Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Λύσεις δογμάτων
Η ασώματη φύση του Θεού και οι βιβλικοί ανθρωπομορφισμοί
Ερμηνεία της παιδαγωγικής χρήσης ανθρωπομορφικών εκφράσεων και σωματικών μελών στην Αγία Γραφή για την περιγραφή της ασωμάτου θείας φύσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ασώματη φύση του Θεού και οι βιβλικοί ανθρωπομορφισμοί
Ερμηνεία της παιδαγωγικής χρήσης ανθρωπομορφικών εκφράσεων και σωματικών μελών στην Αγία Γραφή για την περιγραφή της ασωμάτου θείας φύσεως.
ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ Δογματικῶν ζητημάτων προτεθέντων τῷ ἁγιωτάτῳ Κυρίλλῳ. Εἰ ὁ ἐπὶ πάντων Θεὸς χεῖρας, πόδας, ὀφθαλμοὺς, ὦτά τε καὶ πτέρυγας ἔχειν ὑπὸ τῆς θείας γραφῆς ὀνομαζόμενος, οὕτω παρ᾽ ἡμῶν ὀφείλει νοεῖσθαι, οὐκ ἀνθρωποειδῶς ὡς ἐπὶ σώματος τῶν μελῶν λαμβανομένων· ἀσώματος γάρ· ἀλλὰ καθώς ἐστιν οὐσίας, οὕτω καὶ τὰ λεχθέντα τῆς οὐσίας ὄντα, μέλη θεῖα καὶ αὐτὰ κατὰ τὴν οὐσίαν ὑπάρχει.
ΕΠΙΛΥΣΙΣ. ΟΙ φρενὸς ὄντες ἐν καλῷ, καὶ τοῖς περὶ τῆς ἀῤῥήτου θεότητος λόγοις ἰσχνὸν ἐνιέντες τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν, ὁρῶσιν αὐτὴν παντὸς μὲν ὑπάρχουσαν ἐπέκεινα γενητοῦ, ὑπερανίσχουσαν δὲ καὶ παντὸς ὀξύτητα νοῦ καὶ φαντασίας σωματικῆς πέρα τε οὖσαν παντελῶς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος “φῶς οἰκοῦσαν ἀπρόσιτον.” εἰ δὲ ἀπρόσιτόν ἐστι τὸ περὶ αὐτὴν φῶς, πῶς ἂν αὐτὴν καταθρήσειέ τις; βλέπομεν γὰρ “ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώ- ”σκομεν ἐκ μέρους.” ἐστι τοίνυν ἀσώματον παντελῶς τὸ θεῖον, ἄποσον τε καὶ ἀμέγεθες, καὶ οὐκ ἐν εἴδει περιγράπτῳ. τὸ δὲ οὕτως ἔχον ἐν ἰδίᾳ φύσει, πῶς ἂν ἐκ μορίων νοοῖτο καὶ μελῶν; εἰ γάρ τις δοίη τοῦτο ὑπάρχειν ἀληθὲς, ἀσώματον οὐκ ἔτι νοεῖται. τὸ γὰρ ὅλως ἐν σχήματι, πάντως που καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ καὶ ἐν τόπῳ· καὶ τὸ ἐν τόπῳ νοούμενον, οὐκ ἔξω περιγραφῆς. ταῦτα δὲ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως ἀλλότρια παντελῶς. οὔτε τοίνυν ὀφθαλμοὺς ἢ ὦτα, οὔτε μὴν χεῖράς τε καὶ πόδας ἢ πτέρυγας ἐπὶ Θεοῦ νοητέον, κἂν εἰ μή τις ἕλοιτο τυχὸν ὡς ἐν ἁπτοῖς καὶ παχέσι σώμασι τὰ τοιάδε νοεῖν, ἀλλ᾽ ὡς ἐν ἰσχνῷ καὶ ἀΰλῳ, καὶ κατά γε τὴν τοῦ Θεοῦ φύσιν· εὔηθες γὰρ παντελῶς τὸ βούλεσθαί τι τοιοῦτον ἐννοεῖν. πνεῦμα γὰρ ὁ Θεός· καὶ τοῦτο ὑπάρχων, πάντων ἔχει τὴν γνῶσιν, ἐφορᾷ πάντα καὶ κατασκέπτεται, λανθάνει δὲ αὐτὸν τῶν ὄντων οὐδέν.
εἰ δὲ μορίων ἤτοι μελῶν ἡ θεία μέμνηται γραφὴ, πρὸς ἡμᾶς λαλοῦσα τὰ περὶ αὐτοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. αἰτία τοίνυν καὶ πρόφασις ἀληθὴς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία. ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ· καὶ οὐκ ἦν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.