Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Έξοδον, Βιβλίο Γ': Η παταχθείσα πέτρα και η θεοφάνεια στο Σινά

Η πνευματική σημασία του κτυπήματος του βράχου, η αδυναμία του νόμου να ζωοποιήσει, και η φανέρωση του Θεού με γνόφο, πυρ και σάλπιγγες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 14 από 22

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γʹ. Περὶ τῆς παταχθείσης πέτρας. αʹ. «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης,» τοῖς ἑαυτοῦ φίλοις ἐπεφώνει Χριστός· στενὴν μὲν, οἶμαι, πύλην καὶ τεθλιμμένην εἰσβολὴν τὸ τληπαθὲς ὀνομάζων, καὶ τὴν τοῦ λόγου παντὸς ἀξίαν ὑπομονὴν, καθ᾽ ἣν ἂν γένοιτο καὶ μάλα πλουσίως τὸ εὐδοκιμεῖν δύνασθαι τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καταφαιδρύνεσθαί τε γυμνάσμασι τοῖς εἰς εὐψυχίαν καὶ ἀρετήν. Ὥσπερ γὰρ τὸ ἀριστεύειν ἐν μάχαις, τῇ τοῦ ὁπλιτεύοντος εὐανδρίᾳ μαρτυρεῖ· οὕτω τὸν εὐσθενῆ καὶ γενναῖον, εἴς γε τὸ δύνασθαι, φημὶ, τὴν ἁνδάνουσαν τῷ Θεῷ ἀρετὴν κατορθοῦν, λαμπρὸν, καὶ περιφανῆ, καὶ παντὸς ἐπαίνου μεμεστωμένον ἀποφήνειεν ἂν τὸ εὖ μάλα δύνασθαι διενεγκεῖν τοὺς ἐκ τοῦ πειράζεσθαι πόνους.

Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς, ὅτι πάντη τε καὶ πάντως ὁ τοιοῦτος ἀπόβλεπτος ἔσται, πεπληροφόρηκε λέγων· «Μακάριος ἄνθρωπος ὃς ὑπομείνῃ πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς.» Οἱ δὲ δὴ πρὸς τοῦτο λοιπὸν εὐσθενείας ἐληλακότες, καὶ τὴν οὔτω περιφανῆ δόξαν ἀράμενοι λέγουσιν, ὅτι «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, ἐδοκίμασας ἡμᾶς εἰς ἀνάψυξιν.» Ἐκτελευτᾷ γὰρ ὁ πόνος εἰς τρυφὴν, καὶ ἀνευρύνουσιν αἱ θλίψεις τοῖς ἀθλοῦσι γενναίως τὴν εὐθεῖαν ὁδόν. Οἶδε μὲν τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὁ τῶν κρυπτῶν γνώστης, τουτέστι Θεός («Γυμνὰ γὰρ αὐτῷ τὰ πάντα καὶ τετραχηλισμένα)·» περιμένει δὲ τῶν πραγμάτων τὸ πέρας, καὶ τὸ τῶν πειραζομένων κατὰ καιροὺς εὐσθενές· ἵνα μὲν φαίνοιντο μὴ μόνον αὐτῷ κατὰ πρόγνωσιν ἄξιοι γερῶν, κατακροτοῖεν δὲ μᾶλλον ὡς ἠριστευκότας, καὶ διὰ πραγμάτων αὐτῶν ἐπ᾽ ἀρετῇ μεμαρτυρημένους, ἄγγελοί τε καὶ ἄνθρωποι.

Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος περὶ αὐτοῦ τε καὶ τῶν ἄλλων ἁγίων φησὶν, ὡς ἠθληκότων εὖ μάλα καὶ νενικηκότων, ὅτι «Θέατρον ἐγενήθησαν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.» Δοκιμάζεται τοίνυν πολυτρόπως ὁ Ἰσραὴλ, ἵνα κἂν εἰ φαίνοιτο νοσῶν ἔτι τὸ ἄναλκι, θαυμάζοιτο μὲν ἐπὶ πολλῇ λίαν ἡμερότητι Θεὸς, πλημμελοῦντας ἀνεχόμενος· σκιαγραφοῖτο δὲ μᾶλλον ἡμῖν ἐφ᾽ ἑκάστῳ τῶν συμβεβηκότων τὸ μυστήριον.

Ἄρτι μὲν οὖν τὸν ἐπί τε τῇ ὀρτυγομήτρᾳ καὶ μέντοι καὶ τῷ μάννα διαπεράσαντες λόγον, οὐ μετρίως κατηῤῥωστηκότα τὸ ἀδρανὲς καὶ φιλήδονον διεδείκνυμεν τὸν Ἰσραήλ. Ἀλλ᾽ ἰδοὺ πάλιν καὶ οὐκ εἰς μακρὰν παροτρύνων ὁρᾶται. Γέγραπται γὰρ οὕτω πάλιν· «Καὶ ἀπῆρε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν, κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος Κυρίου, καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν λέγοντες· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν.

Καὶ εἶπεν αὐτοῖς Μωσῆς· Τί λοιδορεῖσθέ μοι; καὶ τί πειράζετε Κύριον; Ἐδίψησε δὲ λαὸς ὕδατι ἐκεῖ, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες· Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν τῷ δίψει; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ τούτου. Λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύου. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ ἐξ αὐτῆς, καὶ πίεται ὁ λαός μου. Ἐποίησε δὲ Μωσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸν καὶ λοιδόρησιν, διὰ τὴν λοιδόρησιν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντες· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ;» Καὶ ταυτὶ μὲν ἡμῖν ἐν τῇ Ἐξόδῳ τὸ θεῖον ἔφη χρησμῴδημα· κατακερματιεῖ δὲ ὥσπερ ἐν τοῖς Ἀριθμοῖς εὐρυτέραν ἀφήγησιν, ἣν καὶ ἀναγκαῖον οἶμαι παρενεγκεῖν, ὡς ἂν ἕκαστα βασανίζοντες ὀρθῶς καὶ ἀπεξεσμένως, ἀποχρῶσαν ἔχωμεν τῶν πάλαι γεγονότων τυπικῶς τὴν εἴδησιν, καὶ πρός γε δὴ τούτοις, τῆς πνευματικῆς θεωρίας τὸ κάλλος.

Γέγραπται δὴ οὖν· «Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, καὶ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδὴς, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ. Καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ συνηθροίσθησαν ἐπὶ Μωσῇ καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Ὄφελον ἀπωλόμεθα ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου!

Καὶ ἵνα τί ἤγαγες τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν; Καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ [ἔστι] πιεῖν. Καὶ ἦλθε Μωσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς.

Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Καὶ ἔλαβε Μωσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος, καὶ ἐξεκκλησίασε Μωσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας. Καὶ εἶπε πρὸς αὐτούς· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Καὶ ἐπάρας Μωσῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς· καὶ ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς.

Τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς.» ᾜεσαν μὲν γὰρ δι᾽ ἠπείρου ξηρᾶς, καὶ πολλὴν διψάδα παραθέοντες γῆν, εἶτα τοῖς ἐκ τῆς ὁδοιπορίας ἐναλύοντες πόνοις, καὶ εἰ βραχύ τι γένοιτο τῶν εἰωθότων λυπεῖν, δυσφόρητον ἐποιοῦντο κατά τε Μωσέως καὶ Ἀαρὼν τὴν καταβοήν. Πλείστης δὲ ὅσης καὶ ἀξιαγάστου θεοσημίας θεωροὶ γεγονότες, καὶ τῆς θείας δυνάμεως τὴν ὑπεροχὴν διὰ πείρας αὐτῆς ἐκμεμαθηκότες, ἐδεδίεσαν ἔτι μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ χρῆναί φημι διανέμειν τὰ ζωαρκῆ, καὶ πανταχόθεν αὐτοῖς ἐκπορίζειν τὰ ἐδώδιμα, καὶ τὰς τῶν ὑδάτων ποιεῖσθαι χορηγίας· ἀλλ᾽ ἡττῶνται τῆς ὀλιγοψυχίας, μειρακιώδη καὶ ἄνανδρον ἔχοντες νοῦν· καὶ εἰ μικροῦ λάβοιτό τινος τοῦ πεφυκότος ἀνιᾷν, ἐπιπηδῶσιν εὐθὺς τῷ παιδαγωγῷ, καὶ κατακεκράγασιν ἀνοσίως, ὅτι καὶ γέγονεν ὅλως μεσίτης αὐτοῖς, καὶ κέκληνται δι᾽ αὐτοῦ πρὸς ἐλευθερίαν. Μακαρίζουσι δὲ τοὺς ταῖς προλαβούσαις ὀλιγοψυχίαις ὀλωλότας, ὅτι τῶν ἐν Αἰγύπτῳ κρεῶν ἐπιθυμίᾳ ἦσαν ἐνειλημμένοι· εἶτα τὴν ὀλέθριον κατεδηδοκότες ὀρτυγομήτραν, θανάτῳ κατεδικάζοντο. Διὰ τοῦτό φασιν «Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν, ἔναντι Κυρίου. Καὶ ἵνα τί ἀνηγάγετε εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;» Ὣ τῆς κακανδρίας, ὡς ἀτληπαθὲς τὸ φρόνημα, καὶ πολὺ πρόχειρος εἰς ἀκηδίαν ὁ νοῦς!

Δεδιψηκόσι βραχὺ τὰ ἐν Αἰγύπτῳ δεινὰ τῶν παρὰ Θεοῦ λοιπὸν ἐν ἀμείνοσιν ἦν· καὶ γλυκὺς μὲν ἤδη πως ὁ πάλαι πικρὸς τῆς δουλείας ζυγός· δύσοιστος δὲ οὐκέτι, καίτοι σκληρὸς ὑπάρχων ὁ Φαραώ· οὐκ ἀπηχθημένος ὁ πηλὸς, οὐδὲ ἡ τῶν ἐργοδιωκτῶν ἀγριότης, ἀλλ᾽ ἡδέα πάντα λοιπόν. Καθικέσθαι γὰρ εἰς τοῦτο μωρίας αὐτοὺς τὸ τῆς διανοίας ἀδρανὲς ἀναπείθει.

Ἄκουε δὲ, εἰ δοκεῖ, καὶ τὰ τῆς Μωσέως μεσιτείας ἐγκλήματα· «Ἵνα τί γὰρ, τοῦτό φασιν, ἐξηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος, οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ ἔστι πιεῖν.» Ἄθρει ὤσπερ ὑποφέρεται πρὸς ἀνανδρίαν, καὶ διανένευκε μὲν ἀσχέτως εἰς προσκαίρους ἡδονὰς, μεταποιεῖται δὲ λίαν τέρψεων κοσμικῶν· καὶ γαστρὸς μὲν ἀποδέχεται κόρον. Διαπτύει δὲ τὴν ἐλπίδα. καὶ τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐ κατέχεται γῆς· οὐκ ἐννοῶν ὅτι πάντη τε καὶ πάντως τὰ τῶν χαρισμάτων ἐξαίρετα μεσολαβοῦσι πόνοι. Οὐδὲ γὰρ ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ κάλλιστα τῶν γερῶν.

Οὐκ οἶδεν οὖν ὁ Ἰσραὴλ ἀριστεύειν, οὐδὲ ταῖς τῶν παθῶν προσβολαῖς ἀντεξάγειν νεανικῶς. Ἐπεὶ μηδὲ τοῖς ἐν νόμῳ τὸ χρῆμα τετήρητο· προητοίμαστο δὲ μᾶλλον τοῖς ἐν Χριστῷ. Ἀλλ᾽ ἧν μὲν εἰκὸς ἀγανακτοῦντα Θεὸν, μηδὲ τῆς ὑδάτων αὐτοὺς ἀξιῶσαι χορηγίας· ἵνα δὲ καίπερ εἰς τοῦτο καθιγμένοι σκαιότητος, καὶ δι᾽ ἑτέρων εἰς πίστιν ὠφελοῖντο θαυμάτων, προστάττεται Μωσῆς κατακροῦσαι τῇ ῥάβδῳ τὴν πέτραν. Ἀλλ᾽ οὐκ ἠγνόει Θεὸς ὅτι ταῖς τῶν δήμων ἐπαναστάσεσιν ὀλιγοψυχήσας βραχὺ, καὶ αὐτὸς ὀκλάσει περὶ τὴν πίστιν. Διὰ τοῦτό φησιν ἐν μὲν τῇ Ἐξόδῳ· «Λαβὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύσῃ. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ, πρὸ τοῦ σὲ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρὴβ, καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πινέτω ὁ λαός μου.» Ἐν δὲ τοῖς Ἀριθμοῖς· «Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου. Καὶ λάλησον πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτοῖς.

Καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγήν.» Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν πρὸς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἀποφέρει λέγων· «Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν.» Ὡς λέγων· Ἡ ῥάβδος μέγαν μεταβάλλουσα ποταμὸν εἰς αἷμα ἀῤῥήτῳ δυνάμει τοῦ τὰ τοιάδε κατορθοῦντος Θεοῦ ἐξοίσει λίαν εὐκόλως καὶ ἐκ τῆς πέτρας τὸ ὕδωρ. Εἶτα καθ᾽ ἕτερον ἐμπεδοῖ τρόπον ὑπενεγκὼν, «Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ.» Οὐ γὰρ μόνος ἔσῃ, φησὶν, οὐδὲ σὺ τοῦ θαύματος ἀποτελεστὴς εἴης πάλιν· ἀλλ᾽ ἐγὼ τὴν πέτραν μητέρα πολλῶν ἀποδείξω ναμάτων, προευτρεπιῶ τὸ θαῦμα, καὶ περιμενῶ τὴν σὴν ὑπουργίαν. Λάλησον τῇ πέτρᾳ, καὶ τῶν ῥημάτων ἰσχὺς ἔσομαι ἐγώ.

Ἀλλὰ καίτοι ταῖς τοιαύταις φωναῖς ἐπιθαρσῆσαι δέον, ἠτόνησεν ὁ Μωσῆς. Ἔφη γάρ· «Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;» Εἶτα τύπτει τῇ ῥάβδῳ τὴν ἀκρότομον δίς· ὡς γὰρ ἐσομένου μηδενὸς τῶν προσδοκωμένων, κᾶν εἰ καταπαίοιτο τυχὸν ἡ πέτρα. Πέπληχε δίς· καίτοι τὰ ἐν Αἰγύπτῳ μεταστοιχειώσας εἰς αἷμα, διὰ τοῦ τὴν ῥάβδον ἀποκτεῖναι προσάπαξ.

Πλὴν ἐδίδου τὸ νᾶμα Θεὸς, καίτοι διὰ τούτων οὐ μετρίως παρωργισμένος· ἵνα μὴ δόκησις ἀσθενείας αὐτοῦ καταγράφοιτο παρά γε ταῖς τῶν ἀσυνέτων ὑποψίαις. Ἐπιτιμᾶται δὲ, φησὶν, ὁ Μωσῆς· «Οὐκ εἰσάξετε γὰρ αὐτοὶ, φησὶν, τὴν συναγωγὴν ταύτην, εἰς τὴν γῆν ταύτην, ἣν ἔδωκα αὐτοῖς, ὅτι οὐκ ἐπιστεύσατε τοῦ ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ.» Ἄγε δὴ οὖν πάλιν εἰς τὸ Χριστοῦ μυστήριον τὸ τῆς ἱστορίας μεταπλάττοντες σχῆμα, τὰ εἰκότα λέγωμεν, τὰς θείας ἰχνηλατοῦντες Γραφὰς, καὶ τῶν ἐννοιῶν τὴν δύναμιν πρὸς τοῖς ἱεροῖς Γράμμασιν εὗ μάλα δοκοῦν ἀπορθοῦν σπουδάζοντες.

βʹ. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαός. Εἶτα Θεοῦ προστάττοντος, καταπαίει τῇ ῥάβδῳ τὴν πέτραν ὁ θεσπέσιος Μωσῆς, παρεστηκότων αὐτῷ καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μέν τοι καὶ Ἀαρών. Καὶ λαλοῦσι μὲν αὐτοὶ πρὸς τὴν πέτραν· ἡ δὲ τὸ νᾶμα πλουσίως ἐκχεῖ, καὶ πεπότικε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν, καθὰ γέγραπται. Τί οὖν ἄρα φαμὲν ὑπαινίττεσθαι πάλιν διὰ τοῦ τεθνάναι τὴν Μαριὰμ, ἢ τίς ἂν ὅλως νοοῖτο, καὶ τί τὸ τελοῦν ἐπ᾽ ἀναγκαίαν δήλωσιν, τῷ ὡς ἐν μηνὶ τῷ πρώτῳ τεθνάναι λέγειν αὐτήν; Παραδεξόμεθα δὴ οὖν, Μωσέα μὲν εἰς τὸν νόμον, εἰς ἱερωσύνην δὲ, τὸν Ἀαρών· τὸ δὲ τῆς Μαριὰμ πρόσωπον, τῇ ἐν νόμῳ λατρείᾳ περιθήσομεν. Καὶ γοῦν ἔφη Θεὸς διὰ φωνῆς ἁγίου πρὸς τὴν ἐξήνιον Ἱερουσαλήμ· «Καὶ ἀπέστειλα πρὸ προσώπου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ.» Ὁρᾷς ὅπερ τέθειτο μετὰ Μωσέως καὶ Ἀαρὼν εἰς τὸ καθηγεῖσθαι τοῦ Ἰσραήλ;

Μεσιτεύοντος γὰρ τοῦ πανσόφου Μωσέως, καὶ προεστηκότος Ἀαρὼν, τουτέστι, τοῦ τῆς ἱερωσύνης ἀξιώματος διὰ τῆς ἐν τύποις λατρείας, ἀποκεκέρδακε τότε τὴν πρὸς Θεὸν λατρείαν ὁ κατὰ σάρκα Ἰσραήλ. Ὅτι δὲ ἀναγκαίως Μωσῇ καὶ Ἀαρὼν, καὶ τὸ τῆς Μαριὰμ συνεισφέρεται πρόσωπον, κἀντεῦθεν ἀπονητὶ συνιέναι ῥᾷον· τοιγάρτοι τῇ Ἐρυθρᾷ θαλάσσῃ τοῖς ἑαυτοῦ δορυφόροις συναπολωλότος τοῦ Φαραὼ καὶ πεπνιγμένου πανστρατιᾷ, ᾖδεν ὁ Μωσῆς τὰ χαριστήρια, καὶ συνετίθει τὸν ὕμνον. Ἐξῄεσαν δὲ αἱ χορεύουσαι καὶ ἔλαβε Μαριὰμ τὸ τύμπανον αὐτῆς, καθὰ γέγραπται, βαρείαν που τάχα καὶ διαπρύσιον ἠχὴν συνανιεῖσα τοῖς μέλεσιν. Ἀλλ᾽ ἦν τὸ ἐν τύποις τῆς ἀληθοῦς θεωρίας αἴνιγμα λεπτόν. Ὅτι γὰρ καὶ αὐτὸς ὁ νόμος, τουτέστι Μωσῆς, καὶ μὴν καὶ σὺν ἐκείνῳ καὶ Μαριὰμ, τουτέστιν, ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, τὴν ὑπερφυᾶ τε καὶ ἀξιάγαστον τοῦ πάντων κρατοῦντος Θεοῦ διακηρύττουσι δύναμιν, ὑπεμφήνειεν ἂν ὁ τῆς ᾠδῆς τρόπος, καὶ ἡ τῶν τυμπάνων ἠχή. Οὐκοῦν περιθείη τις ἂν τὸ τῆς ἐν νόμῳ λατρείας πρόσωπον τῇ Μαριὰμ, καθάπερ ἀμέλει τὸ μὲν τοῦ νόμου, Μωσῇ, τὸ δὲ τῆς ἱερωσύνης Ἀαρών.

Τεθνεώσης τοίνυν τῆς Μαριὰμ μηνὶ τῷ πρώτῳ, τουτέστιν, ἐν ἀρχῇ τοῦ ἔτους, κατὰ τοὺς Ἑβραίων νόμους, ὅτε καὶ αὐτὸ τοῦ ἁγίου πάσχα τελεῖται μυστήριον, δεδίψηκεν ὁ λαός. Ἐν γάρ τοι τῷ πρώτῳ μηνὶ τοῦ ἐνιαυτοῦ, ὃς καὶ τῶν νέων ὠνόμασται, μονονουχὶ καὶ τετελεύτηκεν ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, συνεστάλη τε τρόπον τινὰ, καὶ ἐκ μέσου γέγονεν. Πῶς ἢ τίνα τρόπον; Ἐπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, ὡς ἐν μηνὶ τῶν νέων. Τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς ὁ λαλῶν· «Πάρειμι, ὡς ὧραι ἐπὶ τῶν ὀρέων, καὶ ὡς ἐν μηνὶ τῶν νέων.» Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐκάλει λέγων· «Ἀνάστα, ἐλθὲ, πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν· καιρὸς γὰρ τῆς τομῆς ἔφθασεν.» Ἀνεθάλομεν γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, καὶ ὁ τῆς ἐπιδημίας καιρὸς, ἔαρ ὥσπερ ἡμῖν ἀνεδείχθη τὸ νοητὸν, εὐανθῆ τε καὶ ἔγκαρπον τὴν ἀνθρώπου φύσιν ἀποτελοῦν. Τότε γὰρ, τότε τῆς ἐν σκιαῖς συνεσταλμένης, καὶ οἷον τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαὸς, καὶ ἐν σπάνει γέγονεν ὑδάτων νοητῶν. Ἀλλ᾽ ἐκπέπτωκε πλουσίως τὸ νᾶμα Χριστοῦ, φημὶ δὲ δὴ πάλιν, τὰ δι᾽ αὐτοῦ θεσπίσματα, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ μυστικὴν παιδαγωγίαν.

Καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος γράφει Παῦλος· «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πάντες οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἧσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς Μωσῆν ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον, καὶ τὸ αὐτὸ πνευματικὸν πόμα ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Πέτρᾳ δὲ παρεικάζεται, διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον.

Ἐρήρεισται γὰρ ἐν ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Τίνα δὴ οὖν τρόπον τὸ ὕδωρ ἐκδέδοται, καταθρεῖν ἀναγκαῖον. Συνεγηγερμένων γὰρ τῶν πρεσβυτέρων τοῦ νόμου, καὶ παρεστηκότος Ἀαρὼν, λόγοι μὲν ἐγίνοντο πρὸς τὴν πέτραν. Καταπαίει δὲ αὐτὴν καὶ δὶς ὁ Μωσῆς. Συνδεδραμηκότων γὰρ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τῶν ἱερέων, οἱ κατὰ νόμον παιδαγωγούμενοι, τουτέστιν, ὁ Ἰσραὴλ ἐν προσώπῳ Μωσέως, κατελάλησαν τοῦ Χριστοῦ, κατηγοροῦντες δὲ ἐπὶ Πιλάτου, καὶ τὸ, «αἶρε, αἶρε, σταύρωσον αὐτὸν,» ἀνοσίως ἀνακεκράγασαν. Εἶτα καὶ δυσὶ λελυπήκασι πληγαῖς. Ἀπεκτόνασι γὰρ τὸν τῆς ζωῆς ἀρχηγόν. Δευτέραν δὲ ὥσπερ τῇ πρώτῃ πληγῇ προσεπάγοντες, ὅτι καὶ μεμένηκεν ἐν νεκροῖς ἀναπείθειν ἤθελον. Ἀνεβίω μὲν γὰρ ὁ Χριστὸς, πατήσας τὸν θάνατον.

Ἐπειδὴ δὲ τοῦτο ἧκον οἱ στρατιῶται λέγοντες, οἱ καὶ τετάχαντο παρ᾽ αὐτῶν τοῦ τάφου φρουροὶ, παρήγγελλον λέγειν καὶ τοῦτο ῥιψοκινδύνως, ὅτι κεκλόφασιν αὐτὸν λαθόντες οἱ μαθηταὶ, καὶ αὐτὸ τὸ σεπτὸν τῆς ἀναστάσεως συκοφαντοῦντες μυστήριον.

Οὐκοῦν, ἐν διττῷ γέγονεν ἡ πληγή. Ἀλλ᾽ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καίτοι πεπαρῳνηκότος εἰς αὐτὸν τοῦ Ἰσραὴλ, καὶ πεπότικε πᾶσαν τὴν συναγωγὴν, καὶ ἐπέκλυσε τὴν οἰκουμένην τοῖς ἱεροῖς τε καὶ θείοις νάμασιν. Οὔτω γὰρ ἡμῖν ἑαυτὸν χαριεῖσθαι κατεπηγγέλλετο, διὰ τοῦ προφήτου λέγων· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ψάλλει δέ που καὶ Δαβίδ· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ μέν τοι καὶ πρὸς αὐτὸν τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.» Ἄθρει δὲ ὅπερ προεισδραμούσης αὐτῶν ἀπιστίας, καταπαίει τὴν πέτραν τῇ ῥάβδῳ Μωσῆς.

Πεπαρῴνηκε γὰρ εἰς Χριστὸν ἀπειθήσας ὁ Ἰσραήλ· ἐπετιμᾶτο Μωσῆς, σὺν αὐτῷ δὲ καὶ Ἀαρών. «Οὐ γὰρ εἰσάξετε, φησὶν, ὑμεῖς τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν ἢν ἔδωκα αὐτοῖς.» Εἰσκομιεῖ δὲ ἡμᾶς εἰς τὴν τῶν ἁγίων κλῆρον, καὶ εἰς τὴν ἀληθεστέραν τῆς ἐπαγγελίας γῆν, οὐχὶ νόμος ὁ ἐν τύποις, οὐδὲ τῆς καθ᾽ αὑτὸν ἱερωσύνης, τὸ ἐν σκιαῖς ἀδρανές. Οὐ γὰρ δι᾽ αἱμάτων εὐαρεστήσομεν, οὔτε μὴν ἐν αὐχήμασι τοῖς γεωδεστέροις ἐκπρεπεῖς ἐσόμεθα παρὰ τῷ Θεῷ· βαδιούμεθα δὲ μᾶλλον εἰς τὴν ἄνω πόλιν, καὶ εἰς τὸν τῶν πατέρων ἥξομεν κλῆρον, καθηγητὴν ἔχοντες τὸν Χριστὸν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς ἐν τῷ ὄρει Σινᾷ καθόδου, καὶ τῆς παραστάσεως τοῦ Ἰσραήλ. αʹ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς Ἰουδαίων ἀγέλαις τὴν διὰ πίστεως λύτρωσιν οὐ προσιεμένοις, περιφρονοῦσι δὲ λίαν τῶν δι᾽ αὐτοῦ θεσπισμάτων τὴν ὄνησιν, οἰομένοις τε αὐτοῖς, ὅτι ὁ νόμος διὰ Μωσέως ἀρκέσει, καὶ μόνος εἰς οἰκείωσιν τὴν ὡς πρὸς Θεὸν, προσεφώνει λέγων· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Ψευδοεπήσει δὲ ταῦτα λέγων οὐδαμῶς, ἐπείπερ ἐστὶν ἀλήθεια. Καὶ προσιτὸς οὐχ ἑτέρως ὁ Θεὸς καὶ Πατὴρ, πλὴν εἰ μὴ διὰ μόνου τοῦ κατὰ φύσιν Υἱοῦ· ὁ γὰρ ἐγνωκὼς αὐτὸν εἴσεταί που πάντως καὶ τὸν ἐξ οὗ πέφηνεν Πατέρα. Τοιγάρτοι καὶ ἔφασκεν τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ, καὶ εἰδέναι λέγουσι τὸν τῶν ὅλων Θεόν· «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.» Γέγονε μὲν γὰρ τοῖς ἀρχαιοτέροις παιδαγωγὸς ὁ Μωσῆς, μεσίτης καὶ ἡγούμενος, καὶ τῶν παρὰ Θεοῦ νόμων διακομιστὴς, καὶ ἄριστος μὲν ἐν ἁγίοις. Ἀκήκοε γὰρ Θεοῦ λέγοντος ἐναργῶς· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ᾽ ἐμέ.» Πλὴν ὁ νόμος οὐκ εὐδρανὴς, οὔτε μὴν οἷός τε τὴν πρὸς Θεὸν οἰκείωσιν προξενῆσαι τελείως· διὰ δὲ τῆς Χριστοῦ μεσιτείας καὶ τοῦτο κερδαίνομεν. «

Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» κατὰ τὰς Γραφάς· καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ ἐν γνώσει τέλειον, καὶ πᾶσα δόσις ἀγαθὴ, καὶ αὐτὸς ἡμᾶς δι᾽ αὐτοῦ μονονουχὶ προσκεκόμικε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκε· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Οὐκοῦν μεσίτης μὲν ὁ Μωσῆς, πλὴν ὡς ἐν τύπῳ καὶ σκιαῖς· ὁ δὲ ἀληθὴς μεσίτης Χριστὸς, ᾧ κεκολλήμεθα σχετικῶς, εἴπερ ἐστὶν ἀληθὲς ὅτι καταβέβηκεν ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ γέγονεν ἄνθρωπος· ἵνα καὶ ἡμεῖς τῆς θείας αὐτοῦ φύσεως γενώμεθα κοινωνοὶ, τῇ τοῦ ἁγίου Πνεύματος μετοχῇ τε καὶ χάριτι Θεῷ συνδούμενοι. Καὶ ταυτὶ δὴ πάλιν εἰσόμεθα, τοῖς ἱεροῖς Γράμμασι τὸν τῆς ἑαυτῶν διανοίας ἐνερείδοντες ὀφθαλμόν. Εἶπε γὰρ, φησὶ, Κύριος πρὸς Μωσῆν· «Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγίασον αὐτοὺς σήμερον καὶ αὔριον. Καὶ πλυνάτωσαν τὰ ἱμάτια, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ, λέγων· Προσέχετε ἑαυτοῖς τοῦ μὴ ἀναβῆναί τινα εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ. Πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει. Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται.

Ὅταν δὲ αἱ φωναὶ καὶ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἐκ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.» Ἐπειδὴ γὰρ ἐν Αἰγύπτῳ θητεύοντες καὶ ταῖς ἐκείνων ψευδολατρείαις ἐνωλισθηκότες οἱ ἐξ Ἰσραὴλ, ἀνθρωπίνοις μὲν προσεκύνουν εὑρήμασι, καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ἑτέρας ὕλης προσεκόμιζον τὰς λατρείας, ἐλεεινὴν νοσοῦντες τὴν πλάνησιν, καὶ, ᾗ φησιν ὁ προφήτης, «τῷ ξύλῳ λέγοντες· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με,» ταύτῃ λοιπὸν ἀναγκαίως, ἐπειδήπερ αὐτοὺς ἐκ τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου ψευδολατρείας εἰς ἐπίγνωσιν ἀληθείας ἀνακομίζειν ἤθελεν ὁ δημιουργὸς, ἵνα μὴ δοκῇ ἐν τῷ μὴ ὄντι λατρεύειν Θεῷ ταῖς τοῦ Μωσέως φωναῖς πεφενακισμένοι, ταύτῃτοι χρησίμως καὶ τῆς ἐν τύποις αὐτοὺς θεοπτίας ἀξιοῖ.

Βεβαιοτέρᾳ γὰρ πίστει τιμᾶσθαι φιλεῖ τὰ ὁρώμενα. Καθικνεῖσθαι δὴ οὖν ἀναφανδὸν ἐπαγγέλλεται, καὶ οὐκ εἰς μακράν. Ἵνα δὲ εἰδεῖεν ὅτι τοῖς εἰς τοῦτο τιμῆς κεκλημένοις, ὡς κατηκόους τε ἅμα καὶ θεωροὺς γενέσθαι τοῦ Θεοῦ, ἤγουν τῆς θείας αὐτοῦ καὶ ἀποῤῥήτου δόξης, ἔδει πάντως καὶ τῆς αὐτῷ φιλαιτάτης ἁγνείας, καὶ σαρκικῆς μὲν ἀκαθαρσίας ἀπαλλάττεσθαι πρέπειν, καὶ πρός γε δὴ τούτῳ τὸ εὐειματεῖν, ἵνα ὀρθῶς τε καὶ καθηκόντως τὸ τῆς ἑορτῆς ὑποπλάττοιτο σχῆμα. Ἑορτὴ γὰρ ὄντως καὶ ἀξιάγαστος τὸ τῆς οὕτω περιφανοῦς ἀξιοῦσθαι θεωρίας.

Ἔτι μὲν καὶ ἀποκαθήρασθαι κελεύει, καὶ γυναίων μὲν ὁμιλίας ἀποφοιτᾷν, καὶ εἰς τρίτην αὐτοὺς τὴν ἐγκράτειαν τείνειν ἡμέραν. Ἀποπλύνεσθαι δὲ καὶ αὐτὰ προστέταχε τὰ ἄμφια. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου· «Ἐγένετο, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλαι γνοφώδεις ἐπ᾽ ὄρους Σινᾶ. Φωνὴ τῆς σάλπιγγος ἤχει μέγα. Καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. Καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. Τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ᾽ αὐτὸ ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα.

Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.» Νῷ μὲν γὰρ ὁρᾶται μόλις ἡ ὑπερτάτη καὶ ἀνῳκισμένη φύσις, καὶ ἡ παντὸς ἐπέκεινα γενητοῦ. Ἐπειδὴ δὲ ἐμφανεστέρων αὐτοῖς πραγμάτων, τὰ τῆς θεοπτίας χρειωδῶς ἐξεπράττετο, ταύτῃτοι λοιπὸν ἀναγκαῖος τῆς οἰκονομίας ὁ τρόπος διὰ πολλῶν ἐχώρει δειμάτων. Φωναὶ γὰρ ἦσαν καὶ ἀστραπαὶ συνεκπίπτουσαι, συνηγείρετο δὲ καὶ νεφέλη γνοφώδης· ἵνα καὶ ἡ κτίσις ὑπηρετοῦσα φαίνηται, καὶ τῷ τῶν ὅλων Θεῷ δοῦλον ὑποβάλλουσα τὸν αὐχένα. Καταπεφρικότα τοίνυν τὸν Ἰσραὴλ ἐξεκόμισεν ὁ Μωσῆς καὶ παρίστησιν ἐπὶ τὸ ὄρος· ὅτι δὴ πείσονται τῶν ἀδικούντων οὐδὲν, ἀλλ᾽ ἡμέρῳ καὶ ἀγαθῷ περιτεύξονται τῷ Δεσπότῃ, προμυσταγωγήσας τάχα πού φησιν. Ἀνακαιομένου δὲ τοῦ ὄρους, καπνοὶ μὲν ἦσαν εὐθὺς εἰς τὸ ἄνω διᾴττοντες, ὀρθία τε σάλπιγγος ἠχή· λεπτὴ μὲν ἐν πρώτοις, δευτέρα δὲ μετὰ τοῦτο καὶ προϊοῦσα μετὰ βραχὺ, πρὸς ἐμβριθῆ τε καὶ ἀδροτέραν ἐκφώνησιν. «Εἶτα κάτεισιν ἐν εἴδει πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ ἐκάλεσε Κύριος Μωσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους.

Καὶ ἀνέβη Μωσῆς, καὶ εἶπε Κύριος πρὸς Μωσῆν λέγων· Καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος. Καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ᾽ αὐτῶν Κύριος. Καὶ εἶπε Μωσῆς πρὸς τὸν Θεόν· Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινᾶ. Σὺ γὰρ διεμαρτύρησας ἡμῖν, λέγων· Ἀφόρισαι τὸ ὄρος, καὶ ἁγίασαι. Εἶπε δὲ αὐτῷ Κύριος· Βάδιζε, κατάβηθι, ἀνάβηθι σὺ, καὶ Ἀαρὼν μετὰ σοῦ. Οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βαδιζέτωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μήποτε ἀπολέσῃ ἀπ᾽ αὐτῶν Κύριος.» Μόνον μὲν γὰρ εἰς τὸ ὄρος ἀναφοιτᾷν κελεύει τὸν μεσιτεύοντα, φημὶ δὲ Μωσέα· προσίεται δὲ τῶν ἄλλων οὐδένα· καὶ ἀστιβὲς αὐτοῖς ἀποφαίνει τὸ ὄρος. Προσηπείλει δὲ θάνατον, εἰ καταφρονεῖν ἕλοιτό τις. Οὐκ ὠμὸς, οὐδὲ ἀπηνὴς, ἢ δυσπρόσιτος εἶναι ζητῶν ὑπονοεῖσθαι, κομιδῇ γὰρ εὔηθες τὸ ὧδε φρονεῖν, ἀλλ᾽ ἴν᾽ ἔχοιεν εἰδέναι καὶ νοεῖν ὅτι τῶν ἄγαν ἐξῃρημένων ἐστὶ καὶ ἐν ὑπερτάταις ὄντος ὑπεροχαῖς, τιμῆς τε καὶ δόξης τὸ ἐγγὺς εἶναι δύνασθαι Θεοῦ.

Ἦν δὲ καὶ ἑτέρως τῶν ἀτοπωτάτων, τοῖς μὲν Αἰγυπτίων ἔθεσιν ἐντεθραμμένους αὐτοὺς, καὶ εἰδότας ὅτι τῶν ἀκαθάρτων δαιμονίων τεμένη βάσιμα μὲν οὐχὶ τοῖς ἐθέλουσιν, ἐφήδετο μόλις τοῖς ἐξηλεγμένοις, περιηγνισμένοις τάχα που, κατά γε τοὺς παρ᾽ αὐτοῖς ὄντας νόμους, ἐν τοῖς ἐσωτάτοις γίνεσθαι πότοις, εἶτα οἴεσθαι τὸ μηδὲν τῷ τῶν ὅλων ἐγγίσαι Θεῷ, καὶ τῶν οὕτω σεπτῶν τε καὶ ἱερῶν καταθρῆσαι χώρων, ἐν οἷς ἡ θεία καὶ ἀπόῤῥητος αὐτοῦ πέφηνε δόξα. Ἄλλως δέ· δεῖν γὰρ ἔγωγέ φημι, διὰ πολλῶν ἡμᾶς τρόπων θηρᾶσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν. Οὐκ ἔδει τοῖς ἴσοις τιμᾶσθαι παρὰ Θεοῦ λαοὺς καὶ ἡγούμενον· τὸν παιδαγωγήσειν μέλλοντα, καὶ τοὺς ὑπ᾽ αὐτῷ· τὸν τοῦ νόμου διάκονον, καὶ ἐφ᾽ ὃν οἱ νόμοι· ἐξῃρημένην δὲ μᾶλλον διαλαχεῖν τὴν δόξαν ἄμεινον ἦν δή που καὶ σοφὸν, καὶ τοῖς ὑπ᾽ αὐτοῦ κεισομένοις χρησιμώτατον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ δι᾽ ἑτέρου συνήσεις. Ἔφη γὰρ ὁ τῶν ὅλων Δεσπότης πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα.» Πάντα δὴ οὖν ἐν κόσμῳ καὶ οἰκονομικῶς ἐξεπράττετο.

βʹ. Ἀλλ᾽ ἦν, ὡς ἔφην, ἐν ἀρχαῖς σκιαγραφία τις ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, μέλλοντος ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἡμέρᾳ τρίτῃ, τῷ λοίσθῳ καιρῷ, καθ᾽ ὃν καὶ «γέγονε σὰρξ ὁ Λόγος,» καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφάς· προκηρύττοντος δὲ τὴν ὑπ᾽ αὐτοῦ τε καὶ δι᾽ αὐτοῦ προκεισομένην κατὰ καιροὺς τοῖς πιστεύσασι κάθαρσιν. «Διαμάρτυραι γὰρ, φησὶ, τῷ λαῷ, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται ὁ Κύριος ἐπὶ τῷ ὄρει Σινᾷ.» Καὶ τίς ἄρα τοι τῆς ἑτοιμασίας ὁ τρόπος, διασαφεῖ ὁ Μωσῆς οὕτω λέγων· «Τρεῖς ἡμέρας, φησὶ, μὴ προσέλθητε γυναικί.» Ἀποπλύνεσθαι δὲ δεῖν διεβεβαιοῦτο σαφῶς καὶ αὐτὰ τὰ ἱμάτια. Ἀλλ᾽ ἐν μὲν τῷ χρῆναι λέγειν μὴ συγκατευνάζεσθαι γυναιξὶν, ὁμιλίας δὲ τῆς πρὸς ἐκείνας ἀποφοιτᾷν, τῶν τῆς σαρκὸς ἡδονῶν ἡ νέκρωσις εὖ μάλα κατασημαίνεται. Ἐν δέ γε τῷ δεῖν καὶ αὐτὰ καθήρασθαι τὰ ἄμφια, καταγράφεταί πως ἡμῖν ἡ δι᾽ ὕδατος κάθαρσις, δῆλον δὲ ὅτι καὶ διὰ πνεύματος ἀπαλλάττοντος μολυσμῶν.

Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Οἱ τὰ Χριστοῦ φρονεῖν ᾑρημένοι, καὶ περιπατοῦντες ἐν Πνεύματι τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις· καὶ νεκροῦσι μὲν «τὰ μέλη ἐπὶ τῆς γῆς, πορνείας, ἀκαθαρσίας, πάθος, ἐπιθυμίαν κακήν.» Ἔσθημα δὲ ποιοῦνται λαμπρὸν, τὴν ἄνωθεν χάριν, ἢ καὶ αὐτὸν τὸν Ἐμμανουήλ. «Ἐνδύσασθε γὰρ, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πορνείαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ἀλλὰ ταυτὶ μὲν ἐκέλευσε δρᾷν τοῖς τὸ τηνικάδε Μωσῆς.

Ἀκηκόαμεν δὲ καὶ ἡμεῖς καὶ αὐτοῦ τοῦ νόμου κηρύττοντος αἰνιγματωδῶς τὸ τῷ Χριστῷ δοκοῦν, καὶ δι᾽ ὕδατος κάθαρσιν, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν. Προστέταχε γὰρ ὁ νόμος, ὕδατι μὲν καταῤῥαίνεσθαι τοὺς μεμολυσμένους, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, ἐκπέμπεσθαι δὲ τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν γονοῤῥυᾶ· διασύρων, οἶμαί που, τῆς ἀκρασίας τὸ χρῆμα, καὶ βέβηλον ἀποφαίνων τὴν τῆς σαρκὸς ἡδονήν. Τοιγάρτοι καὶ ἡμεῖς οἱ ἐν Χριστῷ δεδικαιωμένοι καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος, μισεῖν κεκελεύσμεθα καὶ τὸν τῆς σαρκὸς μεμολυσμένον χιτῶνα. Οὐκοῦν προευτρεπιστὴς ὁ νόμος, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων προαναφαίνει τὸ κάλλος, ὡς ἐν παχέσιν ἔτι τοῖς τύποις. Περιαθρῶμεν δὲ, εἰ δοκεῖ, καὶ αὐτὸν τῆς ἐπιφανείας τὸν τρόπον. «Ἐγένετο γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ, καὶ νεφέλη γνοφώδης ἐπ᾽ ὄρους Σινᾶ. Φωνή τις σάλπιγγος ἤχει μέγα.» Ἐπεδήμησε γὰρ, ὡς ἔφην, καὶ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Μονογενὴς, οὐκ ἐν πρώτῳ καιρῷ, οὐδ᾽ ἐν ἀρχαῖς αἰῶνος τούτου· οὔτε μὴν ἐν δευτέρῳ καὶ τῷ διὰ μέσου χρόνῳ, ἀλλ᾽ ὡς τρίτῳ καὶ τελευταίῳ, καὶ ὡς ἐν ὄρθρῳ τε καὶ ἐν ἡμέρας ἀρχῇ, τουτέστιν, ἀπεληλαμένης ἤδη τῆς νοητῆς ἀχλύος, τῆς ἐνούσης ἐν ἡμῖν, καὶ οἱονεὶ παρελαυνούσης νυκτὸς, καὶ ἠφανισμένου τοῦ σκότους.

Ὁ μὲν γὰρ ἐξ ἀπάτης καὶ πλεονεξίας ὑπονοηθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, κατεσκότισεν νοητῶς τὴν σύμπασαν γῆν ἀποφέρων εἰς πολύθεον πλάνησιν, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας. Ὁ δὲ τῶν ὅλων Θεὸς καὶ Κύριος, τουτέστιν Χριστὸς, ἐπέφανεν ἡμῖν, καὶ τριπόθητον ἀληθῶς ἐνέδειξεν ἡμέραν· ἧς καὶ ὁ θεσπέσιος Δαβὶδ ἐμέμνητο λέγων· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦλος, ὅτι μὲν «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ὅτι δὲ αὖ· «Οὔκ ἐσμεν νυκτὸς, οὐδὲ σκότους· ἀλλ᾽ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας.» Ὄρθρου δὴ οὖν καὶ ὡς ἐν ἡμέρᾳ τρίτῃ καταβέβηκεν ὁ Μονογενής.

Ἀστραπαὶ δὲ ἦσαν ἐπ᾽ ὄρους Σινᾶ, καὶ νεφέλη γνοφώδης. Καὶ ἀστραπὴ μὲν, εἰς τύπον τοῦ θείου φωτὸς, καὶ τῆς νοητῆς αὐγῆς, δηλονότι τοῦ ἐν πνεύματι, διὰ Χριστοῦ καταλαμπούσης τὰ σύμπαντα, καὶ διαθεούσης τὴν ὑπ᾽ οὐρανόν. Οὕτω γάρ που καὶ ὁ προφήτης ἀνεφώνει λέγων πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα Χριστόν· «Ἔφανεν ἡ ἀστραπή σου τῇ οἰκουμένῃ.» Καὶ οὐ δή πού φαμεν, ὅτι τῆς ἐξ ὑετοῦ γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην· ἀλλ᾽, ὡς ἔφην ἀρτίως, τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ὀνόματι κατασημαίνειν ἤθελεν. Ὅτι δὲ δυσκάτοπτον ἀληθῶς τὸ Χριστοῦ μυστήριον, ὑπεμφήνειεν ἂν ὁ γνόφος. Καὶ γοῦν καὶ αὐτὸς ὁ μακάριος Δαβὶδ, ὧδέ πη συνιεὶς, καθάπερ ἐγᾦμαι, προανακεκράγει λέγων. «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτῷ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ Χριστοῦ μυστήριον, ὡς δεῖσθαι μυσταγωγίας τῆς ἄνωθεν, καὶ ἀποκαλύψεως τῆς παρὰ Θεοῦ. Ἤκουε γοῦν ὁ Πέτρος εὖ μάλα, συνιεὶς τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν Λόγον, καὶ ἀληθῶς Υἱόν· «Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐγνωρίσθαι δὲ καὶ ὁ Παῦλος διεβεβαιοῦτο ἑαυτῷ τὸ μυστήριον κατὰ ἀποκάλυψιν Θεοῦ. Οὐκοῦν, τὸ ἀσυμφανὲς τῆς γνώσεως ὁ γνόφος δηλοῖ.

Ἀνακέκραγε δὲ καὶ ἡ σάλπιγξ, τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ εὔηχες ἀποφαίνουσα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις· «Καθέστηκα ἐφ᾽ ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς σάλπιγγος. Καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ· Ἰδοὺ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Πεφώνηκε μὲν γὰρ παρ᾽ αὐτοῖς ἡ σάλπιγξ διὰ τῶν παρὰ Θεοῦ σκοπῶν, τουτέστι, τῶν ἁγίων ἀποστόλων. Κεχειροτόνηνται γὰρ ἐφ᾽ ἡμᾶς σκοποί. «Ἀλλ᾽ εἶπον· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη.» Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους εὑρήσομεν μαθητὰς, τοὺς ἀναφανδὸν εἰρηκότας τοῖς Ἰουδαίων λαοῖς· «Ὑμῖν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ὑμᾶς αὐτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκε ἡμῖν ὁ Κύριος.» Σάλπιγγι δὲ παρεικάζει διὰ τῶν Χριστοῦ κηρυγμάτων τὴν εὐφωνίαν, καὶ ὁ μακάριος Ἡσαΐας λέγων περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας· «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ.» Σάλπιγξ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλ᾽ ἦν ἰσχνόφωνος, καὶ βραδύγλωσσος. Διὰ τοῦτο καὶ Μωσῆς, ὅτι καὶ μόλις εἰς μόνην ἐφώνει τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ γέγονε γνωστὸς ὁ Θεός.

Σάλπιγξ δὲ ἡ μεγάλη, Χριστὸς, ἤτοι τὰ δι᾽ αὐτοῦ κηρύγματα, περιηχοῦντα τὴν ὑπ᾽ οὐρανόν. Ἔφη γὰρ, «Ὅτι κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτυρίαν πᾶσι τοῖς ἔθνεσιν.» Ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, μεμαρτύρηκε αὐτὸ τῶν πραγμάτων τὸ πέρας. Ἀνήκοος γὰρ οὐδεὶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἀπομεμένηκε δόξης. «Καὶ ἐξήγαγε, φησὶν, ὁ Μωσῆς εἰς συνάντησιν τὸν λαὸν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστηκεν ἐπὶ τὸ ὄρος Σινᾶ.» Ὅρα τὴν Μωσέως παιδαγωγίαν· ἀποφέρει πρὸς Θεόν.

Παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ παρίστησι μὲν τοὺς ὑπ᾽ αὐτῷ τέως παιδαγωγουμένους ἐπὶ τὸ ὄρος· οὐκ ἀναβιβάζει γε μὲν ἐν αὐτῷ. Ὄρος δὲ νοήσεις ἐν τούτοις, τὴν ὑπερφυᾶ τε καὶ ὑπεραίρουσαν γνῶσιν τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὑψηλὴ γὰρ λίαν, καὶ ἥκιστα μὲν τοῖς ἐν νόμῳ βατή· πρέπουσα δὲ μᾶλλον ἡμῖν τοῖς ἡγιασμένοις ἐν πνεύματι. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· τούτοις δὲ οὐ δέδοται,» φημὶ δὲ τοῖς Ἰουδαίοις. Ποιούμενος δὲ καὶ ὡς ἐν εἴδει προσευχῆς τοὺς πρὸς Πατέρα καὶ Θεὸν ὑπὲρ ἡμῶν λόγους· «Ἐξομολογοῦμαί σοι, φησὶ, Πάτερ Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα πάντα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.» Οὐκοῦν παρίστησι μὲν ἐπὶ τὸ ὄρος ὁ Μωσῆς, οὐκ ἀναβιβάζει δὲ ἐν αὐτῷ· ὡς γὰρ ἔφην ἀρτίως, τὸ τέλειόν τε καὶ ὑψηλὸν ἐν σοφίᾳ καὶ γνώσει κερδαίνομεν διὰ Χριστοῦ μᾶλλον, οὐ διὰ Μωσέως. Ὁ μὲν γὰρ ἦν οἰκέτης, καὶ παιδαγωγός· ὁ δὲ, ὡς τῶν ὅλων Κύριος, γνώσεως ἡμῖν τελείας πέφηνεν δοτήρ. «Ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι,» κατὰ τὸ γεγραμμένον.

Καθικομένου δὴ οὖν ἐν εἴδει πυρὸς τοῦ Θεοῦ, καπνοὶ μὲν ἦσαν, ὡς ἐκ καμίνου διᾴττοντες, καὶ ὑψοῦ δὴ λίαν ἐξελιττόμενοι, καὶ παντὸς, οἶμαί που, κατασκιδνάμενοι τοῦ λαοῦ. Καταπεφοίτηκε γὰρ ἐξ οὐρανοῦ δι᾽ ἡμᾶς πρὸς ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος ὡς πῦρ χωνευτηρίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Καὶ αὐτὸς ἡμᾶς ἐβάπτιζεν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· πυρὶ δὲ τῷ νοητῷ τὸν ἐν ἡμῖν δαπανῶντι συρφετὸν, καὶ τὸν ἐξ ἁμαρτίας ἐκτήκοντι ῥύπον, καὶ ἀποψύχεσθαι πρὸς ἐκτόπους ἡδονὰς οὐκ ἀφιέντι τὸν νοῦν· ἀποτετελέσμεθα δὲ ταύτῃτοι, τῷ πνεύματι ζέοντες. Καὶ τοῦτο αὐτὸ ἐνήργησεν εἰς ἡμᾶς ὁ Χριστός. Τοιγάρτοι καὶ ἔφασκεν· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» Οὐκοῦν ἐν εἴδει πυρὸς οἰκονομικῶς δὴ λίαν τοῖς ἀρχαιοτέροις ἐφαίνετο· πλὴν οὐ δίχα καπνοῦ. Συνήσομεν δὲ καὶ διὰ τούτου πάλιν, ὅτι θρηνεῖν καὶ κατοιμώζειν ἀνάγκη τοὺς ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ τῆς θείας αὐτοῦ δόξης καταφρονεῖν ᾑρημένους. Δακρυροεῖν γὰρ ἀνάγκη ἐν καπνῷ. Κατοιχήσονται δὲ ὅτι πρὸς τὸ ἐξώτερον σκότος οἱ θεομισεῖς τε καὶ ἀλιτήριοι, πῶς ἂν ἐνδοιάσειέ τις; «Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.» Ὅτι τοίνυν πικρὸν ἐπὶ ταῖς ῥᾳστώναις καταστάζουσι δάκρυον οἱ περὶ ὧν ὁ λόγος, ὑπέφαινον οἱ καπνοί.

Προσετίθει δὲ, ὅτι καὶ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο προβαίνουσαι, ἰσχυρότεραι σφόδρα ὡς ἐν ἀρχαῖς μὲν, ὀλίγους ἀκροᾶσθαι μόλις· ὕστερον δὲ πολλοὺς, μᾶλλον δὲ καὶ ἅπασαν τὴν συναγωγήν.

Σάλπιγξ μὲν γὰρ καὶ εὐφωνοτάτη, καὶ ἠχὴν ἰοῦσα τὴν διαπρυσίαν, τὸ εὐαγγελικόν ἐστι κήρυγμα, καθάπερ ἤδη προείπομεν. Ἀλλ᾽ ἠκούετο μὲν, φησὶν, ἐν ἀρχαῖς εἰς μόνην τὴν Ἰουδαίαν· προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ εἰς πᾶσαν ἤδη τὴν ὑπ᾽ οὐρανὸν περιῄεσαν οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἁπανταχόσε κηρύττοντες· ὥστε καὶ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ καὶ μέχρις αὐτῶν ἀφικέσθαι τερμάτων τῆς γῆς· καὶ ἐξ ἠοῦς πρὸς ἑσπέραν, τὴν ἱερὰν ἀπηχῆσαι σάλπιγγα. Τοῦτο, οἶμαι, ἔστι τὸ γίνεσθαι τὰς φωνὰς τῆς σάλπιγγος ἰσχυροτέρας. Εἶτα μετὰ τοῦτο λοιπὸν ἐπισκήπτει Θεὸς τῷ μακαρίῳ Μωσῇ διαμαρτύρασθαι τῷ λαῷ· Μή ποτε, φησὶν, ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος· καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ᾽ αὐτῶν Κύριος.

Ἄθρει δὴ οὖν, ἄθρει, καὶ ἐκ τῶνδε δὴ πάλιν, ὡς ἔστιν ἀμήχανον διὰ τῆς Μωσέως παιδαγωγίας ἐγγίζειν Θεῷ. Προσίεται γὰρ οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς εὐδοκιμεῖν ἑλομένους· τοιαῦτα γὰρ τὰ Μωσέως· ζητεῖ δὲ μᾶλλον ἐν ἡμῖν τῆς ἀληθείας τὸ κάλλος. Ἀλήθεια δὲ ὁ Χριστὸς, δι᾽ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ ἐγγὺς γεγόναμεν τοῦ Πατρὸς, καθάπερ εἰς ὄρος ἀναφοιτήσαντες, τὴν περὶ αὐτοῦ γνῶσιν. Ἐπεγνωκότες γὰρ τὸν Υἱὸν, ἐπέγνωμεν δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Οὐκοῦν δι᾽ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, οὐ διὰ Μωσέως, τουτέστι, οὐ διὰ νόμου. Ἁγιάζεσθαι δὲ καὶ αὐτοὺς προαναφαίνοντος ἐναργῶς, οὔπω τελείως ἁγίαν τὴν κατὰ νόμον ἱερωσύνην, ὡς γὰρ ἔτι δεομένην ἁγιασμοῦ, ἄλλοθι μὴ προστέταχεν ἁγιάζεσθαι.

Ἄμωμος δὲ, καὶ ἁγίων Ἄγιος ἐφ᾽ ἡμᾶς ἀρχιερεὺς, ὁ Χριστὸς, καὶ «κρείττονος διαθήκης ἔγγυος,» ὡς Παῦλός φησι. Τοιγάρτοι καὶ πέπαυται μὲν ἡ πρώτη. Γέγονε δὲ καὶ αὐτῆς ἱερωσύνης μετάθεσις, οὐκ ἐχούσης τὸ ἄμεμπτον, καὶ τὸ ἄκρως ἅγιον. Τετελείωκε μὲν γὰρ οὐδένα κατὰ συνείδησιν· εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἐφηγήσεις περιῤῥαντηρίων πρὸς τὴν τῆς σαρκὸς καθαρότητα. Καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις. Ὡς οὐκ ἔχουσα τοίνυν τὸ τελείως ἅγιον, ἁγιασθησομένη δὲ κατὰ καιροὺς ἐν Χριστῷ τῶν τύπων μεταπλαττομένων εἰς ἀλήθειαν, προστέταχεν ἁγιάζεσθαι.

Προστιθεὶς δὲ ὅτι· «Μή ποτε ἀπαλλάξῃ ἀπ᾽ αὐτῶν Κύριος,» ἐφῆκε νοεῖν, ὅτι θάνατος ἡ δίκη, τοῖς τὴν ἐν νόμῳ τιμῶσιν ἱερωσύνην, ἀναδειχθείσης ἐν κόσμῳ τῆς διὰ Χριστοῦ· δι᾽ οὗ καὶ λαοὶ καὶ αὐτὸ τὸ πάλαι σεπτόν τε καὶ ἱερὸν ἁγιάζεται γένος· βέβηλον δὲ πάντως, καὶ ἐν ἀκαθαρσίαις, ὃ μὴ ἡγιάσθη παρ᾽ αὐτοῦ. Διὰ τοῦτο ἔφασκε τοῖς Ἰουδαίων δήμοις· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ὅτι δὲ ἔμελλον οἱ ἐξ Ἰσραὴλ ἐξήνιοι γεγονότες ἀποπέμπεσθαι κατὰ καιροὺς, ὑπονοστήσειν δὲ οὐχ ἑτέρως πρὸς Θεὸν, πλὴν ὅτι διὰ Χριστοῦ, καταδείξει ῥᾳδίως Θεοῦ λέγοντος οἰκονομικῶς τῷ παναρίστῳ Μωσῇ· «Βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι, σὺ καὶ Ἀαρὼν μετὰ σοῦ.» Ὁρᾷς πῶς ἀπεπέμπετο Μωσῆς, εἶτα μόνος οὐκ ἐπιστρέφει, ἄνεισι δὲ πάλιν συνομαρτοῦντος αὐτῷ καὶ συνδιαθέοντος Ἀαρὼν, ὃς ἦν εἰς τύπον Χριστοῦ τοῦ μεγάλου ἱερέως; Δι᾽ αὐτοῦ γὰρ, ὡς ἔφην, προσιτὸς ὁ Πατήρ. Καὶ ἀπόπεμπτοι γεγονότες κατὰ καιροὺς οἱ ἐν νόμῳ, τουτέστιν ὁ Ἰσραήλ. Ἐπιγνώσονται μὲν ἐν ἐσχάτοις καιροῖς τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, τουτέστιν Χριστόν· προσελεύσονται δὲ δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ εἰς ὅρος ἀναθρώσκοντες τὸ σεπτὸν καὶ μέγα τῆς οἰκονομίας μυστήριον, δι᾽ οὗ πάντας ἡμᾶς σέσωκεν ὁ Χριστὸς, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.