Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Λόγος εἰς τὴν κοίμησιν τῶν τριῶν παίδων (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Προοίμιο και έπαινος των αγίων Τριών Παίδων

Ο συγγραφέας εισάγει την εορτή και τη μνήμη των Τριών Παίδων και προαναγγέλλει τη διήγηση του βίου και του μαρτυρίου τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΕΛΕΥΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ ΚΑΙ ΤΟΥ ΠΑΝΣΟΦΟΥ ΔΑΝΙΗΛ. Πρόφασις καιρῶν παρέστη, ἀγαπητοὶ, μαρτύρων ἀγαθῶν ἐνέγκαι μνήμην· αὕτη γὰρ ἡ μνήμη μιμεῖται τὴν πανήγυριν τῶν οὐρανίων ταγμάτων, ἐπὶ πρεσβείαν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν· ὅσοι οὖν τὸν Θεὸν ἐπιγινώσκετε, σήμερον ἐνταῦθα τὰς ἀκοὰς ὑμῶν προτείνατε, ὅπως ἀξιωθῆτε τοῦ βραβείου τῶν ἀρτίως λεγομένων μαρτύρων· τούτους γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζειν χρὴ τοὺς μήπω θεασαμένους ἐνανθρώπησιν Χριστοῦ, καὶ θάνατον ἀθανάτου, καὶ ἀνάστασιν ἐκ νεκρῶν, καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ὁμολογητὰς καὶ μάρτυρας αὐτοῦ γεγονότας· περὶ τούτων ἡ πρόνοια τῆς ἀχράντου Τριάδος διὰ τῆς ἀρτίως ἀναγνωσθείσης προφητείας, ἕνεκεν τῶν βασιλικῶν ὁμοφύλων παίδων, Ἀνανίου, Ἀζαρίου, καὶ Μισαήλ· περὶ τούτων βούλομαι τὴν πολιτείαν καὶ συνηγορικὴν ἐπιστήμην καὶ συμμαχίαν καὶ τελείωσιν ἐξηγήσασθαι τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὸ πῶς ἀνδραγαθήσαντες ἐτελειώσθησαν οἱ καλοὶ κλάδοι παῖδες, κ.τ.λ.