Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η αγγελική προσκύνηση του ενανθρωπήσαντος Λόγου

Προβάλλεται η μαρτυρία της προς Εβραίους επιστολής σχετικά με την προσκύνηση του Χριστού από τις αγγελικές δυνάμεις, ως εισαγωγή στο μυστήριο της θείας συγκατάβασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

οὐρανὸς ὅλος, ἀρχαὶ, δυνάμεις, ἐξουσίαι, θρόνοι, κυριότητες δορυφοροῦσιν ἄνθρωπον· ὡς Κριτῇ τῶν ὅλων παρεστήκασι λειτουργοῦντες αὐτῷ. καὶ μάρτυς ὁ πάνσοφος Παῦλος γεγραφὼς ἑβραίοις περὶ αὐτοῦ “Ὅταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον ”εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ “πάντες ἄγγελοι Θεοῦ.” πότε οὖν γέγονεν ὁ Μονογενὴς πρωτότοκος; ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς καὶ κεχρημάτικε μεθ᾽ ἡμῶν υἱὸς ἀνθρώπου. ἀλλ᾽ εἴπερ ᾔδεσαν οὐκ ὄντα Θεὸν αἱ ἄνω δυνάμεις οὐδὲ φύσει καὶ ἀληθῶς Υἱὸν τὸν ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, πῶς ἂν ἠνέσχοντο προσκυνεῖν αὐτῷ; οὐκοῦν ὃν προσκυνοῦσιν ἄγγελοι, μὴ ἀτιμάσῃς αὐτὸς, ἕτερον εἶναι λέγων υἱὸν κατὰ μόνας καὶ ἰδικῶς· πίστευε δὲ μᾶλλον ὡς εἷς καὶ μόνος ἐστὶν Ἰησοῦς Χριστὸς ὁ αὐτὸς ἐκ Πατρὸς θεϊκῶς κατὰ τὴν ἄφραστον γέννησιν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. <Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς ὅτι εἷς Κύριος Ἰησοῦς Χριστός.> Πρὸς δὴ τὰ τοιαῦτα φαῖεν ἂν ἴσως οἱ φιλονεικεῖν ἐθέλοντες Οὐκοῦν ὁ φύσει καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ γέγονεν ὑπὸ νόμον; εἶτα τί τὸ λυποῦν εἰπέ μοι κἂν εἰ τοῦτο λέγοιτο παθεῖν; εἰ γὰρ πιστεύομεν ὅτι γέγονε σὰρξ τουτέστιν ἄνθρωπος ὁ καθ᾽ ἡμᾶς γενέσθαι καταξιώσας, διατί μὴ μεθ᾽ ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι λέγοιτο;