Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις το Λευιτικόν: Η τυπολογία των θυσιών και η μετοχή στη μυστική ευλογία

Η προσφορά των πρωτογεννημάτων, η θυσία του σωτηρίου και η θυσία περί αμαρτίας ως προτυπώσεις της θυσίας του Χριστού και του αγιασμού των πιστών στην Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 16 από 22

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ. Ὅτι Χριστοῦ τὸ πάθος, σωτήριον. αʹ. Ὁ μὲν τῶν ὅλων Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων· ἀλλ᾽ ἔκτισε μὲν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου. «Καὶ οὐκ ἔστιν ᾅδου βασίλειον ἐπὶ τῆς γῆς,» καθὰ γέγραπται· «φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Ἔχοι δ᾽ ἂν ἐφ᾽ ἑαυτῷ καὶ μάλα εἰκότως τὸ ἀληθὲς ὁ λόγος. Οὐ γὰρ ἂν οὕτως εὐκλεᾶ καὶ ἀξιοθαύμαστον τοῖς εὐκόλως φθείρεσθαι πεφυκόσιν ἐναπέθηκεν ὁ Δημιουργὸς, ἀλλὰ παρεισβέβληκε μὲν ἐξ ὀργῆς ὁ θάνατος, ὅτι τῆς θείας ἀλ[ο]γήσας ἐντολῆς ἀπονένευκεν εἰς τὸ ἀπειθὲς καὶ δυσήνιον ὁ προπάτωρ Ἀδάμ. Ἀνῄρηται δὲ λοιπὸν, καὶ ἐκ μέσου γέγονεν ἐν Χριστῷ δι᾽ ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὰ ἐγκλήματα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ πρὸς θάνατον· ἠλεήμεθα δὲ διὰ Χριστοῦ, καὶ ἀνεκαινίσθημεν εἰς ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τέθεικε τὴν ψυχὴν ὑπὲρ ἡμῶν· «Καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,» κατὰ τὰς Γραφάς.

Φαίη δ᾽ ἂν ὅτι καὶ τὴν κατὰ κόσμον ἁμαρτίαν ἀῤῥωστήσαντες ἐν Ἀδὰμ, γεγόναμεν ἐν Χριστῷ θυσία πνευματικὴ καὶ εὐώδης τῷ Θεῷ καὶ Πατρὶ, καλή τε καὶ εὐπαράδεκτος, καὶ τῆς κατὰ νόμον σκιᾶς πολὺ λίαν ἐν ἀμείνοσιν. Ἀπαρχὴ δὲ ἡμῶν, ὁ Χριστὸς, καὶ αὐτὸς ἡμῖν ἀνεκαίνισεν τὴν ὁδόν· οὕτω γάρ τού φησιν ὁ Δαβὶδ ἐν βίβλῳ Ψαλμῶν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας· σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου, ἠβουλήθην.» Καὶ ταυτὶ δὴ πάλιν ἔξεστι καταθρεῖν καὶ ἐκ τῶν γεγραμμένων ἐν τῷ Λευϊτικῷ. Ἔχει δὲ οὕτως· «Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεν[ν]ημάτων, καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὴν ἔλαιον, καὶ ἐπιθήσεις ἐπ᾽ αὐτὴν λίβανον. Θυσία ἐστί. Καὶ ἀνοίσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς, κάρπωμά ἐστι τῷ Κυρίῳ.» βʹ. Ἐναργὴς οὖν λίαν ὁ τοῦ γράμματος νοῦς, καὶ οὐκ ἂν δέοιτό τινος, καθάπερ ἐγᾦμαι, πόνου πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι λεπτῶς. Πλὴν ἐκεῖνο ἐρῶ· Χίδρα λέγεται τὰ ἐξ ὀσπρίων ἄλευρα. Ἐν δέ γε τοῖς τύποις τὸ Χριστοῦ λαμβάνει μυστήριον.

Καὶ ἔστιν αὐτὸς ἡ ὑπὲρ ἡμῶν θυσία, τὸ πρωτογέν[ν]ημα τὸ πνευματικὸν, τουτέστιν, ἡ τῆς ἀνθρωπότητος ἀπαρχὴ, ὁ πρωτότοκος ἐκ νεκρῶν, ὁ πρῶτος εἰς ἀφθαρσίαν, τὸ οἱονεὶ πρωτόλειον τῶν κεκοιμημένων. Ὡς «κόκκος μὲν τοῦ σίτου» πεσὼν ἐπὶ τὴν γῆν καὶ ἀποθανὼν, ἀστάχυος δὲ δίκην πολλοστὸς ἀναφύς. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀφηγεῖτο λέγων· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Πλὴν ἀπέθανεν, οὐ δι᾽ ἑαυτὸν, ἀλλ᾽ ἡμῖν. Ἀλλ᾽ ἡμῖν ὑπεμφήνειεν ἀστείως τὸ γράμμα τὸ νομικόν. «Εἰ γὰρ δή τις ἕλοιτο, φησὶ, δωροφορεῖν θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Θεῷ.» Ἄθρει δὴ οὖν, ὅπως ἐκ νέων ἡμᾶς προσάγειν καρπὸν προτρέπει Μωσῆς, ἤτοι τὸ γράμμα τὸ νομικόν. Ἀπαρχὴ γὰρ, ὡς ἔφην, τῆς εἰς καινότητα ζωῆς ἀνανεουμένης φύσεως Χριστὸς, καὶ ἐν αὐτῷ γέγονε τὰ πάντα καινά.» Πλὴν, οὐκ [ἐκ] μόνου προσφέρεται σίτου τὰ εἰς θυσίαν, ἀλλὰ καὶ ἐξ ὀσπρίων κατερεικτῶν. Ὅνπερ γὰρ τρόπον ἐκ σίτου σεμίδαλιν, καὶ οὐκ αὐτὸν ὑγιᾶ τὸν κόκκον ὁλοκαυτοῦν διετύπου· οὕτω κἀνθάδε χρῆναι ποιεῖσθαι κατερεικτὰ, τουτέστιν, ἀληλεσμένα τὰ ἐξ ὀσπρίων προστέταχεν, ἵνα δὴ φαίνοιτο τῇ θυσίᾳ προσὸν τὸ οἱονεὶ ἐδώδιμον. Κατειθίσμεθα γὰρ, οὐχ ὑγιᾶ τὸν κόκκον, συντεθραυσμένον δὲ μᾶλλον ποιεῖσθαι τροφήν.

Οὐκοῦν «πρωτογέν[ν]ημα μὲν, ὁ Χριστὸς, καὶ θυσία τῷ Θεῷ καλὴ» καὶ εὐοσμωτάτη, τροφιμωτάτη δὲ λίαν καὶ ἡμῖν αὐτοῖς. «Αὐτὸς γάρ ἐστιν ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν τῷ κόσμῳ διδούς·» καὶ οἱονείπως ἡμῖν ἔδεσμα τὸν αὐτὸν παραθεὶς, καθάπερ σεμίδαλιν ἢ χίδραν. Ἐπιχέεσθαι δὲ τῇ θυσίᾳ δεῖν ἔφη τὸ ἔλαιον, καταπλάττεσθαι δὲ αὐτὴν καὶ λιβανωτῷ προστέταχε· τοῦ μὲν ἐλαίου τὸ ὡς ἐν πιότητι καὶ ἱλαρότητι συμβολικῶς ὑποφαίνοντος· τοῦ δέ γε λιβάνου, τὸ ἱερὸν καὶ εὐῶδες ἀστείως ἡμῖν ὑποσημαίνοντος.

Γέγονε μὲν γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν θυσία ὁ Χριστὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεν[ν]ημάτων πνευματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θάνατος ἦν αὐτῷ, ἐπ᾽ ἀναιρέσει δὲ μᾶλλον δακρύων καὶ θρήνων καὶ ἐπ᾽ ἐλπίδι τῇ λίαν ἱλαρωτάτῃ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὐδὲ μεμένηκε ἐν νεκροῖς. ἀλλ᾽ εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλὰ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πῶς ἢ τίνα τρόπον; Ἀνεβίω γὰρ ὁ Χριστὸς, πατήσας τε θάνατον, ἵνα καὶ ἡμᾶς ἀπαλλάξῃ φθορᾶς, καὶ περιστείλας εὖ μάλα τὸν ἐπὶ τούτῳ θρῆνον, χαίροντας ἤδη πως ἀναπείσῃ βοᾷν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Οὐκοῦν ἔχοι ἂν εἰκότως τὸ ἱλαρὸν, ἐν ἐλπίδι, τῆς θυσίας ὁ τρόπος. Νοοῖτο δ᾽ ἂν καὶ ἑτέρως, εἴπερ ἕλοιτό τις. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ.

Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.» Ὅτι δὲ οὐκ ἐπί τισιν εὐλόγοις αἰτίαις, ἤτοι πλημμελήμασιν, ὁ Χριστοῦ θάνατος, ἀλλ᾽ εὐσημωτάτη λίαν καὶ ἀμώμητος παντελῶς ὑπὲρ ἡμῶν θυσία (προσκεκόμισται γὰρ, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν, καὶ τὸν ἐξ αὐτῆς τε καὶ δι᾽ αὐτὴν θάνατον), διὰ τοῦ λιβάνου συνήσεις· ὁ μὲν γὰρ προπάτωρ Ἀδὰμ ταῖς ἐν ἀρχῇ παραβάσεσιν εὖ μάλα πρεπωδεστάτην ἐκομίζετο τὴν ἀράν. Ἐπειδὴ δὲ τὴν κάκοσμον ἀληθῶς προηῤῥώστησεν ἁμαρτίαν, ταύτῃτοι καὶ δικαίως κατεδικάζετο. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπ᾽ οὐδενὶ τῶν ἀτόπων κατεγνωσμένος (οὐ γὰρ ἐποίησεν ἁμαρτίας), καλὴ καὶ εὐώδης γέγονεν ὑπὲρ ἡμῶν θυσία, καὶ νέων ὥσπερ καρπῶν ἀπαρχὴ, καὶ ὡς ἐν εἴδει παντὶ, σίτῳ τε, φημὶ, καὶ ὀσπρίοις. Ἀπέθανε γὰρ ὑπὲρ πάντων μικρῶν καὶ μεγάλων, ἐθνῶν τε καὶ Ἰουδαίων. Γεγόναμεν γὰρ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ μνημόσυνον τῷ Θεῷ καὶ Πατρί.

Διὰ τοῦτό φησι τὸ Γράμμα τὸ νομικόν· «Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς. Κάρπωμα γάρ ἐστι τῷ Κυρίῳ.» Προ[σ]κεκρουκότες μὲν γὰρ διὰ πολλῶν ἁμαρτιῶν, μονονουχὶ καὶ ἐξ ὀμμάτων γεγενήμεθα τοῦ Πατρός. Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν θυσία Χριστὸς, ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς· «Ηὐλόγησε τοὺς φοβουμένους αὐτὸν τοὺς μικροὺς μετὰ τῶν μεγάλων.» Τοιγάρτοι καὶ δεδιδάγμεθα ψάλλειν καὶ λέγειν· «Εὐλογημένοι τῷ Κυρίῳ ἡμεῖς, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ καθ᾽ ἕτερον δὲ τρόπον τὴν Χριστοῦ θυσίαν ἡμῖν ὁ νόμος διασαφεῖ, λέγων· «Ἐὰν δὲ θυσία σωτηρίου, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ· ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτῷ προσάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον, τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου, κάρπωμα Κυρίῳ τὰ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ.

Καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν, οἱ ἱερεῖς, ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ὁλοκαυτώματα, ἐπὶ τὰ ξύλα ἐπὶ τοῦ πυρὸς, κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Καὶ οὐχὶ δὴ μόνον ἐκ βοῶν, ἀλλ᾽, εἰ δή τις ἕλοιτο, καὶ ἐκ προβάτων ὁλοκαυτοῦν, εἴτ᾽ οὖν ἐξ αἰγῶν τὴν τοῦ σωτηρίου ποιεῖσθαι θυσίαν, διὰ τῶν αὐτῶν ἐπράττετο τρόπων, καὶ εἷς ἐφ᾽ ἅπασιν ἦν τῆς ἱερουργίας ὁ τρόπος.

Εἴτε δὴ ἄρσεν εἴη τυχὸν, εἴτε θῆλυ τὸ θῦμα, μώμου δεῖν ἔφη παντὸς ἀπηλλάχθαι παντελῶς. Καὶ τῆς θυσίας ὁ λόγος, ἐπ᾽ αὐτὸν ἂν ἴοι τὸν Ἐμμανουήλ. Αὐτὸς γὰρ ὁ μόσχος ὁ σιτευτὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὡς ἐν εἴδει χιμάρου δι᾽ ἡμᾶς σφαζόμενος· χίμαρος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο. Πλὴν ὅρα πάλιν ἰσχνῶς τῆς θυσίας τὸν τρόπον. Ἀκριβολογεῖται μὲν γὰρ οὐ σφόδρα τὸ Γράμμα τὸ νομικὸν περί τε ἄρσεν καὶ θῆλυ.» Νοοῖτο δ᾽ ἂν πάλιν ὡς ἐν ἀμφοῖν ὁ Χριστός. Ἐν ἄρσενι μὲν, ὡς ἡγούμενος ἤτοι καθηγητής. Ἡγεμονικώτερον γὰρ θατέρου τὸ ἄρσεν, ἐν θήλεσι δὲ ὡς γεγονὼς ὑπὸ νόμον καὶ ἡγούμενος. Ὑπεξούσιον γὰρ καὶ ἐν δευτέροις ἀεὶ τὸ θῆλυ τοῦ ἄῤῥενος, εἴπερ ἐστὶν ἀληθῶς ἐν μείοσι καὶ ἐν ὑφιζάνοντι μέτρῳ. Πλὴν ἄμωμον τὸ ἱερουργούμενον. Τοιοῦτος δὲ ὁ Χριστός.

Τοιγάρτοι ἔφασκεν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Καὶ μέντοι πρὸς Ἰουδαίους τὸ εἰσάπαν ἀμώμητον, ἀπόδειξιν ἐποιεῖτο τὴν θείαν αὐτοῦ φύσιν, λέγων· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Ἄμωμον οὖν ταύτῃ τὸ ἱερὸν θῦμά ἐστι. Ἐσφάζετο μὲν ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσκεκομικότος. Εἶτα τοῦ αἵματος τῇ τοῦ θυσιαστηρίου βάσει προσχεομένου, ὁλοκαυτοῦν ἔφη δεῖν τὰ ἐντόσθια. Πέπρακται μὲν γὰρ ἐν ὀφθαλμοῖς ὥσπερ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ τοῦ Υἱοῦ θάνατος, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ τιθέντος ψυχήν. Εἰ γάρ ἐστιν ἀληθὴς ὁ λέγων· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ·» πῶς οὐκ ἂν αὐτὸν ἀξιώσειε τῆς ἰδίας ἐπισκοπῆς τὸν τοῦ Υἱοῦ θάνατον ὁ Θεὸς καὶ Πατήρ; Τιμᾷ γὰρ πάντως καὶ ἐποπτείας ἀξιοῖ· ἀποστρέφεται δὲ πάλιν τὸ βδελυρὸν καὶ ἀπηχθημένον.

Οὐκοῦν ὅτι μὴ ἀκλεὴς ὁ θάνατος, παραδείξειεν ἂν εὐθὺς, τὸ καὶ αὐτὸν αὐτόπτην λαχεῖν τὸν Πατέρα. Παρ᾽ αὐταῖς δὲ ταῖς ἱεραῖς ἐσφάζετο θύραις. Ἀπέθανε γὰρ ὁ Ἐμμανουὴλ, ἀνευρύνων ὥσπερ ἡμῖν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν, καὶ τῆς ἄνω καὶ ἐν οὐρανοῖς Ἐκκλησίας ἀνοιγνὺς τὰς θύρας τοῖς εἰς αὐτὸν πιστεύουσιν. Κερδαίνομεν τοίνυν ἐν θανάτῳ τοῦ Χριστοῦ τὸ καὶ εἰς αὐτὴν ἐλάσαι λοιπὸν τὴν ἁγίων σκηνὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων μητέρα, καὶ ἀγγέλων τροφόν.

Ὅτι δὲ ἅγιος ἔσται καὶ ἱερὸς ὁ Χριστοῦ θάνατος, ὑπεμφήνειεν ἂν τὸ, [ἑ]αυτῷ χρῆναι προσχεῖσθαι λέγειν τῷ θυσιαστηρίῳ τὸ αἷμα.» Κατασημήνειε δ᾽ ἂν καὶ ἑτέρως, ὅτι τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς Ἐκκλησίας. Τύπος μὲν γὰρ τῆς Ἐκκλησίας τὸ θυσιαστήριον, ψυχῆς δὲ τὸ αἷμα. Ἡ δὲ τῶν ἐνδοσθίων ἀνάθεσις, ἤτοι καθιέρωσις, πιμελῆς δὲ, λέγω, ἥπατός τε καὶ νεφρῶν, ὑποδηλοῖ πάλιν, ὅτι καὶ ἅγια, καὶ ἱερὰ, καὶ εὐώδη πάντα τὰ ἐν Χριστῷ. Ἐν ἥπατι μὲν γὰρ, τὰς ἐφ᾽ ὁτιοῦν ἐπιθυμίας ἤτοι ὀρέξεις γίνεσθαί φασιν οἱ ταῦτα σοφοί. Νεφρὸς δὲ δὴ πάλιν, μόριόν ἐστιν ἐν σώματι, διακριτικὴν ἔχον τὴν ἐνέργειαν.

Ἀποκρίνει γὰρ τοῦ χρησίμου τὸ περιττόν. Τοιοῦτον δέ τι καὶ ἐν ἡμῖν αὐτοῖς ὁ νοῦς ἐργάζεται. Κιβδηλεύει μὲν γὰρ, εἴπερ ἐστὶ σοφὸς, τὸ ἀδικεῖν πεφυκός· προσίεται δὲ καὶ λίαν ἀσμένως τὸ τελοῦν εἰς ὄνησιν. Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μού ἐστι.» Καὶ πάλιν· «Ὅτι σὺ ἐκτήσω νεφρούς μου, Κύριε.» Ὅτι δὲ καὶ ἀρετῆς ἀνάμεστος τῆς θεοπρετοῦς ὁ Ἑμμανουὴλ, παραδείξειεν ἂν ὡς ἐν τύπῳ πάλιν ἡ «πιμελή.» Ὥσπερ γὰρ ἐν τοῖς ἄριστα τεθραμμένοις τῶν ζώων ἡ πιμελὴ γίνεται· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰς νοῦν ἀρετὴ τροφὴν ἔχοντα τὴν ἐξ οὐρανοῦ. Ἅγιος δὴ οὖν καὶ ἀμώμητος ὁ Χριστὸς, καὶ ἀρετῆς ἔμπλεως, ἱερὸς καὶ εὐώδης, ὁλοκαύτωμα νοητὸν, καὶ ὡς ἐν εἴδει παντὶ προσενηνεγμένον, μόσχῳ τε, φημὶ, καὶ κριῷ, καὶ αἰγί. Σωτήριος γὰρ γέγονεν ὑπὲρ ἡμῶν θυσία τε, καὶ δέδωκεν ἑαυτὸν ὑπὲρ πάντων εἷς, ὁ πάντων ἀντάξιος. Δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὅτι τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγονότες, ἅγιοι καὶ ἱεροὶ πάντη καὶ πάντως ἐσόμεθα. Ταμίαι γεγόνασι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων οἱ θεσπέσιοι μαθηταὶ, καὶ οὐχ ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, οὔτε μὴν αὐτόκλητοι παρὰ τοῦτο ἰόντες· προκεχειρισμένοι δὲ μᾶλλον εἰς ἀποστολὴν, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ἱερουργεῖν ἐπιτεταγμένοι τὸ σωτήριον κήρυγμα, τουτέστι, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Λαμπροὺς γὰρ ἐτίθει τοὺς μυσταγωγοὺς, οὕτω λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Εἴκοντες δὴ οὖν, καὶ μάλα προθύμως, τοῖς Δεσποτικοῖς θεσπίσμασι, φωταγωγοῦσι τὴν οἰκουμένην· παιδευτὴν μὲν λαχόντες αὐτοὶ τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, κοινωνοὺς δὲ τῆς χάριτος ἀποτελοῦντες ἑτέρους. Διεμέμνηντο γὰρ, κατὰ τὸ εἰκὸς, εἰς τοῦτο γνώμης αὐτοὺς ἀποφέροντος τοῦ Χριστοῦ, λέγοντος σαφῶς· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Γράφει τοίνυν ὁ θεσπέσιος Παῦλος, καὶ τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας διατρανοῖ μυστήριον, ὡδί που λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Γέγονε γὰρ ὑπὲρ ἡμῶν ἁμαρτία Χριστὸς,» καθὼς γέγραπται, καὶ οὐ δήπου πάντως ἁμαρτίας ἔνοχος.

Οὐ γὰρ ὧδε ληρεῖν εἰθίσμεθα, ἐπεὶ μὴ εἶδεν ὅλως τὸ πλημμελεῖν, Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς τοῦ Πατρὸς, ἐπειδὴ δὲ γέγονε θῦμα ὑπὲρ ἁμαρτίας. «Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Ταύτῃτοί φαμεν γενέσθαι καὶ ἁμαρτίαν. Τέθυται γὰρ, ὡς ἔφην, ἴνα τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ᾽ οὐρανόν. «Ἠγοράσμεθα γὰρ τιμῆς,» κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν γεγονότος ἁμαρτία, ἵνα τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξῃ πλημμελημάτων, καὶ ἁγίους ἀποφήνῃ διὰ μετοχῆς τῆς ἁγίας αὐτοῦ σαρκὸς, δῆλον δὲ ὅτι καὶ αἵματος.

Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν προανεφώνει νόμος· γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ἁμαρτίας. Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ τῆς ἁμαρτίας ἔναντι Κυρίου.

Ἅγια ἁγίων ἐστίν. Ἱερεὺς ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτὴν, ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται. Ἐν ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃ ἂν ῥαντισθῇ ἐπ᾽ αὐτὸ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ. Καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ πλύσει ὕδατι. Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά.

Ἅγια ἁγίων ἐστὶ τῷ Κυρίῳ.» Σύνες δὴ οὖν ὅσπερ καταθύεσθαι κελεύει τὴν ἁμαρτίαν, τουτέστι, τὸ ὑπὲρ ἁμαρτίας. Χίμαρος δὲ ἄρα τοῦτο ἦν εἰς τύπον Χριστοῦ, τοῦ δι᾽ ἡμᾶς, ὡς ἔφην, γεγονότος ἁμαρτία. «Λελόγισται γὰρ ἐν ἀνόμοις,» καὶ συνεσταυρώθη λῃσταῖς, κεχρημάτικέ τε καὶ ἀρά. Γέγραπται γὰρ, ὅτι «Κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ἀλλὰ καὶ καθῆκεν ἑαυτὸν ἐν τούτοις δι᾽ ἡμᾶς οἰκονομικῶς· ἀλλ᾽ ἦν τε καὶ ἔστιν ἅγιος, οὐ κατὰ μέθεξιν τὴν ὡς παρ᾽ ἑτέρου καθάπερ ἡμεῖς, φυσικῶς δὲ μᾶλλον αὐτὸς ὡς Θεός. Δι᾽ αὐτοῦ γὰρ πιστεύομεν τὴν κτίσιν ἁγιάζεσθαι, κἂν ἀγγέλους ὀνομάσῃς, κἂν τὸ ἔτι προὖχον ἐν δόξῃ, κἂν τὸ ὑπερκείμενόν τε καὶ ἀνωτέρω, Θρόνους τέ φημι καὶ Ἀρχὰς, κἂν αὐτά μοι λέγῃς τὰ Σεραφίμ· ἀλλ᾽ οὐκ ἂν ἑτέρως ἁγιάζοιτο ταυτὶ, πλὴν ὅτι παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι.

Οὐκοῦν κἂν γέγονεν ἁμαρτία, μεμένηκεν ὅπερ ἦν, τουτέστιν, ἅγιος κατὰ φύσιν ὡς Θεὸς, καὶ «οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φωνήν. Ὅτι δὲ καὶ ὁ τῆς σαρκὸς αὐτοῦ θάνατος ἐπ᾽ ἀναιρέσει τῆς σαρκὸς γεγονὼς, ἅγιός τε καὶ ἀβέβηλος ἦν, καὶ ὡς ἐν τάξει θυμιαμάτων εὐπαράδεκτος τῷ Θεῷ καὶ Πατρὶ, διαμεμήνυκεν ἐναργῶς ὁ νόμος, εἰπών· «Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας ἔναντι Κυρίου.» Ὁλοκαύτωσις ὁ Χριστὸς, τουτέστιν ὅλος ἐξ ὅλου, καὶ οὐ μερικῶς, εἰς ὀσμὴν εὐωδίας ἀνακείμενος τῷ Θεῷ καὶ Πατρί. Ταύτῃτοι καὶ ἀληθῶς Ἅγιος ἁγίων ἐστίν.

Ἡγιάσμεθα γὰρ ἐν αὐτῷ, καὶ αὐτὸς ἡμῶν ἡ πᾶσα δικαίωσις, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ἄνω πνευμάτων ἁγιασμὸς, καθάπερ ἔφην ἀρτίως. Πλὴν, «Ὁ ἰερεὺς, φησὶν, ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν.» Ἄθρει δὴ νῦν πάλιν ὅτι πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων, ἱεροῖς καὶ θείοις ἡ Ἐκκλησία διοικεῖται θεσμοῖς. Τοῦ γὰρ προσάγοντος τὴν θυσίαν, τὰ ἐξ αὐτῆς γίνεται.

Οἶδε ὅ φημι, πᾶς ὁστισοῦν τοῖς τῆς Ἐκκλησίας ἐντεθραμμένος νόμοις. Ὅτι δὲ τόπος ταῖς θείαις ἱερουργίαις ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία τοῦ Θεοῦ, καὶ ἐν αὐτῇ ἀναγκαίως τὸ Χριστοῦ τελεῖται μυστήριον, ἐνδείξειεν ἂν οὐκ ἀσυμφανῶς, προσεπενεγκὼν οἷς ἔφην· «Ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου.» Ἀλλ᾽ ἦν κατ᾽ ἐκεῖνο καιροῦ μία μὲν κατὰ τὴν ἔρημον σκηνὴ, καὶ εἷς μετ᾽ ἐκείνην ὁ ναὸς, ὃν ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομὼν ἐδείματο.

Καὶ θάνατος ἦν τοῖς ἔξω θύουσι τῆς σκηνῆς. Ἔφη γὰρ οὕτω τὸ Γράμμα τὸ ἱερόν. «Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, αἷμα λογισθήσεται τῷ ἀνθρώπῳ, ὃς ἐκεῖνο αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη [ἐκ] τοῦ λαοῦ.» Οὐκοῦν ἀνόμημα καὶ βεβήλωσις, καὶ ὑπὸ δίκην αἵματος τὸ τοῖς ἀνοσίοις αἱρετικοῖς συναυλίζεσθαι φιλεῖν, καὶ τῆς πρὸς ἐκείνους ἀντέχεσθαι κοινωνίας. Ἔξω γὰρ θύουσι τῆς ἁγίας σκηνῆς, τὸ περὶ τῆς ἁμαρτίας, οὐκ ἐν τόποις ἁγίοις τὴν ἱερὰν τελοῦσι θυσίαν. Μία γὰρ ἡ Ἐκκλησία, καθὰ καὶ ὁ πάλαι ναὸς, μία δὲ καὶ ἡ σκηνὴ, τῆς Ἐκκλησίας τὸ κάλλος ὡς ἐν τύποις ἔτι προαναφαίνουσα. Θύσομεν τοίνυν ἡμεῖς τὸ τῆς ἁμαρτίας, ὡς ἐν αὐλῇ ἁγίᾳ, καὶ φαγόμεθα τῶν ἁγίων κρεῶν, τουτέστι, τῆς μυστικῆς εὐλογίας ἐν μεθέξει γεγονότες ἁγιασθησόμεθα. Καὶ μαρτυρήσει λέγων ὁ νόμος· «Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται.» Ἀλλ᾽ ἔστιν ἰσοσθενὴς εἰς μυστικὴν εὐλογίαν καὶ ὁ ῥαντισμὸς τοῦ αἵματος τῆς θυσίας.

Ἔφη γὰρ πάλιν· «Καὶ ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς, ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθῇ ἐπ᾽ αὐτῷ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ.» Καὶ τί τὸ παράδοξον, εἰ τὸ λογικὸν ἁγιάζει ζῶον, φημὶ δὴ τὸν ἄνθρωπον, ὅτε καὶ αὐτὰ τὰ πρὸς ὑπουργίαν τὴν ἱερὰν παρειλημμένα τῶν σκευῶν, ἡγιάζετο κατὰ τὸν αὐτοῖς που πάντως πρέποντα τρόπον; Ταύτῃτοι καὶ εἰς κοινὴν οὐ παραλαμβάνεται χρείαν. Διὰ τοῦτο τὰ μὲν ἐκπλύνεται τῶν σκευῶν, τὰ δὲ συνθραύεται. Τὰ γὰρ τοῖς θείοις λελειτουργηκότα, πῶς ἂν καλοῖτο πρὸς τὰ ἀνθρώπινα; Ὅτι δέ ἐστι τῶν τῆς θυσίας κρεῶν ἁγιοπρεπὴς ἡ μέθεξις, καὶ οὐκ ἂν ἑτέροις ἁρμόσειεν, πλὴν ὅτι δὴ μόνοις τοῖς τῆς ἁμαρτίας καταθλεῖν εἰωθόσι καὶ ἀνδριζομένοις εἰς ἀρετὴν, ὑπεσήμαινε λέγων· «Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά.

Ἅγια ἁγίων ἐστὶ Κυρίῳ.» Ἄρ᾽ οὖν, εἰπέ μοι, τὸ θῆλυ γένος ἀποσοβεῖν ὁ νόμος τῆς εὐλογίας προστέταχεν; οὐ τοῦτό φαμεν· ἁγιάζεται γὰρ σὺν ἡμῖν. Ἀλλ᾽ ἐν τύποις μὲν ἐκεῖνα καὶ σκιαῖς. Διὰ δέ γε τοῦ ἀρσενικοῦ καὶ ἱεροῦ γένους, ὑπεσήμαινεν εὐφυῶς τοὺς ἐν Χριστῷ νοητῶς ἀνδρείους τε καὶ ἱερούς.

Κεκλήμεθα τοίνυν εἰς μέθεξιν τῆς εὐοσμωτάτης θυσίας, ὡς ἱερὸν καὶ «ἀπόδεκτον γένος, ὡς ἔθνος ἅγιον, ὡς βασίλειον ἱεράτευμα,» νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὐκ ἄρσεν καὶ θῆλυ, ἀλλ᾽ ἑνὸς πάντες ἐσμὲν, ὡς τοῦ ἑνὸς μὲν ἄρτου μετέχοντες,» κατὰ τὸ γεγραμμένον.

Καὶ φέρε δὴ λοιπὸν ἀκλείστοις στόμασι καὶ ἀκαταλήκτοις φωναῖς τὸν τῶν ὅλων Βασιλέα καὶ Λυτρωτὴν δοξολογίαις καταγεραίρωμεν, φημὶ δὲ Χριστὸν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.