Β— Ἀλλ᾽ ἐοικέναι φασὶ τερατολογίᾳ, καὶ ἀπονεῦσαι λίαν εἰς τὸ ἀπιθάνως ἔχον τὸ χρῆναι λέγειν τὸν αὐτὸν καὶ παθεῖν καὶ μὴ παθεῖν. Ἢ γὰρ ὅλως οὐ πέπονθεν ὡς Θεός, ἤ, εἰ πεπονθέναι λέγεται, πῶς ἂν εἴη Θεός; Οὐκοῦν, ὁ παθὼν νοοῖτ᾽ ἂν μόνος ὁ ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ἔλεγχος εἴη ἄν, καὶ μάλα σαφής, τὸ ταυτὶ δὴ φάναι, καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ, ὡς ἐν μεσίτου τάξει παρειλημμένον, καὶ κατάπλαστον ἔχοντα τὴν τῆς υἱότητος δόξαν, καὶ σχετικῇ συναφείᾳ τετιμημένον, ἀλλ᾽ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς δι᾽ ἡμᾶς γεγονότα τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον, ἵνα καὶ ὁρῷτο τῆς ἁπάντων ζωῆς ἀντάξιος. Ἔστι δέ, οἶμαι, τῶν λίαν ἐκτοπωτάτων, σαρκὸς κατὰ τὰς Γραφὰς γεγονότος, ὡς ἔφην, τοῦ Μονογενοῦς, καὶ οὐκ ἀπαξιώσαντος τὴν οἰκονομίαν, μονονουχὶ καὶ ἐπιτιμᾶν αὐτῷ ὡς τῇ ἰδίᾳ δόξῃ μεμαχημένῳ, καὶ σαρκὶ παθεῖν παρὰ τὸ εἰκὸς ἑλομένῳ. Ἀλλ᾽ ἦν, ὦ γενναῖε, τὸ χρῆμα σωτήριον τῷ κόσμῳ παντί. Ἐπειδὴ δὲ ἠθέλησε διὰ τοῦτο παθεῖν ὁ πέρα τοῦ δύνασθαι παθεῖν, διά τοι τὸ εἶναι φύσει Θεός, τὴν τοῦ παθεῖν δεκτικὴν ἠμπέσχετο σάρκα, καὶ ἰδίαν ἀπέφηνεν αὐτήν, ἵνα καὶ αὐτοῦ λέγοιτο τὸ παθεῖν, ὅτι μὴ τὸ ἑτέρου τινός, ἀλλὰ τὸ αὐτοῦ πέπονθε σῶμα.