Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Λύσεις δογμάτων

Κύριλλος Ἀλεξανδρείας

Η δημιουργία του ανθρώπου, το θείο εμφύσημα και η κατ' εικόνα πλάση

Ανάλυση της έννοιας του θείου εμφυσήματος και της σχέσης του με την ψυχή, καθώς και ερμηνεία της κατ' εικόνα και καθ' ομοίωσιν δημιουργίας και της πνευματικής αναμορφώσεως του ανθρώπου εν Χριστώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 4

Ἔκτισεν ὁ Θεὸς ἐκ γῆς τὸν ἄνθρωπον “καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον ”αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” καὶ οἱ μὲν ὑπὸ τοῦ ἐμφυσήματος τὴν ψυχὴν λέγουσι δεδημιουργῆσθαι, ὡς ὑπὸ χειρῶν τὸ σῶμα· οἱ δὲ ὅτι τὸ ἐμφύσημα ἐκεῖνο ψυχὴ αὐτῷ γέγονεν· οἱ δὲ ἕτεροι πάλιν ὅτι τῷ κτισθέντι ἀνθρώπῳ ὁλοκλήρῳ ζωτικὴν δέδωκε δύναμιν τὸ ἐμφύσημα ἐκεῖνο· ἄλλοι δὲ ὅτι ὁ νοῦς ἐστὶ τὸ ἐμφύσημα τοῦτο, καὶ διώρισται τῆς ψυχῆς, καὶ τοῦτό ἐστι τὸ κατ᾽ εἰκόνα, ὡς ἐκ τριῶν τούτων συνίστασθαι τὸν ἄνθρωπον, νοῦ καὶ ψυχῆς καὶ σώματος ἰδιαζόντως ἐν ἑνώσει. καὶ ἴδιον τῆς οὐσίας τοῦ Θεοῦ ἢ ἀλλότριον τὸ ἐμφύσημα τοῦτό ἐστιν.

ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀνέχεσθαι διαπίπτειν τὸν λόγον ἐᾶν ἐφ᾽ ἃ μὴ προσῆκεν, ἤγουν ἔξω φέρεσθαι τοῦ εἰκότος. γέγραπται γὰρ, ὅτι “ζητῶν ζήτει, καὶ παρ᾽ ἐμοὶ οἴκει.” ὃ δὲ σαφῶς οὐκ ἔφη τὸ γράμμα τὸ ἱερὸν, πῶς ἄν τις ἐξηγοῖτο σαφῶς; οἷόν τι φημὶ ἐν τῷ τῆς κοσμοποιΐας βιβλίῳ γέγραπται, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ ὅτι μὲν πεποίηκεν, ἔφη τὸ γράμμα τὸ ἱερὸν, καὶ ἀληθὲς ἐν πίστει τοῦτο δεχόμεθα. τὸ δὲ ὅπως ἢ πόθεν, ἢ τίνα τρόπον παρήχθη πρὸς ὕπαρξιν οὐρανός τε καὶ γῆ καὶ τὰ ἕτερα τῶν κτισμάτων πολυπραγμονεῖν οὐκ ἀζήμιον· οὐ γὰρ δεῖ τοῖς βαθυτέροις ἐγκαθιέναι τὸν νοῦν. ὅσα τοίνυν μὴ σφόδρα σαφῶς ἡ θεία λέγει γραφὴ, ταῦτα χρὴ λανθάνειν, καὶ ἐν σιωπῇ παρατρέχειν. εἰ δὲ χρὴ κατατεκμαίρεσθαι μετὰ λογισμοῦ βλέποντος εἰς ὀρθότητα, φαμὲν, ὅτι ὁ τῶν ὅλων δημιουργὸς ἔπλασε μὲν ἀπὸ γῆς τὸν ἄνθρωπον, ἤτοι τὸ σῶμα· ψυχώσας δὲ αὐτὸ ψυχῇ ζώσῃ τε καὶ νοερᾷ, καθ᾽ ὃν οἶδε τρόπον, παντὸς ἀγαθοῦ πράγματος ἔφεσίν τε καὶ γνῶσιν ἐγκατεβάλετο φυσικῶς αὐτῷ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ εἰρημένον διὰ τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου “Ἦν τὸ ”φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς “τὸν κόσμον.”

τίκτεται γὰρ τὸ ζῷον φυσικὴν ἔχον ἐπιτηδειότητα πρὸς τὸ ἀγαθόν. καὶ τοῦτο διδάξει γράφων ὁ πάνσοφος Παῦλος, ὅτι “αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ”ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς “περιπατήσωμεν.” διοικεῖται μὲν γὰρ ὁ ἄνθρωπος προαιρετικῶς καὶ τὰς ἡνίας πεπίστευται τῆς αὐτοῦ διανοίας, ὥστε ἐφ᾽ ὅπερ ἂν βούλοιτο τρέχειν, εἴτε πρὸς τὸ ἀγαθὸν, εἴτ᾽ οὖν πρὸς τὸ ἐναντίον. ἔχει δὲ ἡ φύσις ἐγκαταβεβλημένην ἑαυτῇ καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ τὸ ἐπιμελεῖσθαι θέλειν ἀγαθότητος καὶ δικαιοσύνης. οὕτω γὰρ τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν γενέσθαι φαμὲν, καθὸ καὶ ἀγαθὸν καὶ δίκαιον πέφυκεν εἶναι τὸ ζῷον. ἐπειδὴ δὲ ἐχρῆν οὐ λογικὸν εἶναι μόνον, καὶ ἐπιτηδείως ἔχον εἰς ἀγαθουργίαν καὶ δικαιοσύνην, ἀλλὰ γὰρ καὶ Ἁγίου Πνεύματος μέτοχον, ἵνα λαμπροτέρους ἔχῃ τῆς θείας φύσεως τοὺς χαρακτῆρας ἐν ἑαυτῷ, καὶ ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς. τοῦτο δέ ἐστι τὸ δι᾽ Υἱοῦ τῇ λογικῇ κτίσει χορηγούμενον Πνεῦμα, καὶ διαμορφοῦν αὐτὴν εἰς εἶδος τὸ ἀνωτάτω, τουτέστι, τὸ θεῖον. ὅτι γὰρ οὐκ εἰς ψυχὴν ἀνθρώπῳ τὸ ἐμφυσηθὲν αὐτῷ γέγονε πνεῦμα, οὔτε μὴν εἰς νοῦν, ὡς οἴονταί τινες, ἐντεῦθεν ἔστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ὁ ἐμφυσήσας νοεῖται ὁ Θεὸς, τὸ δὲ ἐμφυσηθὲν ἐξ αὐτοῦ πάντως που νοεῖται καὶ ἴδιον αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ.

εἶτα πῶς ἂν τὸ ἐκ Θεοῦ Πνεῦμα μετέβαλεν εἰς φύσιν ψυχῆς, ἢ καὶ νοῦς ἐγένετο; ἀμήχανον γὰρ τοῦ τρέπεσθαι τὸ Πνεῦμά ἐστιν. εἰ δὲ δοίη τις εἶναι καὶ κατὰ τροπὴν γενέσθαι ψυχὴν ἢ νοῦν· ὅπερ ἐστὶ τῶν ἀμηχάνων· ἀλλ᾽ ἐκεῖνό γε εὐθὺς ἔστιν ἰδεῖν. εἰ γὰρ εἰς ψυχὴν τῷ ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα γέγονεν, ἔμεινεν ἂν ἡ ψυχὴ καὶ ὁ νοῦς ἀνεπίδεκτος ἁμαρτίας. εἰ δὲ ὑποπέπτωκεν ἁμαρτίαις εἰς ψυχὴν μεταβεβλημένον τὸ ἐκ Θεοῦ Πνεῦμα, διττὸν αὐτῷ τὸ ἔγκλημα παρ᾽ ἡμῶν ἐπάγεται. πρῶτον μὲν, ὅτι τροπὴν ὑπέμεινε τὴν εἰς ὅπερ οὐκ ἦν, εἶτα πρὸς τούτῳ καὶ ἁμαρτίας αὐτό φαμεν γενέσθαι δεκτικόν. οὐκοῦν ἐψυχώθη μὲν τὸ ζῷον ἀῤῥήτῳ δυνάμει Θεοῦ, καὶ ἐν ὁμοιώσει τῇ πρὸς αὐτὸν γέγονε, καθ᾽ ὃ πέφυκεν εἶναι καὶ ἀγαθὸν καὶ δίκαιον καὶ ἀρετῆς ἁπάσης δεκτικόν· ἡγιάσθη δὲ μέτοχον ἀποδεδειγμένον τοῦ θείου Πνεύματος ὃ καὶ ἀποβέβληκεν διὰ τὴν ἁμαρτίαν. ἔφη γάρ που ὁ Θεὸς ὅτι “Οὐ ”μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις “διὰ τὸ εἶναι αὐτοὺς σάρκας,” τουτέστι, μόνα φρονεῖν τὰ σαρκός. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τουτέστιν εἰς τὸ ἀρχαῖον ἀναγαγεῖν, τὸ ἀποπτὰν καὶ ἀποφοιτῆσαν ἡμῶν Ἅγιον Πνεῦμα πάλιν ἡμῖν ἀποκαθιστῶν, τοῦτο ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων “Λάβετε Πνεῦμα Ἅγιον.”

ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς ἁγιασμὸν τὸν πρῶτον, καὶ ἀνακομίζον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις, εἰς τὸν ἄνωθεν καὶ ἐν πρώτῃ κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν.

Εἰ ἕτερον τὸ κατ᾽ εἰκόνα καὶ ἕτερον τὸ καθ᾽ ὁμοίωσιν ἢ ταὐτόν· φασὶ γὰρ, ὅτι τὸ μέν Κατ᾽ εἰκόνα ἐλάβομεν εὐθὺς κτισθέντες, τὸ δέ Καθ᾽ ὁμοίωσιν, οὔ, τετήρηται δὲ παρ᾽ ἡμῖν εἰς αἰῶνα τὸν μέλλοντα. διὸ, φησὶ, γέγραπται “Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.” καὶ πάλιν εἴρηται, φησίν “Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ”ὁμοίωσιν ἡμετέραν,” καὶ μετὰ τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἴρηκε “Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα ἑαυτοῦ ἐποίησεν ”αὐτὸν,” σιωπήσας ἐνταῦθα τό Καθ᾽ ὁμοίωσιν, ἵνα δείξῃ, φησὶ, μήπω ἡμᾶς τοῦτο δεδέχθαι, τετηρῆσθαι δὲ ἡμῖν ἐν τῇ μακαρίᾳ ἐκείνῃ ζωῇ.

ΕΠΙΛΥΣΙΣ. Εἰ μὲν ἕτερον καὶ ἕτερον εἶναί φασι τό Κατ᾽ εἰκόνα, καὶ καθ᾽ ὁμοίωσιν, διδασκέτωσαν τὴν διαφοράν. διακείμεθα γὰρ ἡμεῖς, ὡς οὐδὲν ἕτερον τό Κατ᾽ εἰκόνα δηλοῖ, πλὴν ὅτι Καθ᾽ ὁμοίωσιν, καὶ ὁμοίως τό, καθ᾽ ὁμοίωσιν, τὸ καί Κατ᾽ εἰκόνα· τὴν δέ γε πρὸς Θεὸν ὁμοίωσιν ἐλάχομεν ἐν πρώτῃ κατασκευῇ, καί ἐσμεν εἰκόνες Θεοῦ. δεκτικὴ γὰρ, ὡς ἔφην, ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶ καὶ ἀγαθότητος καὶ δικαιοσύνης καὶ ἁγιασμοῦ, καὶ τὴν ἐν τούτοις ἔφεσιν ἐγκαταβεβλημένην ἔχει παρὰ Θεοῦ. καὶ τοῦτο ἔστιν ἐντεῦθεν ἰδεῖν. ἡ ἐκτροπὴ γέγονε τῇ ἀνθρώπου διανοίᾳ, οὐκ ἀπό γε τῶν φαύλων εἰς τὸ ἀγαθὸν, ἀλλ᾽ ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ φαῦλον. πρῶτον οὖν ἐκεῖνο προϋποκεῖσθαι χρὴ, ὃ δὴ καὶ ἀφέντες ἐκτετράμμεθα. ὅτι γὰρ ἐνεσπάρη τῇ τοῦ ἀνθρώπου ψυχῇ ἐκ πρώτης κατασκευῆς παντὸς ἀγαθοῦ ἔφεσις τε καὶ προθυμία καὶ γνῶσις, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος “Ὅταν γὰρ ἔθνη τὰ ”μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον “μὴ ἔχοντες ἑαυτοῖς εἰσὶ νόμος, οἵτινες ἐνδείκνυνται τὸ ”ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμ- “μαρτυρούσης αὐτῶν τῆς συνειδήσεως.”

εἰ δὲ καὶ τοῖς ἔθνεσι τοῖς ἔξω νόμου, φυσικῶς ἔνεστι τὸ εἰδέναι νόμον, ἤτοι τοῦ νομοθέτου τὸν σκοπόν· δῆλον ἔσται παντί τῳ λοιπὸν, ὅτι δικαία καὶ ἀγαθὴ γέγονεν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις, καὶ εἰς τοῦτο παρήχθη παρὰ Θεοῦ, τὴν αὐτοῦ φοροῦσα μόρφωσιν καὶ τῆς ἀγαθότητος εἰκόνα. καὶ γὰρ ἦν ἅγιος ὁ πρῶτος τῆς ἀνθρώπου ζωῆς χρόνος· παρεισβαλούσης δὲ τῆς ἁμαρτίας, οἱ τῆς πρὸς Θεὸν ὁμοιώσεως χαρακτῆρες οὐκ ἔτι λαμπροὶ μεμενήκασιν ἐν ἡμῖν. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἁγία πάλιν ἡ ἀνθρώπου γέγονεν φύσις, ἀναμορφουμένη πρὸς αὐτὸν δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης. οὕτω που φησὶν ὁ πάνσοφος Παῦλος ὅτι “Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν ”Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφού- “μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. ”ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.” οὐκοῦν ἀνανέωσις καὶ οἷον ἀναπλασμὸς τῇ ἀνθρώπου φύσει γέγονεν ἐν Χριστῷ, καταῤῥυθμιζομένης ἡμῶν τῆς σαρκὸς εἰς ἁγίαν ζωὴν ἐν Πνεύματι. εἰ δὲ ἔφη που τὸ ἱερὸν γράμμα, ὅτι πεποίηκεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ᾽ εἰκόνα ἑαυτοῦ, σεσίγηκε δὲ τό Καθ᾽ ὁμοίωσιν, ἐννοῆσαι χρὴ ὅτι ἠρκέσθη τό Κατ᾽ εἰκόνα εἰπεῖν, ὡς οὐδὲν ἕτερον δηλοῦντος τοῦ καθ᾽ ὁμοίωσιν. περιττὸν γὰρ τὸ λέγειν ὅτι τοῦτο ἡμῖν τετήρηται εἰς αἰῶνα τὸν μέλλοντα.

Θεοῦ γὰρ εἰπόντος ὅτι Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν, τίς ὁ φάναι τολμῶν ὅτι γέγονε μὲν κατ᾽ εἰκόνα, οὐ μὴν ἔτι καθ᾽ ὁμοίωσιν; ὅμοιοι δὲ ἐσόμεθα τῷ Χριστῷ κατά γε τὴν ἀφθαρσίαν, καὶ τὸ ἐπέκεινα γενέσθαι θανάτου, καὶ μὴν καὶ κατὰ τὴν δόξαν ἣν ἂν ἡμῖν αὐτὸς χαρίσαιτο. γράφει γὰρ πάλιν ὁ ἀπόστολος Παῦλος ποτὲ μὲν ὅτι “Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ ”Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ “ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ,” ποτὲ δὲ πάλιν “Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ- ”σεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς “δόξης αὐτοῦ.” ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω τοῦ εἶναι καθ᾽ ὁμοίωσιν αὐτοῦ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ἡμῖν μορφοῦται διὰ τοῦ Ἁγίου Πνεύματος. γράφει γὰρ πάλιν Γαλάταις ὁ Παῦλος “Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ ”Χριστὸς ἐν ὑμῖν.” ὅταν γὰρ ἑαυτοὺς πιστοὺς καὶ ἁγίους τηρήσωμεν, τότε ἐν ἡμῖν ὁρᾶται μορφούμενος, καὶ ταῖς ἡμετέραις διανοίαις τοὺς ἑαυτοῦ χαρακτῆρας νοητῶς ἐναστράπτων.

Ὅτι οὐκ ἐσμὲν, φησὶν, εἰκὼν Θεοῦ, ἀλλ᾽ εἰκὼν εἰκόνος. ὁ μὲν γὰρ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, εἰκὼν αὐτοῦ ἐστιν· ὁ δὲ ἄνθρωπος οὐ τοῦ ἀρχετύπου εἰκὼν, ἀλλὰ τῆς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ, ὡς εἶναι ἡμᾶς εἰκόνα εἰκόνος. οὐ γὰρ εἴρηται, φησὶν, ὅτι εἰκόνα ἑαυτοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ κατ᾽ εἰκόνα, ἵνα ᾖ ὁ ἄνθρωπος κατ᾽ εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, εἰκὼν τοῦ Υἱοῦ, ὅπερ ἐστὶν εἰκὼν εἰκόνος.

ΕΠΙΛΥΣΙΣ. Εἰδοὺς μὲν ἐπέκεινα παντὸς καὶ φαντασίας σωματικῆς ἡ θεία τε ἐστὶ καὶ ὁμοούσιος Τριάς. πιστεύειν δὲ χρὴ, ὅτι ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστὶ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ τὸν Υἱὸν ἑωρακὼς ἑώρακε τὸν Πατέρα· ὁρᾶται δὲ καὶ ὁ Υἱὸς ἐν τῷ ὁμοουσίῳ Πνεύματι. γέγραπται γὰρ ὅτι “Ὁ δὲ ”κύριος τὸ πνεῦμά ἐστιν.” ἔνθα δὲ ὅλως οὐσίας ταυτότης, ἐκεῖ που πάντως εἴη ἂν τὸ παραλλάττον οὐδέν. ἀλλ᾽ ὅπερ ἂν εἶναι νοῇς τὸν Πατέρα, τοῦτό ἐστι καὶ ὁ Υἱὸς, δίχα μόνου τοῦ εἶναι πατήρ· καὶ ὅπερ ἂν ὑπολάβῃς εἶναι τὸν Υἱὸν, τοῦτό ἐστι καὶ τὸ Πνεῦμα, δίχα μόνου τοῦ εἶναι υἱός. ὑφέστηκε μὲν γὰρ τῶν ὠνομασμένων ἕκαστον ἰδιοσυστάτως, καὶ ἔστιν ἀληθῶς ὅπερ εἶναι λέγεται· ἡ δὲ εἰς πᾶν ὁτιοῦν ὁμοιότης τῆς ἁγίας Τριάδος ἀπαραλλάκτως ἔχει. οὐκοῦν κἂν εἰ γέγονε κατ᾽ εἰκόνα τοῦ Υἱοῦ ὁ ἄνθρωπος, καὶ οὕτως ἐστὶ κατ᾽ εἰκόνα Θεοῦ. ὅλης γὰρ αὐτῷ τῆς ὁμοουσίου Τριάδος οἱ χαρακτῆρες ἐλλάμπουσιν, ἅτε δὴ καὶ μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. γράφει γοῦν ὁ θεσπέσιος Μωυσῆς “Καὶ εἶπεν ὁ Θεός Ποιήσωμεν ”ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.” τὸ δέ Ἡμετέραν, οὐχ ἑνὸς δήλωσιν ἔχει προσώπου, διά τοι τὸ ἐν τρισὶν ὑποστάσεσιν εἶναι τὸ τῆς θείας καὶ ἀῤῥήτου φύσεως πλήρωμα.

περιττὸν οὖν ἄρα τὸ περιεργάζεσθαι καὶ ἰσχνοεπεῖν καὶ λέγειν, ὅτι οὐ τοῦ Θεοῦ μᾶλλόν ἐσμεν εἰκόνες, οὐδὲ τοῦ ἀρχετύπου, ἀλλὰ τῆς τοῦ Θεοῦ εἰκόνος· ἀρκεῖ δὲ τὸ πιστεύειν μετὰ ἁπλότητος, ὅτι κατὰ θείαν εἰκόνα γεγόναμεν, τὴν πρὸς Θεὸν λαβόντες μόρφωσιν φυσικῶς. εἰ δὲ χρή τι καὶ οὐκ ἀπιθάνως εἰπεῖν, ἀναγκαῖον ἦν ἡμᾶς μέλλοντας υἱοὺς ὀνομάζεσθαι Θεοῦ, κατ᾽ εἰκόνα τοῦ Υἱοῦ γενέσθαι μᾶλλον, ἵν᾽ ἡμῖν ἐμπρέπῃ καὶ ὁ τῆς υἱότητος χαρακτήρ.