Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Έξοδον, Βιβλίο Γ' (συνέχεια): Η επικύρωση της διαθήκης, η μοσχοποιία και το κάλυμμα

Η άνοδος στο όρος, οι θυσίες για τη διαθήκη, η πτώση του λαού στην ειδωλολατρία του μόσχου και το κάλυμμα στο πρόσωπο του Μωυσή ως τύπος της ιουδαϊκής πώρωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 22

Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ καὶ τῶν ἐβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ. αʹ. Κέκληνται μὲν διὰ νόμου πρὸς Θεὸν οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε καὶ διακονοῦντος Μωσέως. Ἀλλ᾽ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, «Τετελείωκεν ὁ νόμος οὐδένα.» Τελειότης γε μὴν αὐτοῦ καὶ προφητῶν νοεῖται Χριστός. Πᾶσα γὰρ λύτρωσις δι᾽ αὐτοῦ. Ἐπεὶ «Μὴ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς,» καὶ ἐν αὐτῷ πᾶσα τελειότης δι᾽ ἁγιασμοῦ ἐν πνεύματι.

Δι᾽ αὐτοῦ κεκλήμεθα πρὸς τὸν Πατέρα, καὶ εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα σὺν αὐτῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσα· τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι τόπον ὑμῖν, πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἴνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.» Πρωτόλειον μὲν γὰρ καὶ οἷά τις ἀπαρχὴ τῆς ἀνθρωπότητος προσέφρησεν εἰς τὸν οὐρανόν.

Ἀνακομίσει δὲ ὅτι καὶ ἡμᾶς αὐτοὺς, οὐκ ἂν ἐνδοιάσειέ τις. Ἐμπεδοῖ γὰρ εἰς τοῦτο ὁ ψεύδεσθαι μὴ εἰδὼς, καὶ τοῖς τοῦ τυχεῖν ἀξίοις τὴν ἐλπίδα προσθείς. Ἐσόμεθα γὰρ οὐρανοῦ πολῖται κατὰ καιροὺς, προαναφοιτήσαντος ἡμῶν, ὡς ἔφην, Χριστοῦ, καὶ ἀληθὲς ὅτι χρῆμά ἐστι πιστώσεται ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς· «Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Ἦν μὲν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς ὢν φύσει, μετὰ τοῦ ἰδίου Πατρὸς καὶ ἐν ὄψει τοῦ γεγεννηκότος.

Ἐμφανίζεται δὲ ὑπὲρ ἡμῶν, ὅτι γέγονεν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς, οἱ τῶν τοῦ Πατρὸς ὀμμάτων ἐξεῤῥιμμένοι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ᾽ ἡμᾶς τυραννήσασαν ἁμαρτίαν, ἐν ὄψει γενώμεθα πάλιν αὐτοῦ, διὰ Χριστοῦ τε καὶ εἰς τὸ ἐν ἀρχαῖς, τῶν μεταξὺ παρεισβεβηκότων, οἰχομένων εἰς τὸ μηδέν. Κεκλήμεθα οὖν δὴ ἐν Χριστῷ, καὶ εἰς τὴν ἄνω πόλιν, καὶ τῆς παρὰ Θεοῦ καὶ Πατρὸς ἐποπτίας ἀξιούμεθα, καὶ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ δεδιδάγμεθα προσκυνεῖν τὸν τῶν ὅλων γενεσιουργόν τε καὶ Πατέρα Θεόν. Προανεφώνει δὲ καὶ τοῦτο πάλιν ἡμῖν ὁ νόμος αἰνιγματωδῶς. Καταβέβηκεν μὲν γὰρ ἐν εἴδει πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὅρος τὸ Σινᾶ· θεσμοθετήσας δὲ τοῖς ἐξ Ἰσραὴλ τὰ δι᾽ ὧν ἦν εἰκὸς εἰς ἀρχὰς ἰέναι δικαιοσύνης. Προεισβολὴ γὰρ ὥσπερ ὁ νόμος τῶν τελειοτέρων, στοιχεῖά τε καὶ προαγόρευσις τῶν διὰ Χριστοῦ παιδευμάτων. Καὶ Μωσῇ, φησὶν, εἶπεν· «Ἀνάβηθι πρὸς τὸν Θεὸν, σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν. Αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ᾽ αὐτῶν.» Ἀπηγγελκότος δὲ ταῦτα τοῦ πανσόφου Μωσέως, ἀπεκρίθη πᾶς λαὸς φωνῇ μεγάλῃ λέγοντες· «Πάντας τοὺς λόγους οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Καὶ τί μετὰ τοῦτο; Καὶ ἔγραψε, φησὶ, Μωσῆς πάντα τὰ ῥήματα Κυρίου.

Ὀρθρίσας δὲ Μωσῆς τὸ πρωῒ, ᾠκοδόμησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου Κυρίῳ τῷ Θεῷ, μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς τὸν κρατῆρα· τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν· Πάντα ὅσα ἐλάλησεν ὁ Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. Λαβὼν δὲ Μωσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ, καὶ εἶπεν· Ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων. Ἐκπεπερασμένης δὲ τῆς θυσίας, καὶ κατεῤῥαμένου παντὸς τοῦ λαοῦ τῷ τῆς διαθήκης αἵματι, ἀνέβη δὲ, φησὶν, ὁ Μωσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἐβδομήκοντα τῆς γερουσίας τοῦ λαοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.» Φέρε δὴ οὖν, φέρε ἐφ᾽ ἑκάστῳ τῶν ἀνεγνωσμένων τὰ εἰκότα λέγωμεν, καὶ τῆς τῶν προκειμένων ἐννοίας ἀρχόμενοι κατ᾽ εὐθὺ, τὰ εἰς ἡμᾶς γεγονότα παρὰ Χριστοῦ.

Καθάπερ ἐν πίνακι καταγεγραμμένα βλέπωμεν ἐν τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς Ἐκκλησίαν, ἤτοι τὸν οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν ἐπὶ τῆς γῆς καθ᾽ ὁμοιότητα τῆς ἄνω, καὶ βουνὸν, καὶ ὄρος ἀποκαλεῖν, διάτοι τὸ ἐπῃρμένον καὶ ἀνεστηκὸς εἰς τὴν ἀρετὴν τῶν κατοικούντων ἐν αὐταῖς.

Οὐ γάρ ἐστι χθαμαλὸς οὐδὲ κατεῤῥιμμένος τῶν ἁγίων ὁ νοῦς· ἀλλὰ φρονήματος μὲν ὑπερφέρεται τοῦ γεωδεστέρου, καὶ σαρκικῶν ἐπιθυμιῶν. Ὑψοῦ δὲ δὴ μᾶλλον ἀναφοιτᾷ· καὶ ἔστιν ἀληθὲς τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Ὅτι οἱ θεοὶ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν.» Ὅτι δὲ τοῖς ὧδε βιοῦν ᾑρημένοις, καὶ εἰς τὸ λοιπὸν ἀρετῆς ἀναβεβηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ ταῖς ἄνω μοναῖς ἐναυλίζεσθαι δεῖν, πιστώσεται πάλιν ὁ Ψαλμῳδὸς, οὕτω λέγων· «Τίς ἀναβήσεται εἰς τὸ ὅρος Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ᾽ ἀθώοις οὐκ ἔλαβεν. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.» βʹ. Ὄρος οὖν ἀναβάσιμον τοῖς ἁγίοις, ὁ οὐρανὸς, ἤτοι τῶν πρωτοτόκων ἡ Ἐκκλησία· βεβήλοις δέ γε καὶ ἀνοσίοις, ἀστιβές. Προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἀναφοιτᾷν εἰς τὸ ὄρος Μωσέα τε καὶ Ἀαρὼν, Ναδάβ τε καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ. Ἔφασκέ τε, ὅτι «Καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν· αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ᾽ αὐτῶν.»

Οἱ μὲν οὖν ἐξ Ἀαρὼν γεγονότες υἱοὶ, τὸ ἱερὸν ἡμῖν σημαίνουσι γένος· οἱ δὲ πρεσβύτεροι, τοὺς ἀριστίνδην ἐξειλεγμένους.

Ἀαρὼν δὲ πάλιν αὐτὸν ἡμῖν ὑποπλάττεται τὸν Χριστὸν, τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, δι᾽ οὗ καὶ ἐσχήκαμεν τὴν διὰ Πνεύματός τε καὶ ὕδατος γέννησιν, «Ἔκλεκτον γένος, καὶ βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον,» χρηματίζομεν. Ἀναβησόμεθα τοίνυν κατὰ καιροὺς καὶ εἰς τὴν ἄνω πόλιν οἱ ἀπόλεκτοί τε καὶ ἱεροὶ, συνόντος ἡμῖν καὶ ἡγουμένου Χριστοῦ τοῦ μεγάλου ἱερέως, τοῦ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γεγονότος, καὶ συμπροσκυνοῦντος ἡμῖν καίτοι Πατέρα ὄντα κατὰ φύσιν τὸν Θεόν. Καὶ ἐγγίζει μὲν ὁ Μωσῆς, σὺν ἡμῖν δὲ τοῖς μακρὰν, ὁ Υἱός. Ὅσον γὰρ ἧκεν εἰς τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον, Θεῷ προσεχέστερος ὁ Μωσῆς, ὡς νόμου μεσίτης καὶ ὁριστής. Ἐπειδὴ δὲ μεθ᾽ ἡμῶν γέγονεν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃτοι τὸ καθ᾽ ἡμᾶς οὐκ ἀτιμάζει μέτρον. Ἀνέχεται δὲ οἰκονομικῶς καὶ αὐτοῦ κατόπιν νοεῖσθαι Μωσέως. Καὶ γοῦν καὶ γέγονε μεθ᾽ ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον, καίτοι νομοθέτης ὢν ὡς Θεός. Ὅτι δὲ γέγονεν ὑπὸ νόμον, ἀταλαίπωρον ἰδεῖν. Περιτέτμηται γὰρ ὀκταήμερος. Συντετέλεκε δὲ καὶ τὸ δίδραχμον, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν ὡς Υἱός. Ἀρκέσει δὲ καὶ αὐτὸ τὸ Γράμμα τὸ ἱερὸν, ὑπὸ νόμον γεγενῆσθαι λέγον τὸν Ἐμμανουήλ. Ὅτι δὲ διὰ τὸ ἀνθρώπινον, καὶ ἐπειδὴ γέγονε καθ᾽ ἡμᾶς ὑπὸ νόμον, καὶ ἐν δευτέροις τεθεῖσθαι Μωσέως νομιεῖται, συνήσεις καὶ δι᾽ ἑτέρων.

Προσέταττε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ παναρίστῳ Μωσεῖ τῆς ἀφορήτου δουλείας ἀνεῖναι τὸν Ἰσραὴλ τῷ Φαραὼ λέγοντα· «Κύριος ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς.» Ὁ δὲ ὁμολογεῖ τὸ ἀδρανὲς ὁ νόμος εἰς ἀπολύτρωσιν. Εἶτα συνάπτει ἀναδυομένῳ καὶ μέλλοντι τὸν θεσπέσιον Ἀαρὼν εἰς τύπον Χριστοῦ τοῦ πάντα ἰσχύοντος, δι᾽ οὗ πᾶσα ἡ λύτρωσις.

Ἔφη γὰρ ὧδε πρὸς Μωσῆν· «Ἰδοὺ δέδωκά σε Θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοῦ προφήτης. Σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα ἐντέλλομαί σοι, ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ.» Ὁρᾷς ὅτι μεσιτεύει πάλιν Ἀαρὼν τὸ τοῦ νομοθέτου πρόσωπον φοροῦντος Μωσέως. Ταύτῃτοι καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸν ἀνατίθησι τὸν νόμον αὐτῷ, καίτοι λυθέντα παρὰ Θεοῦ. Γράφει γὰρ οὕτως· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει.» Ἄνιμεν τοίνυν καθάπερ εἰς ὄρος τὰς ἄνω μονὰς οἱ ἱεροὶ καὶ ἀπόλεκτοι, τῆς ἑτέρας πληθύος ἀπομενούσης κάτω. «Οὐ γὰρ ἀνελεύσεται, φησὶν, ὁ λαὸς σὺν αὐτοῖς·» ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, «Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Ἄνιμεν δὲ, οὐ δίχα Χριστοῦ. Συνῆν γὰρ τότε τοῖς προσκυνοῦσιν ὁ Ἀαρὼν, καὶ τοῖς ἔτι μακρὰν ἐναρίθμιος ἦν. Οὕτω καὶ ὁ Χριστὸς, μακρὰν μεθ᾽ ἡμῶν δι᾽ ἡμᾶς, ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ τε καὶ δι᾽ αὐτῷ ἐγγὺς τοῦ Πατρός. Πάντα γὰρ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ᾠκονομεῖτο σαφῶς. Ὥσπερ γὰρ γέγονε μεθ᾽ ἡμῶν ἐν νεκροῖς, ἵνα ἡμεῖς εἰς ζωὴν σὺν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ· ἀνεβίω γὰρ τὸ τοῦ θανάτου πατήσας κράτος, οὕτω γέγονε μεθ᾽ ἡμῶν ἀποτέρω, καίπερ ὣν ἐγγὺς, ἵνα πάλιν ἡμεῖς σὺν αὐτῷ, καὶ δι᾽ αὐτοῦ ἐγγύσωμεν τῷ Πατρί· ὃ δὴ καὶ τετέλεσται.

Μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, ἡνώμεθα τῷ Θεῷ καὶ Πατρὶ δι᾽ αὐτοῦ, εἴπερ «ἐσμὲν ἀληθῶς θείας φύσεως κοινωνοὶ,» κατὰ τὰς Γραφάς. Ἀλλ᾽ ὑψοῦ μὲν ἰέναι προστέταχε, καὶ συναναθρώσκειν εἰς τὸ ὄρος Μωσεῖ τε καὶ Ἀαρὼν, τοὺς ἱερούς τε καὶ ἐξειλεγμένους ὁ τῶν ὅλων Θεός.

Ὅτι δὲ τοὺς εὐκλείας ἥκοντας εἰς τοῦτο λοιπὸν, καὶ ἀναβῆναι ἀληθῶς εἰς τὸ ἄνω προτεθυμένους, ἵνα καὶ ἐγγὺς γένοιντο Θεοῦ, προαφαγνίζεσθαι χρὴ τῷ αἵματι τοῦ Χριστοῦ, ὃς τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν ἐποιήσατο, ἀνατέθεικε δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τὴν ἀναληφθεῖσαν σάρκα. Προσκεκόμικε γὰρ ἑαυτὸν ἱερεῖον ἄμωμον ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ νοητὸν ὁλοκαύτωμα, ὡς προανετύπου πάλιν ἡμῖν ὁ θεσπέσιος Μωσῆς, τῇ τοῦ πνεύματος φωταγωγίᾳ πρὸς τὴν τῶν ἐσομένων προηγούμενος γνῶσιν. Τοῦτο γὰρ, οἶμαι, συνιεὶς, πρὸ τῆς εἰς τὸ ἄνω πορείας αὐτοῦ τε καὶ τῶν κεκλημένων, «Ἔγραψε πάντα τὰ ῥήματα τοῦ Κυρίου.» Τί δὲ τούτῳ προείργασται πάλιν, ἐροῦμεν εὐθύς. Χρὴ γὰρ, οἶμαι, τοὺς τῆς ὑψοῦ τε καὶ ἄνω πορείας ἐφιεμένους, εἰς νοῦν καὶ καρδίαν ἐγκεχαραγμένον ἔχειν τὸν τοῦ Θεοῦ νόμον, ἀναφωνεῖν τε λοιπὸν καθάπερ ἐκ λύρας πρὸς αὐτὸν, «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ὥσπερ γάρ ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν, καὶ χρῆμα σωτήριον, τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διὰ παντός· τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλανθάνεσθαι φιλεῖν.

Γράφει τοίνυν ὁ μακάριος Μωσῆς «πάντα τὰ ῥήματα τοῦ Κυρίου,» περὶ ὧν καὶ αὐτὸς ἐπεφώνει τοῖς παιδαγωγουμένοις δι᾽ αὐτοῦ, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς· «Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Ὀρθρίσας δὲ τὸ πρωῒ, θυσιαστήριον ἀνεδείματο. Περιΐστησι δὲ αὐτῷ δυωκαίδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Καὶ ἀπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, οἳ καὶ ἀνήνεγκαν, φησὶν, ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια.» Τὸ μὲν οὖν θυσιαστήριον, τύπος ἂν εἴη καὶ μάλα σαφῶς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς οἱονεί πως ἐπὶ τὸ ὄρος κειμένης. Ὑψοῦ γὰρ ὥσπερ ἐν ὄρει τὴν ἑτέραν εἰναί φαμεν, τὴν τῶν πρωτοτόκων μητρόπολιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξεικονίζει τοιγαροῦν τὴν Ἐκκλησίαν ἡμῖν τὸ θυσιαστήριον· ᾧ καὶ λίαν οἰκονομικῶς περιΐστησιν ὁ Μωσῆς τοὺς δώδεκα λίθους, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μονονουχὶ καὶ διὰ τοῦτο προπαρεγγυῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι χῶρος αὐτοῖς ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία Χριστοῦ· καὶ τάχα που διακεκραγέναι δεήσει· «Κατακυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεως.» Ὅτι πρὸς γὰρ αὐτοὺς μάλιστα καὶ πρό γε τῶν ἄλλων Σωτῆρα καὶ Λυτρωτὴν ἀπέστειλε τὸν Υἱὸν ὁ Πατὴρ, σαφηνιεῖ λέγων αὐτός· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ εἰς ἐκτόπους ἀπονοίας ὠλισθηκότες πεπαρῳνήκασιν εἰς αὐτὸν, μετακεχώρηκεν ἀναγκαίως ἐπὶ τὰ ἔθνη Χριστός. Ὅτι τοίνυν χῶρος ὁ μάλιστα πρέπων ἦν αὐτοῖς, καθάπερ ἔφην ἀρτίως, τὸ τοῦ Χριστοῦ θυσιαστήριον, προκατεσήμαινεν ὁ Μωσῆς, περιστήσας αὐτῷ τοὺς δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Ὅτι δὲ ἔμελλον οἱ ἐπ᾽ ἀνδρείᾳ τεθαυμασμένοι, δῆλον δὲ ὅτι πνευματικῇ καὶ κατὰ Θεὸν, οἱ εὐσθενῆ τε καὶ ἐῤῥωμένον ἔχοντες νοῦν, ἱερουργήσειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καταμάθοι τις ἂν ἀπό γε τοῦ γεγονότος. Ἀπεστέλλοντο μὲν γὰρ οἱ νεανίσκοι, καὶ προσῆγον τὰ ὁλοκαυτώματα. Τοῦτο δεδρακότας τοὺς ἁγίους ἀποστόλους εὑρίσκομεν, οἳ πᾶσαν, ὥσπερ εἰπεῖν, περιεφοίτων τὴν γῆν, ἱερουργοῦντες αὐτῷ καὶ προσάγοντες ὁλοκαυτώματα, τουτέστι, τοὺς ἐν ἀμωμήτῳ πίστει διαπρεπεῖς, καὶ μὴν καὶ σπουδάσμασι τοὺς εἰς ἀρετὴν εὖ μάλα διηρτισμένους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι, διανοίας ἀδρανοῦς τὸ μυσταγωγεῖν δύνασθαι σαφῶς, οὔτε νοῦ νοσοῦντος τὸ ἄναλκι, καὶ καταῤῥεῖν εἰωθότος εἰς ἐπιθυμίας κοσμικάς· ἐσκευασμένου δὲ οὕτω καὶ νεανικῶς ἔχοντος, ὡς καὶ εἰπεῖν δύνασθαι λοιπόν· «Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος.» Νεανίας γὰρ ὁ τοιοῦτος, καὶ τῶν ἄγαν ἀλκιμωτάτων.

Πρέπει δ᾽ ἂν αὐτῷ, τὸ καθιεροῦν τῷ Θεῷ τὰ ὁλοκαυτώματα, καὶ θυσίας πνευματικὰς, καὶ ἱερουργίας ἅπτεσθαι τῆς νοητῆς, καὶ τὴν τοῦ σωτηρίου θυσίαν ἀποπληροῦν· ἢ καὶ διὰ τῶν προσενηνεγμένων μοσχαρίων εὖ μάλα προανεπλάττετο. Ποτὲ μὲν γὰρ διὰ τὸ λίαν εὐσθενὲς, καὶ ὅτι τῶν ἀβεβήλων ζώων τὸ ὑπέρτατον, μόσχος ἐστὶ, μόσχῳ τελείῳ παρεικάζεται Χριστός· ποτὲ δὲ μικρῷ μοσχαρίῳ, καὶ ἀνθ᾽ ὅτου, πάλιν ὁρᾷς, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ ὑπὸ ζυγὸν δουλείας, εἴπερ ἐστὶν ἀληθὲς ὅτι πέφηνεν ἐν δούλου μορφῇ. Ἀλλ᾽ εἰ καὶ ὅσον εἰπεῖν ἧκεν, εἴς γε τὸ ἐν σαρκὶ μυστήριον, γέγονε μεθ᾽ ἡμῶν ὑπὸ ζυγὸν δουλείας, ἀλλ᾽ ἦν δουλείας ἀπείρατος, ὅτι φύσεως ἦν τῆς ἄνωθεν καὶ ἐλευθέρας. Διὰ τοῦτο μοσχαρίῳ παρεικάζεται, ὅτι καὶ ὑπὸ ζυγὸν, καὶ ἔξω ζυγοῦ. Ἀπείρατον γὰρ ζυγοῦ τὸ μοσχάριον, εἰ καὶ εἶναι πέφυκεν ὑπὸ ζυγὸν τὸ τοιόνδε γένος. Ἄλλως τε, καὶ εἰ γέγονεν ὑπὸ νόμον, ὡς ὑπὸ ζυγὸν, ἀλλ᾽ ἦν ἐλεύθερος· ἦν γὰρ ὑπὲρ νόμον, ὡς ὢν νομοθέτης καὶ Θεός. Καὶ τρίτως δὲ, εἰ δοκεῖ, πεφόρηκε τὴν ἀπὸ γῆς σάρκα, τὴν νοσοῦσαν ἐν ἑαυτῇ διὰ τῆς ἁμαρτίας τὸν νόμον, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ὅσον γὰρ ἧκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, τεθεῖσθαι δοκεῖ καὶ ὑπὸ ζυγὸν ἁμαρτίας, ἀλλ᾽ ἦν ἀπείρατος· «Κατέκρινε γὰρ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.»

Μοσχάριον οὖν ὁ Χριστὸς ταύτῃτοι οἰκονομικῶς ὠνόμασται, καὶ ὅτι νέα γέγονε κτίσις· ἀπαρχὴ γὰρ τῶν εἰς τοῦτο κεκλημένων αὐτός. Ὅτι δὲ ἦν ἀναγκαῖον ἁγιάζεσθαι τῷ αἵματι δράττοντας, καὶ ἐγγίζειν Θεῷ γλιχομένους, δέδειχεν ὁ Μωσῆς, καταῤῥαίνων αἵματι πάντα τὸν λαὸν, καὶ αὐτὸ τὸ βιβλίον. Εἰσόμεθα δὲ καὶ διὰ τοῦτο πάλιν, ὅτι αὐτὸς ὁ μόνος ἀτελὴς εἰς ἁγιασμόν.

Ἄθρει γὰρ ὅπως τῷ τοῦ αἵματος ῥαντισμῷ καὶ αὐτὸς ἁγιάζεται· ἀποπλύνει γὰρ ἁμαρτίας ἥκιστα μὲν ὁ νόμος, κατορθοῖ δὲ τοῦτο τῶν διὰ Χριστοῦ μυστηρίων ἡ χάρις. Εὖ δὲ λίαν καὶ τὸ ὀρθρίσαντα τὸ πρωῒ τὸν ἱεροφάντην Μωσέα, αὐτό τε τὸ θεῖον ὀρθῶσαι μυστήριον, καὶ περιστῆσαι μὲν αὐτῷ, καθάπερ ἤδη προεῖπον, δυωκαίδεκα λίθους, θῦσαι δὲ καὶ μοσχάρια. Ὄρθρου γὰρ ὥσπερ καὶ πρωΐας ἤδη γενομένης, μονονουχὶ δὲ καὶ Φωσφόρου διαυγάζοντος, καὶ νοητῆς ἡμῖν ἀνισχούσης ἡμέρας, παροιχομένης δὲ ἤδη νυκτὸς, καὶ δαιμονιώδους ἀργήσαντος σκότους, λαμπρὸν ἀνεδείχθη τῆς Ἐκκλησίας τὸ κάλλος τὸ σεπτὸν ἐχούσης θυσιαστήριον, ἐφ᾽ οὗ τὸ Χριστοῦ τελεῖ. ται μυστήριον. Παρέστησαν δὲ αὐτῷ καὶ αἱ φυλαὶ τῆς γῆς, ὡς ἐν παραδείγμασι τοῖς λίθοις. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὴν τοῦ παραδείγματος εἰκόνα παραχαράττων εἰς ἀλήθειαν, ἐπιστέλλει τοῖς ἡγιασμένοις ἐν Χριστῷ· «Ἐν ᾧ καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐπῳκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον.» Τότε καὶ οἱ νεανίσκοι προσκεκομίκασι τὰ ὁλοκαυτώματα, καὶ ἱερουργοὶ γεγόνασι πνευματικοί.

Τότε δὴ, τότε καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρὸς, καὶ παρεστήκαμεν αὐτῷ τὸ τῆς διανοίας εὐδρανὲς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑτοίμως ἔχον, ἐν τάξει ποιούμενοι παραστήματος. Τοῦτό τοι σαφῶς καὶ αὐτὸς ὁ θεῖος ἡμῖν προανεφώνει Δαβὶδ, ἐκ προσώπου τῶν πεπιστευκότων οὕτω λέγων πρὸς τὸν ὅλων Θεόν· «Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος.» Ἡγιασμένοι δὴ οὖν, καὶ ὡς ἐν τύποις ἔτι καθηγνισμένοι τῷ αἵματι, «Ἀνεφοίτων εἰς τὸ ὄρος Μωσῆς τε καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραὴλ, καὶ εἶδον τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον ὡσεὶ πλίνθου σαπφείρου, καὶ ὥσπερ ἔργον στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδείς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.» Ἀκούεις ὅπως τεθέανται τὸν τοῦ Θεοῦ λεγόμενον τόπον, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ. Ἐναυγὴς γὰρ ὁ οὐρανὸς, καὶ σαπφείρῳ ἐοικὸς τὸ ἀνωτάτω καὶ αἰθέριον χρῶμα.

Πρέπων δὲ ὅτι μάλιστα χῶρος ὁ οὐρανὸς, καὶ ἐφ᾽ ᾧ ἐπαναπαύεται, καταλύων ἐν ἀγγέλοις. Ἄγιος γὰρ ἐν ἀγίοις κατοικεῖ, καὶ οἱονείπως ἐπανακλίνεται τοῖς τὴν ἄνω τρίβουσι πόλιν, διὰ τὸ λίαν εὐφυὲς, καὶ εἰς ἀρειότητα ζωῆς εὖ μάλα διεξεσμένον. Ἁγίαν γὰρ εἶναι πιστεύομεν τὴν τῶν ἄνω πνευμάτων πληθύν.

Ὤφθη δὴ οὖν τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ τοῖς εἰς τὸ ὄρος ἀναβεβηκόσιν, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ τῇ καθαρότητι, φησίν. Ἔδει γὰρ, ἔδει, τοὺς τὴν πολύθεόν ποτε κατηῤῥωστηκότας πλάνησιν, καὶ τῇ κτίσει λελατρευκότας, εἶτα κεκλημένους εἰς ἐπίγνωσιν Θεοῦ, χρησίμως τε καὶ ἀναγκαίως ἰδεῖν ὅτι καὶ αὐτὸν ὑπὸ πόδας ἔχει τὸν οὐρανὸν, καὶ ὅτι τῶν πάντων ἐστὶ Δεσπότης, ὡς παρενεγκὼν τὰ πάντα πρὸς ὕπαρξιν, ὁ τῆς ἀρχαίας αὐτοὺς ἀπάτης ἀπολυτρούμενος.

Ὅτι δὲ καὶ τοῖς εἰς τὴν ἄνω κατὰ καιροὺς εἰσελαύνουσι πόλιν, παρεικάζεται πάλιν τὸ καὶ τῶν θείων χαρισμάτων πλουσίως μετασχεῖν, καὶ τὸ ἐντρυφῆσαι δεῖν τοῖς πνευματικοῖς παρὰ Χριστοῦ ἀγαθοῖς, διαδείξει τὸ, ἐν τόπῳ γενομένους Θεοῦ, φαγεῖν καὶ πιεῖν τοὺς ἀναβεβηκότας. Ἀλλ᾽ ἐν μὲν οἷς ἔναγχος ἔφην, μόνος προσετάττετο Μωσῆς ἐγγίσαι πρὸς τὸν Θεόν· οἵ γε μὴν ἕτεροι προσκυνεῖν μακρόθεν, οἷς καὶ συνῆν Ἀαρών. Ἐλέγομεν δὲ, ὅτι μεθ᾽ ἡμῶν γέγονε τῇ φύσει μακρόθεν ὁ ἐγγὺς τοῦ Θεοῦ καὶ Πατρὸς ὢν Υἱὸς, ὁ ἄκακος ἡμῶν καὶ ἀμίαντος ἀρχιερεύς· ἵνα δι᾽ αὐτοῦ, καὶ σὺν αὐτῷ δὴ πάλιν, εὑρισκώμεθα καὶ ἡμεῖς ἐγγύς. Τοιγάρτοι κέκληται καὶ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενος, Μεθ᾽ ἡμῶν ὁ Θεός. Πλὴν εἰ καὶ γέγονε μεθ᾽ ἡμῶν ὡς ἄνθρωπος, ἀλλ᾽ ἔστιν ἰδεῖν ὡς οὐδὲ αὐτῷ τῷ μακαρίῳ Μωσῇ προσιτὸς γέγονεν ὁ Πατὴρ, δίχα τῆς αὐτοῦ μεσιτείας. Αὐτὸς γάρ ἐστιν ἡ ὀδὸς, αὐτὸς ἡ θύρα, καθάπερ ἤδη προείπομεν. Εἰσόμεθα δὲ καὶ τοῦτο πάλιν ἀπό γε τῶν ἐφεξῆς· «Εἶπε γὰρ, φησὶν, ὁ Κύριος πρὸς Μωσῆν· Ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον, καὶ τὰς πλάκας, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ.»

Ὁρᾷς ὅτιπερ κέκληται μὲν ὁ Μωσῆς τὸν ἐν σκιαῖς ἔτι καὶ γράμμασιν ὑποδεξάμενος νόμον, συνανατρέχει δὲ αὐτῷ μὴ συγκεκλημένος ὁ Ἰησοῦς εἰς τύπον Χριστοῦ· ὃς οὐ καλεῖται παρὰ Πατρὸς, ἴσως τοῖς ἄλλοις· σύνεστι γὰρ ἀεί. Βατὴν δὲ τοῖς καλουμένοις τὴν ὁδὸν ἐργάζεται μεσιτεύων καὶ συνών. Ἔστι γὰρ ἀμήχανον, ὡς ἔφην, ἐντὸς γενέσθαι τοῦ Θεοῦ καὶ Πατρὸς καθ᾽ ἔτερον ἡμᾶς τρόπον, πλὴν ὅτι διὰ μόνης τῆς αὐτοῦ μεσιτείας. Αὐτῷ τοιγαροῦν ἡ δόξα καὶ τὸ κράτος, ὁμοῦ τῶ παναγίῳ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ μοσχοποιίας τοῦ Ἰσραήλ. Οἱ νόμον οὐκ ἔχοντες εἰς ἐπικουρίαν, τυφλαῖς καὶ ἀκατασκέπτοις θελημάτων τροπαῖς πρὸς πᾶν ὁτιοῦν ἀποφέρονται, καὶ λίαν εὐκόλως, τῶν ἀπηχθημένων, καὶ ἐν αἰτίᾳ πολλῇ παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις, κἂν εἰ πολὺ φαίνοιντο νοσοῦντες τὸ ἀμωμήτως ἔχειν· μᾶλλον δὲ κἂν εἴπερ εἴη τι καὶ τῶν ἄγαν ἐκτοπωτάτων, τοῦτο καὶ θαυμάζειν καὶ ἐπαινεῖν ἀξιοῖς, καὶ διακρίνειν οὐκ οἶδεν ὅ τί ποτέ ἐστιν ἀξιόληπτον ἀληθῶς ἢ τὸ ἐναντίον αἰσχρὸν καὶ ὕποπτον. Ὅνπερ γὰρ τρόπον ὀλκάδες αἱ τὴν μεγάλην ταύτην καὶ εὐρύχωρον διαθέουσαι θάλασσαν, εἰ μὲν εὔχειρά τε καὶ ἀριστοτέχνην ἔχοιεν τὸν τοῖς πηδαλίοις ἐφεστηκότα, τὸν ἐπ᾽ εὐθὺ διᾴττουσι δρόμον. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐτεχνεστάτων, διαῤῥιπτοῦνται πανταχῆ, μονονουχὶ προσνεύουσαι τῷ προσωθοῦντι κύματι, ὅποιπερ ἂν δύναιτο περιελαύνειν αὐτάς· οὕτω καὶ ἡ ἀνθρώπου ψυχὴ, νόμον οὐκ ἔχουσα τὸν ἐφεστηκότα, πρὸς πᾶν αὐτῇ δοκοῦν ἀπονεύει ῥᾳδίως, καὶ τοῖς τῶν ἰδίων ἡδονῶν καταμεθύει κύμασι. Τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν. Βεβηκότα γὰρ οὔπω τὸν νοῦν εἰς εὐσέβειαν ἔχων, οὔτε μὴν ἐρηρεισμένην μετὰ Θεοῦ τὴν καρδίαν, ἀνόπιν ὥσπερ ἰὼν κατεφωρᾶτο πάλιν, καὶ τῆς ἐπαράτου καὶ βδελυρᾶς εἰδωλολατρείας ἠγαπηκὼς τὰ ἐγκλήματα.

Τοιγάρτοι περὶ αὐτῶν καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει, καὶ, Ὑποστρέψω, φησὶν, εἰς τὸν ἴδιον τόπον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· τότε πορεύεται, καὶ λαμβάνει ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ. Καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων.» Εἶτα τούτοις προστιθεὶς, «Ἀμὴν, φησὶ, λέγω ὑμῖν, οὕτως ἔσται τῇ πονηρᾷ ταύτῃ γενεᾷ.» Ἀπελήλατο μὲν γὰρ ἐν ἀρχαῖς τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε τεθύκασι τὸν ἀμνὸν εἰς τύπον τοῦ Χριστοῦ· κατεχρίσθησαν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἀλλ᾽ ἰδοὺ πάλιν εἰσπέπεκε, καὶ πολὺ χειρόνως ἢ πάλαι, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων περὶ τῶν τὰ τοιάδε νοσεῖν ᾑρημένων· «Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.

Συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· »Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·» καὶ, «Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἐξ αὐτῶν δὲ τῶν τετολμημένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκυλινδεῖσθαι βορβόροις ἐξ ὑποστροφῆς ἐμελέτων. Γέγραπται γὰρ, ὅτι «Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικε Μωσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπ᾽ Ἀαρὼν, καὶ λέγουσιν αὐτῷ· Ἀνάστηθι, καὶ ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν. Ὁ Μωσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ λέγει αὐτοῖς ὁ Ἀαρών· Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ τῶν θυγατέρων, καὶ ἐνέγκατέ μοι.

Καὶ περιείλοντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρών. Καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι, καὶ ἐποίησεν αὐτοῖς μόσχον χωνευτόν. Καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.

Καὶ ἰδὼν Ἀαρὼν, ᾠκοδόμησε θυσιαστήριον ἀπέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ἀαρὼν, λέγων· Ἑορτὴ τοῦ Κυρίου αὔριον. Καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα, καὶ προσήνεγκε θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.» Ὁ μὲν θεσπέσιος Μωσῆς, τοὺς εὖ μάλα μυσταγωγούμενος νόμους, ἐποιεῖτο τὰς διατριβὰς ἐν τῷ ὄρει Σινᾷ. Οἱ δὲ πρὸς τὴν μέλλησιν αὐτοῦ ἀσυνέτως ὀλιγωρήσαντες, φρενοβλαβεία[ι]ς εἰς τοῦτο κατωλίσθησαν, ὥστε καὶ ὅτι γεγόνασιν ὑπὸ Θεῷ τῷ πάντα ἰσχύοντι τάχα που λοιπὸν μηδὲ εἰδέναι παντελῶς· καίτοι καὶ ἐν εἴδει πυρὸς ἐπ᾽ ὄρους Σινᾶ τεθεαμένοι, καὶ φωνῆς αὐτήκοοι γεγονότες, καὶ μεσιτεύειν αὐτοῖς λελιπαρηκότες Μωσέα. Ἀλλ᾽, Ὦ τῆς εἰς λῆξιν ἀσυνεσίας ἔμπλεοι, φαίη τις ἂν αὐτοῖς καὶ κεχρόνικεν ὁ Μωσῆς. Εἶτα τί τοῦτο πρὸς τὸν Θεὸν ἀεὶ συνόντα τοῖς ἐπὶ τῆς γῆς, κἂν εἰ μὴ ὁρῷτο τυχόν;

Ἀνακεκραγέτω τοίνυν ὁ θεσπέσιος Δαβίδ· «Γενεὰ σκολιὰ καὶ παραπικραίνουσα.» Καὶ πρός γε τοῦτο Μωσῆς· «Ἐπελάθου Θεοῦ τρέφοντός σε.» Ποίων δὲ ἐδεῖτο θεῶν, ὁ παραδόξως οὕτω λελυτρωμένος, δι᾽ ὃν ἡ χάλαζα καὶ ὁ τριήμερος σκότος τῆς τῶν Αἰγυπτίων κατεχεῖτο γῆς, δι᾽ ὃν ἀπολώλασι ἐν νυκτὶ μιᾷ τὰ πάντων πρωτότοκα; ᾧ ἡ ἀγρία καὶ ἀνουθέτητος θάλασσα τὴν τῶν διωκόντων ὠμότητα διαδιδράσκειν ἐδίδου; Ἀλλ᾽ εἴ τις ἕλοιτο τὰ καθ᾽ ἕκαστα· λέγειν, μακρὸν ἐφ᾽ ἅπασι δαπανήσει λόγον.

Μέλλοντος δὴ οὖν τοῦ πανσόφου Μωσέως, ἐπεφύοντα τῷ Ἀαρών. Ὁ δὲ ἀφόρητον ἤδη πως τεθεαμένος τὴν ἔφοδον (ἀνακεκράγεισαν γάρ· «Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν),» προσκομίζειν ἐκέλευσε τά τε τῶν γυναικῶν καὶ τῶν θυγατέρων ἐνώτια.

Οἱ δὲ προσῆγον εὐθύς· ὅτι πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν, καὶ ταῖς ἀρχαίαις ὠλίσθησαν ἀβουλίαις, δι᾽ αὐτοῦ τοῦ πράγματος κατέδειξεν Ἀαρὼν, ἐν εἴδει τοῦ μόσχου διαπλάσας αὐτοῖς τὸ προσκυνούμενον ἄγαλμα. Μόσχος γὰρ ἦν ἐν Αἰγύπτῳ τὸ σέβας αὐτοῖς τε τοῖς Αἰγυπτίοις, καὶ τοῖς τὴν ἐκείνων ἀπάτην ἠῤῥωστηκόσιν. Ὁρᾷς οὖν ὅπως ὑποφέρονται εἰς τὸ ἐν ἀρχαῖς. Εἰσέφρησε πάλιν τὸ ἀκάθαρτον πνεῦμα· καὶ γέγονεν αὐτοῖς κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, «χείρονα τῶν πρώτων, τὰ λοίσθια.» Οἶμαι δὲ ὅτι λίαν οἰκονομικῶς ὁ θεσπέσιος Ἀαρὼν ἐζήτησε τὰ ἐνώτια, μονονουχὶ διὰ τούτου σημαίνων, ὅτι τοῦ καθήκοντος κόσμου τὴν ἑαυτῶν σεσυλήκασιν ἀκοήν· ἔχοντες μὲν οὐκέτι τὸ εὐπειθὲς, παρενηνεγμένοι δὲ μᾶλλον εἰς θεομισῆ καὶ βέβηλον ἀπείθειαν.

Θεοῦ γὰρ λέγοντος, «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ,» εἶτα τοὺς λόγους κατακροτήσαντες, καὶ τῇ παγκάλῳ ψήφῳ τιμήσαντες, εἰρηκότες τὸ, Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα· θεοὺς ἐζήτουν γλυπτούς. Ὁρᾷς ὅπως ἀποβεβλήκασι τὸ εὐήκοον; Καὶ τοῦτο, οἶμαι, τῶν ὤτων ὁ κόσμος.

Θέα δὲ, ὅπως καταμειδιᾷ τῶν ἐγχειρημάτων ὁ Ἀαρών. Ἐπιδείξας γὰρ αὐτοῖς τὸ ἐν εἴδει μόσχου πεποιημένον ἄγαλμα, προσεφώνει λοιπόν· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.» Ἀλλ᾽ οὐκ ἐν μόσχῳ λελύτρωται (πῶς γὰρ ἢ πόθεν), ἀλλ᾽ «ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ,» καὶ ἐν σημείοις καὶ τέρασιν. Οὐκοῦν ὡς εἰς ἀνάμνησιν τῶν παρὰ Θεοῦ γεγονότων, κατειρωνεύεται λέγων· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Προσῆγεν δὲ καὶ θυσίας· ἔφαγον δὲ καὶ πεπώκασιν ὡς ἐν ἑορτῇ, «Καὶ ἀνέστησαν παίζειν.» Ἕψεται γὰρ ἀποστάσει τῇ παρὰ Θεοῦ τὸ ἐνδεσμεῖσθαι τοῖς σαρκικοῖς, καὶ τρυφὴν ἡγεῖσθαι τὴν ἀκαθαρσίαν, καὶ τέρψιν οἴεσθαι καλὴν καὶ ἡδεῖαν, τὰ ἐφ᾽ οἷς ἦν αὐτοὺς κατοιμώζειν ἄξιον. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, τοῖς σαρκικοῖς ἐγκλήμασιν ἐναρίθμιον ἐτίθει τὴν ἀκάθαρτον εἰδωλολατρείαν· «Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία.» Προμνήστρια γὰρ καὶ τῶν ἔτι χειρόνων ἡ πλάνησις· καὶ τὸ ἔξω φέρεσθαι Θεοῦ, νοσεῖν ἀναγκάζει τὰ πάντων αἴσχιστα τῶν κακῶν. Οἱ μὲν γὰρ ἐχόρευον, ἀνιέντες, οἶμαί που, τὰς ἐπιδείπνους ᾠδὰς, δρῶντές τε καὶ λέγοντες ἃ τῶν μεθυόντων ἐστὶν ἐγκλήματα. Ἀγνοοῦντι δὲ τὰ τετολμημένα τῷ θεσπεσίῳ Μωσῇ φανερὰ καθίστησι Θεὸς, οὕτω λέγων· «Βάδιζε, τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησε γὰρ ὁ λαὸς, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου.

Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσεκύνησαν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωσῆς ἐναντίον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.» Ἀκούεις ὅπως ἐλαφρὸν καὶ εὐπαράφορον ὄντα τὸν Ἰσραὴλ, καὶ πολὺ λίαν εὐπετῆ εἰς ἀπόστασιν; Οὐδὲ λαὸν «ἴδιον» ὀνομάζειν ἀξιοῖ· ἀλλὰ καίτοι διορισάμενος τὸν νόμον αὐτὸς, Μωσεῖ τὸ χρῆμα προσνέμει. «Παρέβησαν γὰρ, φησὶ, ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς.» Ταύτῃτοι καὶ ὁ Χριστὸς τοῖς τὰ ἴσα πεφρονηκόσι, καὶ τῆς ἀσεβείας τὴν δόκησιν ὑποπλαττομένοις, ἀγαθουργεῖν δὲ κατ᾽ ἀλήθειαν οὐ μεμελετηκόσιν, ἐπὶ τοῦ θείου βήματος ἐρεῖν ἔφη τὸν Κριτήν· «Ἀπόστητε ἀπ᾽ ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς.» Οὐκοῦν Θεῷ γνώριμοι, καὶ λαὸς αὐτοῦ κατὰ ἀλήθειαν εἶεν ἂν, οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀδιασπάστως ἐχόμενοι, καὶ τὸ ἐν πίστει γνήσιον ἀποσώζοντες, καὶ ἐρηρεισμένοι πρὸς ἀγαθουργίαν, καὶ τὰ ἐκ τῆς ἐλαφρίας ἐγκλήματα παρωθούμενοι. Πλὴν ἐλιπάρει Μωσῆς, καὶ ἀνακόπτεσθαι τὴν ὀργὴν τὴν κατὰ πάντων ἠξίου.

Ἔδει γὰρ, ἔδει τὸν μεσιτεύοντα μιμεῖσθαι Χριστὸν, ὃς τὴν ἄνωθεν ἐφ᾽ ἡμᾶς οὖσαν ὀργὴν διὰ πολλὴν ἁμαρτίαν ἀπεσόβησεν, ὡς Υἱὸς τὴν ἐν πίστει δικαίωσιν τοῖς ἡμαρτηκόσι δωρούμενος. Τύπος οὖν ἄρα τῆς διὰ Χριστοῦ μεσιτείας, καὶ τοῦτο δὴ πάλιν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς ταῖς ἱκεσίαις ἀποστᾷ τὸ ἀπότομον τῆς ὀργῆς· εἶτα κάτεισιν ἐκ τοῦ ὄρους. Ἐπειδὴ δὲ χορευόντων ἐπύθετο, καὶ τὰς τῶν μεθυόντων εἰς οὖς ἐδέχετο φωνὰς, καταῤῥήγνυσι τὰς πλάκας ἐγκεκολαμμένων αὐτοῖς τῶν νόμων, οὐκέτι παιδαγωγίας ἀξιῶν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας, ἢ ὀλιγογνώμονας, καὶ κομιδῇ μὲν εὐπάροιστον ἐφ᾽ ἃ μὴ προσῆκεν ἔχοντας νοῦν, ταχεῖαν δὲ οὕτω τὴν ἀπόστασιν πεποιημένους.

Ἐπειδὴ δὲ ἧκεν εἰς τὴν συναγωγὴν, συντρίβει τὸν μόσχον. Εἶτα καθιεὶς εἰς ὕδωρ, πεπότικεν αὐτὸ, φησὶ, τοὺς υἱοὺς Ἰσραήλ· μονονουχὶ διὰ τούτου σημαίνων, ὅτι καὶ αὐτῶν ἡπάτων καὶ σπλάγχνων τῶν ἐν αὐτοῖς ἅψεται τὸ δυσσέβημα· οἶμαι δὲ ὅτι κἀκεῖνο τάχα που καταμηνύων αὐτοῖς, ὅτι τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας ἐκμεμεστωμένην ἔχουσι τὴν καρδίαν. Προσκαλεσάμενος δὲ τοὺς ἐξειλεγμένους, ἀναιρεῖν ἐκέλευε τοὺς ὅτι μάλιστα τῶν ἄλλων αἰτιωτάτους, καὶ ἀδελφοῦ, καὶ γείτονος, καὶ γνωρίμων ἠφειδηκότας. Καὶ δὴ καὶ πεπτώκασι χιλιάδες τρεῖς καὶ εἴκοσιν. Ἐπειδὴ δὲ συμμέτρους ἐζήτησε δίκας τοὺς ἀναίδην οὕτω δεδυσσεβηκότας, ὑπονοστεῖ πρὸς Θεὸν, καὶ τὰς ὑπὲρ τῶν ἑτέρων ποιεῖται λιτάς. Τότε δὴ μόλις αὐτῷ κατανεύει Θεὸς, συνέσεσθαι λέγων ἥκιστα μὲν αὐτὸς, συναποστελεῖν δὲ μᾶλλον αὐτοῖς ἄγγελον ἐπιστάτην καὶ καθηγησόμενον τῆς ὁδοῦ. Καὶ πρός γε δὴ τούτῳ κατοιμώζει μὲν ὁ λαός· προσέταττε δὲ Θεὸς, ἀφελέσθαι τὰς στολὰς καὶ πάντα τὸν κόσμον, ἰέναι τε οὕτως ἐν κατηφείᾳ. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, λαβὼν, φησὶ, Μωσῆς τὴν σκηνὴν αὐτοῦ, ἔπηξεν ἔξω τῆς παρεμβολῆς. Καὶ οὕτω μὲν τῆς ἱστορίας ὡς ἐν βραχέσιν ὁ λόγος. Εὐρήσομεν δὲ τοὺς ἐξ Ἰσραὴλ τὰ ἴσα τετολμηκότας, ὅτε καθ᾽ ἡμᾶς γέγονεν ἄνθρωπος ὁ Μονογενής.

Ἐκάλει μὲν γὰρ εἰς βασιλείαν οὐρανῶν, καθὰ πάλαι διὰ Μωσέως εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐλευθερώσειν [δὲ] ἐπηγγέλλετο τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἠλευθέρου γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς Αἰγύπτου πλεονεξίας καταδεξαμένους ἐν πίστει τὴν δι᾽ αἵματος σωτηρίαν. Τεθύκασι γὰρ τὸν ἀμνὸν, ὡς ἐν τύποις, ἔτι τοῦ Χριστοῦ πληροῦντος τὸ μυστήριον. Ἀλλ᾽ οἱ νόμον ἔχοντες τὸν παιδαγωγοῦντα καλῶς διὰ σκιᾶς καὶ τύπων ἐπὶ Χριστὸν, ἢ τοὺς τοῦ Μωσέως ἄνω τε καὶ κάτω προϊσχόμενοι λόγους, καὶ αὐτοῦ Μωσέως ἠφειδηκότες (ἐτράποντο γὰρ εἰς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων), τῆς ὑπὸ Θεῷ λατρείας ἀπεσείοντο τὸν ζυγόν. Προσήκαντο γὰρ οὐδαμῶς τὸν δι᾽ οὗ τῶν ὅλων κρατεῖ, τουτέστι Χριστόν. Καὶ τίς ἡ πρόφασις; Ἀπονενεύκασι γὰρ εἰς ἀπάτην κοσμικὴν, καὶ τὰς ἐν τῷδε τῷ βίῳ τέρψεις τῆς προὐργιεστέρας ποιοῦνται σπουδῆς, προσκεκρούκασιν εἰκότως. Κεκλημένοι γὰρ εἰς τοὺς γάμους, οὐκ ἤθελον ἐλθεῖν, γυναίων τε καὶ ἀγρῶν προϊσχόμενοι κτήσεις. Καὶ ἦν μὲν ἤδη καιρὸς, δυσσεβείας εἰς τόδε κατολισθήσαντες, τὴν εἰς ἅπαν ὀργὴν ὑπομεῖναι τὸν Ἰσραήλ. Ἀλλὰ τῶν ἁγίων λιταὶ σεσώκασι τὸ κατάλειμμα· πλὴν εἰς πολλοὺς ἡ δίκη. Πεπτώκασι γὰρ, μαχαίραις καὶ πολέμῳ πικρῷ δαπανώμενοι, ἐγνώκασι μόλις ὅτι ἐν αὐτοῖς ἐκβέβηκε κακοῦ τῆς εἰς Χριστὸν παροινίας τὰ ἐγκλήματα.

Ἀποβεβληκότες δὲ ὥσπερ τῆς ἀρχαίας ἐκείνης εὐκλείας τὴν περιστολὴν, καὶ πάντα κόσμον πνευματικὸν, πολὺ νοσοῦσι τὸ ἄχαρι, καὶ γυμνοὶ μὲν ἁπάσης διατελοῦσι δόξης. Ὅτι δὲ καὶ αὐτὸς αὐτῶν ἀποπεφοίτηκεν ὁ Χριστὸς, ὑπέφηνεν ὁ Μωσῆς, μακρὰν τῆς παρεμβολῆς μεθιστὰς τὴν ἑαυτοῦ σκηνὴν καταλελειμ[μ]ένην.

Πῶς γὰρ ὁ Χριστὸς τὰς τῶν Ἰουδαίων ἀγέλας, ἤτοι τὰς παρεμβολὰς, καὶ τῆς ἐκείνων πληθύος ἀποδεδραμηκὼς τρόπον τινὰ καὶ ἀποτάτω χωρῶν, σκηνὴν ἀκατάσειστον τὴν ἐξ ἐθνῶν ἀνέδειξεν. Ἐκκλησίαν· ἢν καὶ ἰδίαν αὐτὸς ἀποφαίνων, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὧδέ πού φησι· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ἔδει τοίνυν καὶ κόσμου καὶ δόξης ὁρᾶσθαι λοιπὸν ἀπημφιεσμένους, τοὺς οὐκ ἔχοντας τὸν Ἐμμανουὴλ, τὸν τῆς δόξης Κύριον, τὸν τοῖς ἀγαπῶσιν αὐτὸν, τὸν ἐκ πίστεως καὶ ἀρετῶν περιτιθέντα κόσμον· ὡς ἐπὶ τούτῳ δὴ λίαν ἡσθέντας εἰπεῖν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ.

Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.» Ἐκπρεπὲς γὰρ δὴ λίαν τὸ κάλλος, δῆλον δὲ ὅτι τὸ ἐν Χριστῷ τὸ νοητόν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μωσέως. «Ἆρά γε γινώσκεις ἃν ἀναγινώσκεις;» Πρέποι ἂν εἰκότως τοῖς Ἰουδαίων ἐπιφθέγγεσθαι δήμοις, οἳ πρὸς τοῦτο ἥκειν ἀποπληξίας νοηθεῖεν ἂν, ὡς ἀκαρδίους λοιπὸν παρά γε τοῖς ἱεροῖς ὀνομάζεσθαι λόγοις. «Ἰδοὺ γὰρ, φησὶ, λαὸς μωρὸς καὶ ἀκάρδιος. Ὀφθαλμὸς αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούονται.» Ὅτι δὲ ἀνόνητος παντελῶς καὶ ὁ νόμος αὐτοῖς γέγονεν ὁ διὰ Μωσέως, διὰ τὸ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας μέγεθος καὶ αὐτὸς ἡμῖν ὁ Χριστὸς παρέδειξε λέγων· «Ἐρευνᾶτε τὰς Γραφὰς, [καὶ] ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Πώρωσις μὲν γὰρ ἀπὸ μέρους ἐγένετο τῷ Ἰσραὴλ, καὶ διὰ τοῦ πνεύματος φωτισμὸν οὐκ ἔχοντες, ὀκνηροὶ μὲν ἦσαν περὶ τὴν πίστιν, δυσμετακόμιστοι δὲ κομιδῇ πρὸς τὸ δεῖν ἑλέσθαι καὶ φρονεῖν τὰ εἰς σωτηρίαν χρήσιμα.

Ἀλλ᾽ οὐκ ἔξω δίκης εἶεν ἂν, ὅτι, μετὰ τὸ ἑλέσθαι τὸ ὠφελοῦν, ἐτράποντο μᾶλλον εἰς ἀνουθέτητον ἀπείθειαν· καὶ τὸ φῶς ἔχοντες τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἠγάπησαν μᾶλλον τὸ ὡς ἐν νυκτὶ βαδίζειν καὶ σκότῳ. Τοῦτο καὶ ὁ προφήτης ὑπεσήμηνεν λέγων περὶ αὐτῶν· «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.» Μεμενήκασι γὰρ τραχεῖς καὶ ἐξήνιοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὰ λυσιτελῆ, καὶ δι᾽ ὧν εἰκὸς καὶ λίαν ἀμογητὶ διαδρᾶναι τὸ ἀδικοῦν. Ἐπεφώνει μὲν γὰρ ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ, «Ἕως οὗ τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Οἱ δὲ ἦσαν ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι νοῦν, ἢ φρένας. Τοιγάρτοι καὶ κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ διατελοῦσιν ὡς ἐν νυκτὶ, ἀμέτοχοι παντελῶς τῆς θείας αὐγῆς, καὶ τὸ φῶς τὸ θεῖον οὐκ ἔχοντες· οὐ συνιᾶσι γὰρ παντελῶς τὴν θεόπνευστον Γραφήν. Καὶ διὰ ποίαν αἰτίαν, σαφηνιεῖ λέγων ἡμῖν ὁ θεσπέσιος Παῦλος· «Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ᾽ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, παραιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»

Ἄθρει δὴ οὖν τὸ μυστήριον ἐν τοῖς ἱεροῖς καὶ ἀρχαιοτέροις προσαναλάμπον γράμμασιν.

Ἔχει δὲ οὕτως· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τεθήσομαί σοι διαθήκην καὶ τῷ Ἰσραήλ. Καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιε. Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους. Ὡς δὲ κατέβη Μωσῆς ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωσῆ. Καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωσῆν. Καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ, καὶ ἐφόβ[ήθ]ησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς Συναγωγῆς. Καὶ ἐλάλησε πρὸς αὐτοὺς Μωσῆς, καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων πάντα ὅσα ἐλάλησε πρὸς αὐτὸν Κύριος ἐν τῷ ὄρει Σινᾷ. Καὶ ἐπειδὴ κατέπαυσε λαλεῖν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα.

Ἡνίκα δ᾽ ἂν εἰσεπορεύετο Μωσῆς ἐναντίον Κυρίου, λαλεῖν αὐτῷ, περιῄρει τὸ κάλυμμα, ἕως τοῦ ἐκπορεύεσθαι. Καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος. Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωσέως ὅτι δεδόξασται.

Καὶ περιέθηκε Μωσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ.» Καταγράφει μὲν γὰρ τοῖς ἐκ λίθων πυξίοις τὸν νόμον ὁ τῶν ὅλων Θεός. Ἐπειδὴ δὲ τῇ τοῦ θείου φωτὸς προσβολῇ κατηγλάϊστο λοιπὸν τὸ Μωσέως πρόσωπον, ἐν ἡμέραις τεσσαράκοντα προσεδρεύοντος, καὶ τῶν ἀνθρωπίνων ἠφειδηκότος αὐτῶν, ἀγνοοῦσι πρὸς τὴν θέαν οἱ ἀπόλεκτοι τῶν ἐξ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων Ἀαρών.

Ἀποφοιτῶντας δὲ ἤδη καὶ εἰς φυγὴν τραπομένους, ἐπιστρέφει Μωσῆς, προσελάλει τε οὕτω τοῖς υἱοῖς Ἰσραὴλ, προκαθιστὰς τοῦ προσώπου τὸ κάλυμμα, καὶ τοῦ θείου φωτὸς τὴν προσερχομένην ἀκτῖνα τοῖς κατασκιάσμασι μόλις φορητὴν τοῖς ὄχλοις ἀποτελῶν. «Ἀλλ᾽ ἡνίκα, φησὶν, εἰσῄει πρὸς τὸν Θεὸν, περιῃρεῖτο τὸ κάλυμμα.» Σύνες δὲ οὖν ὅπως ταῖς Ἰουδαίων διανοίαις ἀχώρητόν πώς ἐστι καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς. Εἰ δὲ νοοῖτο πνευματικῶς τὰ ἐν αὐτῷ γεγραμμένα· ἀποστρέψει γὰρ ἕτερον οὐδὲν, ἢ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ταῖς τῶν ἀκροωμένων καρδίαις τὸ θεῖόν τε καὶ διειδέστατον ἐνίησι φῶς. Ἀλλ᾽ οὐκ ἂν τῶν οὕτω σεπτῶν ἀκροᾶσθαι λόγων οἱ ἐξ Ἰσραὴλ, οὐδ᾽ ἂν συνεῖεν ἀμογητὶ τοῦ μυστηρίου τὸ βάθος. Καὶ μὴν ὁ Νικόδημος ὅτε τὴν διὰ πνεύματος ἀναγέννησιν ἠκροᾶτο λέγοντος τοῦ Χριστοῦ, ψυχρῶς τε καὶ ἀδρανῶς ἀναπεφώνηκε, λέγων· «Πῶς δύναται ἄνθρωπος ἀναγεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Προσετίθει δὲ τούτοις, ἀναπείθοντος αὐτὸν τοῦ Χριστοῦ τὸ χρῆναι πίστει τιμᾷν τὰ ὑπὲρ νοῦν καὶ λόγον· «Πῶς δύναται ταῦτα γενέσθαι;» καίτοι τοῦ νόμου διὰ μυρίων ὅσων σχημάτων προαναγράφοντος τὸ μυστήριον.

Οὐκοῦν ἀπαράδεκτον Ἰουδαίοις καὶ αὐτὸ τοῦ νόμου φῶς, καὶ οὐχὶ δὴ μόνοις τοῖς ἀδρανέσι καὶ ἀγελαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀπολέκτοις καὶ ἱεροῖς. Ἀκήκοας γὰρ ὅτι τὴν Μωσέως πεφόβηνται δόξαν σὺν τοῖς πρεσβυτέροις Ἀαρών. Ἐτίθει δὴ οὖν ὁ Μωσῆς χρησίμως σφόδρα τὸ κάλυμμα. Κατασκίασμα γὰρ ὁ νόμος ἔχει, τὸ παχὺ τοῦ γράμματος, καὶ τῆς ἱστορίας τὸ οὐ σφόδρα λαμπρόν. Ἀλλ᾽ ἐν ὄψει, φησὶ, Θεοῦ εἰσερχόμενος ὁ Μωσῆς, περιῄρει τὸ κάλυμμα.

Τοῦτό τοι καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ἀληθὲς εὑρήσομεν. Ἐνηνεγμένοι γὰρ ὥσπερ ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, προσκομίζοντος ἡμᾶς τοῦ Χριστοῦ, κατασκιασμάτων δίχα τὴν Μωσέως ὀψόμεθα δόξαν, πνευματικῶς νοοῦντες τὸν νόμον. «Μεταμορφούμεθα γὰρ ἀπὸ δόξης εἰς δόξαν,» κατὰ τὸ γεγραμμένον. Ὅτι γὰρ ἐν δόξῃ τὸ Χριστοῦ μυστήριον, πῶς ἔστιν ἀμφιβάλλειν, διακεκραγότος ὡδὶ τοῦ μακαρίου Παύλου σαφῶς περί τε τῆς Πρώτης καὶ Δευτέρας Διαθήκης· «Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ;» Κατήργηται μὲν γὰρ ἡ τοῦ νόμου σκιὰ, καίτοι τῇ δόξῃ τετιμημένη τῇ διὰ Μωσέως, ἤγουν τῇ ἐν προσώπῳ Μωσέως. Μένει δὲ ἀσάλευτα τὰ διὰ Χριστοῦ, καὶ πλουτεῖ πάντως τὴν ἀμείνω τῆς ἀρχαιοτέρας δόξαν τε καὶ χάριν. Περιῃρημένων τοιγαροῦν τῶν ἐν νόμῳ κατασκιασμάτων, «τὴν δόξαν Θεοῦ κατοπτριζόμεθα,» κατὰ τὸ γεγραμμένον. Εἰ ἀκούσωμεν ἐν τύπῳ σφαζόμενον τὸν ἀμνὸν, εὐθέως γινώσκωμεν τὸ μυστήριον, γνωρίζοντες ἀμνὸν, ὃς δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀνέθηκεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί.

Κἂν «σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζῃ πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·» πάλιν οὐδὲν ἧττον νοήσωμεν τὴν διὰ Χριστοῦ κάθαρσιν, ἣ δι᾽ ὕδατός τε καὶ πνεύματος, οὐ σαρκικῶν ἡμᾶς ἀπαλλάττουσα ῥύπων, ἀλλὰ τῶν ἐν πνεύματι καὶ ψυχῇ μολυσμῶν τὸν μῶμον ἐκπλύνουσα. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ. Προσεποίσομεν δὲ καὶ τοῦτο χρησίμως. Μέχρι γὰρ τούτου τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων τὴν ἀφήγησιν συμμετρεῖν ἐγνώκαμεν, οὐ πρὸς τὴν τῶν ἐφεξῆς καταναρκήσαντες ἑρμηνείαν, ἀλλ᾽ ὅτι τοὺς Περὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως συντιθέντες λόγους, ταῖς καθηκούσαις ἐρεύναις ὑποβεβλήκαμεν αὐτήν τε τῆς ἁγίας σκηνῆς τὴν κατασκευὴν, καὶ ἕκαστα τῶν ἐν αὐτῇ κειμένων, ἁγιαστηρίου τε, φημὶ, καὶ τῆς κιβωτοὺ, τραπέζης, καὶ λυχνίας, ὡς ἐλλελοιπέναι δοκεῖν τῇ τῶν ἀναγκαίων ἀφηγήσει μηδέν. Δεδαπανήκαμεν γὰρ εἰς τοῦτόν γε ἔννατον καὶ δέκατον λόγον. Θεῷ δὲ ἡμῶν δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.