Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Λύσεις δογμάτων

Κύριλλος Ἀλεξανδρείας

Το αδύνατον της ανατροπής του παρελθόντος και η θεία παντοδυναμία

Θεολογική απόδειξη ότι η θεία παντοδυναμία δεν περιλαμβάνει τη δυνατότητα μετατροπής της αλήθειας σε ψεύδος, καθιστώντας τα γενόμενα ως μη γενόμενα, και καταληκτικές προτροπές του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 4

Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ γενέσθαι ποτὲ, κατὰ τό “Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα.” οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον, εἰ τὴν πόρνην δύναται παρθένον ἐκ κοιλίας μητρὸς ποιῆσαι, ἵνα μὴ πόρνη ᾖ ἡ πορνεύσασα, ὅτι “τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ ”παρὰ τῷ Θεῷ.”

ΕΠΙΛΥΣΙΣ. Ζητεῖσθαι χρὴ παρ᾽ ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν, εἰ μεγάλη καὶ ἀξιάγαστος, ὅτε τὸ δρώμενόν ἐστιν οὐκ ἀπεοικὸς τῇ θείᾳ δόξῃ. οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων ἐργάτην αὐτὸν ὁρᾶσθαι προσήκει. ἐννοῶμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι ἁμαρτίας δεκτικὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι μὴ εἶναι ἀγαθὸν ἢ ζωὴν ἢ δίκαιον. δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. διὰ τί δὲ ὁ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; ὅτι οὐ δύναται τὸ ψεῦδος ἀλήθειαν ποιῆσαι. καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις, οὐκ ἀνεχομένης τι παθεῖν ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς, ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε.

Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ τὸ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχήν· ταῦτα οὐδὲ ἐγγράφως ἐχρῆν γενέσθαι, ὑπὲρ δὲ τοῦ τὴν σὴν εὐλάβειαν καθ᾽ ἑαυτὴν ἐντυχοῦσαν εὖ ἔχουσας τὰς ἑαυτῆς ἐννοίας, ᾔδειν τὰ ἐφ᾽ ἑκάστῳ τῶν κεφαλαίων ὡς ἔνι σαφηνίσαι προεθυμήθην.