχρῆμα δεικνύουσιν, ἀπρακτεῖν οὐκ ἀνεχόμενοι περὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον.