Ἡ δὲ εἶπε· Πορεύου. Ἀπελθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ αὐτῇ ἡ θυγάτηρ Φαραώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτὸ, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτόν. Ἀνδρυνθέντος δὲ ἤδη τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωσῆς, λέγουσα· Ἐκ τοῦ ὕδατος ἀνειλόμην αὐτόν.» Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἠλέει λοιπὸν τὴν ὑπ᾽ οὐρανὸν, ἀνοσίῳ τυράννῳ καὶ ὠμοτάτῳ λῃστῇ θητεύουσαν, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἰσότητι τῇ πρὸς αὐτὸν, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ᾽ ἡμᾶς, ὥς φησιν ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης, «εἰς τὰ ἴδια ἦλθεν.» Ἀπεστάλη γὰρ, ὡς αὐτός πού φησιν, «εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ·» ἀλλ᾽ «οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Τοιγάρτοι καὶ λίαν ἐπῃτιᾶτο αὐτοὺς διὰ φωνῆς Ἡσαΐου λέγων· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοὺς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε.»