Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Γλαφυρά εἰς τὴν Πεντάτευχον

Κύριλλος Ἀλεξανδρείας

Γλαφυρά εις την Γένεσιν, Βιβλίο ΣΤ': Η ιστορία του Ιωσήφ ως προτύπωση του Χριστού

Ο φθόνος των αδελφών, τα προφητικά όνειρα, η πώληση του Ιωσήφ στην Αίγυπτο, η φυλάκισή του, η ανύψωσή του και η άφιξη του Ισραήλ για ανεύρεση τροφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 22

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛʹ. Περὶ τοῦ Ἰωσήφ. αʹ. Μέγα μὲν ὁμολογουμένως τὸ τῆς εὐσεβείας μυστήριον, τουτέστι Χριστὸς, βαθὺς δὲ δὴ λίαν ὁ ἐπ᾽ αὐτῷ λόγος, καὶ ὁ τῆς μετὰ σαρκὸς οἰκονομίας σκοπός.

Ἀλλ᾽ εἴη μὲν ἂν ἥκιστά γε τοῖς ἐθέλουσιν ἀπλῶς, γένοιτο δ᾽ ἂν τοῖς ἀρτίφροσιν οὐκ ἀνιδρωτὶ συμφανής· ἐπεί τοι τῇ θείᾳ καταλαμπόμενοι χάριτι, σοφοὶ καὶ ἀγχίνοοι, νομικῶν τε καὶ προφητικῶν συγγραμμάτων εἰσὶν ἐπιστήμονες. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος, ὁ προὔχων ἐν μαθηταῖς, καὶ τῶν ἄλλων ὑπερκείμενος, ὡμολόγει μὲν τὴν πίστιν ὀρθῶς· ἤκουε δὲ παρὰ Χριστοῦ· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Μυσταγωγεῖ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐφ᾽ Υἱῷ λόγον· ἀνασώζει τε οὕτω λοιπὸν ὡς Σωτῆρι καὶ Λυτρωτῇ προσκομίζων αὐτῷ. «Οὐδεὶς γὰρ ἔρχεται πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Ἵνα τοίνυν διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς ἁγίας Γραφῆς τὸν ἐπ᾽ αὐτῷ συνιέντες λόγον, καὶ ἀπλανῆ τὴν πίστιν συλλέγοντες, μὴ ταῖς ἐπαράτοις διψυχίαις σειομένην ὥσπερ καὶ καταμεθύουσαν ἔχωμεν τὴν καρδίαν· μηδὲ τοῖς ἐξ ἀμαθίας περιπίπτοντες κλόνοις· λοιπὸν ἀκούωμεν λέγοντος Θεοῦ διὰ φωνῆς προφητῶν· «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ ηὐδόκησεν ἐν αὐτοῖς.» Ταύτῃτοι διὰ μυρίων ὅσων εἰκόνων ἡμᾶς ἐμπεδοῖ πρὸς τὴν ἀλήθειαν, καὶ τὴν ἐπ᾽ αὐτῷ πίστιν χρησίμως προκατεβάλετο τὰ κατὰ καιρὸν συμβαίνοντα, λαμπρὰς ὥσπερ ἀνατιθεὶς τῆς ἐπ᾽ αὐτῷ γνώσεως εἰκόνας.

Ἴδωμεν τοίνυν καὶ ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἰωσὴφ, εἰ μὴ, ὅπερ ἔφην, ἀληθὲς ἂν εἴη πάλιν. Ἔχει δὲ οὕτως τὰ ἐπ᾽ αὐτῷ· «Αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν γεγονὼς, ποιμαίνων ἧν μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα, νέος ὢν, μετὰ τῶν υἱῶν Βάλλας, καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ. Κατήνεγκε δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ.

Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν.» βʹ. Πεποίηται μὲν γὰρ ὁ τοῦ βιβλίου συγγραφεὺς, τῶν ἐξ Ἡσαῦ γεγονότων ἀπαρίθμησιν ἀκριβῆ. Τίνες γὰρ τίνων ἐξέφυσαν, καὶ ὅποι ποτὲ γῆς ἕκαστοι αὐτῶν κατῳκήκασι, καὶ τὴν κατὰ τίνων διέλαχον ἀρχὴν, τὸ ἱερὸν ἡμᾶς ἐδίδαξε Γράμμα· γενναῖόν γε μὴν οὐδὲν, ἀλλ᾽ οὐδὲ μνήμης ἄξιον πεπραχότος τινός.

Μονονουχὶ δὲ παρανήχεται τοὺς ὠνομασμένους ὁ λόγος, καταίρει δὲ ὥσπερ ἐπὶ τὸν θεσπέσιον Ἰωσήφ· καὶ τοὺς ἐξ αἵματος Ἰακὼβ λαμπρὸν ποιεῖται διήγημα. Νεώτατος μὲν οὖν τῶν ἄλλων ὁ Ἰωσὴφ (ἑπτακαίδεκα γὰρ ἦν ἐτῶν), ἱδρῶτός γε μὴν οὐκ ἠμέλει ποιμενικοῦ· τοῖς δὲ ἄλλοις ἀδελφοῖς ἀναμὶξ τῶν ἴσων ἥπτετο σπουδασμάτων, οὐ τὴν τοῖς ἐν ἥβῃ θυμηρεστάτην καὶ ἀεί πως προσφιλῆ ῥᾳστώνην τετιμηκώς· οὐ τὴν πρόωρον τοῦ βίου φροντίδα παραιτούμενος, οὐδὲ τὸ ἀνεῖσθαι μᾶλλον ἠγαπηκὼς, ἅτε δὴ καὶ ἐν μειρακίοις ἔτι τελῶν· ἀλλ᾽ οἷα πρεσβύτης, ἐν εὐδίᾳ μὲν ἤδη λογισμῶν γεγονὼς, καὶ τὸν νοῦν ἔχων εὖ βεβηκότα· πολιῷ τε τῷ λόγῳ χρώμενος, καὶ τῆς ἐσομένης λαμπρότητος προαναφαίνων τὸ κάλλος, ἐθαυμάζετο μὲν εἰκότως παρά γε τῷ μακαρίῳ καὶ φιλοστόργῳ πατρὶ, ἀγάπης τε καὶ φειδοῦς διαφερόντως ἠξιοῦτο. «Ἧν γὰρ αὐτῷ, φησὶ, καὶ γήρως υἱός.» Καὶ τί τοῦτό ἐστι; Τὰς ἐν ἡμῖν διαθέσεις ὁ λόγος ἡμῖν πολυπραγμονεῖ. Αἱ μὲν γὰρ ἐπὶ παισὶ τῶν γεγεννηκότων φιλοστοργίαι, ἴσαι τε εἰς ἅπαν παρά γέ τισι, καὶ κατ᾽ οὐδένα τρόπον ἐν μείοσι. Πλεονεκτεῖ δὲ πολλάκις καὶ καταβιάζεται τὸν νοῦν ἡ φύσις, ἀπονεῖμαί τι βραχὺ παρὰ τοὺς ἄλλους συμπείθουσα τοῖς καταδεεστέροις, ἅτε δὴ καὶ ὑπάρχουσιν ἐν χρεία φειδοῦς τῆς προὐργιαιτέρας.

Ἄλλως τε πολλῶν ἔσθ᾽ ὅτε γεγεννημένων, καταλήγει πως, καὶ τῷ τελευταίῳ λοιπὸν ἐνορμίζεται τῆς ἀγάπης τὸ περιττὸν, τὴν ἐπὶ τοῖς προλαβοῦσι φιλοστοργίαν, τοῦ μετ᾽ αὐτοὺς εἰς ἑαυτόν πως ἁρπάζοντος. Φιλόκαινος γὰρ ὁ ἀνθρώπινος νοῦς, καὶ τῶν μὲν ἤδη προγεγονότων τὸν κόρον οὐκ ἀποσείεται· τῶν δὲ οὔπω παρόντων, ἢ καὶ ἀρτίως πεπορισμένων μεταποιεῖται λίαν, καὶ ἀκμαιοτέραν ἐπ᾽ αὐτοῖς τὴν ἐπιθυμίαν εἰσδέχεται. Ἠγάπα τοίνυν παρὰ τοὺς ἄλλους τὸν Ἰωσὴφ ὁ θεσπέσιος Ἰακὼβ, «Ὅτι γήρως υἱὸς ἦν αὐτῷ.» Ἰστέον δὲ ὅτι, καίτοι τὴν Λείαν προεισοικισάμενος ἐν Χαῤῥὰν, ἠγάπησε τὴν Ῥαχὴλ, ἢ τὸν Ἰωσὴφ ἐκτέτοκε, καὶ τελευτῶσα τὸν Βενιαμίν. Πρὸς δὴ τοῦτό φαμεν, ὅτι ἄμφω μὲν ἤστην γήρως υἱώ. Τὸ δέ γε τοῦ Ἰωσὴφ πρὸς πᾶν ὁτιοῦν εὐφυὲς οὐκ ἴσον ἐφ᾽ ἅπασιν· ἑτεροκλινῆ δὲ ὥσπερ καὶ ἐπ᾽ αὐτὸν νενευκότα παρέδειξε τὸν πρεσβύτην. Διελογίζετο γάρ που, κατὰ τὸ εἰκὸς, ὡς ἔσται λαμπρὸς καὶ ἀοίδιμος. Καὶ ὁ τῶν τῆς νεότητος σκιρτημάτων οὐ πεφροντικὼς, εἰς ἄνδρα ἤδη τελῶν, πῶς οὐκ ἂν γένοιτο τῶν τεθαυμασμένων; Κεκαινούργηκε δέ τι παρὰ τοὺς ἄλλους ἐπ᾽ αὐτῷ καὶ ὁ μακάριος Ἰακώβ· χιτῶνά τε γὰρ ἐξυφαίνει ποικίλον, καὶ ἐσθήμασιν ἐτίμα τοῖς ἐκπρεπεστάτοις. Τί οὖν ἐντεῦθεν;

Κατεθήγοντο πρὸς ὀργὰς οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, συναπεκομίζοντο δὲ τούτοις εἰς λύπην ἐκτοπωτάτην, καὶ τὸν ἐπὶ τῷ μειρακίῳ λοιπὸν εἰσεδέχοντο φθόνον, οἱ ἐκ τῆς ἐλευθέρας, φημὶ δὴ τῆς Λείας. Ἠδίκει μὲν γὰρ αὐτοὺς ὁ νεανίας οὐδέν· ἡ δὲ τοῦ πατρὸς ἀγάπησις καὶ τὸ τοῦ παιδὸς εὐφυὲς, τῆς ἀδίκου βασκανίας αὐτοῖς ἐνετίθει τὸ πῦρ· καὶ τοῖς ἀπὸ γλώττης κατηκόντιζον τέως, διαλοιδορούμενοί πως καὶ διασύροντες, ἐφ᾽ οἷς ἦν εἰκὸς τὸν ἔφηβον ἤδη κατονειδίζεσθαι παρ᾽ ἐχθρῶν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν.» Οὐκοῦν ἀκροβολισμοὶ μὲν ὥσπερ τῶν ἀνοσίων σκεμμάτων γεγόνασιν ἀπαρχαὶ, φιλοψογίαι τε καὶ σκώμματα τὰ ἀπὸ γλώττης ἀχαλινώτου καὶ φθόνῳ λοιπὸν ὑπηρετεῖν τεταγμένης. Ἀνεκαίετο δὲ τὰ πρὸς ἔχθραν αὐτοῖς ἐντονωτέραν, ἐκ τοιᾶσδέ τινος αἰτίας· τῷ μὲν γὰρ νεανίᾳ προαναφαίνει Θεὸς, ὡς ἔσται κατὰ καιροὺς λαμπρὸς καὶ ἀπόβλεπτος, καὶ τῶν ἀδελφῶν ἐν ἀμείνοσι, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις κατεστεμμένος.

Πρόκλησις δὲ, οἶμαι, τὸ δρώμενον ἦν, ἀκονῶσα τὸ μειράκιον εἰς ἔφεσιν ἀρετῆς. Ὅνπερ γὰρ τρόπον οἱ παιδοτρίβαι τοὺς νέους ἀλείφοντες, παραθήγουσι μὲν εἰς εὐτολμότατα τολμήματα, καὶ τὸ τληπαθὲς ἑλέσθαι τιμᾷν ἀναπείθουσι, τὰ γέρα προαγορεύοντες, ἃ τῇ τοῦ νικᾷν συνθέουσι δόξῃ αἱ τῶν ἀγωνοθετούντων φιλοτιμίαι, τὰς παρὰ τῶν θεωμένων εὐφημίας, τοὺς ἐπαίνους, τοὺς κρότους· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς, ὅταν ἴδῃ ψυχὴν εὐφυᾶ, δοκίμῳ τε καὶ ἀκιβδήλῳ διαπρέπουσαν νῷ, καὶ πρὸς πᾶν τῶν ἀρίστων ἔχουσαν ἐπιτηδείως, καλεῖ δὴ τότε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ ἀγαθόν· προαναδεικνὺς τὰ ἐσόμενα, καὶ διανιστὰς οἰκονομικῶς εἰς προθυμίαν, δῆλον δὲ ὅτι τὴν ἐπ᾽ ἀρεταῖς. Ὅραμα τοίνυν καὶ ὀμφή τις ἄνωθεν ἐπεφοίτησέ ποτε τῷ νέῳ, φημὶ δὴ τῷ Ἰωσήφ· ὁ δὲ, οἶμαί που, θαυμάσας ἀνεκοινοῦτο τοῖς ἀδελφοῖς, οὕτω λέγων· «Ἀκούσατε τοῦ ἐνυπνίου τούτου οὗ ἐνυπνιάσθην· ᾬμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν, προσεκύνησαν τῷ ἐμῷ δράγματι. Εἶπον δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύσεις ἐφ᾽ ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν, ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ, καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ.» Ἄθρει δὴ οὖν, ὅτι πρὸς ἐπίδοσιν αὐτοῖς τὰ τῆς βασκανίας οἴχεται, καὶ τροφὴν ὥσπερ τινὰ ποιοῦνται τῷ φθόνῳ τὰ ἐκ τῶν ἐνυπνίων ὑποδηλούμενα.

Οἱ γὰρ ὅλως τὴν ἀρχὴν οὐ μετρίως ἀσχάλλοντες, διαφερόντως ὅτι τετίμητο, πῶς ἂν οἰστὸν ἐποιήσαντο τὸ ἑλέσθαι καὶ προσκυνεῖν, καὶ τάξιν αὐτῷ τηρῆσαι τὴν ὧδε σεπτὴν καὶ πολὺ λίαν ὑπερηρμένην; Πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, πῶς ἀεὶ ὁ φθόνος ἀνοσίαν ἔχει τὴν ἔφοδον, καὶ διὰ τῶν ἴσων ἔρχεται κακῶν. Εὑρήσομεν δὲ τυφλόν τε καὶ θεομάχον ὅτι μάλιστα τὸ θηρίον. Ἐπιτήρει γὰρ, ὅπως Θεοῦ προαγγέλλοντος τῷ Ἰωσὴφ τὴν τῆς ἐσομένης εὐκλείας λαμπρότητα, δέον ἐκεῖνο διενθυμεῖσθαι σαφῶς, ὡς οὐκ ἂν ὁ τὰ δίκαια κρίνων Θεὸς ἐποίσειεν ἂν τοῖς οὐχ ἑλεῖν ἀξίοις τὰς ἀνωτάτω τιμὰς, εἶτα χαίρειν ἐπ᾽ ἀδελφῷ διαφανεστάτην ἔχοντι τὴν ἐλπίδα καὶ θείᾳ ψήφῳ τετιμημένῳ· τοῦτο μὲν οὐ δεδράκασιν, ἁδρότερον δὲ τοῦ φθόνου διανιστῶσι τὸ κέντρον, καὶ θηρῶν δίκην ἐπιμεμανήκασι, μονονουχὶ καὶ ἐπιτιμῶντες Θεῷ τῷ τὴν δόξαν ὑπισχνουμένῳ, καὶ ὅτι περίοπτος ἔσται προαναφαίνοντι. Τοῦτο γεγονὸς εὑρήσομεν ἐπί τε Κάϊν καὶ Ἄβελ. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν Ἄβελ θυσίαν ἐπαίνων ἠξίου, καὶ πῦρ καθιεὶς οὐρανόθεν, ἐδέχετο τὴν δωροφορίαν, τῇ τοῦ Καῒν οὐ προσεσχηκώς· τὸν μιαιφόνον εὐθὺς εἰσεδέχετο φθόνον, καὶ ταῖς ἄνωθεν ψήφοις τὴν οἰκείαν ὥσπερ ἀντεξάγων ὀργὴν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, καὶ δὴ καὶ διόλλυσι. Καταλήγει γάρ πως ἐν τούτοις ὁ φθόνος ἀεί. Ἀλλὰ τίς ἂν γένοιτο τῶν ὁραμάτων ὁ νοῦς; Δράγμα δὲ γὰρ εἰς καιροῦ σημεῖον παραδεξόμεθα.

Τό γε μὴν ἐν δόξῃ περιφανὲς ἡ τοῦ ἑνὸς ἔγερσις ὑπεμφήνειεν ἄν. Ὅτι τοίνυν ἥξει καιρὸς, καθ᾽ ὃν ἔσται μὲν εὐκλεὴς ὁ θεσπέσιος Ἰωσὴφ, ὑποπεσεῖται δὲ ὥσπερ αὐτῷ καὶ ὑπενεχθήσεται καὶ αὐτὴ τῶν ἀδελφῶν ἡ πληθὺς, προϋπέδειξεν αἰνιγματωδῶς τὸ αὐτοῦ δράγμα παρὰ τῶν ἑτέρων προσκυνούμενον.

Ἀλλ᾽ οὐ μέχρι τούτων τῷ Ἰωσὴφ τὰ ἐνύπνια· ἀλλά τι καὶ ἕτερον ἐπὶ τῷδε τεθεαμένος, ἀφηγεῖται πάλιν αὐτοῦ πέρι τῷ μακαρίῳ πατρὶ καὶ τοῖς ἀδελφοῖς. «Εἶδε γὰρ, φησὶν, ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης;

Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρει τὸ ῥῆμα.» Εὐτεχνὴς ὁ πρεσβύτης, καὶ ταῖς ἀνωτάτω διαπρεπὴς ἀγχινοίαις. Συνίησι μὲν γὰρ τῶν ὁραμάτων τὴν δύναμιν· ἐπετίμα δὲ τῷ παιδὶ, λέγων· «Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;» Καὶ τίς ἂν νοοῖτο; σοφὸς δὲ ὅπως καὶ ἀναγκαῖος ὁ τῆς ἐπιτιμήσεως τρόπος. Ἀνακόπτει μὲν γὰρ εὐφυῶς τῶν ἀκροωμένων τὸν φθόνον, καὶ θράσει ἀφορήτῳ τὸν νεανίσκον καταχεόμενον τιθασσεύει λοιπὸν τρόπον τινὰ, καὶ καλεῖ πρὸς τὸ ἥμερον· οὐκ ἐᾷ δὲ τὸ μειράκιον τῇ τῶν ἐνυπνίων ἐλπίδι καταλαζονεύεσθαι τῶν ἀδελφῶν, ἀλλ᾽ οὐδὲ τῆς εἰς πατέρα τιμῆς ἀβούλως ὀλιγωρεῖν, μονονουχὶ καὶ πρόωρον τῆς ἐσομένης λαμπρότητος τὴν ὑπεροχὴν ἁρπάζειν ἐν ἑαυτῷ. Ὅρα γὰρ ὅπως περιίστησιν εὐφυῶς εἰς ἔκβασιν οὐκ ἐνδεχομένην τῶν ὁραμάτων τὴν δύναμιν. Τεθνεώσης γὰρ ἤδη τῆς Ῥαχὴλ, ἣ τὸν Ἰωσὴφ ἐκτέτοκε, «Μὴ ἐγὼ, φησὶ, καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι;» Ἔδρα δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, καὶ τῆς τοῦ νεανίσκου φρενὸς κατασύρων τὸν ὄγκον, καὶ τῶν ἀδελφῶν τὸν ἐγηγερμένον ἐπ᾽ αὐτὸν κατευνάζων φθόνον.

Ἔσεσθαί γε μὴν προσδοκᾷ τὸ χρῆμα αὐτός. Ἀκήκοε γὰρ οὐ παρέργως, ἀλλ᾽ οὐδὲ λήθης ἀξίους ποιεῖται τοὺς λόγους, εἰ καὶ τὸ εἰκαῖον αὐτῶν κατέγραφε. «Τετήρηκε γὰρ αὐτοὺς,» ὅτι καὶ εἰς πέρας ἐκβήσονται τάχα που τεθαῤῥηκώς. Μετὰ δέ γε τὴν τῶν ἐνυπνίων ἀφήγησιν, «Ἀπῴχοντο μὲν οἱ ἀδελφοὶ τοῖς αἰπολίοις ὁμοῦ κατανέμειν ἐν Σιχέμ.» Εἶτα μικροῦ διὰ μέσου παραθέοντος χρόνου, προτρέπει τὸ μειράκιον ὁ πατὴρ ἐπισκεψόμενον ἰέναι τοὺς ἀδελφούς. «Οὐχὶ γὰρ, φησὶν, οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Σιχέμ; Δεῦρο ἀποστελῶ σε πρὸς αὐτούς.

Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγώ. Εἶπε δὲ αὐτῷ Ἰσραήλ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι.» Προθυμότατα μὲν οὖν ἰέναι κατεπαγγέλλεται, καὶ δὴ καὶ ἀπαίρει, καὶ ἀποκεχώρηκεν ἐκ τῆς κοιλάδος Χεβρών. Ἐκπεριθέοντι δὲ τὴν ἔρημον, ἔφη τις περιτυχὼν ἐφ᾽ ὅτῳ τε ἥκοι, καὶ ὅποι ποτὲ, καὶ ἐπὶ τίνας ἴεται. «Ὁ δὲ πρὸς ταῦτα εὐθύς· Τοὺς ἀδελφούς μου ζητῶ, ἀπάγγειλόν μοι ποῦ βόσκουσιν. Εἶπε δὲ αὐτῷ, φησὶν, ὁ ἄνθρωπος, ἀπήρκασιν ἐντεῦθεν. Ἥκουσα γὰρ αὐτῶν λεγόντων· Πορευθῶμεν εἰς Δοθαΐμ.» Οὗ καὶ ἀφιγμένος, ἀδοκήτως ἐπεβουλεύετο. Ἐπὶ καιροῦ γὰρ ὥσπερ ὁ φθόνος τὸ πάλαι δοκοῦν εἰργάζετο. Διαχρήσασθαι μὲν οὖν εἰς ἅπαν ἐπεθύμουν αὐτὸν οἱ ἀπὸ Βάλλας τε καὶ Ζελφᾶς τῶν θεραπαινῶν· ἔφασκον γάρ· «Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. Νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν ἐφ᾽ ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Ἀκούσας δὲ Ῥουβεὶμ, ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, λέγων Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν.

Εἶπε δὲ αὐτοῖς Ῥουβείμ· Μὴ ἐκχέητε αἷμα, ἐμβά[λ]λετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ. Εἶπε δὲ οὕτως, ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.» Τὸν χιτῶνα δὴ οὖν ἀφελόμενοι τὸν ποικίλον. καθίεσαν εἰς λάκκον οὐ τεθνεῶτα τὸν Ἰωσὴφ, πλὴν ὡς τεθνηξόμενον καὶ οὐκ εἰς μακράν. Ἐπειδὴ δὲ Ἰσμαηλῖταί τινες, ἀρωμάτων ἔμποροι, πρὸς τὴν Αἰγυπτίων ἠπείγοντο, συμβουλεύοντος Ἰούδα (μὴ γὰρ δὴ χρῆναι διολλύναι τὸν ἀδελφὸν ἀνεκεκράγει σαφῶς), ἀπημπολήκασι τὸ μειράκιον καταθεμένοις ὑπὲρ αὐτοῦ τοῖς ἐκπρίασθαι βουληθεῖσιν, εἴκοσι χρυσοῦς. Καὶ ἀπεκομίσθη μὲν εἰς Αἴγυπτον Ἰωσήφ. Ῥουβεὶμ δὲ πάλιν τὸ γεγονὸς οὐκ εἰδὼς, ἀφίκετο μὲν ἐπὶ τὸν λάκκον. Ἐπειδὴ δὲ τὸ παιδάριον οὐ τεθέαται, κεκινδυνευκέναι νομίσας, περιῤῥήγνυσι μὲν τὸ ἱμάτιον, ἐπίκλημα δὲ τοῖς ἄλλοις ἐποιεῖτο τὸν Ἰωσὴφ, οὕτω λέγων· «Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι;» Μονονουχὶ γάρ φησι· Πῶς ἂν ὑποστρέψαιμι πρὸς τὸν πατέρα, ἢ πῶς ἂν ὅλως προσδέξαιτο τὸν ἠγαπημένον οὐκ ἔχοντας; τί δὲ δὴ καὶ ἐροῦμεν ἀπαιτοῦντι τῷ πατρὶ τὸ παιδάριον; Οἱ δὲ τὸν χιτῶνα τὸν ποικίλον αἰγὸς αἵματι καταδεύσαντες, προσεκόμιζον τῷ πατρὶ, δόλῳ καὶ ἀπάτῃ μεθύοντας συνθέντες λόγους. Τοῦτον γὰρ εὕρομεν, φασίν; ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ.»

Κατοιμώζει δὲ ὁ πατὴρ, καὶ τάχα που τῆς τῶν υἱῶν βασκανίας, καὶ ἀνοσίων σκεμμάτων κατεκεκράγει, λέγων· «Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ.» Δυσεύναστόν τε καὶ ἀνουθέτητον παντελῶς, καὶ ἐπὶ τῇ τοῦ παιδὸς συμφορᾷ τὴν δυσθυμίαν ἐδέχετο. «Οὐ γὰρ ἤθελε, φησὶ, παρακληθῆναι λέγων, ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου.» Ἐκβεβηκότος δὴ οὖν εἰς πέρας τοῦ τῆς ἱστορίας λόγου, μετοιχήσεται πάλιν ὁ νοῦς τῶν ἐσωτάτω πρὸς ἔρευναν. Καὶ οἷά τισι σκιαῖς τοῖς αἰσθητῶς γεγονόσιν ἐπιχρωματίζων τὴν ἀλήθειαν, εὐπρεπὲς ὡς ἔνι τὸ τῆς θεωρίας ἀπεργάζεται κάλλος.

γʹ. Τέτοκε τοίνυν τὸν Ἰωσὴφ ἡ νεωτέρα Ῥαχὴλ, ἡ καλὴ τῷ εἴδει, καὶ λαμπραῖς ὀμμάτων βολαῖς ἀποστίλβουσα τὸ ἐπίχαρι· καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Πόθεν; Γέγραπται γὰρ, ὅτι οἱ μὲν «Ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.» Ἀλλὰ Λείαν μὲν ἐλέγομεν τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι, τὴν Συναγωγήν· τὰς ἐπὶ τούτῳ πίστεις συλλέγοντες ἀπό τε τῶν ὀφθαλμῶν καὶ τῆς τοῦ ὀνόματος ἑρμηνείας.

Ἀκαλλὴς γὰρ ὄντως καὶ πολὺ νοσοῦσα τὸ ἄῤῥωστον, ἡ ἔσω τε καὶ εἰς νοῦν ὅρασις τῆς Ἰουδαίων Συναγωγῆς. «Ὀφθαλμοὶ γὰρ αὐτοῖς, καὶ οὐ βλέπουσι,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ ἐγνώκασι τὰ Μωσέως, οὔτε μὴν γεγόνασιν οἷοί τε καταθρεῖν τὰ ἐν αὐτῷ μυστήρια, δι᾽ ὧν πολυτρόπως ὁ Ἐμμανουὴλ κατεγράφετο. Ἑρμηνεύεται δὲ Λεία, κοπιῶσα, καθὰ καὶ ἐν ἑτέροις εἰρήκαμεν. Κεκοπίακε γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, βραδὺ καὶ δύσοιστον ἄχθος τὸν διὰ Μωσέως ἔχουσα νόμον. Τοιγάρτοι καὶ ὁ Χριστὸς ὡς κοπιῶντας αὐτοὺς καὶ κατηχθισμένους, εἰς τὴν διὰ πίστεως ἄνεσιν ἐκάλει λέγων· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀλλὰ Λεία μὲν ἐν τούτοις. Καθαροὶ δὲ ἄγαν οἱ τῆς Ῥαχὴλ ὀφθαλμοί. Τεθέαται γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὴν δόξαν Χριστοῦ, καὶ ἐν αὐτῷ τὸν Πατέρα· κέκληται δὲ πρὸς οἰκείωσιν τοῦ νοητοῦ νυμφίου, τουτέστι Χριστοῦ, μετὰ τὴν πρώτην.

Αὕτη γὰρ ἡ νεωτάτη ῥυτίδα μὴ ἔχουσα, καίτοι παλαιωθείσης τῆς πρώτης, καὶ ἐπεί τοι γεγήρακεν, ἐγγὺς γενομένης ἀφανισμοῦ. Ἑρμηνεύεται δὲ καὶ ἡ Ῥαχὴλ, Θεοῦ ποίμνιον. Ποίμνιον γὰρ τοῦ Σωτῆρος ἡ Ἐκκλησία· ὃς Ἰουδαίοις μὲν ἔφασκε δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς.

Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα· κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.» Ἡμῶν δὲ δὴ πέρι, «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Ἔστι μὲν οὖν ποιμὴν ἀγαθὸς, καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύων. Κεχρημάτικε δὲ καὶ πρόβατον, ἐπεί τοι γέγονε καθ᾽ ἡμᾶς. Καὶ γοῦν ὁ σοφὸς Ἰωάννης τοῖς Ἰουδαίων δήμοις αὐτὸν παρέδειξε, λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Μυρίοι μὲν γὰρ ἐσφάττοντο, κατὰ τὸν τοῦ νόμου τύπον, ἀλλ᾽ οὐδεὶς ἀπήλειψε τὴν ἁμαρτίαν τοῦ κόσμου. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν.» Ἀνῄρηκε δὲ τοῦ κόσμου τὴν ἁμαρτίαν ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ ἀληθινὸς, τὸ ἄμωμον ἱερεῖον. Οὐκοῦν καὶ ὡς πρόβατον λελόγισται μεθ᾽ ἡμῶν. Καλοῖτο δ᾽ ἂν διὰ τοῦτο καὶ τῆς Ἐκκλησίας υἱὸς ὡς πρωτότοκος ἐν ἀδελφοῖς. Ἰστέον δὲ ὅτι καὶ Ἰωσὴφ ἑρμηνεύεται προσθήκη καὶ αὔξησις Θεοῦ. Ἀεὶ γὰρ εἰς αὔξησιν τῶν τῆς Ἐκκλησίας τέκνων ἡ ἁγία πληθὺς ἐπιδίδοται. Τοιγάρτοι καὶ εἴρηται πρὸς αὐτήν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, Σιὼν, καὶ ἰδὲ πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ.» Καὶ πάλιν· «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ τῆς Περσῶν.»

Γέγραπται δὲ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· πῆ μὲν, ὅτι ὁ μὲν Κύριος προσετίθει τοὺς σωζομένους καθ᾽ ἡμέραν ἐπὶ ταυτό· πῆ δὲ δὴ αὖ· «Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν.» Ταύτῃτοι, καθάπερ ἤδη προεῖπον, νοοῖτ᾽ ἂν εἰκότως ὁ νοητὸς Ἰωσὴφ, τουτέστιν, οἱ ἐν Χριστῷ, προσθήκη Θεοῦ. Ἴοι δ᾽ ἂν ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ὡσανεὶ καὶ αὑτὸν οἰκονομικῶς ὀνομάζων.

Ἔστι γὰρ, αὐτὸς μὲν ἡ κεφαλή· σῶμα δὲ καὶ μέλη, ἐκ μέρους ἡμεῖς. Καὶ αὐτὸς μὲν ἡ ἄμπελος· ἐμπεφύκαμεν δὲ κλημάτων δίκην ἡμεῖς, ἑνώσει τῇ κατὰ πνεῦμα δι᾽ ἁγιασμοῦ συνδούμενοι. Ἀλλ᾽ «Ἦν, φησὶν, Ἰωσὴφ δέκα καὶ ἑπτὰ ἐτῶν.» Καὶ ὅτι μὲν νέος κομιδῇ, παραδείξειεν ἂν, οἶμαί που, καὶ διὰ τούτων ἡμῖν ἡ Γραφή.

Νεώτατον δὲ τῶν ἄλλων καὶ αὐτὸν εἶναί φαμεν τὸν Ἐμμανουὴλ, τὸ ἐν χρόνῳ πρεσβύτερον τοῖς πρὸ αὐτοῦ γεγονόσιν ἀνάπτοντες, οἷον Μωσῇ καὶ προφήταις· ἐκβασανίζοντες δὲ τῶν γεγραμμένων τὴν δύναμιν, οἰησόμεθά τι καὶ ἕτερον διὰ τούτου κατασημαίνεσθαι.

Καταγράψει γάρ πως ἡμῖν καὶ αὐτὸ τάχα που τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βαθὺ μυστήριον, καὶ ὁ τῶν ἐτῶν ἀριθμός. Καὶ τίνα δὴ τρόπον, διατρανοῦν ὡς ἔνι πειράσομαι· ὡς γὰρ ἔφην ἤδη καὶ ἐν ἑτέροις· μεμνήσομαι γάρ.

δʹ. Ἔθος τῇ θείᾳ Γραφῇ, τοὺς ἀνόπιν ἰόντας τῶν ἀριθμῶν, μετὰ τὴν αὐτοῖς τεταγμένην ἐκπλήρωσιν, τελειότητος ποιεῖσθαι σύμβολα. Οἷόν τί φημι· Τὸν δέκα εἴπερ τις ἀναμετρήσαιτο καὶ ὑπερτρέχειν ἕλοιτο, πάλιν ἐκ μονάδος ἄρξεται, καθάπερ εἰς τέλος καταίρων αὐτόν. Ὁμοίως ἐπὶ τῆς ἑβδομάδος. Ἀρξάμενος γὰρ ἐκ πρώτης, ἄνεισι μὲν ἐφεξῆς ἐπὶ τὴν ἑβδόμην· εἶτα κατακλείσας εἰς τέλος τὸν τῶν ἡμερῶν ἀριθμὸν, ἐπανήξει πάλιν ἐπὶ τὴν πρώτην. Τελειότητος οὖν ἄρα ταύτῃτοι ποιεῖται σημεῖα τοὺς ὧδε ἔχοντας τῶν ἀριθμῶν ὁ ἱερὸς ἡμῖν λόγος. Καὶ γοῦν τῇ τῶν ταλάντων διανομῇ, τὸν εἰς λῆξιν ἥκοντα φιλεργίας τῆς κατὰ Θεὸν, δέκα φησὶν εἰληφέναι τάλαντα καὶ μὴν καὶ ἐπάνω τεθεῖσθαι πόλεων δέκα· ὅτι τῶν εὐδοκιμήσεων τελειότητι πάντη τε καὶ πάντως ἰσομοιρήσει τὰ γέρα, διὰ τούτου καταδεικνὺς ὁ τούτων διανομεὺς, τουτέστι Χριστός· Στεῖραν δέ γε τεκεῖν ἐπτὰ, τῶν ἁγίων τις ἔφη, τὸ ἑπτά που τιθεὶς ἀντὶ τοῦ πολλὰ, καὶ ὅσα τυχὸν εἰς τέλειον ἀριθμὸν καταλογισθεῖεν ἂν ὑπό του τῶν ἀ[να]μετρεῖν ᾑρημένων.

Ὅταν τοίνυν λέγηται περὶ τοῦ Ἰωσὴφ, ὅτι ἦν ἐτῶν δέκα καὶ ἑπτὰ, συντεθεῖσθαι δώσομεν τὸν Ἐμμανουὴλ εἰς ἕνα Χριστὸν καὶ Υἱὸν ἐκ δυοῖν τελείοιν, θεότητός τε καὶ ἀνθρωπότητος. Οὐ γάρ τοι παραδεξόμεθα τό τισι δοκοῦν, οἰομένοις ὅτι ψυχῆς λογικῆς ὁ θεῖος ἐκεῖνος κεκένωτο ναὸς, ὃν ἐκ τῆς ἁγίας Παρθένου πεφόρηκεν ὁ Θεὸς Λόγος. Ἀλλ᾽ ὥσπερ ἦν τέλειος ἐν θεότητι, οὕτω καὶ ἐν ἀνθρωπότητι, πλὴν εἰς ἕνα συγκείμενος ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν. Οὐκοῦν σημαίνει μὲν τὸ τέλειον ἐν θεότητι καὶ ὑπαινίττεταί πως ἡμῖν ὁ δέκα ἀριθμός. Τὸ δὲ οὕτως ἔχον, ἐν ἀνθρωπότητι πάλιν ὑπεμφήνειεν ἂν ὁ ἑπτὰ, μειονεκτούμενος μὲν ὡς ἐν Τριάδι τοῦ δέκα, ἐπενηνεγμένος δὲ αὐτῷ καὶ οἱονεὶ προσκείμενος.

Μετὰ γάρ τοι τὸν δέκα ἀριθμὸν συμβέβηκεν ὁ ἑπτά. Ἐν ὑπεροχῇ δὲ Τριάδος, τουτέστι Θεότητος, ὁ ἐκ Πατρὸς Θεὸς Λόγος· ἐν ὑφιζήσει δὲ τὸ ἀνθρώπινον, καὶ Θεοῦ δόξης ἐν μείοσι. Καὶ ὁ μὲν Θεὸς Λόγος νοεῖται προὼν, προσγέγονε δὲ αὐτῷ τὸ ἀνθρώπινον.

Οὐκοῦν ἀναγκαίως προτέτακται μὲν ὁ δέκα ἀριθμὸς, ἐπενήνεκταί γε μὴν ὁ ἑπτά. «Ἰωσὴφ γὰρ, φησὶν, δέκα καὶ ἑπτὰ ἦν ἐτῶν.» Ἄθρει δή μοι πρὸς τούτῳ τὸ πρόσκαιρόν τε καὶ ἄναρχον, ὡς ἔν γε δὴ χρόνῳ, φημὶ, τοῦ Ἐμμανουήλ. Γέγονε μὲν γὰρ ἐτῶν ἀπαρίθμησις ὡς ἐν εἰκόνι τῷ Ἰωσήφ· ἀλλ᾽ ἐπενήνεκται τὸ «ἦν.» Κέκληται μὲν γὰρ εἰς γένεσιν τὴν καθ᾽ ἡμᾶς νοουμένην, καὶ εἰς ἐτῶν ἀριθμὸν διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἀλλ᾽ ἕψεται πάντως τὸ «ἦν» αὐτῷ. Νοεῖται γὰρ καὶ ἔστιν ἀληθῶς τῷ Θεῷ καὶ Πατρὶ συναΐδιος, καὶ, ὡς ὁ θεσπέσιός φησιν Ἰωάννης, «Ἐν ἀρχῇ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Οὐκοῦν ἐρῶ εἰσαῦθις· Δέκα μὲν καὶ ἑπτὰ ἐτῶν ἦν Ἰωσὴφ ὁ θεσπέσιος, τὰς δὲ τοῦ πατρὸς ἀγέλας συνεποίμαινε τοῖς ἀδελφοῖς, τοῖς ἀπὸ Ζελφᾶς, φημὶ, καὶ Βάλλας, τουτέστι, τοῖς ἐκ θεραπαινῶν. Γεγονὼς γὰρ ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω περιέθει χώραν, συναγείρων ὥσπερ εἰς ἀγάπησιν τὴν πρὸς Θεὸν καὶ Πατέρα ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων.» Ἐποίμαινε τοίνυν τοῖς εἰς δουλείαν γεγεννημένοις ὁ Ἐμμανουὴλ, καὶ τοῖς οἱονεί πως ἐκ δύο παιδισκῶν, νόθην, καὶ οὐκ ἐλευθέραν λαχοῦσι τὴν γένεσιν.

Μετὰ γάρ τοι τὴν τοῦ Ἱεροβοὰμ βασιλείαν, ἀπήρκασι μὲν τῆς Ἱερουσαλὴμ αἱ δέκα φυλαὶ, κατῴχοντο δὲ καὶ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ, παραφέροντος εἰς τοῦτο τοῦ Ἱεροβοάμ. Πεπλάνηνται δὲ καὶ προσκεκυνήκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐκεῖ. Ὅθεν καὶ διὰ φωνῆς Ἰεζεκιὴλ, ὡς δύο γυναῖκας ἐκπεπορνευμένας κατῃτιᾶτο Θεὸς, οὕτω λέγων· «Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν τῇ Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον οἱ μαστοὶ αὐτῶν. Ἐκεῖ διεπαρθενεύθησαν.

Τὰ δὲ ὀνόματα αὐτῶν, Ὀόλλα ἡ πρεσβυτέρα, καὶ Ὀολίβα ἡ ἀδελφὴ αὐτῆς. Καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἡ Ὀόλλα, καὶ Ἱερουσαλὴμ ἡ Ὀολίβα.» Συνεποίμαινε τοίνυν καθ᾽ ἡμᾶς γεγονὼς ὁ Υἱὸς τοῖς ἐκ δουλείας ἅμα καὶ ἐκ πορνείας γεγεννημένοις.

Καθηγοῦνται γὰρ ἔτι τῶν ἐξ Ἰσραὴλ οἱ κατὰ νόμον προεστηκότες, καίτοι διδάσκοντος ἤδη καὶ μυσταγωγοῦντος Χριστοῦ τοὺς προσιόντας αὐτῷ, καὶ εἰς τὴν τῆς ἀληθείας ἀποκομίζοντος τρίβον. Αὕτη δὲ ἦν αὐτός. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ὁδός.» Ἀλλ᾽ οἱ μὲν Γραμματεῖς καὶ Φαρισαῖοι καὶ τὴν τῆς νομοθεσίας ἔχοντες δόξαν, κατέβοσκον εἰς τριβόλους, εἰς ἀκάνθας, εἰς πλάνησιν, εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων· ὁ δὲ εἰς νομὴν ἀγαθὴν, καὶ εἰς πόαν ὥσπερ εὐανθεστάτην, τῶν εὐαγγελικῶν παιδευμάτων τὴν εὐφυᾶ καὶ ἀξιάγαστον γνῶσιν. Καὶ οἱ μὲν ἦσαν ποιμένες ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ πρός γε τούτοις, λημμάτων ἡττώμενοι, καὶ φιλοκέρδειαν νοσοῦντες ἐσχάτην· τὸ «γάλα κατεσθίοντες, τὰ ἔρια περιβαλλόμενοι, καὶ τὸ παχὺ σφάζοντες,» κατὰ τὴν τοῦ προφήτου φωνήν· μισθωτοὶ καὶ ἀγέρωχοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ «χρῆναι πονεῖν ὑπὲρ τῶν προβάτων.» Ἀλλ᾽ ὥσπερ οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, ψόγον πονηρὸν κατήγαγον ἐπὶ τὸν Ἰωσὴφ, οὕτω καὶ τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ· Σαμαρείτην, καὶ οἰνοπότην, καὶ δαιμονῶντα πρὸς τούτοις, καὶ ταῖς τοῦ Βεελζεβοὺλ ἐνεργείαις ἐπικουρούμενον εἴς γε τὸ δύνασθαι, φημὶ, τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες.

Τοιγάρτοι καὶ διὰ φωνῆς προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν ψευδῆ κατ᾽ ἐμοῦ. »Καὶ πάλιν· «Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν, δι᾽ ἀπαιδευσίαν γλώττης αὐτῶν.» Πεφλυάρηκε τοίνυν κατὰ Χριστοῦ τῶν Φαρισαίων τὸ στῖφος, τὸ θρασύ τε καὶ ἀνελεύθερον. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατενεγκεῖν τοὺς ἀδελφοὺς ψόγον πονηρὸν κατὰ Ἰωσήφ. «Ἀλλ᾽ ἠγαπᾶτο, φησὶν, παρὰ τοῦ πατρὸς, ὅτι υἱὸς γήρως ἦν αὐτῷ.» Γεγόνασι μὲν γὰρ καὶ ἕτεροι ποιμένες, καλοί τε καὶ ἀγαθοὶ, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως τῆς ἐν κόσμῳ καὶ μετὰ σαρκός· καὶ πρό γε τῶν ἄλλων Μωσῆς ὁ θεσπέσιος, καὶ οἱ καθεξῆς τὰς λογικὰς ἀγέλας διαποιμαίνοντες. Πλὴν διαφερόντως ἠγάπησε τὸν Υἱὸν ὁ Πατήρ, καίτοι τελευταῖον ὄντα μετὰ τοὺς ἄλλους, καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος γεγονότα καιροῖς. Ἁρμόσει μὲν οὖν τῷ Ἰακὼβ υἱὸν γήρως ἔχειν τὸν Ἰωσήφ. Θεὸς δὲ ἀγήρως, ἄναρχός τε καὶ ἀναυξὴς, καὶ ἀεὶ παντέλειος. Ταύτῃτοι σοφῶς τῆς τοῦ πρέποντος θήρας ἀφαμαρτεῖν οὐκ ἐφιέντες τὸν λόγον, γήρως ὥσπερ υἱὸν γεγεννῆσθαί φαμεν τῷ Θεῷ καὶ Πατρὶ τὸν Ἐμμανουὴλ, ὡς ἐν χρόνοις γεγονότα τοῖς τελευταίοις τοῦ αἰῶνος, δηλονότι τοῦ ἐνεστῶτος, καὶ ἐπεί τοι μετ᾽ αὐτὸν ἕτερος οὐδείς.

Οὐ γὰρ ἐν ἑτέρῳ σώζεσθαι προσδοκῶμεν. Ἀρκέσει δὴ μόνος, ὅτι μηδὲ ἐν ἄλλῳ κεῖσθαί φαμεν τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωήν. Αὐτὸς οὖν ἡμᾶς εἰς αἰῶνας ποιμανεῖ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ ὑπ᾽ αὐτῷ κεισόμεθα τῷ ἀγαπητῷ, πεφηνότι μὲν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καθάπερ ἔφην ἀρτίως, μετὰ σαρκὸς, προϋφεστηκότι δὲ ὡς Θεῷ.

Φαμὲν γὰρ εἶναι τῷ Πατρὶ συναΐδιον. Οὐκοῦν ἠγαπᾶτο μὲν παρὰ τοῦ πατρὸς διαφερόντως ὁ Ἰωσήφ· χιτῶνα δὲ αὐτῷ ποικίλον ἐδίδου, γέρας ὥσπερ ἐξαίρετον, καὶ τῆς ἐνούσης φιλοστοργίας μήνυσιν ἐναργῆ τὸ χρῆμα τιθείς. Ἀλλ᾽ ἦν καὶ τοῦτο τοῖς ἀδελφοῖς βασκανίας ἐρέθισμα, καὶ φθόνου πρόφασις· καθὼς καὶ αὐτὸ τῶν πραγμάτων διδάξει τὸ πέρας. Ἐπεμαίνοντο δὲ καὶ οἱ Φαρισαῖοι τῷ ἠγαπημένῳ, τουτέστι Χριστῷ, διά τοι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ποικιλότροπόν τινα κατημφιέσθαι δόξαν. Τεθαύμαστο γὰρ κατὰ πολλοὺς, οἶμαι, τρόπους· τοῦτο μὲν ὡς ζωοποιὸς, τοῦτο δὲ ὡς φῶς καὶ καταφωτίζειν οἷός τε τοὺς ἐν σκότῳ, ὡς λεπροὺς καθαρίζων, καὶ νεκροὺς κἂν ἤδη δυσωδοῦντας ῥᾷστα ἐγείρων, ὡς θαλάσσαις ἐπιτιμῶν, καὶ αὐτοῖς ἐπ᾽ ἐξουσίας ἐποχούμενος κύμασι.

Καὶ γοῦν ἤδη πως Ἰουδαῖοι διηπορηκότες, καὶ τῷ τῆς βασκανίας πυρὶ λοιπὸν ἀφορήτως κατατρυχόμενοι, πρὸς ἀλλήλους ἔλεγον· «Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.» Αἴνιγμα δὴ οὖν ὁ παμποίκιλος ἡμῖν χιτών ἐστι τῆς πολυειδοῦς εὐκλείας, ἢν ὁ Θεὸς καὶ Πατὴρ περιθεῖναι λέγεται τῷ Υἱῷ καθ᾽ ἡμᾶς γενομένῳ διὰ τὸ ἀνθρώπινον.

Ἐπεὶ τό γε ἧκον εἰς ἰδίαν φύσιν, αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος· κἂν εἰ λέγοι τυχὸν οἰκονομικῶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Παρεθήγοντο δὴ οὖν εἰς λύπας οἱ ἐκ θεραπαινῶν, ἐφ᾽ οἷς ἔφην ἀρτίως. Καὶ πρός γε δὴ τούτοις, ὕποπτοι γεγόνασι διὰ τὴν τῶν ἐνυπνίων ἀφήγησιν.

Προαναμανθάνοντες γὰρ, ὡς αὐτοὶ μὲν ἔσονται κατὰ καιροὺς ὑπὸ πόδας, καὶ προσκυνηταί· ὁ δὲ λίαν δὴ ὑπερκείσεται, καὶ εἰς τοῦτο δόξης ἀναδραμεῖται λοιπὸν, ὡς καὶ αὐτοῖς γενέσθαι προσκυνητὸν τοῖς γεγεννηκόσιν· ἐπέτριζον ἤδη τοὺς ὀδόντας αὐτῶν, καὶ τὰς ἐπὶ τὸ χρῆναι φονᾷν εἰσεδέχοντο γνώμας.

Παρωξύνοντο δὲ καὶ οἱ Ἰουδαῖοι, καὶ λελύπηντο οὐ μικρῶς, μανθάνοντες ὅτι καὶ αὐτοὺς ὑπερκείσεται τοὺς ἁγίους Πατέρας ὁ Ἐμμανουὴλ, καὶ προσκυνητὸς ἔσται παντὶ τῷ λαῷ, μᾶλλον δὲ ἁπάσῃ τῇ γῇ. Καὶ τοῦτο συνιέντες ἔφασκον· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ·» καίτοι τοῦ μακαρίου Δαβὶδ ἀναφανδὸν λέγοντος ἐνηνθρωπηκότι τῷ Μονογενεῖ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε·» ἄλλοτε δ᾽ αὖ καὶ αὐτῶν τῶν ἐξ Ἰσραὴλ τὸν ἐπὶ Χριστῷ φθόνον καὶ τὴν ἀνοσίαν ὀργὴν καταφανῆ τιθέντος καὶ λέγοντος· «Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.» Ἀποχρώντως δὴ οὖν τὸν ἀπηνῆ καὶ ἀτίθασσον τῶν Ἰουδαίων καταδείξαντες φθόνον, ἐπὶ καιροῦ λέγωμεν τὰ δύσοιστά τε καὶ μιαιφόνα τολμήματα, πανταχῆ τὸν τῆς ἱστορίας παραθλίβοντες λόγον, καὶ εἰς αὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀναθέοντες τὸν σκοπόν. Ἀνακομίζει γὰρ αὖθις εἰς τοῦτο ἡμᾶς ὁ λόγος.

εʹ. Ἰέναι μὲν γὰρ ἐν Σιχὲμ τὸν θεσπέσιον Ἰωσὴφ τὸ τοῦ πατρὸς ἀναπείθει πρόσταγμα, εἴπερ εἰσὶν ἐν εὐρωστίαις, καὶ ὅποι ποτὲ καὶ τίνα δὴ τρόπον διαποιμαίνουσιν ἐποπτεύσηται τοὺς ἀδελφούς. Ὁ δὲ ἄπεισι μὲν, εὑρίσκει δὲ μόλις, ἥκιστα μὲν ἐν Σιχὲμ, κατοιχομένους δὲ μᾶλλον εἰς Δοθαΐμ. Ὡς δὲ δὴ προσιόντα τεθέανται, πικρὸν καὶ ἀπηχθημένον μειδιῶσι, λέγοντες· «Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται.» Διαχρήσασθαι δὲ βουλομένους ἀπείργει μὲν ὁ Ῥουβείμ· καθίεσαν δ᾽ οὖν εἰς ἕνα τῶν λάκκων, καὶ τῆς τοῦ Ῥουβεὶμ συμβουλῆς ἀλογήσαντες. Μετ᾽ οὐ πολὺ δὲ τοῦ λάκκου τὸν νεανίαν ἀνιμησάμενοι, τοῖς Ἰσμαηλίταις ἀπέδοντο καταβαίνουσιν εἰς τὴν Αἰγυπτίων.

Ὑπονοστήσας γε μὴν ἐπὶ τὸν λάκκον ὁ Ῥουβεὶμ, εἶτα τὸ μειράκιον οὐχ εὑρὼν, ἐκτεθνάναι δὲ ἤδη νομίσας, ἔργον τε γενέσθαι τῆς τῶν φονώντων ἀνοσιότητος, δεδυσφόρηκεν οὐ μικρόν. Καὶ ἀπεκομίσθη μὲν Ἰωσὴφ εἰς Αἴγυπτον· τεθρήνηκε δὲ ὁ πατὴρ, καὶ μέχρι πολλοῦ κατοιμώζων διετέλει.

Ἀπεστάλη δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπισκεψόμενος τοὺς ἐξ Ἰσραὴλ, εἰ διατελοῦσιν ἐν εὐρωστίαις, δῆλον δὲ ὅτι ταῖς νοηταῖς, καὶ εἰ μεμένηκεν ἐν καλῷ τὰ ὑπ᾽ αὐτοὺς θρέμματα, τῆς τῶν ποιμένων ἐπιεικείας οὐκ ἀπομοιρήσαντα. Ἀλλ᾽ εὕρηνται μὲν οὐκ ἐν Σιχὲμ, ἀλλ᾽ ἐν Δοθαΐμ. Ἡ Σιχὲμ ὦμος ἑρμηνεύεται. Σημεῖον δ᾽ ἂν γένοιτο φιλεργίας τὸ μέλος. Κατείθισται γάρ πως ἡ θεόπνευστος Γραφὴ, ποτὲ μὲν ἰσχὺν, ποτὲ δὲ εἰς ἔργου τύπον ποιεῖσθαι τὸν ὦμον. Οἶον ἐκεῖνό φαμεν τὸ, «Δὸς καρδίαν σου εἰς τοὺς ὤμους,» τουτέστιν, εἰς φιλεργίαν. Δοθαῒμ δὲ πάλιν, ἔκλειψις ἱκανή. Κατελήφθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, οὐκ ἐν φιλεργίαις ὄντες ταῖς εἰς ἀρετὴν, οὔτε μὴν ἐν εὐδοκιμήσεσι ταῖς κατὰ τὸν νόμον, ἀλλ᾽ ἐν ἐκλείψει πολλῇ, δικαιοσύνης δηλονότι καὶ ἁπάσης ἐπιεικείας.

Οὐ γὰρ ἦν «δίκαιος οὐδὲ εἷς, οὐκ ἦν ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός·» ἀλλ᾽, ὡς Θεός πού φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, μόνην αὐτῷ προσῆγον τὴν ἀπὸ γλώττης τιμὴν, τὸν νοῦν ἑτέρωθι μεταστήσαντες, καὶ τοῦ χρῆναι πληροῦν τὰ νενομισμένα διὰ Μωσέως, πόῤῥω που μετοικισάμενοι τὴν καρδίαν.

Προσέκειντο γὰρ μόναις διδασκαλίαις, καὶ ἐντάλμασιν ἀνθρώπων. Ἀλλ᾽ ἐπέγνωσαν μὲν παρόντα μετὰ σαρκὸς τὸν ἠγαπημένον, τὸν νοητὸν Ἰωσήφ. Ἔφη γὰρ ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης, ὅπως μέν τοι καὶ «ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.» Ἐπιγνόντες τοίνυν πεπαρῳνήκασιν εἰς αὐτόν. Ἀπεκτόνασι γὰρ, καὶ ὥσπερ εἴς τινα λάκκον καθῆκαν οἱ δείλαιοι, τὸ βαθὺ καὶ σκοτεινὸν τοῦ θανάτου βάραθρον, τουτέστι τὸν ᾅδην. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος Δαβὶδ κατεσήμαινε λέγων ὡς πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὡς ἐκ προσώπου Χριστοῦ· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Ἄθρει δέ μοι τῶν ἱερῶν Γραμμάτων τὴν ἰσχὺν, καὶ τὸ πολὺ λίαν ἀπεξεσμένον εἰς τὸ ἀκριβές· «Ὁ λάκκος, φησὶ, κενὸς, ὕδωρ οὐκ εἶχεν, »ἵνα σαφῶς καὶ ἐναργῶς ὁ ᾅδης ἡμῖν διὰ τούτου κατασημαίνηται.

Καὶ τίνα τρόπον, ἐρῶ· ὕδωρ μὲν γὰρ σύμβολον ἂν εἴη ζωῆς, ὡς ζωοποιόν. «Ὕδωρ δὲ οὐκ εἶναί φησιν ἐν τῷ λάκκῳ.» Τῶν γὰρ ζωῆς ἐστερημένων νοοῖτ᾽ ἂν εἰκότως ὁ ᾅδης οἶκός τε καὶ ἐνδιαίτημα. Πλὴν ἀνεβιβάσθη τὸ παιδάριον. Ἀνεβίω δὲ καὶ ὁ Χριστὸς ἐκ νεκρῶν. Οὐ γὰρ γέγονε τῷ λάκκῳ κάτοχος.

Οὐδὲ μεμένηκεν ὁ Χριστὸς εἰς ᾅδου, κεκένωκε δὲ μᾶλλον αὐτόν. «Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε.» Ἐπειδὴ δὲ ἀνεβιβάσθη, καὶ οὐκ εἰς μακρὰν ὁ θεσπέσιος Ἰωσὴφ ἀπῆλθεν εἰς τὴν Αἰγυπτίων, ἐκπριαμένων αὐτὸν τῶν Ἰσμαηλιτῶν· ἦσαν δὲ ἀρωμάτων ἔμποροι. Ἀνεβίω μὲν γὰρ καὶ ὁ Χριστὸς, καὶ ἀναβέβηκεν ἐκ τοῦ λάκκου. Μεταπεφοίτηκε δὲ τὴν Ἰουδαίαν ἀφεὶς εἰς τὴν τῶν ἐθνῶν χώραν· περιφερόντων αὐτὸν τῶν νοητῶν Ἰσμαηλιτῶν, τουτέστι, τῶν ἐν ὑπακοῇ Θεοῦ· ἑρμηνεύεται γὰρ οὕτως ἡ λέξις. Τίνες δ᾽ ἂν εἶεν οἱ τοιοίδε; Πάλιν οἱ μακάριοι μαθηταὶ, τὸ οὖς ὑποθέντες τοῖς διὰ Χριστοῦ παιδεύμασι, καὶ ἀπαρχὴ γεγονότες τῶν εὐδοκιμούντων ἐν ὑπακοῇ καὶ πίστει, καὶ τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Οἱ γὰρ τοιοίδε νοοῖντ᾽ ἂν εἰκότως καὶ ἀρωμάτων ἔμποροι, τὸ Χριστοῦ μυστήριον εὐωδιάζοντες, καὶ ἁπάσης ἀρετῆς ἰδέαν ἐν ἰδίαις ψυχαῖς ἀναματτόμενοι γενικῶς. Οὗτοι τὸν Ἰησοῦν ἐξεπρίαντο τρόπον τινὰ, πάντα μὲν ἀφέντες τὰ ἐν νόμῳ λαμπρὰ, τὸν ἕνα δὲ καὶ «πολύτιμον» ἐμπορευσάμενοι «μαργαρίτην,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος παραβολήν. Οὗτοι τοῖς ἔθνεσι διεκόμισαν τὸν Χριστὸν, ἱερουργοῦντες τὸ Εὐαγγέλιον, καὶ ἀνὰ πᾶσαν τὴν ὑφ᾽ ἥλιον κηρύττοντες ὡς Θεὸν καὶ Κύριον, καὶ ὡς λίθον ἐκλεκτὸν, ἀποδοκιμασθέντα μὲν παρὰ τῶν ἐν νόμῳ καὶ νοητῶν οἰκοδόμων, ἐκλεκτὸν δὲ καὶ ἔντιμον παρὰ Θεῷ, καὶ εἰς κεφαλὴν γωνίας κείμενον.

Πλὴν ὅτι κεκώλυκεν ὁ Ῥουβεὶμ φονῶντας τοὺς ἀδελφούς· δεδυσφόρηκε δὲ καὶ Ἰούδας. Καὶ ἦν μὲν Ῥουβεὶμ πρωτότοκος· Ἰούδας γε μὴν ἐκ τῆς εἰς βασιλείαν κεκλημένης φυλῆς. Οὐκοῦν ὅσοι τὴν τοῦ πρωτοτόκου συμμορφίαν πεπλουτήκασι, εἴπερ ἧσαν ἐξ Ἰουδαίων, καὶ ὅσοι κέκληνται πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸ διὰ Χριστοῦ προσηκάμενοι κήρυγμα, δεδυσφορήκασιν οὐ μικρῶς ἐπὶ τοῖς κατ᾽ αὐτοῦ τολμήμασιν. Ἦσαν γὰρ, ἦσαν οὐκ εὐαρίθμητοι κατ᾽ ἐκεῖνο καιροῦ, κατά τε τὴν Ἱερουσαλὴμ καὶ τὴν ἑτέραν τῶν Ἰουδαίων χώραν, οἱ λελυπημένοι καὶ συναλγήσαντες Χριστῷ ἠτιμασμένῳ. Τεθρήνηκε δὲ ὁ πατὴρ τὸν Ἰωσήφ· «Οὐ γὰρ ἤθελε παρακληθῆναι,» φησίν. Πάρεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν ὅτι λελύπηκεν οὐ μετρίως τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν ἡ εἰς Χριστὸν παροινία καὶ τὰ μιαιφόνα τῶν Ἰουδαίων ἐγχειρήματα. Προσκεκρούκασι δὲ οὕτω δεινῶς, ὡς παραιτεῖσθαι παράκλησιν, μονονουχὶ δὲ καὶ ἀνέχεσθαι μηδενὸς εἴπερ ἕλοιτό τις τὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι λιτάς. Ἐλιπάρουν μὲν γὰρ οἱ προφῆται πολλάκις, καὶ σώζεσθαι παρεκάλουν τὸν Ἰσραήλ· καίτοι δεδρακότα τὰ ἐπέκεινα λόγου παντὸς κατὰ τῶν προφητῶν. Κατενόησε δὲ τὴν ἡμερότητα πολλάκις Θεός· οἰκέται γὰρ ἦσαν οἱ κινδυνεύσαντες Ἐπεὶ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν τὸν Χριστὸν, ἀπαράκλητος ὁ Πατὴρ, δυσανάτρεπτος ὁ θυμός.

Ὕβρισται γὰρ οὐκ ἔτι τις προφήτης, ἀλλ᾽ ὁ τῶν ὅλων Σωτὴρ, ὁ Δεσπότης τῶν προφητῶν, τουτέστι Χριστὸς, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ. αʹ. Σκοπὸς τῇ θεοπνεύστῳ Γραφῇ, τὸ Χριστοῦ μυστήριον διὰ μυρίων ὅσων ἡμῖν κατασημῆναι πραγμάτων. Παρεικάσαι δ᾽ ἄν τις αὐτὴν λαμπρᾷ καὶ ἀξιαγάστῳ πόλει, καὶ οὐ μίαν ἐχούσῃ τὴν βασιλέως εἰκόνα, πλείστας δὲ ὅσας, καὶ ἐν τόπῳ παντὶ ἀνατεθειμένας περιφανῶς. Ἄθρει γὰρ ὅπως τῶν εἰς τοῦτο τελούντων διηγημάτων οὐδὲν μὲν παρίησιν, ἔρχεται δὲ διὰ πάντων. Κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστορίας ὁ λόγος, δι᾽ οὐδενὸς ποιεῖται τὰ τοιάδε τυχὸν, ἔς τ᾽ ἂν αὐτῇ τὸ προκείμενον ἐξυφαίνηται καλῶς· Ποιεῖσθαι γὰρ κατάῤῥησιν τῆς τῶν ἁγίων ζωῆς οὐ σκοπὸς αὐτῇ· πολλοῦ γε καὶ δεῖ· διαμορφοῦν δὲ μᾶλλον ἡμῖν τοῦ μυστηρίου τὴν γνῶσιν, δι᾽ ὧν ἂν γένοιτο σαφής τε καὶ ἀληθὴς ὁ ἐπ᾽ αὐτῷ λόγος· καὶ οὐδαμόθεν ἔχων τὸ ἐπιτιμᾶσθαι δεῖν, ὡς τῆς ἀληθείας ἡμαρτηκώς. Γράφεται τοίνυν ἡμῖν ὡς ἐν τῷ Ἰούδᾳ πάλιν, καὶ μέντοι καὶ τῇ Θάμαρ, τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ μυστήριον. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο πρὸς ἄνδρα τινὰ Ὀδολαμίτην, ᾧ ὄνομα Ἵρας. Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαβά. Καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἥρ. Καὶ συλλαβοῦσα πάλιν, ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνᾶν.

Καὶ προσθεῖσα, ἔτι ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ.» Παῖδες μὲν οὖν οὖτοι γεγόνασι τῷ Ἰούδᾳ τρεῖς. Ἐπειδὴ δὲ εἰς ἥβην ἧκον οἱ νεανίαι, δέχεται τὴν Θάμαρ, καὶ τῷ πρωτοτόκῳ συγκαθείργνυσι, τουτέστι, τῷ Ἥρ.

Ἐπειδὴ δὲ ἦν πονηρὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πρὸ παίδων γονῆς τῶν καθ᾽ ἡμᾶς ἀπηλλάττετο. «Ἀπέκτεινε γὰρ, φησὶν, αὐτὸν ὁ Θεός.» Εἶτα προτρέπει τὸν Αὐνᾶν ὁ πατὴρ, τῇ τοῦ ἀδελφοῦ συγκατευνάζεσθαι γυναικὶ, καὶ ἀναστῆσαι σπέρμα τῷ κατοιχομένῳ.

Ὁ δὲ, ἐπείπερ οὐκ αὐτοῦ φησιν ἔμελλεν ἔσεσθαι τὸ γεννώμενον, τὸν συνόδου νόμον ἠδίκει, καταχέων εἰς γῆν, καὶ οὐχὶ μᾶλλον ἐδίδου τὴν σποράν. Διόλλυται δὲ καὶ οὗτος εὐθὺς ἐκ θείας ὀργῆς. Οὗ γεγονότος, ἐδεδίει λοιπὸν ὁ Ἰούδας τὸν τρίτον αὐτῇ συγκατοικίζειν υἱὸν, φημὶ δὴ τὸν Σηλώμ. Καὶ τῶν εἰς τοῦτο δειμάτων ἡ πρόφασις ἦν, «Μὴ ἄρα πως καὶ αὐτὸς ἀπόλοιτο,» φησίν. Ἐποιεῖτο δὲ σκῆψιν τοῦ μὴ χρῆναι πληροῦν τὸν γάμον, τὸ τῆς τοῦ παιδὸς ἡλικίας κομιδῇ βραχύ. Εἶπε γὰρ, φησὶ, τῇ νύμφῃ αὐτοῦ· «Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου.» Εἶπε γάρ· «Μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ.» Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο, ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. Εἶτα καιροῦ διαγεγονότος, δεδυσφόρηκεν ἡ Θάμαρ ἐπὶ τῷ μελλησμῷ τοῦ γάμου. Συνίησι δὲ ἤδη πως, ὡς οὐκ ἂν οἴσει πρὸς πέρας αὐτῇ τὸ ἐπηγγελμένον ὁ κηδεστής. Σκήπτεται δὲ μᾶλλον ἀνατιθεὶς εἰς ὑπέρθεσιν καὶ εἰς ἐλπίδας οὐκ ἐσομένας τὸ προσδοκηθέν. Καὶ τί δὴ ἄρα πρὸς τοῦτο μηχανᾶται λοιπόν; «Ἀπηγγέλη, φησὶ, τῇ Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες· Ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ.

Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾽ ἑαυτῆς, περιεβάλ[λ]ετο θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθητο πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. Εἶδε γὰρ ὅτι μέγας γέγονεν ὁ υἱὸς αὐτοῦ Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. Καὶ ἰδὼν αὐτὴν ὁ Ἰούδας, ἔδοξεν αὐτὴν πόρνην εἶναι. Κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.» Εἶτα συνηρπάζετο πρὸς ἐπιθυμίαν· αἰτοῦντι δὲ τῷ γυναίῳ μισθώματα, πέμψειν ἔριφον ἐπηγγέλλετο, ὅμηρά τε τῆς ἐπαγγελίας αἰτούσῃ, δίδωσι τὴν ῥάβδον, καὶ τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον· τουτέστι κόσμημά τι τῶν περὶ τὴν δέριν (οἰηθείη δ᾽ ἄν τις, καὶ μάλα εἰκότως, ἅτε δὴ Χαλδαῖον ὄντα τὸν Ἰούδαν, μὴ ἐν ῥᾳθυμίᾳ γενέσθαι τοῦ κατακλίνεσθαι φιλεῖν)· φιλόκοσμοι γὰρ οἱ Χαλδαῖοι, χρυσῷ δὲ καὶ χεῖρας καὶ δέριν καταλαμπρύνουσι, καὶ αὐτὴν δὲ τρίχα στεφανοῦσιν ἔσθ᾽ ὅτε.

Νενόμισται δὲ καὶ τοῦτο παρ᾽ αὐτοῖς καὶ ἀνδροπρεπὲς, γνώρισμά τε τῆς ἀνωτάτω λοιπὸν εὐγενείας καὶ τῶν εἰς ἀνδρείαν ἐπαίνων οὐκ ἀμοιροῦν. Τούτων δὲ ὧδε τετελεσμένων, ᾤχετο μὲν ὁ Ἰούδας οἷπερ ἦν ἐν ἀρχαῖς ὁ σκοπὸς αὐτῷ. Ἡ δὲ πρὸς τὴν τοῦ πατρὸς ἑστίαν ἀνεκομίζετο, καὶ δὴ καὶ ἐν καλῷ τῆς ἐλπίδος ἦν κυοφοροῦσα λοιπόν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ἰούδας, τεθνάναι δεῖν ἔφη τὸ γύναιον ὡς πεπορνευμένον.

Ὡς δὲ ἦν ἐν ἐσχάτοις, παρέδειξεν αὐτῷ τὴν ῥάβδον καὶ τὰ λοιπὰ, λέγουσα· «Ἐκ τοῦ ἀνθρώπου οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. Καὶ εἶπεν· Ἐπίγνωθι τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος αὕτη. Ἐπέγνω δὲ Ἰούδας καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ. Οὗ ἕνεκα οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου; Καὶ οὐ προσέθετο ἔτι γνῶναι αὐτήν. Ἐγένετο δὲ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα αὐτοῦ.

Λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα· Οὗτος ἐξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Ἡ δὲ εἶπε· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. Μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾽ ὧν ἦν ἐν τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαρᾶ.» Καὶ ταυτὶ μὲν ἔφην ἀπό γε τοῦ γράμματος. Κεκρυμμένος δὲ πάλιν τῶν ἀναγκαίων ὁ νοῦς. Ὃν καὶ ὅπως ἂν ἔχοι, διασκεψόμεθα, καὶ οὐκ εἰς μακράν.

βʹ. Χρῆναι δὲ οἶμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὅτι κἂν εἰ γένοιντό πως ἐν τοῖς οὐ σφόδρα σεμνοῖς οἱ δόξαν ἔχοντες τὴν διαφανῆ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, Θεοῦ τι τῶν ἀναγκαίων εἰς ὄνησιν εὖ μάλα διοικουμένου, διωσόμεθά ποι μακρὰν τὸ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβος· εἰ ἐν λόγῳ ποιούμεθα τὸ εἶναι σοφοὶ καὶ ἀγχίνοοι, καὶ τῶν οἰκονομικῶς χρειωδέστατα δρωμένων οὐκ ἀνεπιστήμονες. Ἐννοῶμεν γὰρ, ὅτι καὶ ὁ μακάριος προφήτης Ὠσηὲ γυναῖκα μὲν πόρνην ἑαυτῷ κατεμισθοῦτό ποτε, καὶ τὸν οὕτω διαβεβλημένον οὐ παρῃτεῖτο γάμον, καὶ τέκνων ἀπηχθημένων κεχρημάτικε πατήρ· οἷς ἦν ὀνόματα· «Οὐ λαός μου,» καὶ, «Οὐκ ἠλεημένη.» Καὶ τί τὸ χρῆμα καὶ ἐπὶ τίσιν ἐπράττετο, διειπεῖν οὐκ ὀκνήσομεν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν κηρύγμασιν ἀντεφέροντο τῶν ἐξ Ἰσραὴλ οἱ δοκοῦντες εἶναι περιφανέστατοι, καὶ ἀπαράδεκτος αὐτοῖς ὁ θεῖος ἦν λόγος· ἐπράττετο διὰ τῶν ἁγίων ἐκεῖνα κατὰ καιροὺς, ἵνα κἂν γοῦν ἐν αὐτοῖς τοῖς δρωμένοις τὰ ἐσόμενα βλέποντες καθάπερ ἐν πίνακι λαμπρῶς καὶ ἀναφανδὸν γεγραμμένα, πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν καταθεῖεν τὸν νοῦν, καὶ πρός γε τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν αὐτοί τε μεταφοιτήσειαν, ἀναπείθοιεν δὲ καὶ ἑτέρους.

Ἐμάνθανον γὰρ, ὅτι καὶ οὐ λαὸς ἔσονται κατὰ καιροὺς, καὶ ἐν τοῖς οὐκ ἠλεημένοις κατατετάξονται, σκληροί τε καὶ ἀφιλήκοοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠῤῥωστηκότες καὶ μέχρι παντὸς ἐξεληλεγμένοι; Τὸ δέ γε τῇ πόρνῃ συγκατηυλίσθαι τυχὸν τὸν προφήτην, τύπος ἦν ἄρα Θεοῦ, καθάπερ τινὶ πόρνῃ καὶ μυσαρωτάτῃ γυναικὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ συνῳκηκότος τρόπον τινὰ, καὶ παίδων γένεσιν τὴν ἀπηχθημένην ἀπ᾽ αὐτῆς ἑλομένου.

Ἐννοοῦντες οὖν ἄρα τῆς κατὰ καιροὺς οἰκονομίας τοὺς τρόπους, ψόγου καὶ καταβοῆς τῆς ἐπί γε τῷ πορνεῦσαι, φημὶ, αὐτήν τε τὴν Θάμαρ καὶ μέντοι καὶ τὸν Ἰούδαν εἰκότως ἀπαλλάξομεν· σύνοδον δὲ μᾶλλον οἰκονομικὴν γενέσθαι φαμέν. Ἡ μὲν γὰρ ἐπεθύμει γονῆς ἐλευθέρας, τοῦ κατὰ νόμον συνῳκηκότος ἐστερημένη· ὁ δὲ ἦν ἤδη πως οὐκ ἐν αἰτίᾳ πολλῇ τοῦ καὶ, εἴπερ ἕλοιτο, συνελθεῖν ἑτέρᾳ, τεθνεώσης αὐτῷ τῆς πρώτης. Κοινωνίας δὲ τῆς πνευματικῆς καὶ μὴν καὶ τόκου τοῦ νοητοῦ σύνοδός ποι πάντως ἡμῖν καὶ ἀπότεξις σωματικὴ καταγράψειεν ἂν ἐφ᾽ ἑαυτῆς τοὺς τύπους. Χειραγωγηθείη γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἂν μᾶλλον ἐπὶ τὸ ἀληθὲς ὁ ἀνθρώπινος νοῦς.

γʹ. Καταβέβηκε τοίνυν Ἰούδας, καὶ ἀφίκετο πρὸς ἄνθρωπον, ᾧ ὄνομα Ἵρας. Αἰπόλος δὲ οὗτος καὶ τεχνίτης τὰ ποιμενικά. Καὶ τὴν Σαβᾶν ἐκεῖσε θεασάμενος, ἐποιεῖτο μὲν σύνοικον, μητέρα δὲ καὶ τριῶν ἀπέδειξε τέκνων· Ἣρ δὴ λέγω καὶ Αὐνᾶν, καὶ μέντοι καὶ Σηλώμ. Καὶ ὁ μὲν Ἣρ δερμάτινος, τουτέστι σάρκινος, ἑρμηνεύεται· πεπληγὼς δὲ καρδίαν Αὐνᾶν· ἐκσπασμὸς δὲ ὁ τρίτος, ἤγουν ὑπόλυσις καὶ εἰρήνευσις. Καταβέβηκε δὲ καὶ ἐξ οὐρανῶν, καθάπερ ἔκ τινος ἁγίας γῆς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἀληθῶς ὑμνούμενος, καὶ τῆς βασιλείας τὴν δόξαν φυσικῶς ἀνημμένος. Τουτὶ γὰρ ἡμῖν τὸ Ἰούδα πρόσωπον ὑπεμφήνειεν ἄν· αἴνεσιν μὲν γὰρ ἡ τοῦ ὀνόματος σημασία δηλοῖ. Βασιλικωτάτη δὲ τῶν ἄλλων, καὶ ἐν ταῖς εἰς ἄκρον ὑπεροχαῖς ἡ Ἰούδα τέθειται φυλή. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰακὼβ, τὴν ἐπ᾽ αὐτῷ ποιούμενος εὐλογίαν, Ἰούδα φησὶ, «Σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» Μεμαρτύρηκε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὡς ἐκ τῆς Ἰούδα φυλῆς ἀνέφυ Χριστὸς, ὁ παρὰ πάσης κτίσεως ὑμνούμενος. Καταβέβηκε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐπεφοίτησε μὲν τῇ ἐρήμῳ Μαδιὰμ διαποιμαίνοντι τότε τῷ μακαρίῳ Μωσεῖ.

Ὤφθη γὰρ αὐτῷ ἐν εἴδει πυρὸς ἐν τῇ βάτῳ, καὶ συνήφθη τρόπον τινὰ δι᾽ αὐτοῦ, καθάπερ ἀλλοφύλῳ Χαναναίᾳ γυναικὶ, τῇ κατ᾽ Αἴγυπτον Συναγωγῇ τῶν υἱῶν Ἰσραήλ· καθάπερ ἀμέλει καὶ ὁ Ἰούδας διὰ τοῦ ποιμαίνοντος τῇ Σαβᾷ, ἢ διερμηνεύεται ὕψωσίς τε καὶ ἔπαρσις. Κεκλημένη γὰρ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, χθαμαλὴ μὲν ἦν οὐκέτι καὶ πεπατημένη, καὶ τὸ τῆς δουλείας ἔχουσα σμικροπρεπὲς, ὑψηλὴ δὲ γέγονε καὶ διαφανής. Λελύτρωται γὰρ ὡς ἐκ καμίνου σιδηρᾶς, καὶ ἐξ οἴκου δουλείας, κατὰ τὸ γεγραμμένον. Εἶτα τῆς ἐν Αἰγύπτῳ Συναγωγῆς τῆς ὡς ἀλλοφύλου τε καὶ εἰδωλολατρούσης ποτὲ τρεῖς γεγόνασι λαοὶ, τὴν υἱῶν τάξιν ἀποπληροῦντες Θεῷ, καὶ μιᾶς μὲν ὥσπερ ἐκπεφυκότες μητρὸς, μερισάμενοι δὲ τὴν ἐν χρόνῳ γένεσιν. Καὶ τίνα δὴ τρόπον, ἐροῦμεν οὐκ εἰς μακράν. Εἶτα τὴν Θάμαρ πρώτῳ μὲν τῷ Ἣρ, ὃς ἦν πρωτότοκος, συνῆψεν Ἰούδας. Ἐπεὶ δὲ πονηρὸν ὄντα διώλεσε Θεὸς, διαδέχεται τὸν γάμον εὐθὺς ὁ Αὐνᾶν, ὃς ἦν καὶ γενέσει καὶ χρόνῳ δεύτερος.

Ὁ δὲ ἐπείπερ οὐκ ἤθελεν ἐγεῖραι σπέρμα τῷ ἀδελφῷ, συνδιόλλυται τῷ πρώτῳ, θείας καὶ αὐτὸν εἰς τοῦτο ὑπενεγκούσης ὀργῆς. Εἶτα τὸν τρίτον, τουτέστι, τὸν Σηλὼμ, οὐκ ἐφίησιν ὁ πατὴρ μεταποιεῖσθαι τοῦ γάμου, μὴ ἄρα τοῖς πρώτοις συναπόληται δεδιώς.

Καὶ τί δὴ τὸ χρῆμα, διειπεῖν πειράσομαι σοφοῦντος Θεοῦ. Τὴν γάρ τοι πρώτην τε καὶ ἐν Αἰγύπτῳ Συναγωγὴν, ἣν ἀλλόφυλον εἶναι δεδώκαμεν, διά τοι τὸ λίαν ἀπηγριῶσθαι τότε τρόποις τε καὶ ἔθεσιν Ἑλληνικοῖς, μεταῤῥυθμίσας Θεὸς, διὰ πολιτείας ἐκ νόμου, νέαν ὥσπερ ἀπέδειξε Συναγωγὴν, καὶ οἱονεί πως ἑτέραν παρὰ τὴν πρώτην. Καὶ τοῦτό ἐστιν ἡ Θάμαρ. Ἄθρει δὲ, ὅπως καὶ ἐν ταῖς τῶν ὀνομάτων ἑρμηνείαις εὑρίσκεται τὸ μυστήριον. Διερμηνεύεται γὰρ ἡ Θάμαρ, ἔκλειψις, ἢ σαλευομένη. Σεσάλευται δὲ καὶ ἐκλέλοιπεν ἀληθῶς ἡ τῶν Ἰουδαίων Συναγωγή.

Πῶς ἢ τίνα τρόπον; Οὐ γὰρ μεμένηκεν ἀκατάσειστος εἰς τὸ παντελὲς ἡ κατὰ νόμον λατρεία, παρακεχώρηκε δὲ τῇ ἐν πνεύματι. Καὶ εἰσεκομίσθη λοιπὸν ἡ διὰ Χριστοῦ, κατηγοροῦσα τῆς πρώτης, ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον. Ἡρμόσατο δὲ καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν καθάπερ τινὰ παρθένον ἁγνὴν, τὴν ἀρχαίαν ἐκείνην καὶ πρώτην ἀφείς. Ἔκλειψις δὴ οὖν καὶ σαλευομένη ταύτῃτοι δικαίως ἡ τῶν Ἰουδαίων νοεῖται Συναγωγή. Ὅτι δὲ οὐδεὶς ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, οὔτε μὴν ἐν τῇ τῶν Ἰουδαίων Συναγωγῇ τῆς τοῦ Θεοῦ γαληνότητος ἡ μέθεξις ἦν («Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται,» κατὰ τὸ γεγραμμένον), ὑποφήνειεν ἂν αἰνιγματωδῶς τῶν Ἰούδα παίδων ἡ γένεσις, συνῳκηκότων τῇ Θάμαρ. Ἣρ μὲν γὰρ ὁ πρωτότοκός ἐστι δερμάτινος, ἤτοι γήϊνος. Ἐπείπερ δὲ ἦν πονηρὸς, θανάτῳ κατεδικάζετο. Πονηρὸς δὲ κατὰ τὸ ἀληθὲς ὁ πρῶτος ὤφθη λαὸς, καταγογγύζων Θεοῦ καὶ λέγων· «Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;

Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι; Ἀλλὰ καὶ ὅτε τὴν γῆν τῆς ἐπαγγελίας κατασκεψάμενοι παρῆσαν οἱ ἀπεσταλμένοι, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι μειρακιωδῶς ὠλοφύροντο, τὸν πάντα ἰσχύοντα Θεὸν ταῖς ἀπειθείαις περιυβρίζοντες.

Τοιγάρτοι καὶ διολώλασι, καὶ εἰσβέβηκε μὲν οὐδεὶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, »πέπτωκε δὲ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ,» κατὰ τὸ γεγραμμένον. Οὐκοῦν ὁ πρωτότοκος Ἣρ, τουτέστιν, ὁ πονηρός τε καὶ σαρκικὸς, διόλωλε πρῶτος, καρπὸν οὐδένα ἔχων εὐσεβείας.

Τουτὶ γὰρ ὑπεμφήνειεν ἂν ἡμῖν ὡς ἐν τύπῳ πάλιν ἡ ἀπαιδία· εἰκόνες γὰρ ὥσπερ τῶν ἐν νοήσει τὰ αἰσθητά. Εἶτα μετ᾽ ἐκεῖνον δεύτερος ὥσπερ τις υἱὸς τοῦ λυτρωσαμένου Θεοῦ, καὶ ἐξ οἴκου δουλείας ἐξαγαγόντος, ὁ μετ᾽ ἐκείνους λαός· ὃς διεκομίσθη μὲν τὸν Ἰορδάνην, στρατηγοῦντος Ἰησοῦ, κεκληρονόμηκε δὲ τὴν γῆν τῆς ἐπαγγελίας. Γέγονε δὲ μετὰ τοῦτο καὶ ὑπὸ κριτὰς, ἀλλ᾽ ὑποπέπτωκε καὶ αὐτὸς ἀγανακτήσει τῇ ἄνωθεν. Ἦν γὰρ ἀληθῶς Αὐνᾶν, τουτέστι πεπληγὼς καρδίαν. Ἐτράπετο γὰρ ἐκτόπως εἰς πολυθεΐαν, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς καταλελοιπώς. Οὐκοῦν καὶ ἀπώλετο καὶ δεδούλευκεν ἀλλοφύλοις. Ταυτὶ γὰρ ἡμᾶς ἡ τῶν καλουμένων Κριτῶν ἐδίδαξε βίβλος.

Τέθνηκε τοίνυν ἐν ἀπαιδίᾳ καὶ οὗτος, καθὼς καὶ ὁ Ἣρ, σπείρων εἰς οὐδὲν, τουτέστιν εἰς γῆν. Ὅθεν ἦν εἰκὸς οὐδένα πάντως ἀποκερδάναι καρπὸν, ἢ καὶ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Κατώκνησε δὶ καὶ ὁ μέσος τε καὶ ὡς ἐν χρόνῳ δεύτερος λαὸς, διὰ τῆς κατὰ νόμον ἐπιεικείας ἀντὶ τῶν ἀπειθησάντων ἑαυτὸν ὥσπερ ἀναστῆσαι Θεῷ, καὶ νέον ἤδη πως ἀνταναφύντα λαὸν ἐπιδεῖξαι διὰ πραγμάτων. Τοῦτο γάρ ἐστιν, οἶμαι, αἰνιγματωδῶς τὸ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἀνῃρημένοιν δὴ οὖν τοῖν δυοῖν ὡς ἐπ᾽ αἰτίαις εὐλόγοις (ὁ μὲν γὰρ ἦν πονηρὸς, ὁ δὲ πεπληγὼς καρδίαν), ἐξείργει τὸν τρίτον τῆς πρὸς Θάμαρ ὁμιλίας, δεδιὼς δὴ ὁ πατὴρ μὴ ἄρα πως τοῖς ἤδη διολωλόσι καὶ αὐτὸς καταφθείροιτο. Τὸν γάρ τοι τρίτον λαὸν τὸν οἱονεὶ καὶ νεώτατον, τὸν ὡς ἐν λοίσθῳ καιρῷ τῶν ἁγίων προφητῶν (μεθ᾽ ὧν καὶ γείτων εὐθὺς ὁ θεσπέσιος Βαπτιστὴς, τὸν δὴ παρόντα δεικνύων τὸν ἐξ οὐρανοῦ, τουτέστι Χριστὸν), οὐκ ἐφῆκε Θεὸς οἱονεί πως ἐνέχεσθαι ταῖς ἀγκάλαις τῶν Ἰουδαίων Συναγωγῆς, οὔτε μὴν ἐθέλει τὸν ἀπ᾽ αὐτῆς ἔχειν καρπὸν, μὴ ἄρα πως ἀπόλοιτο καὶ αὐτός. «Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται,» δικαιοῦται δὲ ἐν αὐτῷ παντελῶς οὐδείς. Ἄθρει δὲ, ὅπως τοῦ λοίσθου τε καὶ ὡς ἐν πίστει λαοῦ διαδείξειεν ἂν ἐφ᾽ ἑαυτῷ τὸν τύπον εὖ μάλα Σηλώμ. Ἑρμηνεύεται γὰρ ἐκσπασμὸς, ἢ ἀπόλυσις.

Δαπανώσης γὰρ ὥσπερ τῆς θείας ὀργῆς τοὺς ἐξ αἵματος Ἰσραὴλ, διά τοι τὰ εἰς Χριστὸν ἀνοσιουργήματα καὶ οὐ φορητὴν παροινίαν, ἐξεσπάσθησαν ὡς ἀπὸ θηρὸς οἱ πεπιστευκότες, καὶ ἀνεῖνται τρόπον τινὰ τῶν εἰς τὸ κολάζεσθαι δεῖν κατειληφότων δεσμῶν. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὰς Γραφάς. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς προφήτου· «Ὃν τρόπον ὄταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραήλ.» Ἐκσπασμὸς οὖν Σηλὼμ, ταύτῃτοι καὶ ὀνομάζεται. Παραιτοῦνται δὲ ὅτι τῆς Θάμαρ τὴν ὁμιλίαν, τουτέστι, τὸ ἐν νόμῳ καρποφορεῖν, οἱ πεπιστευκότες, καὶ ἐξεσπασμένοι τῆς τῶν ἀπωλολότων πληθύος, ἀναμάθοις ἂν ἀμογητὶ, λέγοντος τοῦ μακαρίου Παύλου περὶ αὐχημάτων τῶν κατὰ τὸν νόμον· «Ἀλλ᾽ εἴ τινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν.» Ἐπεθύμει γὰρ δικαιοσύνην μὲν ἰδίαν οὐκ ἔχειν, φημὶ δὲ δὴ τὴν ἐν νόμῳ πάλιν, ἀλλὰ δικαιοσύνην τὴν ἐκ πίστεως τῆς ἐν Χριστῷ Ἱησοῦ. Ἀσυναφὴς οὖν τῇ Θάμαρ Σηλὼμ ὁ νεώτατος. Διὰ δὲ τοῦτο χήρα μεμένηκε, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Οὐ γὰρ ἐφέντος Θεοῦ καρποφορεῖν ἔτι τὴν Ἰουδαίων Συναγωγὴν, χήρα τις ὥσπερ καὶ ἠτεκνωμένη καὶ ἀνδρὸς ἐρήμη, τοῦ νοητοῦ νυμφίου, κεχρημάτικέ τε καὶ γέγονεν ἀληθῶς.

Ἔφη γάρ που Χριστὸς, ὅτι «Αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Ἆρ᾽ οὖν οὐδεὶς τὸ παράπαν αὐτῆς μετὰ τοῦτο γέγονε λόγος; οὐ φροντίδος ἠξίωται τῆς παρὰ Θεοῦ; Μὴ τοῦτο ὑπολάβῃς. Καίτοι γὰρ ἐπὶ ταῖς ἁπασῶν ἐσχάταις δυσσεβείαις κατεγνωσμένην, δι᾽ ἔμφυτον ἡμερότητα κατελεήσει Θεὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· καρποφορήσει δὲ καὶ αὐτὴ τὰ Χριστοῦ γνωρίσματα. Κατόπιν δὲ ὅτι βαδιεῖται τῶν ἐθνῶν, δι᾽ αὐτῶν οὐδὲν ἧττον τῶν γεγραμμένων εἰσόμεθα.

Ἀναβεβηκὼς γὰρ Ἰούδας κεῖραι τὰ πρόβατα αὐτοῦ, ὀδοῦ πάρεργον τὴν πρὸς αὐτὴν ἐποιεῖτο σύνοδον· ῥάβδον δὲ, καὶ δακτύλιον, καὶ ὁρμίσκον αὐτὴν ἐφίησιν ἔχειν, ἀποστέλλειν καὶ ἔριφον ὑπισχνούμενος. Ἱδίαν γὰρ ὥσπερ καὶ ἀναγκαιοτάτην ἔχων φροντίδα Χριστὸς τὸ δέχεσθαι τοὺς καρποὺς τῆς λογικῆς ἀγέλης, δῆλον δὲ ὅτι τῶν πεπιστευκότων καὶ ἡγιασμένων ἐν πνεύματι, παροδικὴν ὥσπερ τινὰ καὶ οὐχὶ πάντως ἐσπουδασμένην ποιήσεται κατὰ καιροὺς τὴν πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ἐν πνεύματι κοινωνίαν· ἔγκαρπον δὲ ὥσπερ ἀποφανεῖ, τὴν παρ᾽ αὐτοῦ σοφίαν ὠδίνουσαν. Παραθήσεται δὲ ὥσπερ ἑαυτὸν αὐτῇ, καθάπερ καὶ ἡμῖν αὐτοῖς, ὡς ῥάβδον δυνάμεως, ὡς εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ καὶ Πατρὸς (τοῦτο γὰρ ὁ δακτύλιος), ὡς ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ὁρμίσκον. Σκεῦος γὰρ ἅπαν τὸ τελοῦν εἰς κόσμημα, κάλλους ἂν νοοῖτο σημεῖον. Ἀποστέλλει δὲ αὐτῇ καὶ τὸν ἔριφον, τουτέστι, τῶν ἡμαρτημένων χαριεῖται τὴν ἄφεσιν. Ἔριφος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο, καὶ πλημμελημάτων ἄφεσιν ὑπαινίττεται. Σώζεται δὲ ἡ Θάμαρ, καίτοι ψῆφον λαβοῦσα θανάτου, καὶ ποιναῖς ταῖς ἐσχάταις ὑπενηνεγμένη λοιπόν. Καταδεδίκαστο γὰρ ἡ Θάμαρ ὡς πεπορνευμένη. Σώζεται δὲ ὅμως· ὑπέδειξε γὰρ τὴν ῥάβδον, τὸν δακτύλιόν τε καὶ τὸν ὁρμίσκον. Διωμολόγηκέ τε σαφῶς ὡς κεκυοφόρηκεν ἐξ Ἰούδα, καὶ τὸν αὐτοῦ καρπὸν ἔχοι. Ἀπαλλάξει δὲ καὶ αὐτὴν τοῦ κολάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν κατὰ καιροὺς ὁ Χριστὸς, τῆς πρὸς αὐτὸν κοινωνίας τὰ σύμβολα φέρουσαν, καὶ ὅτι κεκυοφόρηκε τὰ αὐτοῦ δεικνύουσαν ἐναργῶς. Οὕτω γάρ που καὶ αὐτοί φασιν, οἱ διὰ τῆς εἰς Χριστὸν πίστεως εὐδοκιμεῖν ᾑρημένοι· »Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς.» Θάμαρ δὲ ξυνωρίδα βρεφῶν ὠδίνουσα, πρὸς αὐτῷ γέγονε τῷ τόκῳ λοιπόν. Εἶτα καθίησι μὲν ὁ πρωτότοκος τὴν χεῖρα· συνενεγκόντος δὲ αὖ πρὸς τὸ ἀνόπιν αὐτὴν, καίτοι σπαρτίον ἤδη λαβοῦσαν τὸ κόκκινον, προεκθρώσκει τὸ δεύτερον, οἷά τινος φραγμοῦ διακεκομμένου, εἶτα κάτεισιν ὁ πρῶτος, λοῖσθος.

Γένοιτο δ᾽ ἂν καὶ τοῦτο σημεῖον οὐκ ἀσυμφανὲς ἡμῖν τοῦ προκεκλῆσθαι τὰ ἔθνη τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ἑλεῖν τοὺς ἐν ὑστέροις καιροῖς ἐκτετιμημένους. Ἕψεται δὲ ὅτι καὶ αὐτὸς, οὐκ ἀμφίλογον, τὴν Χριστοῦ θυσίαν καταδεξάμενος· αἵματος γὰρ τοῦ ἁγίου τύπος ἂν εἴη τὸ κόκκινον. Τίς οὖν ἄρα ἐστὶν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ ἐν τάξει μὲν πρωτοτόκου κεκληκὼς τὸν δεύτερον, κατόπιν δὲ θεὶς τὸν πρῶτον; Ἢ δῆλον ὅτι Χριστός· δι᾽ οὗ καὶ μεθ᾽ οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι περὶ τοῦ Ἰωσήφ. Ἐπὶ τὰ λοιπὰ τῶν λόγων ἰτέον, ὧν ἤδη φθάσαντες πεποιήμεθα, περὶ τοῦ Ἰωσήφ· εἰς τέλος ἡμῖν ἡκούσης τὸ αὐτῇ πρέπον ἤδη τῆς μεταξὺ παρεισκεκριμένης ἱστορίας. τῆς περὶ τοῦ Ἰούδα, φημὶ, καὶ μέντοι καὶ τῆς Θάμαρ. Μεταβαλόντες γὰρ εἰς τὸ Χριστοῦ πρόσωπον τὸν θεσπέσιον Ἰωσὴφ, ἐμβεβλῆσθαι μὲν ἐν τῷ λάκκῳ παρὰ τῶν ἀδελφῶν ἐλέγομεν· ἀνακεκομίσθαι δὲ αὖ καὶ καταπεπράσθαι τοῖς Ἰσμαηλίταις, οἳ καὶ ἀρωμάτων τῶν εὐοσμοτάτων ἔμποροί τε ἦσαν καὶ τοῖς οὐκ ἔχουσι διακομισταί. Ἀπενηνέχθαι τε δι᾽ ἐκείνων αὐτὸν εἰς τὴν Αἰγυπτίων, προσθέντες εἰρήκαμεν.

Ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενὴς, καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς γεγονώς· κεχρῃματικὼς καὶ ἀδελφὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, θάνατον ὑπέμεινε, καὶ ἀνέτλη σταυρὸν, καταβέβηκέ τε εἰς ᾄδου, οὗ καὶ εἰς τύπον ὁ λάκκος.

Πλὴν ἀνεβίω πάλιν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἀπενοσφίζετο. Δέδοται δὲ ὥσπερ τοῖς τῶν νοητῶν ἀρωμάτων ἐμπόροις, τουτέστι, τοῖς ἁγίοις ἀποστόλοις, οἳ τὸ αὐτοῦ μῦρον εὐωδιάζοντες, εἰς τὴν τῶν ἐθνῶν ἀφίκοντο χώραν, διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς οὐκ εἰδόσιν αὐτὸν ἀποφέροντες, τὴν τοῦ δούλου μορφὴν περικείμενον. Κηρύσσεται γὰρ δι᾽ ἡμᾶς ἐν σαρκὶ γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ.

Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀπενεχθῆναι τὸν Ἰωσὴφ διὰ τῶν Ἰσμαηλιτῶν εἰς Αἴγυπτον. Τί οὖν ἄρα συνέβη παθεῖν ἐκεῖ γεγονότα, τί δὲ ἔδει πρὸς τοῦτο δράσαι, καταθρῶμεν, εἰ δοκεῖ. Ἔτι μὲν γὰρ νέος ὢν καὶ ἐν ἐφήβοις τελῶν, ἐνίκα τῆς Αἰγυπτίας τὸ ἀσελγὲς, μονονουχὶ καὶ σὺν βίᾳ πολλῇ κατωθούμενος εἴς γε τὸ θελῆσαι δρᾷν ἃ μὴ θέμις. Ἡ μὲν γὰρ ἐξῆπτο τῶν ἱματίων ἀπρίξ τε καὶ ἀναιδῶς, καὶ εἰς ἀνεθέλητον ἁμαρτίαν οὐ μετρίως κατεβιάζετο. Ὁ δὲ καὶ αὐτὸ τὸ ἱμάτιον ἀφεὶς, μαχλώσης ἀγρίας ἀπηλλάττετο, καὶ ἀνάλωτος ἦν τῷ πάθει. Σεσυκοφάντηται δὲ μετὰ τοῦτο, περιτρέποντος εἰς αὐτὸν τοῦ γυναίου τὰ ἐγκλήματα, ἐν αἰτίαις αἰσχρότητος ὁ σώφρων τε καὶ φιλελεύθερος ἦν. Πλὴν ἐκράτει τοῦ δεσμωτηρίου, φησί. Γέγονε δὲ καὶ ἐν τοῖς ἔθνεσιν ὁ Χριστὸς, ὡς ἐν προσώπῳ, φημὶ, τῶν ἁγίων ἀποστόλων, οἳ καὶ τὰ στίγματα αὐτοῦ περιφέρειν ἔφασκον ἐν ἰδίῳ σώματι. Παρῃτοῦντο μὲν γὰρ συσχηματίζεσθαι τοῖς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένοις, ἀπωτάτω δὲ ἦσαν σαρκικῶν ἐπιθυμιῶν. Τοιουτοσὶ γὰρ ἀεὶ ὁ τῶν ἁγίων βίος. Ἀλλ᾽ ἐπεβουλεύοντο διὰ τοῦτο, καὶ δὴ καὶ συκοφαντούμενοι παρὰ τῶν εἰωθότων ἡγεῖσθαι φορτικοὺς τοὺς ἐν Χριστῷ ζῇν ἐθέλοντας, πειρασμοῖς περιπεπτώκασι, δεσμῶται γεγόνασι.

Πλὴν ἐμέμνηντο Χριστοῦ λέγοντος· «Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος·» καθάπερ ἀμέλει καὶ τὸν Ἰωσὴφ ἡ μαχλῶσα γυνή. Πλὴν καὶ ἐν αὐτοῖς ἐπλατύνοντο τοῖς πόνοις, τῆς τοῦ Θεοῦ χάριτος ἐξημερούσης αὐτοὺς, οὓς ἦν μάλιστα διαπονήσειν εἰκός. Ἐπεγάννυτο γὰρ, ὡς ἔφην, ὁ δεσμοφύλαξ τῷ Ἰωσήφ. Εἶτα τῶν εὐνούχων τοῦ Φαραὼ, τοῦ τε οἰνοχόου, φημὶ, καὶ προσέτι τοῦ σιτοποιοῦ, δεδεμένων, διεσάφει τὰ ὀνείρατα. Καὶ διὰ τοῦτο, φησὶ, ὁ θεσπέσιος Ἰωσὴφ οὐ μετρίως ἐθαυμάζετο· ἐνυπνιασθέντος δὲ καὶ αὐτοῦ τοῦ Φαραὼ τήν τε ἐσομένην οὐκ εἰς μακρὰν εὐκαρπίαν καὶ τὸν ἐκ τοῦ λιμοῦ πόνον, ὡς ἐν βουσὶ μὲν πρότερον πίοσί τε καὶ ἰσχναῖς, ὡς ἐν ἀστάχυσι δὲ μετὰ τοῦτο τεθεαμένου· τῶν τε ἐν Αἰγύπτῳ σοφῶν οὐδὲν ἐχόντων εἰπεῖν, ἀπειρηκότων δὲ παντελῶς πρὸς τὸ δύνασθαι διατρανοῦν τὰ ἐκ τῶν ὁραμάτων ὑποδηλούμενα· μεμαρτύρηται μὲν αὐτὸς ὡς οἷός τε τοῦτο δρᾷν· παρελθὼν δὲ διεσάφει. Καὶ δὴ καὶ θαυμάσας ὁ Φαραὼ, ταμίαν αὐτὸν καὶ ἡγούμενον ἐπὶ τὴν ἑαυτοῦ καθίστησιν ἀρχήν. Ἐδιώκετο μὲρ γὰρ ὁ Χριστὸς, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν προσώπῳ τῶν ἁγίων ἀποστόλων.

Ἀλλ᾽ ἐν αὐτοῖς ὄντες τοῖς πόνοις οἱ περὶ ὧν ὁ λόγος, ὡς σοφοὶ λίαν καὶ τὰ πολλοῖς ἀπόῤῥητα διατρανοῦν οἷοί τε, φανεροὶ μὲν ἦσαν ἐν ἀρχαῖς τῶν ἐν κόσμῳ τισὶν, εἶτα καὶ αὐτοῖς τοῖς κρατοῦσι τῆς γῆς, οἳ καὶ πιστεύσαντες ὅτι καὶ αὐτὴν ἔχουσι τῶν ἐσομένων τὴν γνῶσιν, ἐξ ἀποκαλύψεως Θεοῦ ἐν Πνεύματι, οἰκονόμους καὶ ἄρχοντας ἐθνῶν γίνεσθαι συγκεχωρήκασι, διανέμειν τε τοῖς ἐν λιμῷ μαθημάτων, ἃ καὶ εἰς ζωὴν συνέχει τὴν ἀκήρατον, τουτέστι τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζουσαν παίδευσιν. Οὗτοι καὶ κατεκτήσαντο, μᾶλλον δὲ δι᾽ αὐτῶν ὁ Χριστὸς, τῷ Θεῷ καὶ Πατρὶ τὴν τῶν ἐθνῶν χώραν, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ τὴν τῶν Αἰγυπτίων ὁ Ἰωσὴφ, ᾧ καὶ γεγόνασιν υἱοὶ δύο, Μανασσῆς καὶ Ἐφραῒμ, ἐκ μητρὸς Ἀσενὲθ τῆς Πετεφρῆ θυγατρὸς, ὃς ἦν ἱερεύς. Καὶ ἑρμηνεύεται μὲν ὁ Μανασσῆς, λήθη κακῶν τῶν συμβεβηκότων· εἰς αὔξην τε καὶ ἐπίδοσιν τὴν εἴς γε τὸ ἄμεινον, ὁ Ἐφραΐμ. Ἐξ ἱερᾶς γὰρ ὥσπερ μητρὸς, φημὶ δὲ τῆς Ἐκκλησίας, καρποὶ γεγόνασι, καὶ ἐν υἱοῖς Θεοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ καταλογισθεῖεν ἂν οἱ ἐξ ἐθνῶν κεκλημένοι, οἳ καὶ εἰς λήθην ἐνεχθήσονται τῶν πόνων. «Ἐπιλήσονται γὰρ, φησὶ, τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς.» Ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.

Ἥξουσι δὴ οὖν κατὰ καιρὸν εἰς λήθην κακῶν, βαδιοῦνται δὲ καὶ εἰς αὔξην, ἐπὶ τὸ τῆς ἐλπίδος γλυκὺ διατρέχοντες πέρας. Μετοιχήσονται γὰρ ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια, ἀπὸ τῶν ἐν χρόνῳ μεμετρημένων εἰς τὰ ἐπέκεινα χρόνου· ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, εἰς δόξαν ἐξ ἀτιμίας, ἐξ ἀσθενείας εἰς δύναμιν.

Ἐγκειμένου δὲ ἔτι καὶ παρατείνοντος τοῦ λιμοῦ, κατέβησαν οἱ ἐξ Ἰακὼβ εἰς Αἴγυπτον πρίασθαι τροφάς. Εἶτα μικροῦ μεταξὺ παρεισθέοντος λόγου, μονονουχὶ δὲ καὶ ἐναθύροντος αὐτοῖς τοῦ Ἰωσὴφ (ἔφασκε γὰρ ὡς ἤκιστα μὲν σιτίων ἔνεκα, κατασκεψόμενοι δὲ μᾶλλον ἥκουσι τὴν γῆν), προσαπαιτοῦντος δὲ τὸν Βενιαμὶν, ὃς ἦν ἀδελφὸς αὐτῷ καὶ νεώτατος, ἐνισταμένου δὲ ὅτι οὐκ ἂν τῆς Αἰγυπτίων ἀζήμιοι ἀπαλλάξειαν, εἰ μὴ παροίσειαν τὸ μειράκιον· ἄγεται μόλις ἐφέντος αὐτοῖς τοῦ πατρός. Ἐπειδὴ δὲ ἧκον ὁμοῦ τῷ παιδὶ, λοιπὸν ἐπὶ τὴν ἑστίαν ἐκάλει, ὕδατι δὲ διανενιμμένους ἄρτοις τε καὶ οἴνῳ κατεκορέννυ λοιπόν. Τεθλιμμένοι γὰρ ὥσπερ καὶ ἀφορήτῳ λιμῷ ἐκπεπιεσμένοι, δῆλον δὲ ὅτι τῷ νοητῷ, κατὰ καιροὺς Ἰουδαῖοι, τὴν ὀφρὺν ἀφέντες τὴν ὑψηλὴν καὶ ἀγέρωχον, ἥξουσιν ἐπὶ Χριστὸν, τῆς παρ᾽ αὐτοῦ γλιχομένοι τροφῆς, ἁγίας τε καὶ πνευματικῆς, φημὶ, καὶ ζωοποιοῦ. Ὁ δὲ οὐ προσδέξεται μὲν, πλὴν οὐ δίχα τοῦ νέου λαοῦ, οὗ καὶ εἰς τύπον εἴη ἂν ὁ Βενιαμίν.

Ἐλθόντες δὲ ὥσπερ ἐν ὁμοψυχίᾳ καὶ ὡς ἐν γνώμῃ μιᾷ, προσδέξεται μὲν ἱλαρῶς, εἰσοίσει δὲ ὥσπερ εἰς ἴδιον οἶκον, τουτέστι, τὴν Ἐκκλησίαν. Εἶτα διανίψων ὕδατι καθαρῷ, τῷ τῆς παλιγγενεσίας λουτρῷ, ἄρτῳ τε καὶ οἴνῳ διαθρέψει, Μυστικῶς ὁ λόγος. Πλὴν κἀκεῖνο πρὸς τούτῳ λέγωμεν· ἀνεγνωρίζετο μὲν γὰρ τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ ἄμα τῷ Βενιαμὶν ἀφιγμένοις, καὶ δὴ καὶ τραπέζης αὐτοὺς ἠξίου, καθάπερ ἔναγχος ἔφην. Κλῆρον δὲ οὐδένα δοὺς, ὅλως ἀποτρέχειν ἐκέλευε κατακομιοῦντας πρὸς αὐτὸν τὸν πατέρα, φημὶ δὴ τὸν Ἰακώβ. Ἐπειδὴ δὲ καταβέβηκε, καὶ ἤδη παρόντα τεθέαται τοῖς τέκνοις ὁμοῦ, τότε δὴ, τότε τὴν ἁπασῶν ἀρίστην ἀπένειμε γῆν. Σημεῖον δ᾽ ἂν γένοιτο καὶ τοῦτο σαφὲς, ὅτι δέξεται μὲν ὁ Χριστὸς τοὺς ἐξ Ἰσραὴλ ἐπιστρέφοντας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, συνόντος αὐτοῖς δηλονότι κατὰ τρόπον ὁμοψυχίας καὶ τοῦ νέου λαοῦ. Τοῦτο γὰρ, ὡς ἔφην, ὁ Βενιαμίν. Πλὴν οὐ δίχα τῶν ἁγίων Πατέρων ὁ ἐν ἐλπίσιν ἡμῖν ἀποδοθήσεται κλῆρος. Ὥσπερ γὰρ αὐτοὶ, καίτοι κατὰ πίστιν ἀποθανόντες, ὡς γοῦν ὁ σοφὸς ἔφη Παῦλος, «Οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν·» οὕτω καὶ ἡμεῖς περιμενοῦμεν τοὺς Πατέρας, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶμεν.

Ὁμοῦ τοιγαροῦν τοῖς ἁγίοις Πατράσιν, οἱ πρῶτοί τε καὶ μέσοι καὶ τελευταῖοι λαοὶ, τὸν ἄριστόν τε καὶ ἀνεκποίητον τῆς τῶν οὐρανῶν βασιλείας ἀποληψόμεθα κλῆρον ἐν Χριστῷ· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Περὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ καὶ Μανασσῆ. α. «Πᾶσα μὲν δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων.» Οὐδὲν δὲ εἶναί φημι τῶν οὕτω σεπτῶν καὶ ἐξῃρημένων ἀγαθῶν, ὂ μὴ διὰ Χριστοῦ κερδαίνομεν. «Γέγονε γὰρ, φησὶ, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι᾽ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν.» Τοιγάρτοι καὶ ἔφασκεν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Ἐν αὐτῷ δὲ καὶ δι᾽ αὐτοῦ πᾶν πλήρωμα χάριτος καὶ κληροδοσία λαμπρά. Πλούσιος γὰρ ὢν ὁ Θεὸς, ἐπτώχευσε δι᾽ ἡμᾶς, ἴνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ἀναφοιτῶντες δόξαν, καὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπωδεστάτης ἐλπίδος μεταλαχεῖν ἰσχύσωμεν.

Θέα δὲ ἀληθῆ τὸν ἐπὶ τούτοις λόγον, τοῖς ἱεροῖς Γράμμασιν ἐνιεὶς τὸν τῆς διανοίας ὀφθαλμόν. Ἔχει γὰρ ὧδε πάλιν· «Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ Ἰωσὴφ, ὅτι ὁ πατὴρ αὐτοῦ ἐνοχλεῖται. Καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν Μανασσῆ καὶ τὸν Ἐφραῒμ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγγέλη δὲ τῷ Ἰακὼβ, λέγοντες· Ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ· καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· Ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξήσω σε καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Νῦν οὖν οἱ δύο σου υἱοὶ, οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι. Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἐγὼ δὴ ἡνίκα ἠρχόμην ἐκ τῆς Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναὰν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθᾶ τῆς γῆς τοῦ ἐλθεῖν εἰς γῆν Ἐφραθᾶ, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου. Αὕτη ἐστὶ Βηθλεέμ.» Ἐτέθραπτο μὲν γὰρ ὁ μακάριος Ἰακὼβ ἐν γήρει καλῷ, κατὰ τὸ γεγραμμένον.

Ἐπειδὴ δὲ τῶν καθ᾽ ἡμᾶς ἀπεδήμει πραγμάτων, εὐλογεῖν ἐσκέπτετο τοὺς ἐξ Ἰωσήφ· οἳ ἐπείπερ ἦσαν ἐκ μητρὸς ἀλλογενοῦς, τῆς Ἀσενὲθ θυγατρὸς ἱερέως τοῦ Πετεφρῆ, ἵνα μήτις αὐτοὺς καταμυσάττοιτο τῶν ἐξ Ἰσραὴλ, ἔκφυλόν τε καὶ ὀθνεῖον ἡγοῖτο τὸ γένος, σοφῶς τε καὶ οἰκονομικῶς ὁ θεσπέσιος Ἰακὼβ αὐτόν τε τὸν Ἰωσὴφ καὶ ἑτέρους υἱοὺς εἰσπειρᾶται διδάσκειν, ὅτι ταῖς θείαις ἑπόμενος ψήφοις, πάντας οἰκειοῦται τοὺς ἐξ αὐτῶν γεγονότας. «Ὤφθη γάρ μοι, φησὶν, ὁ Θεὸς ἐν γῇ Χαναὰν,» καὶ ὅτι πλείστων μὲν ὅσων ἔσομαι λαῶν πατὴρ, κατευρυνθήσομαι δὲ καὶ εἰς ἔθνη καὶ συναγωγὰς ἐθνῶν, ἀναφανδὸν ἐπηγγέλλετο Ἐν ταυτῷ δὴ οὖν, καὶ Θεὸν ἀναπείθει τιμᾷν ταῖς εἰς ἀλήθειαν δόξαις. Καὶ οἰκείους ἡγεῖσθαι διδάσκει τοὺς ἀγχιστεύοντας, μᾶλλον δὲ τοὺς ἐξ αὐτῶν ἀναφύντας, κἂν εἰ γεγόνασι τυχὸν ἐκ μητρὸς ἀλλογενοῦς.

βʹ. Βραχὺ δὲ τῆς ἱστορίας τὸ πάχος ἐκβαίνοντες, ἐκεῖνό φαμεν· Οὕτω καὶ ἡμεῖς οἱ ἐν πίστει δεδικαιωμένοι γεγόναμεν ἐν Χριστῷ, Θεοῦ μὲν υἱοὶ, τῶν δὲ ἁγίων οἰκεῖοι, μεσιτεύοντος αὐτοῦ, καὶ δι᾽ ἑαυτοῦ συνδέοντος αὑτῷ τε καὶ τῷ Πατρὶ καὶ τοῖς τῶν ἁγίων χοροῖς· καθάπερ ἀμέλει καὶ Ἰωσὴφ, οἱονεὶ μεταξὺ κείμενος, υἱοὺς μὲν ἐποίει τοῦ ἰδίου πατρὸς τὸν Ἐφραῒμ καὶ Μανασσῆ, ἐγγράφεσθαι δὲ καὶ αὐτῷ τῷ καταλόγῳ τῶν πατριαρχῶν. «Νῦν γὰρ, φησὶν, οἱ δύο σου υἱοὶ οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονται ἐμοί.» Τουτέστιν, ἐν πρωτοτόκοις ἔσονται, συντετάξονται δὲ καὶ τοῖς ἐν ὑπακοῇ. Ἦν μὲν γὰρ πρωτότοκος Ῥουβείμ. Ὑπακοὴ δὲ πάλιν ὁ Συμεὼν ἑρμηνεύεται. Γεγόναμεν δὲ διὰ πίστεως οἱ ἔσχατοι πρῶτοι, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ὁ ἐξ ἐθνῶν ἐκληρώσατο λαός. Τετίμηνται δὲ δι᾽ ὑπακοὴν καὶ εὐπείθειαν. Αὐτὸς γὰρ αὐτοῖς μεμαρτύρηκεν ὁ Χριστὸς, οὕτω λέγων· «Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Εἰ γὰρ καὶ γεγόναμεν ἐκ μητρὸς ὥσπερ ἑτερογενοῦς διὰ τὸ ἐξ ἐθνῶν κεκλῆσθαι τὴν Ἐκκλησίαν, ἀλλ᾽ ἐξαρκέσει μεσολαβὼν ὁ Ἐμμανουὴλ, καὶ εἰς τὸ συνάψαι δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ τοῖς τῶν ἁγίων ἐγγράψαι κλήροις, καὶ εἰς τὴν ἐκείνοις πρέπουσαν δόξαν ἀνενεγκεῖν, καὶ ἱερὸν ἡμᾶς ἀποφῆναι γένος.

Ἄθρει δὲ ὅπως ἐξ ἀγάπης τῆς περὶ τὸν μακάριον Ἰωσὴφ εἰς ἰδίους υἱοὺς κατατάττει τοὺς ἐξ αὐτοῦ. Ἠγαπήμεθα γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ ἐπείπερ δι᾽ αὐτοῦ ἐν πνεύματι γέννησιν γεγεννήμεθα τὴν πνευματικὴν, ἀξιόληπτοι γεγόναμεν τῷ Πατρὶ, καθάπερ ἔφην ἀρτίως· καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις συντετάγμεθα.

Πλὴν εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Θεοῦ καὶ Πατρὸς, ὑπὸ χεῖρα πάλιν ἐσόμεθα τοῦ προσάγοντος ἡμᾶς καὶ συνενοῦντος αὐτῷ, τουτέστι Χριστῷ. Θέα γὰρ ὅπως ὁ μακάριος Ἰακὼβ μετὰ τὸ τοῖς ἰδίοις ἐγγράψαι τέκνοις τόν τε Ἐφραῒμ καὶ Μανασσῆ, «Τὰ δὲ ἔκγονα, φησὶν, ἃ ἐὰν γένηταί σοι, σοὶ ἔσονται.» Συνίης οὖν ὅτι κἂν υἱοὶ τοῦ Θεοῦ καὶ Πατρὸς χρηματίζωμεν, οὐδὲν ἧττον ἐσόμεθα τοῦ Χριστοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη πρὸς τὸν Πατέρα· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Κατορωρύχθαι γε μὴν τὴν Ῥαχὴλ ἐν Βηθλεὲμ ἔφασκεν Ἰακώβ. Μεμνήμεθα δὲ πολλάκις εἰς εἰκόνα καὶ τύπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν Ῥαχὴλ ὀνομάσαντες.

Γένοιτο δ᾽ ἂν, οἶμαι, τὶς οὐ ψευδοεπὴς εἰ βούλοιτο λέγειν, ὅτι πρὸς ἑτέραν τινὰ ζωὴν, τὴν ἀμείνω δηλονότι καὶ τῆς ἐγκοσμίου προφερεστέραν, μεταπεφοίτηκεν ἡ Ἐκκλησία· κόσμῳ μὲν ἀποθανοῦσα διὰ τὸ μὴ ἀνέχεσθαι φρονεῖν τὰ αὐτοῦ, Θεῷ δὲ ζῶσα πνευματικῶς ἐν Χριστῷ διὰ πολιτείας εὐαγγελικῆς.

Εἰ γὰρ καὶ ἔστιν ἐν κόσμῳ διὰ τὴν ἐν σαρκὶ ζωὴν, ἀλλ᾽ οἱονεὶ κρύπτεται τὸ ἐν κόσμῳ λαμπρὸν οὐκ ἔχουσα, μονονουχὶ δὲ καὶ συνετάφη Χριστῷ· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφώτατος· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Σύνες γὰρ ὅτι τεθαμμένης τῆς Ῥαχὴλ ἐν Βηθλεὲμ, καὶ οὐχ ὁρωμένης ἔτι, μονονουχὶ συνεκρύπτετο καὶ αὐτὸς ὁ Ἐμμανουήλ. Γεγέννητο γὰρ οὔπω διὰ τῆς ἁγίας Παρθένου. Ἐπαινέσωμεν δὴ οὖν τὸν τοιοῦτον τῆς Ἐκκλησίας θάνατον εἰς ἀρχὰς ἀναφέροντα ζωῆς τῆς ἁγίας τε καὶ ἐν Χριστῷ. Κἀκεῖνο δὲ οἶμαι προσειπεῖν ἀναγκαῖον.

Εἰσδεξάμενος εἰς τέκνα τοὺς ἐξ Ἰωσὴφ ὁ πατὴρ τεθνεώσης αὐτῶν τῆς μητρὸς, ἐντέλλεται καὶ περὶ αὐτῆς. Τοιγάρτοι τὸν ἐν ᾧ τέθαπται κατασημῆναι χῶρον εἴη ἂν ἕτερον οὐδὲν ἀναπείθοντος ἢ ὅτι προσήκει τὴν δέουσαν ἐπ᾽ αὐτῇ ποιεῖσθαι φροντίδα. Ἐνετέλλετο δὲ καὶ ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ περὶ τῆς Ἐκκλησίας, καὶ φροντίδος αὐτὴν ἀξιοῦν ἀναπείθει, νενικημένην θανάτῳ διὰ τὴν ἀρχαίαν ἀράν. Τοιγάρτοι καὶ ἀνακέκραγεν ὁ θεῖος ἡμῖν Δαβὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν·» Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.» Μονονουχὶ γὰρ καὶ παραδεικνὺς τὸ τῷ θανάτῳ κάτοχον σῶμα, διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, τοῦ Υἱοῦ ἀπαλλάττεσθαι μὲν ἐλιπάρει τῆς φθορᾶς· ἀναφοιτῆσαι δὲ αὖθις εἰς τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς τὴν ἐν Χριστῷ μακαρίαν καὶ ἀκήρατον ζωήν.

γʹ. Ὅτι δὲ πρωτότοκος ὢν, καὶ τοῖς εἰς τοῦτο πρεσβείοις τετιμημένος ὁ Ἰσραὴλ, ἀπώλισθε μὲν τῆς ἐνούσης δόξης αὐτῷ, μεταπεφοίτηκε δὲ τῆς οὕτω λαμπρᾶς εὐκλείας ἡ χάρις ἐπὶ τὸν νέον τε καὶ ἐξ ἐθνῶν ἥκοντα λαὸν, καὶ διὰ τῶν ἐφεξῆς οὐδὲν ἧττον εἰσόμεθα. «Ἰδὼν γὰρ, φησὶν, Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; Εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· Υἱοί μου εἰσὶν οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. Εἶπε δὲ Ἰακώβ· Προσάγαγέ μοι αὐτοὺς, ἵνα εὐλογήσω αὐτούς. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύναντο βλέπειν.

Καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτὸν, καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτοὺς, καὶ εἶπεν Ἰσραὴλ πρὸς τὸν Ἰωσήφ· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Καὶ ἐξήγαγεν αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. Λαβὼν δὲ Ἰωσὴφ τοὺς υἱοὺς αὐτοῦ, τόν τε Ἐφραῒμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ· τὸν Μανασσῆ δὲ ἐν τῇ ἀριστερᾷ, ἐκ δεξιῶν δὲ Ἰσραήλ· ἤγγισεν αὐτοὺς αὐτῷ. Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ· οὗτος δὲ ἦν ὁ νεώτερος· καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλάξας τὰς χεῖρας. Καὶ εὐλόγησεν αὐτοὺς, καὶ εἶπεν· Ὁ Θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ· ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα.» Παρειστήκει μὲν γὰρ τὰ μειράκια. Διεπυνθάνετο δὲ ὁ πρεσβύτης, τίνος εἶεν. Ἄρα καὶ πρός γε δὴ ταῦτά φησιν ὁ Ἰωσήφ· «Οἱ δύο υἱοί μου.» Εἶτα προσενηνεγμένους καὶ γεγονότας ἐγγὺς, φιλημάτων τε αὐτοὺς καὶ περιπλοκῶν ἠξίου. Σύνες οὖν ὅπως οἱονεί πως οὐ γινωσκόμενοι τῷ Θεῷ καὶ Πατρὶ, γνώριμοί τε γεγόναμεν, καὶ ἐγγὺς ἐν Χριστῷ.

Προσίεται δὲ καὶ λίαν ἀσμένως, ἐπιμαρτυροῦντος ἡμῖν τὴν πρὸς ἑαυτὸν οἰκειότητα τοῦ Υἱοῦ, ἀγάπης τε οὕτως ἡμᾶς ἀξιοῖ, καλεῖ πρὸς ἕνωσιν, δῆλον δὲ ὅτι τὴν νοητὴν καὶ ἐν πνεύματι.

Τύπος δ᾽ ἂν γένοιτο καὶ μάλα σαφὴς, φίλημα μὲν ἀγάπης, ἑνώσεως δὲ περίληψις ἤτοι περιπλοκή. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁτὲ μὲν, ὅτι «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς,» προσκομίζοντος δηλονότι τοῦ Χριστοῦ, ὁτὲ δὲ αὖ, «Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Ἐποπτείας γὰρ ἀξιοῖ, καὶ ἐπιγινώσκει μόνους ὁ Θεὸς καὶ Πατὴρ τοὺς πνευματικὴν ἔχοντας οἰκειότητα πρὸς τὸν Υἱὸν, καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν ὑπ᾽ αὐτῷ τε καὶ δι᾽ αὐτοῦ πλουτήσαντας. Καθάπερ ἀμέλει καὶ ἐν Αἰγύπτῳ τοὺς τῷ αἵματι τοῦ ἀμνοῦ καταχριομένους, γνωρίμους ἐποιεῖτο λέγων· «Καὶ ὅψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι ὑμᾶς, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ.» Εὔθυμος δὲ λίαν γεγονὼς ὁ Ἰακὼβ πρὸς τὸν υἱὸν, τουτέστι, τὸν Ἰωσὴφ, ἔφη· «Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.» Ὅσον μὲν γὰρ ἧκεν εἰς Ἰουδαίους, ὁ Πατὴρ ἐστέρηται τοῦ Υἱοῦ. Οἰηθέντες γὰρ ὅτι κάτοχος ἔσται ταῖς τοῦ ᾅδου πύλαις, καὶ τοῖς ἄλλοις ὁμοῦ κείσεται νεκρὸς, θανάτῳ περιβεβλήκασιν. Ἀλλ᾽ οὐκ ἐνεδέχετο θανάτῳ περιβεβλῆσθαι τὸν τῆς ζωῆς ἀρχηγόν.

Οὐκοῦν ἀνεβίω, καὶ πάλιν αὐτὸν ὁ Πατὴρ τεθέαται, καὶ τὸ ἐξ αὐτοῦ δὲ καὶ ἐν αὐτῷ γένος, δῆλον δὲ ὅτι τοὺς πιστεύσαντας, «τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, τὸν εἰς περιποίησιν λαόν.» Οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐπιγάννυται, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Καὶ προσεκόμιζε μὲν Ἰωσὴφ τῷ πατρί· οἱ δὲ προσεκύνουν. Εἶτα τοῦ μὲν Μανασσῆ, ὃς ἦν πρωτότοκος, ἑστῶτος εἰς δεξιὸν, τοῦ δὲ νεωτάτου Ἐφραῒμ εἰς εὐώνυμον· παραλλάξας αὐτοῖς τὰς χεῖρας ἔθηκεν ὁ Ἰακὼβ, καὶ τὸν μὲν Ἐφραῒμ τῇ τῆς δεξιᾶς τετίμηκεν ἐπιθέσει, δευτερείων δὲ ἤδη ὥσπερ ἠξίου τὸν Μανασσῆ, χεῖρα δοὺς αὐτῷ τὴν εὐώνυμον, οὕτω τε τῆς εἰς αὐτοὺς εὐλογίας ἄρχεται. Εἰσδεδέγμεθα γὰρ εἰς προσκυνητὰς οἵ τε πρῶτοι, καὶ μετ᾽ ἐκείνους λαοὶ, προσκομιζόντων ἡμᾶς οὐ Μωσέως οὐ προφητῶν· ἀργότερος γὰρ εἰς σωτηρίαν ὁ νόμος· ἀλλ᾽ αὐτοῦ τοῦ Υἱοῦ· «Δι᾽ αὐτοῦ» γὰρ, ὡς ἔφην, «τὴν προσαγωγὴν ἐσχήκαμεν.» Καὶ ἦν μὲν αὐτῷ σκοπὸς τῆς ἐξ ἐθνῶν ἀγέλης προτάξαι τὸν Ἰσραήλ.

Εἰς δεξιὸν γὰρ ἔστη τὸν Μανασσῆ τοῦ πατρὸς ὁ Ἰωσήφ. Ἐπειδὴ δὲ πέρα λόγου δεδυσσεβήκασιν εἰς αὐτὸν, προτετίμηκεν ὁ Πατὴρ τοὺς ἐν χρόνῳ δευτέρους, τουτέστι τὰ ἔθνη, «Καὶ γεγόνασι μὲν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.» Ηὐλόγηκε δὲ Ἰακὼβ τὰ μειράκια, Θεὸν ὀνομάζων τὸν τρέφοντα καὶ ἄγγελον τὸν ῥυόμενον αὐτὸν, τῷ Θεῷ καὶ Πατρὶ συνάπτων εἰς ἅπαν τὸν Υἱὸν, ὃς καὶ διὰ φωνῆς προφητῶν «μεγάλης βουλῆς Ἄγγελος» ὀνομάζεται. Οὐκοῦν πᾶσα χάρις, καὶ ἁπάσης εἰς ἡμᾶς εὐλογίας καὶ ἐπικουρίας τρόπος, γένοιτ᾽ ἂν οὐχ ἑτέρως, πλὴν ὅτι δι᾽ Υἱοῦ παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ καὶ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἀσχάλλει γε μὴν ὁ θεσπέσιος Ἰωσὴφ κατόπιν ὥσπερ τοῦ νέου τεθειμένον ἰδὼν τὸν πρωτότοκον. Εἶτα τοῦ μυστηρίου τὴν δύναμιν διεσάφησεν ὁ πατὴρ λέγων· «Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ᾽ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.» Εἶτα μεθ᾽ ἕτερα, «Καὶ ἔθηκε, φησὶ, τὸν Ἐφραῒμ ἔμπροσθε τοῦ Μανασσῆ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ δοκοῦν τῷ Χριστῷ, οὐκ ἂν ἀπώλισθε τῆς οἰκείας δόξης ὁ Ἰσραήλ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.»

Ἐπειδὴ δὲ πεπώρωται, κατὰ τὸ γεγραμμένον, καὶ τὴν τοῦ καλοῦντος εἰς σωτηρίαν κλῆσιν περιυβρίζων μεμένηκεν ἀπειθὴς, τέθειται πρὸς εὐώνυμον, τὸ μεῖον ἔχων ἐν δόξῃ. Καὶ εὐλογεῖται μὲν καὶ ὑψοῦται καὶ αὐτὸς, ὡς ἔν γε τῷ σεσωσμένῳ μέρει· καὶ τοῦτό ἐστι τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν· ὑπέρκειται δὲ λίαν ὁ ἐξ ἐθνῶν, καὶ εἰς συναγωγὰς λαῶν κατευρύνεται, καὶ μείζων ἐστὶ τοῦ Ἰσραὴλ τῇ τῶν πιστευσάντων ἀμέτρῳ πληθύϊ ποιούμενος τὴν ὑπεροχήν· μιᾷ γὰρ καὶ ἴσῃ χάριτι κατεστέμμεθα πρὸς ἁγιασμὸν οἵ τε ἐξ Ἰσραὴλ καὶ μέν τοι καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, καὶ ἐν Χριστῷ δεδικαιωμένοι· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.