Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Η ανάσταση του Μονογενούς και ο ζωοποιός έσχατος Αδάμ

Εξέταση της συγκαταβάσεως μέχρι θανάτου, η εκπλήρωση του σωτηριώδους θελήματος του Πατρός και η ανάδειξη του Χριστού ως εσχάτου Αδάμ για την αναδημιουργία της ανθρώπινης φύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 10

Β— Καίτοι φησὶν ὁ πάνσοφος Παῦλος· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἶτα πῶς αὐτὸν «ἀσθενῆσαι» φαίη τις ἂν τὸν Λόγον, καὶ μὴν καὶ ἐκ δυνάμεως ζῆσαι Θεοῦ; Α— Οὐ γὰρ ἄνω τε καὶ κάτω τὸν τοῦ Θεοῦ Λόγον σάρκα τε γενέσθαι καὶ ἐνανθρωπῆσαί φαμεν; Β— Ναί. Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, ὁ «ἀσθενήσας» σαρκί, καθὸ πέφηνεν ἄνθρωπος, «ἔζησεν οὗτος ἐκ δυνάμεως Θεοῦ,» καὶ οὐκ ἀλλοτρίας μᾶλλον, ἀλλὰ τῆς ἐνούσης αὐτῷ. Θεὸς γὰρ ἦν ἐν σαρκί. Β— Καὶ μὴν ὁ Πατὴρ αὐτὸν ἀναστῆσαι λέγεται· γέγραπται γὰρ ὅτι «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου.» Α— Ἀλλ᾽ αὐτὸν εἶναί φαμεν τὴν ζωοποιὸν δύναμιν τοῦ Πατρός, καὶ τοῖς τοῦ τεκόντος ἀξιώμασιν 〈φυσικῶς〉 ἐναβρύνεσθαι, καὶ εἰ γέγονε σάρξ, καὶ αὐτομάρτυς αὐτὸς εἰσβήσεται λέγων· «Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καὶ τοῦτο ἀμογητὶ κατορθοῦν εὖ μάλα δυνάμενος, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.»

Πλὴν ὁ ἀναστὰς κεκάθικεν «ἐν δεξιᾷ τοῦ Πατρός, ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου.» Ἆρ᾽ οὖν ὡς ἕτερος ὢν Υἱὸς παρὰ τὸν ἐξ αὐτοῦ φύντα Λόγον, ψιλῇ συναφείᾳ τετιμημένος, καὶ ἐν χάριτος μοίρᾳ τὸ τῆς θεότητος ὄνομα λαχών, ἢ μᾶλλον αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος» οἰκονομικῶς; Β— Φαῖεν ἂν ἴσως αὐτοὶ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ συναφθέντα αὐτῷ κατ᾽ ἰσοτιμίαν ἄνθρωπον, ᾧπερ ἂν πρέποι καὶ τὸ παθεῖν τὸν θάνατον. Α— Ἀλλὰ τὸ ἰσότιμόν τινι γενέσθαι λεγόμενον εἴη ἂν οὐχ ἓν μᾶλλον τῷ ἀριθμῷ, καθάπερ ἤδη προεῖπον, ἀλλ᾽ ἓν μεθ᾽ ἑνός. Δύο δὲ οἶμαι ταυτί, καὶ ἀνισομέτρως ἔχοντα κατὰ φύσιν, εἴπερ ἐστὶν ἐν μειώσει τοῦ τιμῶντος τὸ τιμώμενον.

Ἐπειδὴ δὲ εἷς κεκάθικεν Υἱός, διδασκόντων αὐτοὶ τίς τοῖς ἀνωτάτω τετίμηται θάκοις, καὶ συνεδρεύει τῷ Πατρὶ εἰ καὶ ὅτι μάλιστα τῶν ἄγαν σφαλερωτάτων εἴη ἂν τὸ ἀνακομίζειν ἀποτολμᾶν εἰς ἰσοτιμίαν τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ Κτίστῃ τὸ ποιηθέν, τῷ βασιλεῖ τῶν ὅλων τὸ ὑπὸ ζυγόν, τῷ πάντων ἐπέκεινα τὸ ἐν πᾶσι τελοῦν. Β— Σαφηνιεῖς οὖν ἄρα τοῦτο ἡμῖν [εἰσέτι]. Α— Καίτοι, καθάπερ ἐγᾦμαι, σαφὴς καὶ ἀποχρῶν ὁ ἐπ᾽ αὐτοῖς δὴ τούτοις ἡμῖν ἐκπεπόνηται λόγος, ὄκνου δὲ δίχα παντὸς προσθείην ἂν οἷς ἔφην καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστραμμένα. Ὅτι γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐ μεσολαβοῦντος τὴν οἰκονομίαν υἱοῦ παρ᾽ αὐτὸν ἑτέρου καὶ συναφθέντος αὐτῷ σχετικῶς, κατήργηκε τοῦ θανάτου τὸ κράτος, αὐτὸς δὲ μᾶλλον δι᾽ ἑαυτοῦ, πιστώσεται λέγων· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.»

Αἴροντος δὲ ὑψοῦ τὴν εἰς τὸν κόσμον ἀγάπην τοῦ Θεοῦ καὶ Πατρός, ὑπερμεγέθη τε καὶ ὑπερφυᾶ γεγενῆσθαι λέγοντος, ἀνθότου κατασμικρύνουσιν οἱ διεναντίας, οὐ τὸν ἀληθῶς Υἱὸν ὑπὲρ ἡμῶν δεδόσθαι λέγοντες, ἀλλ᾽ ἕνα τῶν καθ᾽ ἡμᾶς, εἰσποίητον ἔχοντα τὴν τῆς υἱότητος χάριν, εἰς τὸν τοῦ κατὰ φύσιν Υἱοῦ τόπον ἀναβιβάζοντες, ὄντος δὲ Μονογενοῦς τοῦ δοθέντος ὑπὲρ ἡμῶν; Εἶτα γεγραφότος Ἰωάννου σαφῶς· «Ὁ μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,» πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς ἀμαθίας αὐτούς, ἐξωθοῦντας μὲν τῆς οἰκονομίας τὸν μονογενῆ Θεὸν Λόγον, ἀντεισφέροντας δέ, ὡς ἔφην, ταῖς θύραθεν δόξαις ἐξωραϊσθέντα τινὰ καὶ ἐπακτὸν ἔχοντα τὸ τῆς θεότητος ὄνομα; Εἶτα τί τὸ μέγα καὶ ἀξιάγαστον ἐν τῇ τοῦ Πατρὸς ἀγάπῃ φανεῖται λοιπὸν εἰ μέρος τι κόσμου, καὶ τοῦτο βραχύ, δέδωκεν ὑπὲρ αὐτοῦ;

Ἢ τάχα που καὶ ἀνεπίπληκτον εἰπεῖν ὡς λελύτρωται κόσμος οὐδὲν ἔχων παρὰ Θεοῦ, ἀλλὰ τοῖς αὐτοῦ μέρεσι πρὸς τοῦτο ὑπηρετούμενος. Β— Δεδόσθαι φασὶ τὸν Μονογενῆ παρὰ τοῦ Πατρός, ἵν᾽ οἰκονομήσῃ τὰ καθ᾽ ἡμᾶς, οὐχ ἵνα τι πάθῃ τῶν ἀνθρωπίνων αὐτὸς εἰς ἰδίαν φύσιν· ἀμήχανον γάρ. Α— Πάθοι μὲν ἂν αὐτὸς εἰς ἰδίαν φύσιν τὸ σύμπαν οὐδέν.

Ἀσώματος γὰρ ὑπάρχων ὡς Θεός, ἔξω που πάντως κείσεται τοῦ παθεῖν. Ἐπεὶ δὲ κατὰ τὴν αὐτοῦ φωνήν, τὴν διά γέ φημι τῆς τοῦ Ψάλλοντος λύρας, σῶμα αὐτῷ κατήρτισται παρὰ τοῦ Πατρός, παρῆλθεν ἐνσώματος τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ. Τοῦτο δὲ ἦν ἡ διὰ τοῦ τιμίου σταυροῦ λύτρωσις καὶ ἀνακεφαλαίωσις τῶν ὅλων δι᾽ αὐτοῦ τε καὶ εἰς αὐτὸν εὖ μάλα κατορθουμένη. Συλλήψεται δὲ οἷς ἔφην καὶ ὁ πανάριστος Παῦλος ὡδὶ γεγραφώς· «Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Τίνα γὰρ εἶναι φὴς τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός, εἶτα μένειν ἐξὸν ἐν ἰσότητι πρὸς αὐτόν, οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ ὑπερφερὲς οὕτω καὶ θεοπρεπὲς ἀξίωμα, καὶ τὴν κατὰ πάντων ὑπεροχήν; Οὐχὶ τὸν ἐξ αὐτοῦ πεφηνότα Θεὸν Λόγον; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς τὸ χρῆμά ἐστιν;

Ἀλλ᾽ οὗτος αὐτὸς «ἐν μορφῇ» καὶ ἰσότητι τοῦ Πατρός, μορφὴν δούλου λαβὼν οὐ κατὰ συνάφειαν σχετικήν, 〈ἀλλ᾽〉 «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος»—ἦν γὰρ μετὰ τούτου καὶ Θεός—«ἐταπείνωσεν ἑαυτόν, γέγονε δὲ καὶ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Β— Ἀλλ᾽ εἴρηται, φασί, περὶ αὐτοῦ ὅτι «ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ 〈Χριστοῦ〉 πᾶν γόνυ κάμψῃ.» Ὃ δὲ ἦν ὁ Λόγος, δῆλον δὲ ὅτι Θεός, πῶς ἂν νοοῖτο λαβών; Ἔστι τοίνυν ἀναγκαῖον τῷ ἀναληφθέντι μᾶλλον ἀνθρώπῳ δεδόσθαι λέγειν τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα μή τι τῶν ἀπεοικότων φρονοῦντες ἁλισκώμεθα περὶ τοῦ Μονογενοῦς. Α— Εἶτα πῶς οὐκ ἄμεινον ἀσυγκρίτως ἐνανθρωπήσαντι δι᾽ ἡμᾶς τῷ κατὰ φύσιν Υἱῷ δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ᾽ ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος καὶ ἀρτιφανὴς ἀγγέλοις τε καὶ ἀνθρώποις εἰσκομίζηται θεός, τὴν τῆς θεότητος δόξαν οὐκ οὐσιωδῶς ἐνυπάρχουσαν ἔχων, ἀλλ᾽ ἔξωθεν εἰσκεκριμένην, καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρός; Β— Αὐτῷ δὴ οὖν ἄρα τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ δεδόσθαι φαμὲν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Α— Πάνυ μὲν οὖν.

Εἶσι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ, εἴπερ ἐστὶν οὐ κατεψευσμένον ὡς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καταπεφοίτηκε δέ πως ἐπὶ τὸ μὴ ὂν ἐν δόξῃ, καθὰ πέφηνεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν· «Ὁ Πατὴρ μείζων μού ἐστι,» καίτοι μετὸν αὐτῷ καὶ ἐνυπάρχοντι ἀεὶ καθὸ νοεῖται καί ἐστι Θεός, καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν, τὸ ἀπαραλλάκτως ἔχειν πρὸς πᾶν ὁτιοῦν, καὶ τῇ τῆς θεότητος ἐναβρύνεσθαι δόξῃ. Ἔδει δὴ οὖν τὸν καταφοιτήσαντα δι᾽ ἡμᾶς εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀπολισθῆσαι δοκεῖν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν λαμπρότητος καὶ ὑπεροχῆς, ἀλλ᾽ ἐν κενώσει τῇ καθ᾽ ἡμᾶς τὸ πλῆρες ἔχοντα θεϊκῶς, καὶ ἐν ταπεινώσει τὸ ὑψηλόν, καὶ τὸ φύσει προσὸν ὡς δοτὸν διὰ τὸ ἀνθρώπινον προσκυνεῖσθαι πρὸς ἁπάντων. Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ τῶν τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, καὶ πᾶν τάγμα δοξολογεῖ. Κύριος γὰρ εἶναι πιστεύεται Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ἆρ᾽ οὖν, εἰπέ μοι, προκόσμιος ἦν ὁ ἄνθρωπος ὃν ἀνειλῆφθαί φασι παρὰ τοῦ Μονογενοῦς κατὰ συνάφειαν σχετικήν; Β— Οὐδαμῶς. Α— Τίς οὖν ἄρα ἐστὶν ὁ δόξαν αἰτῶν ἣν καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς ἐνυπάρχειν ἑαυτῷ φησιν, ἀεὶ καὶ διὰ παντὸς ὄντι παρὰ Θεῷ;

Οὐχ ὁ συναΐδιος τῷ Πατρὶ Θεὸς Λόγος, ὁ συνθρονός τε καὶ συνυφεστηκὼς αὐτῷ, περὶ οὗ φησιν ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης· «Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος;» Β— Πῶς γὰρ οὔ; Α— Ὥσπερ οὖν τῆς δόξης Κύριος ὤν, εἶτα καθεὶς ἑαυτὸν διὰ μέσου πρὸς τὸ δυσκλεὲς τῆς δούλου μορφῆς, τῆς ἐνούσης ἀεὶ δόξης ἑαυτῷ τὴν ἀνάληψιν αἰτεῖ, καὶ τοῦτο δρῶν ἀνθρωποπρεπῶς, οὕτω καὶ Θεὸς ὑπάρχων ἀεί, πρὸς τὴν τῆς ἰδίας θεότητος ὑπεροχήν τε καὶ δόξαν ἐκ τῶν καθ᾽ ἡμᾶς μέτρων ἀναφοιτᾷ, ἵν᾽ ὡς ἑνὶ λοιπὸν Υἱῷ τῷ κατὰ φύσιν καὶ ἀληθινῷ, καίτοι καθ᾽ ἡμᾶς γεγονότι καὶ σεσαρκωμένῳ, κάμπτῃ πᾶν γόνυ, καθάπερ ἔφην ἀρτίως. Ταυτὶ γάρ, οἶμαι, φρονοῦντες ὡδέ τε πιστεύοντες, ἐγκλημάτων ἀνθρωπολατρίας οὐρανόν τε καὶ γὴν ἀπαλλάξομεν. Γέγραπται γὰρ ὅτι «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Β— Πλείστων ἂν δέοιτο τῶν ἐπικουρημάτων ὁ ἐπὶ τῷδε λόγος. Ἴθι δὴ οὖν καὶ δι᾽ ἑτέρων ἡμῖν ἐννοιῶν διασάφει τὸ μυστήριον. Α— Οὐκοῦν εἶμί τοι, καὶ μάλα προθύμως.

Φαίην δ᾽ ἂν ὅτι ἡμαρτήκασι τἀληθοῦς, ὡς ἕτερον ἡμῖν υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ παραζευγνύντες τῷ φύσει καὶ ἀληθῶς, δῆλον δὲ ὅτι τῷ Μονογενεῖ, καίτοι βοῶντος σαφῶς ἱεροῦ Γράμματος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἐξ οὐρανοῦ,» καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ, «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.» Τίνα δὴ οὖν ἄρα φασὶ τὸν ἐξ οὐρανοῦ καθιγμένον; Γεγέννηται γὰρ τὸ σῶμα ἐκ γυναικός. Β— Τὸν ἐκ Θεοῦ Πατρὸς δηλονότι γεννηθέντα Λόγον.

Οἶμαι γὰρ οὐχ ἕτερόν τι φρονεῖν ἑλέσθαι παρὰ τοῦτο αὐτούς. Α— Ὀρθῶς, ὦ ἑταῖρε. Γέγραφε δέ που καὶ ὁ πάνσοφος Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Εἶτα πῶς ἐθέλοντος τοῦ Πατρὸς ἀναστῆναι πᾶν τὸ δοθὲν αὐτῷ, καὶ ἀγαθοῦ γε ὄντος τοῦ πράγματος, καὶ προσέτι θεοπρεποῦς—ἐοικὸς γὰρ Θεῷ τὸ σῴζειν ἐστίν—αὐτὸς ἔφη κατελθεῖν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ μᾶλλον, ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ᾽ οὖν οἰήσαιτ᾽ ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν ἥκιστά γε, τὸ δὲ ἀναστῆσαι τὸ δοθὲν καὶ ἀπαλλάξαι φθορᾶς ἀπᾴδειν αὐτῷ; Β— Κινδυνεύομεν. Α— Καίτοι καταλογισαίμεθ᾽ ἄν, καὶ μάλα εἰκότως, ὡς, ἐπείπερ ἐστὶν ἀγαθοῦ Πατρὸς γνήσιον γέννημα, νοοῖτ᾽ ἂν ὑπάρχειν καὶ αὐτὸς ἀγαθός, ἢ γοῦν αὐτόχρημα ὅτι ἀγαθόν. «Ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται,» κατὰ τὴν αὐτοῦ φωνήν. Ἀληθεύσει δὲ οὕτω λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Β— Εὖ ἔφης. Διασάφει δὴ οὖν αὐτὸς τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. Α— Οὐκ ἀβούλητον μὲν γενέσθαι φαμὲν τῷ Υἱῷ τὸ καταργῆσαι θάνατον καὶ ἀποσοβῆσαι τῶν ἀνθρωπίνων σωμάτων τὴν φθοράν. «Οὐ γὰρ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων, σωτήριοι δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου,» κατὰ τὸ γεγραμμένον. «Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.»

Ἀλλ᾽ ἦν οὐχ ἑτέρως τὸ ἀμειδὲς τοῦ θανάτου κατασείεσθαι κράτος, πλὴν ὅτι διὰ μόνης τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ταύτῃτοι πέφηνε καθ᾽ ἡμᾶς, καὶ ἴδιον ἐποιήσατο σῶμα τὸ ὑπὸ φθοράν, κατά γε τοὺς ἐνόντας τῇ φύσει λόγους, ἵν᾽ ἐπείπερ ἐστὶν αὐτὸς ἡ ζωὴ—γεγέννηται γὰρ ἐκ ζωῆς τοῦ Πατρός—ἐμφυτεύσῃ τὸ ἴδιον ἀγαθὸν αὐτῷ, τουτέστι τὴν ζωήν. Ἑλομένῳ δὲ ἅπαξ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν, ἔδει συμβῆναι καὶ τὸ παθεῖν, τῆς Ἰουδαίων ἀνοσιότητος ἐμπαροινούσης αὐτῷ. Ἀλλ᾽ ἦν αὐτῷ φορτικὸν τὸ ἐν τῷ παθεῖν δυσκλεές. Καὶ γοῦν ἐνστάντος καιροῦ καθ᾽ ὃν ἔδει τὸν ὑπέρ γε τῆς ἁπάντων ζωῆς ὑπομεῖναι σταυρόν, ἵνα τὸ παθεῖν ἀβούλητον ἀποφήνῃ, ἀνθρωποπρεπῆ τὴν πρόσοδον καὶ ὡς ἐν σχήματι προσευχῆς ἐποιεῖτο λέγων· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο.

Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Καταβῆναι τὸν ἐξ οὐρανοῦ φησιν, οὐκ ἀβούλητον ποιησόμενον τὸ λυποῦν, ἵνα κατορθώσῃ τοῖς ἐπὶ γῆς τὴν ἀνάστασιν, ἣν δὴ καὶ μόνος αὐτὸς κεκαινοτόμηκε τῇ ἀνθρώπου φύσει. Γέγονε γὰρ «πρωτότοκος ἐκ νεκρῶν» κατὰ σάρκα, καὶ «ἀπαρχὴ τῶν κεκοιμημένων.» Β— Αὐτοῦ τοιγαροῦν τὸ πάθος καὶ οὐχ ἑτέρου λέγοιτο ἄν, καθὸ πέφηνεν ἄνθρωπος, εἰ καὶ μεμένηκεν ἀπαθὴς καθὸ νοεῖται Θεός. Α— Οὕτω φημί. Διαμέμνησο δὲ τῆς θεοπνεύστου λεγούσης Γραφῆς· «Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.» Β— Ἆρ᾽ οὖν τὸν ἔσχατον Ἀδὰμ τὸν ἐκ Θεοῦ φαμεν ὠνομάσθαι Λόγον; Α— Οὐ γυμνόν, ὡς ἔφην, γεγονότα δὲ μᾶλλον ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Αὐτὸν οὖν εἶναί φαμεν, εἴπερ ἐστὶν οὐκ ἀνθρώπινον, θεοπρεπὲς δὲ μᾶλλον τὸ [ζωοποιεῖν].

Κεχρημάτικε δὲ καὶ ἔσχατος Ἀδάμ, ὡς ἐξ Ἀδὰμ γεγονὼς κατὰ σάρκα, καὶ ἀρχὴ δευτέρα τῶν ἐπὶ γῆς, ἀναστοιχειουμένης ἐν αὐτῷ τῆς ἀνθρώπου φύσεως εἰς καινότητα ζωῆς, τῆς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· κατηργήθη γὰρ οὕτω θάνατος, οὐκ ἀνασχομένης τῆς κατὰ φύσιν ζωῆς ὑποθεῖναι τῇ φθορᾷ τὸ ἴδιον σῶμα, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι Χριστὸν ὑπ᾽ αὐτῆς, κατὰ τὴν τοῦ θεσπεσίου 〈Πέτρου〉 φωνήν. Διέβη δὲ οὕτως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ ἐκ τοῦ κατορθώματος ἀγαθόν. Β— Ἄριστα ἔφης. Α— Ἄθρει δὲ δή μοι κἀκεῖνο πρὸς τούτοις. Β— Τὸ τί δὴ φής; Α— Ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Βεβαπτίσμεθα δὴ οὖν εἰς ἁγίαν καὶ ὁμοούσιον Τριάδα, τὴν ἔν γέ φημι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β— [Καὶ] πῶς γὰρ οὔ; Α— Οὐ † ... † Πατέρα μὲν νοοῦμεν τὸν γεγεννηκότα, Υἱὸν δὲ δὴ καὶ αὖ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα μονογενῆ Θεὸν Λόγον; Β— Καὶ πάνυ. Α— Πῶς οὖν εἰς τὸν θάνατον αὐτοῦ βεβαπτίσμεθα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.»