Καὶ πεύσει δὴ τοῦτο βοῶντος Χριστοῦ· «Οὐδεὶς γὰρ οἶδε, φησὶ, τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Παρέδειξε τοίνυν ἡμῖν τὸ ἐξαίρετον κάλλος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς, ἑαυτὸν ὥσπερ λαμπρὰν ἀναθεὶς εἰκόνα. Τοιγάρτοι φησίν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Τεθεάμεθα δὲ τὸν Υἱὸν, καὶ τοῖς τῆς καρδίας ὄμμασιν, καὶ τοῖς τῆς σαρκὸς, ὅτε καθεὶς ἑαυτὸν εἰς κένωσιν, καταβέβηκεν ἐν τοῖς καθ᾽ ἡμᾶς· καίτοι καὶ ἐν μορφῇ, καὶ ἐν ἰσότητι, τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Θεὸς, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος. Καὶ μὴν ἔφη μὲν ὁ Βαροὺχ, αὐτὸν, οἶμαί που, τὸν Λόγον καταδεικνύς· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Προανακεκράγει δὲ σαφῶς καὶ ὁ θεῖος ἡμῖν Δαβίδ· «Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Καταβέβηκε γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος Σινᾶ. Ἀλλ᾽ ὅτι τύπος ἦν ἐκεῖνα, καὶ ἕτερον οὐδὲν, πληροφορεῖ Χριστός.