Ἁμαρτίας μὲν γὰρ οὔπω τις ἦν ἐπὶ τῆς γῆς ὁ τρόπος, ἑνὸς ὄντος καὶ μόνου. Ἵνα δὲ γένοιτο καὶ ὑπὸ νόμον, ἐπενοεῖτό τις αὐτῷ καὶ φυλακῆς τρόπος· «Ἀπὸ γὰρ παντὸς ξύλου, φησὶ, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ. Ἣν δ᾽ ἂν ἡμέραν φάγητε ἀπ᾽ αὐτοῦ, θάνατον ἀποθανεῖσθε.» Εἶτα μιᾶς τοῦ Ἀδὰμ παραιρεθείσης πλευρᾶς, τὸ γύναιον δὲ πλάττεται, καὶ πρὸς παίδων γονὴν ὑπηρετῆσον αὐτῷ, καὶ συμβιοτεῦσον ὡς ὁμογενὲς, καὶ δὴ καὶ συνδιαιτώμενον ἐν ἀπλότητι διατελεῖ· Ἐπειδὴ δὲ ταῖς τοῦ διαβόλου παρηνέχθη συκοφαντίαις πρὸς παράβασιν, καὶ τὸ ἀπόῤῥητον τῶν ξύλων ἐδώδιμον ἐποιήσατο· συγκατώλισθε δὲ καὶ αὐτὸς ὁ προπάτωρ Ἀδὰμ, ἡ φύσις εὐθὺς θανάτῳ κατεδικάζετο. Καὶ τῷ μὲν γυναίῳ τὸ, «Ἐν λύπαις τέξῃ τέκνα,» τῷ δὲ Ἀδὰμ, «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,» προσεφώνει Θεός. Καὶ πρός γε δὴ τούτοις, τῶν πολυεύκτων καὶ ἐν ἀρχαῖς ἐνδιαιτημάτων καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξεπέμποντο. Γυμνοὶ δὲ ὅτι καὶ ἀνείμονες, καὶ ἐν χρείᾳ λοιπὸν ἐσθημάτων ὄντες, τότε δὴ μόλις ἐμάνθανον· καὶ χιτῶνες ἧσαν αὐτοῖς πρὸς τοῦτο δερματινοὶ, Θεοῦ κατοικτείραντος· καὶ γῆν ἐπεγράφοντο μητέρα, καὶ τοῖς τῆς φθορᾶς ὑπεφέροντο λίνοις, ἐλελοίπει δὲ, οἶμαι, παντελῶς οὐδὲν τῶν εἰς ἐσχάτην ταλαιπωρίαν αὐτοῖς.