Τεθνεώσης τοίνυν τῆς Μαριὰμ μηνὶ τῷ πρώτῳ, τουτέστιν, ἐν ἀρχῇ τοῦ ἔτους, κατὰ τοὺς Ἑβραίων νόμους, ὅτε καὶ αὐτὸ τοῦ ἁγίου πάσχα τελεῖται μυστήριον, δεδίψηκεν ὁ λαός. Ἐν γάρ τοι τῷ πρώτῳ μηνὶ τοῦ ἐνιαυτοῦ, ὃς καὶ τῶν νέων ὠνόμασται, μονονουχὶ καὶ τετελεύτηκεν ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, συνεστάλη τε τρόπον τινὰ, καὶ ἐκ μέσου γέγονεν. Πῶς ἢ τίνα τρόπον; Ἐπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, ὡς ἐν μηνὶ τῶν νέων. Τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς ὁ λαλῶν· «Πάρειμι, ὡς ὧραι ἐπὶ τῶν ὀρέων, καὶ ὡς ἐν μηνὶ τῶν νέων.» Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐκάλει λέγων· «Ἀνάστα, ἐλθὲ, πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν· καιρὸς γὰρ τῆς τομῆς ἔφθασεν.» Ἀνεθάλομεν γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, καὶ ὁ τῆς ἐπιδημίας καιρὸς, ἔαρ ὥσπερ ἡμῖν ἀνεδείχθη τὸ νοητὸν, εὐανθῆ τε καὶ ἔγκαρπον τὴν ἀνθρώπου φύσιν ἀποτελοῦν. Τότε γὰρ, τότε τῆς ἐν σκιαῖς συνεσταλμένης, καὶ οἷον τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαὸς, καὶ ἐν σπάνει γέγονεν ὑδάτων νοητῶν. Ἀλλ᾽ ἐκπέπτωκε πλουσίως τὸ νᾶμα Χριστοῦ, φημὶ δὲ δὴ πάλιν, τὰ δι᾽ αὐτοῦ θεσπίσματα, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ μυστικὴν παιδαγωγίαν.