Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Έξοδον, Βιβλίο Α': Η καταδυνάστευση του Ισραήλ, η γέννηση του Μωυσή και η φλεγόμενη βάτος

Η υποδούλωση των Ισραηλιτών, η διάσωση του Μωυσή, η φυγή του στη Μαδιάμ, η κλήση της Εκκλησίας των εθνών και η εμφάνιση του Θεού στο όρος Χωρήβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 11 από 22

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Περὶ γενετῆς Μωσέως. αʹ. Ἄρτι καὶ μόλις τὸ ἐπὶ τῇ Γενέσει βιβλίον διὰ πολλῆς ἄγαν ἰσχνομυθίας ὡς ἔνι διαπεράναντες, «ἐκ δυνάμεως εἰς δύναμιν,» κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, οὐδ᾽, ὅσον εἰπεῖν, βραχὺ διαπνεύσαντα, τὸν ἀγαθοῖς ἱδρῶσιν ἐντριβῆ μετοίχεσθαι δεῖν ἀναπείθομεν κάλαμον. Ἁπτόμεθα γὰρ, ἐθέλοντός τε καὶ σοφοῦντος Θεοῦ, τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων, ἃ παραλελεῖφθαι δοκεῖ συντεθεικόσιν ἡμῖν τὴν ἠθικὴν παραίνεσιν, ὅτε καὶ μακροὺς ἐδόκει παραιτεῖσθαι λόγους, καταδεικνύειν ἐθέλουσι τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τρόπος. Ἀποδιελόντες γὰρ ἕκαστα τῶν ἐγκειμένων κεφαλαίων τοῖς πέντε Μωσέως βίβλοις, καὶ τῆς ἐν αὐτῷ θεωρίας τὸν σκοπὸν εὖ μάλα προαθρήσαντες, τὰ μὲν ὅσα ταῖς ἠθικαῖς ὑφηγήσεσιν ἀναγκαῖά πως ἧν καὶ ὅτι μάλιστα χρειωδέστατα, συντεθείκαμεν ἐπὶ καιροῦ, καὶ ὡς ἐν τάξει δὴ λέγω τῇ ἑκάστῳ πρεπωδεστάτῃ· τὰ δὲ δι᾽ ὧν ἧν εἰκὸς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον, ὡς ἔνι, προαναφαίνεσθαι, τῇ μετ᾽ ἐκείνην τετηρήκαμεν συγγραφῇ· ἐφ᾽ ᾗ καὶ νῦν ἱδροῦν ἑλομένοις, ἀγαπητὲ Παλλάδιε, συναθλήσεις οἶδ᾽ ὅτι διὰ προσευχῆς.

Βάδιμον μὲν ἥκιστά γε τοῖς καθ᾽ ἡμᾶς τὸ χρῆμά ἐστι, γένοιτο δ᾽ ἂν κἂν γοῦν ἐκ μέρους εὐστιβὲς, Χριστοῦ δὴ πάλιν τὴν ἔς γε τουτὶ διευρύνοντος τρίβον. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, καὶ αὐτὸς ἡ θύρα, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ποιησόμεθα δὲ τοῦ βιβλίου συγγραφὴν οὐκ ἀπαραλείπτως καὶ ἐφεξῆς διὰ παντὸς ἐρχόμενοι κεφαλαίου (πλεῖστα γὰρ ὅσα, καθάπερ ἔφην ἀρτίως, ἀπολέγδην εἰσπεποιήμεθα, τῇ ἑτέρᾳ συντάξει περιφανῶς εὐρήσομεν)· ἃ δ᾽ ἂν ὁρῷτο λοιπὸν τῷ προκειμένῳ σκοπῷ χρήσιμα, ταῦτα κατά γε τὸ ἐγχωροῦν βασανίζοντες ἀκριβῶς τε καὶ διεσμιλευμένως, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Ἐπεὶ δὲ ὁ τοῦ βιβλίου σκοπὸς εἰς λύτρωσιν φέρει τὴν διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη προκεκινδυνευκὸς οὐ μετρίως τὸ ἀνθρώπινον ἐπιδεῖξαι γένος, καὶ εἰς λῆξιν ἤδη τῆς ἀνωτάτω ταλαιπωρίας ἐνηνεγμένον. Προήκοι γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως ἐν κόσμῳ τῷ πρέποντι τῆς ἐπικουρίας ὁ λόγος· «Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται.» Δεῖν δὲ οἶμαι καὶ τοῖς ἰατρῶν ἐπιστήμοσι καὶ δοκιμωτάτοις, εἰ δή ποι μέλλοιεν ἐφ᾽ οἷς ἂν εἶεν σοφοὶ θαυμάζεσθαί που, προκεῖσθαι τὸν ἄῤῥωστον, περὶ ὃν ἂν γένοιτο καὶ ἡ τῆς ἐνούσης αὐτοῖς εὐτεχνίας ἐπίδειξις.

βʹ. Οὐκοῦν, ἤδη λέγωμεν, ὅτι λιμοῦ κατωθοῦντος ποτὲ καὶ ἀφορήτως ἐνσκήπτοντος καὶ ἐγκειμένου τοῖς υἱοῖς Ἰσραὴλ, κατῴχοντο μὲν ἐκ γῆς Χαναὰν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντά που καὶ πέντε ψυχαῖς, καθὰ γέγραπται. Διέρποντος δὲ τοῦ καιροῦ λοιπὸν, εἰς πληθὺν τὴν ἀριθμοῦ κρείττονα τὸ γένος αὐτοῖς ἐξετείνετο. Γέγραπται γάρ· «Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτοὺς σφόδρα.» Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων χώρας ὁ καθηγεῖσθαι λαχὼν, τὴν εἰς πληθὺν ἐπίδοσιν τῶν Ἑβραίων οὐκ ἀνύποπτον εἶχεν, ἐπεβούλευσε, καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Ὁ δὲ δὴ τοῦ κακοῦσθαι τρόπος ἦν ὁ ἐπὶ σκαπάναις ἱδρὼς, πλινθουργία μακρὰ καὶ ἄμισθος, καὶ μὴν καὶ τὸ ἀναδείμασθαι πόλεις ὀχυρὰς τῷ Φαραὼ, τουτέστι, πεπυργωμένας, ἢ οὕτως εὐρείας καὶ μακρὰς, ὡς κομιδῇ [ἀναλώτους] ταῖς ἄλλαις εἶναι δοκεῖν, διὰ πληθὺν δηλονότι τῶν ἐνῳκηκότων. Πειθὼ δὲ ἦσαν καὶ Ῥαμεσσῆ, καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ τῷ τυράννῳ πρὸς τὸ παρ᾽ ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπεροχαῖς τὸ δεῖγμα ἐν μείζοσιν ἦν, καὶ πλείους ἐγένοντο. διὰ τοῦ κακοῦν εἰωθότος ὠφελεῖν ἐθέλοντος τοῦ Θεοῦ τοὺς ἀνοσίως ἐξυβριζομένους. Ὃ δὴ καὶ συνιεὶς ὁ τύραννος, προσετίθει τοῖς πόνοις ἑτέραν ἐπιβουλήν.

Ταῖς γὰρ Ἰουδαίων ἐκέλευε μαίαις, εἰ μαιεύο[ι]ντο γυναῖκας τὰς ἐπ᾽ ὠδῖσιν ἤδη καὶ τόκοις, τὸ ἐν ὑποψίαις αὐτῶν καταπνίγειν γένος, τουτέστι, τὸ ἄρσεν, ζωογονεῖν δὲ τὸ θῆλυ. Λόγου γὰρ ἐδόκει μηδενὸς ἀξιοῦν τὸ ἄναλκι καὶ ἀφιλοπόλεμον, καὶ εἰς δειλίας εὔκολον, καὶ νόμῳ φύσεως τεθρυμμένον. Ἀλλ᾽ οὐκ ἔδρων αἱ μαῖαι τὸ δυσσεβὲς, ἤρεσκόν τε διὰ ταῦτα Θεῷ. Τί οὖν ὁ ἀλιτήριος; Ἀπαμφιέννυσι τὴν ὀργὴν, καὶ τοὺς τῆς ἀνοσιότητος τρόπους ἀναισχυντεῖν ἀναπείθει. «Συνέταξε γὰρ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν, ὃ ἂν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό.» γʹ· Ἀλλ᾽ ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος.

Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν, ἐπεθύμει τε χορτασθῆναι τῶν κερατίων [ὧν ἤσθιον] οἱ χοῖροι. Ταύτῃτοι προσδεδραμήκαμεν τοῖς γεωδεστέροις, ἀφέντες τὸ ἄμεινον καὶ τὸ δεῖν ἐφίεσθαι τῶν λυσιτελεστέρων, δι᾽ ὧν ἦν εἰκὸς εὐμενείας τῆς ἄνωθεν οὐχ ἁμαρτεῖν, καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν πλουτοῦντας ὁρᾶσθαι. Διωλισθηκότες δὴ οὖν παντὸς τοῦ ἀνέχειν ἰσχύοντος εἴς γε τὸ εὖ εἶναι καὶ μετὰ Θεοῦ, ταμίαν μὲν οὐκέτι τῶν καθ᾽ ἡμᾶς ἐποιούμεθα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπότην.

Γῆς δὲ ὥσπερ ἀγίας, τῆς φιλοθέου ζωῆς ἐκκεχωρηκότες, καὶ εἰς τὴν αἰσχίω τε καὶ ἀκαλλεστέραν, καὶ ὑπὸ τῷ διαβόλῳ κειμένην μονονουχὶ κατεῤῥυηκότες, ἐν ἴσῳ γεγόναμεν τοῖς ἐκ Χαναὰν κατοιχομένοις εἰς Αἴγυπτον, καὶ ὑπὸ χεῖρα γεγενημένοις τὴν Φαραώ τε καὶ Αἰγυπτίων, οἳ ταῖς τῶν δαιμονίων λατρείαις ἐκτόπως ἐγκείμενοι, καὶ πᾶν εἶδος φαυλότητος οὐκ ἀνεπιτήδευτον ἔχοντες, παραδείξειαν ἂν ὡς ἐν εἰκόνι λοιπὸν ἐν ἑαυτοῖς αὐτόν τε τὸν Σατανᾶν, καὶ τοὺς ὑπ᾽ αὐτῷ, οὓς καὶ θεοὺς ἐνόμιζον, ἐκκεκρουσμένους μὲν τῆς ἀρίστης φρονήσεως, ἀχλύν τε καὶ σκότον τὸν ἐξ ἀμαθείας ἠῤῥωστηκότες. Ἐπειδὴ δὲ ὑπὸ δεινῷ καὶ ἀλιτηρίῳ δεσπότῃ γεγόναμεν, φημὶ δὴ τῷ Σατανᾷ, πηλῷ καὶ πλινθείᾳ κατετρυχόμεθα, φημὶ δὴ τοῖς περὶ γῆν τε καὶ τοῖς ἐν αὐτῇ βδελυρωτάτοις σπουδάσμασιν οὐκ ἀνιδρωτὶ τελουμένοις. Οὐ γὰρ ἀπήλλακται πόνων, κἂν εἰ τὸ εἰκαῖον ἔχοι τυχὸν, ὁ τοῦδε τοῦ βίου περισπασμός. Ἐπιστάτας δὲ ὥσπερ τῶν ἔργων τῶν ὅτι μάλιστα φιλτάτων αὐτῷ κατεχειροτόνησε τῶν ἀδικουμένων ὁ Σατανᾶς τοὺς ἀκαθάρτους δαίμονας, ἤτοι τὰς ὑπ᾽ αὐτῷ δυνάμεις, οἳ ταῖς πολυτρόποις τῶν παθῶν πλεονεξίαις τὸν ἑκάστου τῶν ἐπὶ τῆς γῆς καταφορτίζουσι νοῦν, δεδιότες, οἶμαι, μὴ ἄρα που σχολαῖον τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνέντες πρὸς Θεὸν, τῆς ὑπ᾽ αὐτῷ δουλείας ἐκλύσειαν τὸν αὐχένα· φιλελευθέρα γὰρ λίαν ἡ ἀνθρώπου φύσις.

Ὅτι δὲ δόξα καὶ πλοῦτος τοῖς ἀκαθάρτοις δαίμοσι καὶ αὐτῷ τῷ Σατανᾷ λελόγισταί τε καὶ ἔστιν ὁ εἰκαῖος ἡμῶν περισπασμὸς, καὶ οἱ περὶ σάρκα πόνοι, καὶ σπουδὴ βλέπουσα πρὸς τὰ γεωδέστερα, παραδείξειεν ἂν αἰνιγματωδῶς τὸ πόλεις ἐγείρειν τῷ Φαραὼ τοῖς ἐξ Ἰσραὴλ, πηλῷ καὶ πλινθείᾳ τρυχομένοις· κατεστυγμένον τε ὅτι ποιεῖται τὸ ἄρσεν, τουτέστι, τὸ νενευκὸς εἰς ἀνδρείαν, δῆλον δὲ ὅτι τὴν ἐπ᾽ ἀρεταῖς.

Μονονουχὶ δὲ καὶ ἀποπνίγει τὸ μάχιμον τοῖς τῶν ἡδονῶν ἐγκαθιεὶς τέλμασιν, προσίεται δὲ τὸ μὴ εὐσθενὲς, καὶ ὡς ἄχρηστον ἀμαχεὶ τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, ἐκδείξειεν οὐκ ἀσυμφανῶς τὸ ῥίπτεσθαι μὲν δεῖν τὸ ἄρσεν ἐν ὕδασι λέγειν, ζωογονεῖσθαι δὲ τὸ θῆλυ. Τύπος γὰρ ἂν γένοιντο τῶν ἀφανεστέρων τὰ ὡς ἐν ὄψει τε καὶ ἐναργείᾳ. Οὐκοῦν ἄνωθέν τε καὶ ἐκ πατέρων ἠῤῥωστηκότες τὴν ἁμαρτίαν, καὶ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ πεπιεσμένοι, τάχα που καὶ ἀβουλήτως οἱ τάλανες τῷ τῆς κακίας ἐξάρχοντι Σατανᾷ κατεζεύγμεθα, καὶ τοῖς τῆς φαυλότητος ἐπιστάταις ὑπενηνέγμεθα, φημὶ δὴ τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἦν ἐν λοίσθῳ τοῦ παντὸς ἤδη κακοῦ τὰ καθ᾽ ἡμᾶς, ἐκλελοιπότος οὐδενὸς τῶν εἰς ἀθλιότητα καὶ ταλαιπωρίαν, πλὴν ἠλέει Θεὸς, ἐξείλετό τε καὶ σέσωκε.

Καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς καὶ παρεζευγμένων εἰσόμεθα. Παροίσομεν γὰρ εἰς εἰκόνα καὶ ὑποτύπωσιν τῆς διὰ Χριστοῦ σωτηρίας τὰ ἐπὶ τῷ θεσπεσίῳ Μωσεῖ γεγραμμένα. δʹ. «Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευῒ, ὃς ἔλαβεν ἐκ τῶν θυγατέρων Λευῒ, καὶ ἔσχεν αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν ἄρσεν. Ἰδόντες δὲ αὐτὸ ἀστεῖον, ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς. Ἐπειδὴ δὲ οὐκ ἠδύναντο ἔτι κρύπτειν αὐτὸ, ἔλαβεν ἡ μήτηρ αὐτοῦ θίβην, καὶ κατέχρισεν αὐτὴν ἀσφάλτῳ πίσσῃ, καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν, καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος περὶ τὸν ποταμόν. Καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν, μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ. Κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμὸν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. Καὶ ἰδοῦσα θίβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δὲ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ, καὶ ἔφη· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον;

Ἡ δὲ εἶπε· Πορεύου. Ἀπελθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ αὐτῇ ἡ θυγάτηρ Φαραώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτὸ, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτόν. Ἀνδρυνθέντος δὲ ἤδη τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωσῆς, λέγουσα· Ἐκ τοῦ ὕδατος ἀνειλόμην αὐτόν.» Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἠλέει λοιπὸν τὴν ὑπ᾽ οὐρανὸν, ἀνοσίῳ τυράννῳ καὶ ὠμοτάτῳ λῃστῇ θητεύουσαν, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἰσότητι τῇ πρὸς αὐτὸν, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ᾽ ἡμᾶς, ὥς φησιν ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης, «εἰς τὰ ἴδια ἦλθεν.» Ἀπεστάλη γὰρ, ὡς αὐτός πού φησιν, «εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ·» ἀλλ᾽ «οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Τοιγάρτοι καὶ λίαν ἐπῃτιᾶτο αὐτοὺς διὰ φωνῆς Ἡσαΐου λέγων· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοὺς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε.»

Προσκεκρουκότων δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην οὐκ ἐπεγνωκότων, εἰσκέκληνται διὰ πίστεως οἱ τῶν εἰδώλων προσκυνηταὶ, καὶ ἡ τῶν ἀθέων ἀνοσία τε καὶ βδελυρωτάτη πληθὺς ἐπέγνω τὸν Λυτρωτήν.

Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν τοῖς ἐξ Ἰσραὴλ προαναφωνούμενον· «Καθέστηκα ἐφ᾽ ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσε τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. Ἄκουε, γῆ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Ἄθρει δὴ οὖν, ἄθρει περιφανῶς τὸ μυστήριον, καὶ ὡς ἔν γε τοῖς κατὰ Μωσέα, καθάπερ ἔφην ἀρτίως. Γέγονε μὲν ὁ θεσπέσιος Μωσῆς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευΐ.

Κεχρημάτικε δὲ καὶ αὐτὸς ὁ Ἐμμανουὴλ, ὅσιός τε καὶ ἄκακος, καὶ ἀρχιερεὺς ὅλος ὢν ἱερός· εἰ καὶ ἐκ τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς καὶ βασιλεὺς εἶναι πιστεύηται, καὶ ὅτι μὴ κατὰ σάρκα τὸ ἱερὸν αὐτῷ, καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, ἀλλ᾽ ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. Οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς, ἵν᾽ ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστὸς, ὃς ἀρτιγενὲς νοεῖται παιδίον διά τοι τὴν τῆς θεότητος ἀκακίαν, ἤγουν ὅτι γέγονε νέα κτίσις. Ἀποδυσάμενοι γὰρ τὴν ἐν φθορᾷ παλαίωσιν, εἰς καινότητα ζωῆς μετακεχωρήκαμεν ἐν αὐτῷ. Νέα δὲ ὥσπερ κτίσις τὸ βρέφος. Ὅτι δὲ ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον, ἀταλαίπωρον ἰδεῖν καὶ ἐξ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν τοῦ Σωτῆρος παραδεῖξαι λόγων. Γύναια μὲν γὰρ προσεπόθει ποτὲ, καὶ δὴ καὶ βρέφη προσῆγον, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας, καθὰ γέγραπται.

Ὄχλον δὲ νομίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί. Ὁ δὲ πρὸς αὐτούς· «Ἄφετε τὰ παιδία, φησὶ, καὶ μὴ κωλύσητε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἐπειδὴ δέ ποτε καὶ διαλογισμὸς εἰσῆλθεν ἐν αὐτοῖς, τίς ἄρα μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἔφη γὰρ οὕτως ἡμῖν ὁ σοφὸς εὐαγγελιστής· ἐπιλαβόμενος, φησὶ, παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ τί τὸ στραφῆναι, καὶ τοῖς παιδίοις ἡμᾶς ἐξομοιοῦσθαι φιλεῖν, διεσάφει γράφων ὁ μακάριος Παῦλος· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Ἄραρεν οὖν ὅτι διὰ τὴν τῆς θεότητος ἀκακίαν ὡς ἐν νηπίῳ Χριστὸς σημαίνεται.

Σεσίγηται δὲ καὶ ἐν τοῖς ἱεροῖς Γράμμασιν οἰκονομικῶς ὁ Μωσέως πατήρ. Καὶ γὰρ ἐνὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔλαβεν ἐκ τῶν θυγατέρων Λευΐ· τὸ δὲ, «Ἦν τις,» φησὶν, ὅτι καὶ ἀπάτωρ τὸ κατὰ σάρκα Χριστὸς πλαγίως ὑποδηλῶν, πλὴν ἐν ὑποψίᾳ γέγονε πατήρ· ἐνομίζετο γὰρ υἱὸς εἶναι Ἰωσήφ. «Ἀλλ᾽ ἦν ἀστεῖον, φησὶ, τὸ παιδίον.» Καὶ γὰρ «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» ὠνόμασταί τε καὶ ἔστι Χριστός. Ἐπεφώνει δὲ αὐτῷ καὶ ἑτέρωθί που πάλιν ὁ θεσπέσιος Δαβίδ· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου.» Νοητέον δὲ ὅτι τὸ κάλλος τὸ ὡς ἐν δόξῃ τε, φημὶ, καὶ φύσει τῆς ὑπὲρ πάντα θεότητος οὐκ ἂν ἐνδοιάσειέ τις· οὐ γὰρ δή που τὰ σαρκὸς αὐχήματα περιθείη τις αὐτῷ Χριστῷ, καὶ εἰς δόξαν αὐτοῦ καταλογιεῖται, πολλοῦ γε δεῖ. Κένωσις γὰρ αὐτῷ καὶ ταπείνωσις τῆς μετὰ σαρκὸς οἰκονομίας ὅλον ἐστὶ τὸ μυστήριον. Γράφει δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ· «Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος,» ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ οὐ δή πού φαμεν, ὅτι τῶν τῆς θεότητος αὐχημάτων ὁ τοῦ προφήτου καταγορεύει λόγος, ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει νοεῖν, ὅτι τῇ τῆς θεότητος δόξῃ συγκρινόμενα τὰ σαρκὸς, οὐδενὸς ἄξια φανεῖται λόγου. Ἐν εἴδει γὰρ πέφηνεν ὁ Υἱὸς τῷ λίαν ἀκαλλεστάστῳ.

Θεὸς γὰρ ὢν κατὰ φύσιν, γέγονε καθ᾽ ἡμᾶς. Ἀμέτρητον δὲ τὸ μεσολαβοῦν, καὶ ἀσυγκρίτοις διαφοραῖς μειονεκτεῖται Θεοῦ τὸ ἀνθρώπινον.

εʹ. Ἄθρει δὲ ὅπως πᾶν ἄρσεν ἐπιβουλεύεσθαι προστεταχότος τοῦ Φαραὼ, κρύπτει μὲν τὸ βρέφος ἡ τεκοῦσα γυνὴ, καθιεῖσα δὲ μετὰ τοῦτο καὶ ἐγκατακλείσασα τῇ θίβῃ, ἤτοι τῇ κλειστῇ, ῥίπτει μὲν αὐτὸ ἐν τοῖς ἕλεσιν, ἀναλαμβάνει δὲ παραχρῆμα παρ᾽ αὐτοῖς εὑροῦσα τοῖς ὕδασιν ἡ τοῦ διώκοντος παῖς, καὶ ἀνοίγει μὲν τὴν θίβην, εἶτα κλαῖον εὑροῦσα τὸ βρέφος. ὅτι τε Ἑβραῖος εἴη συνίησιν ἀκριβῶς, καὶ ἀναδίδωσι τρέφειν τῇ τεκούσῃ, πάλιν μισθὸν τῶν τροφῶν ὑποσχομένη.

Τίνα δὴ νοῦν ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε λόγοις; ἢ τί τὸ μυστήριον περιαθρεῖν ἀναγκαῖον; Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ ἦν ἐπὶ τῆς γῆς τὸ ἄρσεν ἀνεπιβούλευτον. Ἄρσεν δὲ νοοῦμεν τὸ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ, καὶ ἧς ἂν εἶεν καρποὶ τὰ ἁνδάνοντα τῷ Θεῷ. Οὐκοῦν ἐν κινδύνῳ τὸ ἄρσεν, μονονουχὶ ταῖς κοσμικαῖς ἡδοναῖς οἷά τε βορβόροις ἢ τέλμασιν ἐγκαθιέντος τοῦ Σατανᾶ, καὶ ἐναποπνίγοντος τοὺς παραιτουμένους τὸ ἄναλκι καὶ θηλυπρεπὲς, τὸ ὡς ἐν ἤθει φημὶ καὶ τρόποις. Τοιγάρτοι καὶ ἔφασκον οἱ Πνευματοφόροι κατατεθηπότες, οἶμαί που, τὴν ἀπάντων ἐκτροπὴν ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἦν γὰρ ἤδη πως καὶ ἀνεπιτήδευτον παντελῶς ἅπασιν ἀνθρώποις τὸ ἀγαθὸν, οὐκ ἀφιέντος ἀνδρίζεσθαι τοῦ τῆς ἁμαρτίας εὑρετοῦ. Ἐπειδὴ δὲ γέγονε μεθ᾽ ἡμῶν, καὶ τοῖς ἐπιβουλευομένοις ἐναρίθμιος ἦν ὁ Ἐμμανουὴλ, τὸ φύσει τε καὶ ἀληθῶς ἄῤῥεν βρέφος, τουτέστι τὸ θρύπτεσθαι μὴ εἰδός· οὐ γὰρ μεμαλάκισται πρὸς ἁμαρτίαν· διέλαθε μὲν ἐν ἀρχαῖς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου· κέκρυπται γὰρ τὸ παιδίον, τουτέστι Μωσῆς· ἐπειδὴ δὲ προῆλθεν εἰς ἡλικίαν, τοῖς τοῦ διαβόλου στρατηγήμασι κατατεθηγμένη πρὸς μιαιφονίαν ἡ τεκοῦσα Συναγωγή· πέφηνε γὰρ ἐξ Ἰουδαίων ὁ κατὰ σάρκα Χριστός· κατέκλεισεν ἐν μνημείῳ.

Τύπος δ᾽ ἂν γένοιτο καὶ τοῦδε σαφὴς διὰ χειρὸς ὥσπερ τῆς ἰδίας μητρὸς ἐν τῇ καλουμένῃ θίβῃ καθιέμενος ὁ Μωσῆς, καὶ πρός γε τούτοις ἐκτιθέμενος. Ἠλλοτρίωσε γὰρ ἑαυτῆς τὸν Ἐμμανουὴλ ἡ τῶν Ἰουδαίων Συναγωγή. Ἀλλ᾽ ἥ γε τοῦ Φαραὼ θυγάτηρ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καίτοι πατέρα ποτὲ λαχοῦσα τὸν Σατανᾶν, εὑρίσκει παρ᾽ ὕδασιν, ὧν ἂν νοοῖτο τύπος τὸ ἅγιον βάπτισμα, δι᾽ οὗ καὶ ἐν ᾧ Χριστὸς εὑρίσκεται, καὶ ἀνοίγει τὴν θίβην. Ὅτι γὰρ οὐ μεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον πατήσας τὸν θάνατον, ἔξω τε μνημείου γέγονε, πεπιστεύκασιν ἀληθῶς οἱ διὰ πίστεως εὑρηκότες τὸν δι᾽ ἡμᾶς εἰς θάνατον, ἵνα καὶ ὑπὲρ ἡμῶν εἰς ζωήν.

Εὑρίσκει δὲ κλαῖον τὸ παιδίον. Περιτευξόμεθα δὲ καὶ ἡμεῖς τῷ Χριστῷ τὴν τῶν Ἰουδαίων ἀνοσιότητα, καὶ τὰ εἰς αὐτὸν γεγονότα διηγουμένῳ, μονονουχὶ δὲ καὶ κλαίοντι. Δυσφορητικῶς γάρ φησιν· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ μὴν καὶ ἑτέρωθί που· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὅτι δὲ καὶ ἐξ Ἰουδαίων πέφηνεν ὁ Χριστὸς, ἐπέγνω τε καὶ πεπίστευκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. «Εἶπε γὰρ, φησὶν, ἡ θυγάτηρ Φαραώ· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο.» Πλὴν ὅτι κατὰ καιροὺς παρὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας δέξεται Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, μυσταγωγούμενοι δηλονότι τὸ ἐπ᾽ αὐτῷ μυστήριον, παραδείξειεν ἂν καὶ λίαν ἀμογητὶ ἐκ τῆς θυγατρὸς Φαραὼ παραδέξασθαι τὸ παιδίον τὴν τεκοῦσαν αὐτό.

Ἐκθεμένη γὰρ ὥσπερ τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀποβαλοῦσα ταῖς ἀπειθείαις, ἐν τελευταίοις αὐτὸν καιροῖς παραδέξεται ταῖς τῆς Ἐκκλησίας μυσταγωγουμένη φωναῖς. Καὶ ὅτι μὴ ἀκερδὲς, ἀλλ᾽ ἐν μεγάλαις ἐλπίσι τὸ χρῆμα αὐτὴ λοιπὸν ἀναπεπεισμένη. Θέα γὰρ ὅπως ἡ τοῦ Φαραὼ θυγάτηρ μισθοὺς ἐπηγγέλλετο τῇ Μωσέως μητρὶ, παιδοκομεῖν ἑλομένῃ τὸ ἐξ αὐτῆς. Οὐκοῦν ἡ Μωσέως γένεσις καὶ τὰ ἐπ᾽ αὐτῷ κατασημήνειεν ἂν καὶ μάλα σαφῶς τοῖς ἀρτίφροσι τὸ Χριστοῦ μυστήριον, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.

Ἔτι περὶ Μωσέως. ϛʹ. Τὴν Μωσέως γένεσιν πολυπραγμονοῦντες, ὡς ἔνι τὸ Χριστοῦ μυστήριον διεδείκνυμεν τῆς τῶν νοημάτων ἰσχνότητος διαγραφούσης αὐτὸν οἰκονομικῶς ἐν ἀρτιγενεῖ νηπίῳ, διά τοι τὴν τῆς θεότητος ἀκακίαν, καὶ τὸ ἀκάκουργον παντελῶς, καὶ τὸ εἰς ἅπαν ἁπλοῦν, ἤγουν ὅτι νέα πέφηνε κτίσις. Ἀλλὰ φέρε δὴ πάλιν καὶ καθ᾽ ἕτερον τρόπον καταθρήσωμεν ἐν αὐτῷ τὸν Ἐμμανουὴλ μορφούμενον. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. «Ἐγένετο τοίνυν, φησὶν, ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωσῆς ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντα Ἑβραῖον τῶν ἀδελφῶν ἑαυτοῦ· καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· Διατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἐφοβήθη δὲ Μωσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο; Ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο, καὶ ἐζήτει ἀνελεῖν τὸν Μωσῆν. Ἀνεχώρησε δὲ Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ ἐν τῇ γῇ Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.

Παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωσῆς ἐῤῥύσατο αὐτὰς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν. Ὁ δὲ εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἐκ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν. Ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· Καὶ ποῦ ἔστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν ὅπως φάγῃ ἄρτον. Κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφωρὰν τὴν θυγατέρα αὐτοῦ Μωσῇ γυναῖκα. Ἐν γαστρὶ δὲ συλλαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε Μωσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ, λέγων, ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.» Ὧδε μὲν οὖν τὰ Μωσέως. Θεωρίας δὲ τῆς ἐσωτάτω συνθήσει πάλιν ἡμῖν ὁ λόγος, ἀπονέμοντες τῇ ἱστορίᾳ ὅτι μάλιστα τὸ πρέπον αὐτῇ· τὸ δὲ ὅσον ἂν φαίνοιτο ταῖς πνευματικαῖς ἀφηγήσεσιν ὑπηρετεῖν εὖ μάλα δυνάμενον, τοῦτο περιτρέπων εἰς οἰκονομίαν τὴν ἐπὶ Χριστῷ.

ζʹ. Διεπύθου δὲ ὅτι μέγας γενόμενος Μωσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ θεσπέσιος γράφων Παῦλος· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον.» Τίς δὴ οὖν ἄρα νοοῖτ᾽ ἂν εἰκότως τῆς ἐνθάδε δηλουμένης ἀποστολῆς ὁ τρόπος, ἢ τί τὸ ἐκβεβηκέναι φήσομεν, κατιδεῖν ἀναγκαῖον. Ἢ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ᾽ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον, μονονουχὶ καὶ ἐκβεβηκέναι δώσομεν, ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς ἐροῦμεν εὐκλείας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Καὶ γοῦν ἐκπεπερασμένης ἤδη τῆς οἰκονομίας, ὅτε καὶ ἀναφοιτᾷν ἔμελλε πρὸς τὸν Πατέρα συνεδρεύσων αὐτῷ, καὶ τῶν ὑπερτάτων ἐπιβησόμενος θώκων· «Πάτερ, φησὶ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ὁ δὲ οὐρανοῦ καὶ γῆς Κύριος ὡς Θεὸς ἀνημμένος οὐσιωδῶς τῶν ὅλων τὸ κράτος, οὐκ ἂν ἐξοίχοιτό πως τῶν καθ᾽ ἑαυτὸν ἐν τῇ δούλου μορφῇ γεγονώς· ὁ δὲ ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, εἰ μεθ᾽ ἡμῶν ὁρῷτο γυμνὸς καὶ ἐν μνήμασιν, εἰ καὶ ἀνεβίω πάλιν ὡς ζωὴ, οὐκ αὐτῷ δόξειεν ἔξω γενέσθαι βραχὺ τῶν ὅτι μάλιστα πρεπόντων αὐτῷ. Εἶτα πῶς ἐνδοιάσειέ τις; Ἐκβέβηκε τοίνυν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, τουτέστι, τοὺς υἱοὺς Ἰσραήλ.

Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, αὐτῶν οἱ πατέρες, πρὸς οὓς τὰ ἐπηγγελμένα.

Τοιγάρτοι ἔφασκεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἀλλὰ δεινὴν καὶ δύσοιστον ἀληθῶς ὑπομένοντας τὴν πλεονεξίαν (ἐπεπήδα γὰρ ὥσπερ συντρίβων ὁ Σατανᾶς), ἐλευθεροῦν ἐσκέπτετο, καὶ πόνου παντὸς ἀποφαίνειν ἀπηλλαγμένους. Ἀπεκτονὼς δὲ τρόπον τινὰ τὸν ἀδικεῖν ᾑρημένον, κατέκρυψεν εἰς γῆν, τουτέστιν, ἐν τοῖς ὑποχθονίοις ἐτίθει μέρεσι, κατακλείων εἰς ᾅδην.

Τοῦτό τοί φημι τὸ ἐν ψάμμῳ κρύπτειν τεθνεῶτα τὸν Αἰγύπτιον. Ὅτι δὲ τὰ τῶν δαιμονίων θεομισῆ καὶ ἀκάθαρτα στίφη τῇ τοῦ Σωτῆρος ἡμῶν ἀῤῥήτῳ δυνάμει συνηλαύνετο εἰς τὸν ᾅδην, κατεδικάζετο δὲ τὴν ἄβυσσον οἰκεῖν, ἀναμάθοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐκ τῶν εὐαγγελικῶν ἀναγνωσμάτων. «Παρεκάλουν γὰρ αὐτὸν, φησὶν, οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.» Ὡς γὰρ πληθύος ἤδη πολλῆς προαπεσταλμένης, οἱ περιλειφθέντες ἔτι προσιόντες παρεκάλουν ἀνεῖσθαι τέως αὐτοῖς τὸ τοῖς ἑτέροις συγκατακρίνεσθαι.

Ὅτι δὲ κατῃκίζοντο τῆς εἰς ἡμᾶς ὠμότητος εἰσπραττόμενοι δίκας, καταθεῷτό τις ἂν, εἰ βούλοιτο, καὶ ἀμογητὶ, ἀνακεκραγότων ἀκούων· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Οὐκοῦν ἐπειδήπερ ἐτεθέατο Χριστὸς ἀφορήτως ἐγκείμενον τοῖς ἐπὶ γῆς τὸν Αἰγύπτιον, κατέκρυψεν αὐτὸν εἰς τὸν ᾅδην.

Τοῦτό τοι πάλιν ὡς ἐν σκιαῖς καὶ τύποις ἀποτετέλεκεν Ἰησοῦς, ὁ διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ στρατηγήσας μετὰ Μωσέα. Κατέδησε γὰρ ἐν σπηλαίῳ τοὺς πέντε τῶν Ἀμοῤῥαίων βασιλεῖς, πλαγίως ἡμῖν τοῦ τύπου προαναφαίνοντος, ὅτι μετὰ τὴν ἐν νόμῳ πολιτείαν ἀναδειχθεὶς ἐφ᾽ ἡμᾶς ὁ Ἐμμανουὴλ βασιλεὺς, τοὺς τῶν δαιμονίων ἐξάρχοντας, καθάπερ ἐν βαθεῖ κατασφραγιεῖ σπηλαίῳ τοῖς ὑποχθονίοις μυχοῖς. Ἀνῃρημένου δὴ οὖν τοῦ ἐγκειμένου καὶ θλίβοντος, τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, φησὶ, δύο διαπληκτιζομένων Ἑβραίων, βραβευτὴς εἰς μέσον εἴη Μωσῆς, καὶ διαλλακτὴς εἰς εἰρήνην τοῖς ἀφιλαλλήλως διεστηκόσιν. Εἰς ἔχθραν ἐνεφαίνετο, λέγων τῷ καταβιάζεσθαι τὸν ἀδελφὸν ἐθέλοντι· «Ἵνα τί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ πρὸς αὐτόν· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς; Ἢ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες τὸν Αἰγύπτιον χθές;» Προκατακλείσας γὰρ ὥσπερ εἰς ᾄδην τὸν Σατανᾶν ὁ Ἐμμανουὴλ, δικαιοσύνης ἐφαίνετο βραβευτὴς τοῖς ἐξ Ἰσραὴλ, καὶ φιλαλληλίας διδάσκαλος, ἀγάπης μὲν τῆς εἰς ἀδελφοὺς μεταποιεῖσθαι κελεύων, εἰρήνης δὲ καὶ ὁμοψυχίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.»

Οἱ δὲ, τὴν εἰσήγησιν ἐπαινέσαι δέον, καὶ θαυμάσαι τὸν διαλλακτὴν, τῆς εἰρήνης τὸν χορηγὸν, καὶ τῆς ἀγάπης τὸν πρύτανιν, τῶν ἀρίστων αὐτοῖς μαθημάτων τὸν ἡγούμενον, δεδυσσεβήκασιν οὐ μετρίως.

Οὐ γὰρ ἐποιοῦντο καθηγητήν. Ἀλλὰ καίτοι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς λέγοντι σαφῶς· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,» ἁπάσης ἀναισχυντίας ἰόντες ἐπέκεινα, σκληρῶς τε καὶ ἀφιλοθέως ἀντεφέροντο λέγοντες, ποτὲ μὲν, ὅτι «Τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; ποτὲ δὲ πάλιν· »Οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» καὶ τὰ δι᾽ ὧν ἐσώζοντο καταγράφοντες εἰς κατάῤῥησιν, καὶ τῆς ἐπικουρίας τὸν τρόπον ἀσυνετώτατα διασύροντες.

Ἐνεκαλεῖτο μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον, καὶ ἀφορήτοις πλεονεξίαις τὰς τῶν Ἑβραίων ἀγέλας καταφορτίζοντα. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ᾽ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς διὰ τὸ τῶν ἐχόντων ἐκπέμπειν αὐτά· καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους.

Τετολμήκασι γὰρ εἰπεῖν ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Ἐπιτήρει δὲ ὅτι περιβλεψάμενος ὁ Μωσῆς ὧδε καὶ ὧδε, καὶ τεθεαμένος οὐδένα, τεθνεῶτα τὸν Αἰγύπτιον κατέκρυψεν ἐν ψάμμῳ. Εἶτα παρελθὼν, συμβουλεύει τὰ εἰς εἰρήνην τοῖς ἐξ αἵματος ἀδελφοῖς. Πολεμεῖ γὰρ Κύριος ἐπὶ Ἀμαλὴκ, πλὴν ἐν χειρὶ κρυφαίᾳ, καθὰ γέγραπται, καὶ οὐδενὸς ὁρῶντος τῶν ἐπὶ γῆς ᾠκονομεῖτο διὰ Χριστοῦ τὰ τῶν πραγμάτων ἀποῤῥητότερα.

Πῶς γὰρ ἢ πότε κατεδικάζοντο τῶν δαιμονίων τὰ στίφη, καὶ τὴν ἄβυσσον οἰκεῖν προσετάττοντο, τίς ἂν εἰδείη τῶν ἐπὶ γῆς; Συνελάσας δὴ οὗν εἰς ἄδου τὸν Σατανᾶν, καὶ προαπαλλάξας τοὺς ἐπὶ γῆς τῆς ἐκείνου πλεονεξίας, ἐκάλει λοιπὸν εἰς εἴδησιν ἀρετῆς.

Τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς οὐκ ἀσυμφανῶς πού φησιν· «Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ;» Προκαταδήσας γὰρ ὥσπερ τὸν ἰσχυρὸν, τουτέστι τὸν Σατανᾶν, μεθίστησι διὰ πίστεως εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τουτέστι τοὺς ὑπ᾽ αὐτῷ πράττοντάς ποτε καὶ ἐν ἀχρείοις σκεύεσι λελογισμένους.

Ἀλλ᾽ ἐφ᾽ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι πρέπειν, ἐπὶ τούτοις αὐτοῖς κατεσκωμμένος ἀνοσίως μεταπεφοίτηκεν ἀναγκαίως τὴν Ἰουδαίαν ἀφεὶς, ἐν ᾗ καὶ γεγέννηται κατά γε τὴν σάρκα· καίτοι κατὰ ἀλήθειαν Ἰουδαῖος οὐκ ὢν ὡς ὁ Λόγος, ἀλλ᾽ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, καὶ παρὰ Πατρὸς, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωσῆς, ἐτίκτετο μὲν ἐν Αἰγύπτῳ, καὶ ἧν Ἑβραῖος ἐξ Ἑβραίων, ῥίζαν ἔχων εὐγενῆ καὶ ἁγίαν τοῦ πατρός. Ἀλλὰ τῶν ἐξ αἵματος ὀνειδιζόντων αὐτῷ, καὶ ἐν ἐσχάταις ἐχόντων διαβολαῖς τὰ ὑπέρ γε σφῶν αὐτῶν πραττόμενα, μετετέθη λοιπὸν εἰς τὴν Μαδιὰμ, καὶ εἰς τὴν τῶν ἑτερογενῶν μεθωρμίζετο χώραν. Εἶτα προσιζήσας τῷ φρέατι, ταῖς Ἰοθὸρ ἐπήμυνε θυγατράσιν. Αἱ μὲν γὰρ οὖσαι τὸν ἀριθμὸν ἑπτὰ καὶ τὰς τοῦ ἰδίου πατρὸς ἀγέλας διαποιμαίνουσαι, προσεκόμιζον ταῖς ληναῖς δεδιψηκότα τὰ θρέμματα. Ἀρυσαμένας δὲ ἤδη καὶ σὺν ἱδρῶτι πολλῷ, πεπλεονεκτήκασι τῶν αἰπόλων τινές. Ὑπερήθλησε δὲ Μωσῆς, καὶ χερσὶν ἰδίαις ἀνιμώμενος, ἐπότισε τὰ πρόβατα αὐτῶν, καθὰ γέγραπται. Ἐν τάξει δὴ οὖν τοῦ κόσμου τὸν Ἰοθὸρ παραδεξόμεθα, ὃς ἦν ἱερεὺς τῶν Μαδιηναίων, οὐ Θεῷ τῷ φύσει καὶ ἀληθῶς ποιούμενος τὴν λατρείαν, ἀλλὰ τοῖς κτίσμασι παρὰ τὸν κτίσαντα καὶ ποιητὴν, ἢ τοῖς ἐκ λίθων πεποιημένοις, καὶ τοῖς τεκτόνων φιλοτεχνήμασι. Πεπλάνητο δὲ καὶ ὁ κόσμος, δαιμονίοις καὶ οὐ Θεῷ προσκυνῶν.

Ἑρμηνεύεται δὲ καὶ Ἰοθὸρ περισσότης, ἢ περιττός. Τοιοῦτος δὲ καὶ ὁ κόσμος, περιττότης ὢν ὅλος· διά τοι τὸ δρᾷν τοὺς τὰ αὐτοῦ φρονεῖν ἑλομένους τῶν ἀναγκαίων οὐδὲν, εἰκαίοις δὲ ὥσπερ καταμεθύειν περισπασμοῖς, καὶ διαῤῥιπτεῖσθαι τρόπον τινὰ πρὸς ἀχρείους ἡδονάς. Εἴη ἂν οὐκ ἀμφίλογον, ὅτι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς περιττὰ τὰ σαρκὸς, καὶ τὸ φρονεῖν τὰ ἐν κόσμῳ, τῆς τοῦ χρησίμου καὶ ἀναγκαίου διημάρτηκε θήρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι «Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν·» καὶ ὁ φρονῶν τὰ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.

Περιττότης οὗν ἀληθῶς τὸ φρονεῖν ἑλέσθαι τὰ ἐν κόσμῳ, καὶ αὐτὸς δὲ ὁ κόσμος. Ἔφη γάρ που ὁ Χριστός· «Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» ηʹ. Μετακεχώρηκε τοίνυν ἐκ τῆς Αἰγυπτίων εἰς Μαδιὰμ ὁ Μωσῆς, ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Ἄθρει δὲ ὅτι μία μὲν ἡ Λευῒ θυγάτηρ ἡ τὸν ἱερὸν τεκοῦσα Μωσέα.

Πλείους δὲ μὴν καὶ ἑπτὰ τὸν ἀριθμὸν αἱ Ἰοθὸρ τοῦ Μαδιηναίου. Μία μὲν γὰρ καὶ ἡ τῶν Ἰουδαίων πληθὺς, ἐξ ἧς καὶ γεγέννηται κατὰ σάρκα Χριστὸς, ὡς ἐν τύπῳ τῷ κατὰ Μωσέα. Πολλαὶ δὲ λίαν αἱ οἱονεὶ τοῦ κόσμου θυγατέρες, εἴτουν ἀγέλαι τυχὸν ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Ἀφεὶς οὖν ἄρα Χριστὸς τὴν ὅθεν ἐξέφυ κατὰ τὴν σάρκα Συναγωγὴν, ἐπὶ τὰς πολλὰς τῶν ἐθνῶν ἀπονένευκεν ἀγέλας· ἃς πονηροὶ ποιμένες κατεβιάζοντο, τουτέστιν, οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου. Διέσωσε δὴ αὐτός. Ἀλλὰ φέρε λέγωμεν τῆς πλεονεξίας τὸν τρόπον τὸν τῆς ἀρωγῆς προσεπάγοντες. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκῳ παρεικάζειν τὴν ἔμφυτον ἐν ἡμῖν περὶ Θεοῦ γνῶσιν, καὶ καθ᾽ ἣν ἕκαστα τῶν πρακτέων ποδηγούμεθα. Ἀναβρύει γὰρ ὥσπερ ἐν ἡμῖν καθάπερ ἀπὸ πηγῆς τοῦ νοῦ καὶ ἡ παντὸς εἴδησις ἀγαθοῦ, καὶ τῆς περὶ Θεοῦ δόξης ἡ ὡς ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι γνῶσις. Καὶ γοῦν τοὺς τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντας, μετακεκλιμένους δὲ ἀνοσίως ἐπὶ τὸ χρῆναι τοῖς δαίμοσιν ἀνάπτειν τὸ σέβας, κατῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου· «Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.»

Λατρεία γὰρ ἡ ψευδώνυμος, λάκκος οἷά τίς ἐστι συντετριμμένος· οὐ γὰρ ἂν ἀρύσαιτό τις ἐκεῖθεν τὸν ζωοποιεῖν ἰσχύοντα λόγον· πηγὴ δὲ ζωῆς ἀληθῶς ἡ ἀμώμητος περὶ Θεοῦ γνῶσις. Οὐκοῦν τῆς ἐμφύτου γνώσεως εἰκὼν ἂν εἴη λοιπὸν ὁ λάκκος ἡμῖν. Ἀλλὰ ἕως μὲν πρὸς εἴδησιν τὴν ἐπὶ Θεῷ ὀρθῷ καὶ ἀκαταβιάστῳ κεχρήμεθα νῷ, κατευθὺ τῆς ἀληθείας ἥξομεν.

Εἰ δὲ ταῖς τῶν δαιμονίων ἀπάταις πλεονεκτούμενος παρατρέποιτό τις ἐπὶ τὸ αὐτῷ δοκοῦν, τὰς ἰδίας ἐκείνοις δαπανήσει σπουδάς. Τοῦτο, οἶμαι, ἔστιν αἰνιγματωδῶς τὸ ἀρύσαθαι μὲν τὸ ὕδωρ τὰς Ἰοθὸρ θυγατέρας, σὺν βίᾳ δὲ τοῦτο τοὺς πλεονεκτοῦντας ἑλεῖν. Ἐν τοιαύταις εἶναί φαμεν ἀῤῥωστίαις τοὺς πεπλανημένους, παρατρεπομένης αὐτοῖς τῆς ἐμφύτου γνώσεως ἐπὶ τὸ ἀκαλλὲς, τουτέστιν, εἰς πλάνησιν, καὶ εἰς τὸ τοῖς δαιμονίοις χρήσιμον. Ἀλλ᾽ ἐπήμυνεν ὁ Χριστός. Ἀπεσόβησε μὲν γὰρ τοὺς ἀλιτηρίους ψευδοποιμένας, πεπότικε δὲ τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὸ θεῖον αὐτοῦ καὶ οὐράνιον κήρυγμα. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Οὐκοῦν παραληψώμεθα μὲν τὸν Ἰοθὸρ εἰς τὸ τοῦ κόσμου πρόσωπον τοῦ περισσότητος καὶ ἐξιτηλίας μεμεστωμένου. Θυγατέρας δὲ εἶναί φαμεν τὰς ἑπτὰ τὰς ἁπανταχοῦ τῶν ἐθνῶν ἀγέλας, ὡς ἐφ᾽ ἑκάστῃ τῶν θυγατέρων Ἰοθὸρ πληθύος σημαινομένης.

Οἱ δέ γε ποιμένες οἱ πονηροί τε καὶ βιαιότατοι νοοῖντ᾽ ἂν εἰκότως τὰ τῶν δαιμονίων στίφη. Ὁ δὲ ἐπαμύνων Χριστὸς, ὁ καὶ θείοις ἡμᾶς ἐκμεθύσκων νάμασιν. Ἐπειδὴ δὲ τὰς τῶν ἀνοσίων ποιμένων πλεονεξίας διέδρων αἱ νεάνιδες, ὑπονοστοῦσι πρὸς Ῥαγουὴλ τὸν ἑαυτῶν πατέρα, φημὶ δὴ τὸν Ἰοθόρ.

Ἐρομένου δὲ αὐταῖς τῆς ἀσυνήθους ταχύτητος τὴν αἰτίαν, τὴν Μωσέως ἐπικουρίαν εὐθὺς ἀπαγγέλλουσιν. Ὁ δὲ εἰσοικίζεται παραχρῆμα τὸν ἄνθρωπον, καὶ Σεπφώραν αὐτῷ δίδωσι γαμεῖν τῶν ἑαυτοῦ θυγατέρων τὴν προὔχουσαν καὶ εὐπρεπεστάτην· ἡ δὲ τέτοκε Γηρσάμ. Ἐπειδὴ γὰρ ὠφέλησε Χριστὸς τὰ ἐν κόσμῳ τῶν ἐθνῶν συστήματα, ἐγνωρίζετο μὲν αὐτῷ μυσταγωγούντων αὐτῷ τῶν δι᾽ αὐτοῦ σεσωσμένων, ὅτι καὶ ἐπαμύνειν οἷός τε καὶ μὴν καὶ χειρὸς ἐξελέσθαι ῥᾳδίως τῶν ἀδικεῖν ᾑρημένων. Οὕτω τε λοιπὸν προσιστᾷ μὲν ἀσμένως, καθὰ καὶ Ῥαγουὴλ Μωσέα τὸν ἱερώτατον. Συμβαίνει δὲ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς αὐτὸν νύμφην οἷά τινα περικαλλεστάτην παριστὰς αὐτῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢ διὰ τῆς Σεπφώρας νοεῖται. Διερμηνεύεται γὰρ ἐπίσκεψις ἢ ὡραία, καὶ μέν τοι καὶ χάρις πνοῆς. Ἐπεσκέψατο γὰρ ἀνατολὴ ἐξ ὕψους τὴν ὡς ἀληθῶς ἐκπρεπῆ καὶ ὡραίαν, φημὶ δὴ τὴν Ἐκκλησίαν, καὶ δῶρον αὐτῆς καὶ ξένιον οὐρανοῦ κεχάρισται τῆς ἑαυτοῦ πνοῆς τὴν ἐπίδοσιν, φημὶ δὴ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἡ δὲ τέτοκεν αὐτῷ τὸν Γηρσὰμ, φημὶ δὴ λαὸν τὸν πάροικον ἀληθῶς. Οἱ γάρ τοι τῷ θείῳ κατεσφραγισμένοι Πνεύματι, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ἀξιούμενοι, καὶ εἰς ὡραιότητα διαπεπλασμένοι τὴν ὡς πρὸς Υἱὸν, πάροικοι, κατὰ τὸ ἀληθὲς, εἰσὶν ἐν τῷδε τῷ κόσμῳ.

Ἁρμόσειε δ᾽ ἂν αὐτοῖς ὅτι μάλιστα διακεκραγέναι τε καὶ λέγειν· «Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν,» ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Περιπατοῦντες γὰρ ἐπὶ γῆς, ἐν οὐρανῷ πολιτεύονται, καὶ γλίχονται μὲν οὐδαμῶς τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων· μεταποιοῦνται δὲ σφόδρα τῶν εἰς αἰῶνα τὸν μέλλοντα. Ἀκολουθεῖν γὰρ ἐγνώκασι διὰ τῆς ὄντως ἀστείας καὶ τετορνευμένης ζωῆς τῷ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς καὶ ἐν τῷδε τῷ κόσμῳ παρῳκηκότι Χριστῷ. Πεφρόνηκε γὰρ οὐ τὰ τοῦδε τοῦ κόσμου, πολλοῦ γε καὶ δεῖ· τύπος δὲ μᾶλλον ἡμῖν τῆς ὑπερκοσμίου καὶ ἐννομωτάτης πέφηνε ζωῆς.

Ἐπιτήρει δὲ ὅπως οἰκονομικῶς δὴ λίαν τὸ Γράμμα τὸ ἱερὸν, τὸν τῶν ἑπτὰ νεανίδων πατέρα, πρὶν μὲν εἰς αὐτὰς γενέσθαι τὴν διὰ Μωσέως ἐπικουρίαν, ὠνόμασεν Ἰοθὸρ, εἶτα μετὰ τοῦτο Ῥαγουήλ· καὶ Ἰοθὸρ μὲν περιττότης, ἤτοι περιττὸς ἑρμηνεύεται, καθάπερ ἤδη προεῖπον, Ῥαγουὴλ δὲ ποιμασία Θεοῦ. Κεχρήσομαι γὰρ τῇ λέξει διὰ τὸ χρήσιμον.

Ἐλέγομεν δὲ τὸ τοῦ κόσμου πρόσωπον περιθέντες αὐτῷ, ὅτι περιττὸς καὶ εἰκαῖος ἀληθῶς ὁ ἐν κόσμῳ περισπασμός. Ἀλλ᾽ ἦν μὲν ἐν τούτοις πρὶν ὠφεληθῆναι παρὰ Χριστοῦ τὸν τῶν νεανίδων χορόν. Ἐπειδὴ δὲ πλεονεξίας ἐξῄρηνται, καὶ τῆς τῶν ἀνοσίων ποιμένων ἔξω τέθεινται χειρὸς, τότε δὴ, τότε μετωνόμασται Ῥαγουὴλ, ὅ ἐστι Θεοῦ ποίμνιον, ἤτοι ποιμασία, κατά γε τὴν τῆς ἑρμηνείας δύναμιν. Ὑποδεδράμηκε γὰρ τὴν χεῖρα τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ. Οἱ μακάριοι προφῆται περὶ τῶν καθ᾽ ἡμᾶς οὐ μετρίως πεφροντικότες, ἅτε δὴ πνευματοφόροι καὶ ἀκριβῆ τῶν πραγμάτων ποιούμενοι τὴν κατάσκεψιν, συλλήπτορα καὶ ἐπαρωγὸν ἀναδείκνυσθαι παρεκάλουν τοῖς ἐπὶ τῆς γῆς τὸν τοῦ Θεοῦ Λόγον, αὐτῷ δὲ καὶ μόνῳ τὸ ἀνασώσειν δύνασθαι τοὺς εἰς λῆξιν ἥκοντας κακῶν ἀναθέντες ὡς Θεῷ. Γεγόνασι μὲν γὰρ τῶν ἀρίστων εἰσηγηταὶ, καὶ τὴν τῆς σωτηρίας παραδεικνύντες ὀδὸν σοφοί τε καὶ ἀγχίνοοι. Καὶ τί γὰρ οὐχὶ λαχόντες τῶν ἐπαινουμένων, εἰκότως κατεθαυμάζοντο;

Ἀλλ᾽ ἦσαν οὐχ οἷοί τε καθ᾽ ἡμῶν τυραννίδος ἀποσοβῆσαι τὸν Σατανᾶν, οὔτε μὴν τὰ βέβηλα τῶν δαιμονίων ἐλάσαι στίφη, οἳ τοὺς ἀθλίους ἡμᾶς πολυτρόπως κατεληΐζοντο, μονονουχὶ καὶ ἐν τάξει τῶν δορυκτήτων ποιούμενοι, καὶ ζυγῷ δουλείας καταφορτίζοντες τὰ αὐτοῖς δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ἀνοσίως ἠνάγκαζον· δασμολόγοι δὲ ὥσπερ δεινοί τε καὶ ἄτεγκτοι προσάγειν ἐκέλευον τὰ τῆς λατρείας αὐτοῖς, καὶ ὡς ἐπὶ ὀφλήματος τάξει, τὸ καταμιαίνεσθαι δεῖν τοῖς περὶ γῆν σπουδάσμασι, καὶ διὰ τοῦτο μόνα φρονεῖν ἑλέσθαι τὰ σαρκικά. Ἧν οὖν ἄρα τῆς ἀῤῥήτου φύσεως ἀποτέλεσμα λαμπρὸν, τὴν ἀλαζόνα καὶ βέβηλον τοῦ διαβόλου κατασεῖσαι πλεονεξίαν, καὶ δουλείας μὲν ἀπαλλάξαι τῆς οὕτω βλαβερωτάτης καὶ μυσαρωτάτης τοὺς ἐπὶ τῆς γῆς, ἀποφῆναι δὲ λοιπὸν τῆς ἀρετῆς ἐργάτας. Ὅτι δὲ τοῦτο οὕτω μέγα καὶ πολύευκτον ἀγαθὸν ὑπάρξειν ἔμελλε κατὰ καιροὺς τοῖς ἐπὶ τῆς γῆς, καθέντος ἑαυτὸν εἰς κένωσίν τε καὶ ἀνθρωπότητα τοῦ Μονογενοῦς, διὰ τῶν ἱερῶν Γραμμάτων οὐδὲν ἧττον εἰσόμεθα. Ἔχει δὲ οὕτως· «Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἐβόησαν, καὶ ἀνέβη ἡ φωνὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων, καὶ εἰσήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν, καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ.

Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς.» Κατεβιάζοντο μὲν γὰρ οἱ Αἰγύπτιοι τοὺς ἐξ Ἰσραὴλ τὸν τῆς ἀναγκαίου θητείας ἐπιῤῥιπτοῦντες ζυγὸν, καὶ πικροὺς αὐτοῖς καὶ ἀφιλοικτείρμονας ἐργοδιώκτας ἐπιστήσαντες, οἳ κατώδυνον αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται. Οἱ δὲ ταῖς ἄγαν πλεονεξίαις πεπιεσμένοι κλαίοντες καὶ κατοιμώζοντες τῆς ἄνωθεν ἡμερότητος ἀξιοῦσθαι, λοιπὸν ἐλιπάρουν οἱ τάλανες. «Ἀλλ᾽ ἐπεσκέπτετο Θεὸς, καὶ εἰσεῖδε, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς.» Ὅτε τοίνυν ἐσμὲν ἐν ἀγνοίᾳ Θεοῦ, τότε καὶ τοῖς ἀδικοῦσιν ὑποκεισόμεθα, καὶ τοῖς τῆς ἁμαρτίας βορβόροις ἐνκυλινδούμεθα, πικροὺς καὶ ὠμοὺς τῶν τοιούτων ἔχοντες ἐπιστάτας, τοὺς ἀκαθάρτους δαίμονας. Ἕψεται δὲ καὶ πάντως τοῦ γνῶναι Θεὸν τῆς ἐλευθερίας ἡ χάρις. Ἀλλ᾽ ἐκεῖνα μὲν ἐπράττετο τυπικῶς· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, καθὼς γέγραπται. Καὶ ἐφ᾽ ἑνὸς μὲν ἔθνους τῶν ἐξ αἵματος Ἰσραὴλ ὁ τύπος. Διδάξει δ᾽ εὖ μάλα καὶ σαφῶς ὅτι τοῖς ἀκαθάρτοις πνεύμασι καὶ τῷ διαβόλῳ σκοπὸς, συνωθεῖν ἐπείγεσθαι τοὺς ἐπὶ γῆς εἰκαίοις ἐνιδροῦν σπουδάσμασι, καὶ τὰ σαρκὸς ἔργα πληροῦν· ἴνα μὴ σχολαῖον ἔχοντες νοῦν καὶ ἀναμύοντα πρὸς τὰ ἄνω, τὸν τῶν ὅλων εἰδεῖεν Θεόν· οὕτω τε λοιπὸν καὶ εἰς τὸ αὐτῷ δοκοῦν ἐπευθύνοντο, καὶ τῆς ἐπ᾽ αὐτῷ δουλείας ἀπονεύουσι ζυγόν.

Ἐπειδὴ δὲ ἔνεστι τῇ ἀνθρωπείᾳ φύσει τὸ φιλελεύθερον, οὐκ ἐπαινοῦμεν ἔσθ᾽ ὅτε τὰ πάθη· καταμυσαττόμεθα δὲ πολλάκις ἀνανήφοντες βραχὺ, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὸ ἄχαρι, τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ διψῶμεν ἐπικουρίαν, καὶ τῆς ἀβουλήτου δουλείας οὐ μετρίαν ποιούμεθα τὴν καταβοήν. Τοῦτο, οἶμαι, ἔστι τὸ καταστενάξαι πρὸς Θεὸν τοὺς υἱοὺς Ἰσραήλ. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπέστειλεν ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν ἐξ οὐρανοῦ τὸν Υἱὸν, ὃς γέγονε καθ᾽ ἡμᾶς, τουτέστιν ἄνθρωπος. Καὶ τὸ χρῆμα ἡμῖν αἰνιγματωδῶς προανεφώνει πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτως· «Καὶ Μωσῆς ἧν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ πενθεροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ· καὶ ἦγε τὰ πρόβατα εἰς τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ Θεοῦ Χορέβ. Καὶ ὤφθη αὐτῷ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος κατακαίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε. Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.

Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ.» Νόμον μὲν γὰρ εἰς βοήθειαν ἔδωκεν ὁ Θεὸς, κατὰ τὴν τοῦ προφήτου φωνὴν (προαπέφηνε γὰρ οἰκονομικῶς Μωσέα παιδαγωγὸν), μονονουχὶ δὲ πρὸς ἀνάδειξιν τῶν τελειοτέρων ἐποιεῖτο τὴν σκιάν· πλὴν ὅτι κατὰ καιροὺς ἀναβλέψειν ἔμελλεν ἡ ἀλήθεια. Καὶ τέλος ἦν τῆς παιδαγωγίας, τὸ Χριστοῦ μυστήριον, ὅπερ διὰ τῆς ὀπτασίας εὖ μάλα κατεπαιδεύετο. Φυτὸν μὲν γὰρ ὁ βάτος ἐστὶ θαμνοειδές τε καὶ ἄκαρπον, καὶ ἀκάνθαις ὀλίγα παραχωροῦν. Πολλὴ δὲ αὐτὸν περιεχεῖτο φλόξ. Ἐν εἴδει γὰρ πυρὸς ἅγιος ἄγγελος ἐπλήρου τὸ χρῆμα· καὶ ἦρτο μὲν, ὑψοῦ δὲ λίαν ἡ φλὸξ, ἠδίκει δὲ ὅλως τὸν ἐν ᾧ πέφηνε βάτον, οὐδέν. Ἀνόσιον ἀληθῶς καὶ πέρα λόγου παντὸς τὸ δρώμενον ἦν. Πῦρ ἀκάνθαις συμβαῖνον καὶ ἡμεροτάτοις αὐτὴν περιθάλπον προσβολαῖς, μονονουχὶ τῆς ἐμφύτου δυνάμεως κατημεληκὸς, καὶ ῥᾴθυμον κομιδῇ τοῖς φθείρεσθαι δυναμένοις ἐνιζηκός. Τοιγάρτοι Μωσῆς ὁ θεσπέσιος κατατεθήπει τὴν ὄψιν. Τίς οὖν ὁ λόγος;

Πυρὶ τὴν θείαν παρεικάζει φύσιν τὸ ἰερὸν Γράμμα, διά τοι τὸ παναλκὲς, καὶ τὸ παντὸς δύνασθαι καταθλεῖν εὐκόλως, ξύλοις καὶ πόαις ταῖς ἐν ἀγρῷ τὸν ἀπὸ γῆς ἄνθρωπον. Τοιγάρτοι φησὶ, ποτὲ μέν· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν·» ποτὲ δὲ αὖ· «Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.» Ἀλλ᾽ ὥσπερ ἐστὶν οὐ φορητὸν ἀκάνθαις τὸ πῦρ, οὕτω καὶ θεότης ἀνθρωπότητι. Πλὴν ἐν Χριστῷ συνέβη καὶ γέγονεν οἰστή. «Κατῴκηκε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος. Καὶ «ὁ φῶς οἰκῶν ἀπρόσιτον,» τουτέστι Θεὸς, τῷ ἐκ παρθένου ναῷ κατηυλίζετο, καθεὶς ἑαυτὸν εἰς ἀξιάγαστον ἡμερότητα, καὶ οἱονεὶ περιστέλλων τὴν ἄκρατον τῆς ἰδίας φύσεως προσβολὴν, ἵνα γένηται χώρητος, καθάπερ ἀμέλει καὶ ἀκάνθας τὸ πῦρ.

Ὅτι δὲ τὸ φθείρεσθαι πεφυκὸς, τουτέστι, τὴν σάρκα φθορᾶς ἀπετέλει κρείττονα, διαδείξειεν ἂν αἰνιγματωδῶς τὸ ἐπὶ τῷ βάτῳ πῦρ ἀδιαλώβητον παντελῶς τηρῆσαν τὸ ξύλον. Ὅτι δὴ τὸν ἴδιον ἐζωποίει ναὸν, καὶ ἄφθαρτον ἀπετέλει καὶ θανάτου κρείττονα, ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ ἐκ Θεοῦ Λόγος, πῶς ἂν ἐνδοιάσειέ τις;

Ἐφείδετο τοίνυν τῆς ἀκάνθης τὸ πῦρ, καὶ οἰστὴ γέγονεν ἡ φλὸξ σμικρῷ καὶ ἀσθενεστάτῳ ξύλῳ. Κεχώρηκε γὰρ, ὡς ἔφην, θεότης ἀνθρωπότητι. Καὶ τοῦτο γέγονεν ἐν Χριστῷ τὸ μυστήριον. Κατῴκηκε δὲ καὶ ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, οὐ ποινὰς αἰτῶν, οὐ δίκας εἰσπραττόμενος, ἀλλὰ χρησταῖς καὶ ἡμεροτάταις περιαστράπτων προσβολαῖς. Ὡς γὰρ αὐτός πού φησιν, «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.» Οὐ κατεκαίετο τοίνυν ὁ βάτος περιεχομένης αὐτῷ τῆς φλογός. Οὐ γὰρ ἐξῃτήμεθα δίκας τῶν ἡμαρτημένων, καθάπερ ἔφην ἀρτίως· περιλάμπει δὲ μᾶλλον ἡμᾶς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἔστιν ἐν ἡμῖν δι᾽ αὐτοῦ, καὶ ἐν αὐτῷ κράξομεν, «Ἀββᾶ ὁ Πατήρ.» Κατατεθηπὼς δὲ τὴν ὄψιν ὁ μακάριος Μωσῆς, προσετίθει λοιπὸν ἐκεῖνο, λέγων· «Παρελθὼν ὄψομαι τὸ ὄραμα τοῦτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ὁ βάτος.» Ἀλλ᾽ εἴργει λέγων εὐθὺς ὁ μακάριος ἄγγελος ὡς ἐκ προσώπου τοῦ Θεοῦ· «Μὴ ἐγγίσῃς ὦδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Τὴν ἕρημον τὴν ἄνυδρον, τὴν ἀκανθοτόκον, ἐν ᾗ καὶ ὁ βάτος, γῆν ἁγίαν ἀποκαλεῖ. Χῶρος δὲ ἅπα, ἅγιος ἐν ᾧπερ ἂν εἴη Χριστός.

Εὖ δὲ δὴ λίαν καὶ ἐν ἐρήμῳ φαίνεται, τύπον ἐπεχούσῃ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, πρὸς ἢν καὶ ὁ λόγος φησὶν ἱερός· «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Ὑπισχνεῖτο δέ που καὶ ὁ Θεὸς, ποιήσειν τὴν ἔρημον εἰς ἔλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Πεπλεόνακε γὰρ ἐφ᾽ ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους τοῦ Σωτῆρος ἡ χάρις, καὶ ποταμὸς οἷά τις τοῖς ἄνωθεν ἐπικλύζων νάμασι καταμεθύσκει πλουσίως. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν Δαβίδ· «Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ.» Ἐν ἐρήμῳ τοίνυν ὁ βάτος, καὶ ἁγία λοιπὸν ἡ τοῦτον ἔχουσα γῆ, καὶ ἱερὰ τῷ Θεῷ. Καὶ προσιὼν ὁ Μωσῆς ἀνακόπτεται, καὶ τοῦ ποδὸς ἀναλύειν προστάττεται τὸ ὑπόδημα. Νεκρότητος δὲ καὶ φθορᾶς τὸ χρῆμα σημεῖον, εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνειῶτος ἤδη καὶ κατεφθαρμένου.

Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ, καὶ τῇ παιδαγωγικῇ λατρείᾳ. Προαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥῦπον. Καὶ ἔστιν ἀμήχανον, αἷμα ταύρων ἀφαιρεῖν ἁμαρτίαν. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ. Κατηργημένης δὲ οὔπω τῆς ἁμαρτίας, ἰσχύειν ἀνάγκη τὴν φθορὰν, καὶ κατακρατεῖν τῶν μεμολυσμένων ἔτι τὸν θάνατον. Δεῖ δὴ οὖν ἄρα τοὺς ἰδεῖν ἐθέλοντας τὸ Χριστοῦ μυστήριον, τὴν ἐν τύποις καὶ σκιαῖς προαποθέσθαι λατρείαν, τὴν μήτε φθορᾶς, μήτε ἁμαρτίας κρείττονα. Συνήσει γὰρ τότε, καὶ εἰς τὴν ἁγίαν εἰσβήσεται γῆν, τουτέστι, τὴν Ἐκκλησίαν.

Ὅτι γὰρ οἱ τῆς κατὰ νόμον λατρείας οὐκ ἐξιστάμενοι κεκράτηνται τῇ φθορᾷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Τοῦτο δὲ ἦν τὸ μυστήριον, οὐ παρὰ τοῖς ἐν νόμῳ ποθὲν, ἀλλὰ παρὰ τοῖς τὴν πίστιν ἐκδεδεγμένοις, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν ἀμείνω τῆς νομικῆς καταπλουτοῦσι παίδευσιν, φημὶ δὲ τὴν εὐαγγελικήν. Ὑπὸ φθορὰν οὖν ἄρα καὶ οἶον ἐν νόμῳ τὴν τοῦ θανάτου μητέρα, φημὶ δὴ τὴν ἁμαρτίαν, οὔπω διὰ πίστεως ἀποφορτισάμενοι, καὶ μακρὰν οἱ τοιοίδε Χριστοῦ. Εἰ δὲ βουληθεῖεν ἀπολύσασθαι τὸ ὑπόδημα, τουτέστι, τὴν φθορὰν, τὴν δικαιοῦν οὐκ ἰσχύουσαν, καὶ τὴν ζωοποιὸν ἀληθῶς προσιέμενοι χάριν, ἐγγιοῦσι τότε τῷ δικαιοῦντι τὸν ἀσεβῆ, τουτέστι Χριστῷ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.