Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η ενότητα του Χριστού και το προφητικό όραμα του Δανιήλ

Ανασκευάζεται η χριστολογική πλάνη περί δύο υιών με βάση τη διδασκαλία του αποστόλου Παύλου και αναλύεται η θεία δόξα του Υιού του ανθρώπου σύμφωνα με το όραμα του Δανιήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

II. FRAGMENTA HOMILIAE QUOD UNUS EST CHRISTUS. Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός. Οἱ διαιροῦντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν, ὥσπερ εἰς λήθην ἥκουσι τῶν τοῦ μακαρίου Παύλου φωνῶν· γράφει γὰρ ἐναργῶς, ποτὲ μὲν ὅτι “ἡμῖν εἷς Θεὸς ὁ πατὴρ, ἐξ οὗ ”τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χρι- “στὸς, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ,” καὶ πάλιν “Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·” εἰ δὲ ἦσαν υἱοὶ δύο κατά τινας, ἔφη ἄν Δύο κύριοι, δύο πίστεις, δύο βαπτίσματα· ἕνα δὲ λέγων καὶ μίαν πίστιν καὶ ἓν βάπτισμα, ἐκείνων ἀπαιδευσίαν καταψηφίζεται. εἰ γὰρ δύο κατ᾽ αὐτούς εἰσι, τίνα κύριον εἴπομεν, τίνι τὴν πίστιν ὁμολογοῦμεν, εἰς τὸ τίνος ὄνομα βαπτιζόμεθα; <Ἐκ τοῦ αὐτοῦ λόγου.> Ἴδωμεν πρῶτον τί φησιν ὁ μακάριος Δανιὴλ, καὶ τὴν ὅρασιν αὐτοῦ τὴν φρικωδεστάτην φέρε πολυπραγμονήσωμεν ἀναγκαίως, πρῶτον μὲν τεθεᾶσθαι παλαιὸν ἡμερῶν καθήμενον ἐπὶ θρόνου καὶ χιλιάδας λειτουργούσας αὐτῷ, καὶ μυριάδας περιεστώτας αὐτοῦ τὸν θρόνον· εἶτά φησιν “Ἐθεώρουν ἐν ”ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ “ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμε- ”ρῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη καὶ αὐτῷ “ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι φυλαὶ γλῶσσαι ”αὐτῷ δουλεύουσιν.”

ἰδοὺ δὴ σαφῶς ὡς υἱὸς ἀνθρώπου μετὰ τῶν νεφελῶν ἔρχεται καὶ μέχρι τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. καὶ τί τοῦτό ἐστι δοκιμάσωμεν ἀκριβῶς. ἆρα γὰρ τόπῳ περιληπτὸς ὁ τῶν ὅλων Θεὸς οὗ πάντα μεστά; οὐ πιστεύομεν λέγοντι “Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ ”λέγει Κύριος;” ποῦ τοίνυν ἔφθασεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν; κατὰ τὴν δόξαν δηλονότι τὴν θεοπρεπῆ καὶ κατά γε τὴν κατὰ πάντων ὑπεροχήν· συνεδρεύει γὰρ τῷ Πατρὶ καί ἐστιν ὁμόθρονος αὐτῷ· οὐχ ὅτε μόνον γυμνὸς ἦν ὁ Λόγος καὶ ἄσαρκος ἔτι, ἀλλὰ καὶ ὅτε γέγονεν ἄνθρωπος. ὅρα τοίνυν καὶ ἐν ἀνθρωπότητι Θεὸν ὄντα τὸν Υἱόν· οὐ γὰρ ἂν ἐδόθη αὐτῷ ἡ τῆς θεότητος τιμὴ καὶ ἡ κατὰ πάντων βασιλεία ἀλλ᾽ οὐδ᾽ ἂν ἐδούλευσαν αὐτῷ φυλαὶ καὶ γλῶσσαι εἰ μὴ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, εἷς καὶ μόνος ὢν Υἱὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος. δέχου δὲ καὶ ἐπὶ τούτῳ πληροφορίαν· ἔφη μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῆς τοῦ προφητοῦ φωνῆς “Τὴν δόξαν ”μου ἑτέρῳ οὐ δώσω,” εἶτά φησιν “Ὃς γὰρ ἂν ἐπαισχυνθῇ ”με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου “ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ ”τῶν ἁγίων ἀγγέλων.” ἆρα οὖν οὐ μέγα καὶ θαυμαστὸν ἐπαγγέλλεται, εἰ ἐν δόξῃ θεότητος υἱὸς ἀνθρώπου, ἐν ὑπερτάταις ὑπεροχαῖς ὁ ἐκ γυναικὸς κατὰ σάρκα, καὶ ἰδίους ἔχων τοὺς ἀγγέλους ὁ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονώς;