Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Το εκούσιο πάθος, η ζωοποιός σάρκα του Λόγου και τελική ομολογία

Ανάπτυξη της διδασκαλίας ότι η σάρκα του Χριστού μετέχει της ζωοποιού Του δυνάμεως, ερμηνεία της σταυρικής θυσίας και τελική διακήρυξη πίστεως στον ένα Κύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 10

Ἀλλ᾽ «εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,» καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς ὢν φύσει πέρα νοεῖται πάθους, εἶτα παθεῖν ἠθέλησεν, ἵνα σώσῃ τοὺς ὑπὸ φθοράν, ὡμοιώθη κατὰ πάντα τοῖς ἐπὶ γῆς, καὶ ἀπότεξιν ὑπέμεινε τὴν κατὰ σάρκα ἐκ γυναικός, καὶ ἴδιον ἐποιήσατο, ὡς ἔφην, σῶμα, τὸ γεύσασθαι τοῦ θανάτου δυνάμενον, ἀναβιῶναί τε αὖ, ἵνα μένων αὐτὸς ἀπαθής, σαρκὶ τῇ ἰδίᾳ λέγοιτο παθεῖν. Σέσωκε γὰρ 〈οὕτως〉 τὸ ἀπολωλός. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Καὶ πάλιν· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ.

Ἐξουσίαν 〈ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν〉 ἔχω λαβεῖν αὐτήν.» Ἀλλ᾽ ἦν οὐχ ἑνὸς τῶν καθ᾽ ἡμᾶς, οὔτε μὴν ἀνθρώπου κοινοῦ, τὸ ἐξουσίαν ἔχειν θεῖναί τε ψυχὴν καὶ ἀναλαβεῖν αὐτήν. Τέθεικε δὲ καὶ ἀνέλαβεν ὁ Μονογενὴς καὶ ἀληθῶς Υἱός, τῶν τοῦ θανάτου βρόχων ἡμᾶς ἔξω τιθείς.

Ἴδοι δ᾽ ἄν τις εὖ μάλα τουτὶ καὶ ἐν ταῖς Μωϋσέως βίβλοις, ὡς ἐν σκιαῖς ἐπὶ τοῖς πάλαι διαμορφούμενον· ἐξείλετο γὰρ θανάτου καὶ φθορᾶς ἡ τοῦ προβάτου σφαγὴ τοὺς ἐξ Ἰσραήλ, καὶ δεδυσώπηκε τὸν ὀλοθρευτήν. Τύπος δὲ ἦν ἄρα τὸ χρῆμα Χριστοῦ. «Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός,» ἵνα τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσῃ κράτος, αἵματί τε τῷ ἰδίῳ κατακτήσηται τὴν ὑπ᾽ οὐρανόν. «Ἠγοράσμεθα γὰρ τιμῆς,» καὶ «οὔκ ἐσμεν ἑαυτῶν.» «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν,» ὁ πάντων ἀξιώτερος, «ἵν᾽ οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Συλλήψεται δὲ καὶ ὁ Παῦλος λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστός. συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ, τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ [ἐμοῦ].» Χριστοῦ τοιγαροῦν οἱ πάντες ἐσμέν, καὶ δι᾽ αὐτοῦ κατηλλάγμεθα τῷ Πατρί, σαρκὶ παθόντος ὑπὲρ ἡμῶν, ἵν᾽ ἡμᾶς ἀποφήνῃ κεκαθαρμένους. Γέγραπται γὰρ ὅτι· «Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.» Καὶ πάλιν· «Καὶ ἡμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.» Σύνες οὖν ὅπως «ἴδιον αἷμα» καὶ «ἰδίαν σάρκα» φησὶν αὐτοῦ τὴν δοθεῖσαν ὑπὲρ ἡμῶν, ἵνα μὴ ἑτέρου παρ᾽ αὐτὸν υἱοῦ λέγωμεν αὐτήν, νοουμένου τε ἀναμέρος, καὶ ψιλῇ συναφείᾳ τετιμημένου, καὶ ἐπακτὴν ἔχοντος δόξαν, καὶ οὐκ οὐσιώδη τὴν ὑπεροχήν, ἐπίβλημα δὲ καὶ ὥσπερ τι προσωπεῖον ἐπερριμμένον αὐτῷ, τό τε τῆς υἱότητος καὶ τῆς ὑπὲρ πάντα θεότητος ὄνομα.

Οὕτω γὰρ ἔχοντι κατὰ φύσιν καθὰ φρονεῖν ἐγνώκασιν οἱ δι᾽ ἐναντίας, ἁρμόσειεν ἂν αὐτῷ κατ᾽ οὐδένα τρόπον τὸ χρῆναι λέγειν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Πῶς γὰρ ἀληθὲς τὸ οὐχ οὕτως ἔχον ὡς λέγεται, νωθὸν δὲ ὥσπερ τι καὶ ψευδώνυμον;

Ἀλλὰ μὴν ἀλήθεια Χριστός, καὶ ἐπάνω πάντων ὡς Θεός.

Μεμένηκε γὰρ ὅπερ ἦν ὁ Λόγος, εἰ καὶ γέγονε σάρξ, ἵν᾽ ὁ πάντων ἐπέκεινα καὶ ἐν τοῖς πᾶσι γεγονὼς διὰ τὸ ἀνθρώπινον σωζόμενον ἔχοι τὸ εἶναι πέρα παντὸς καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων. Β— Ἀλλ᾽ ἐναπομάξεται, φησί, τῷ Θεῷ Λόγῳ πολύ τι τὸ δυσκλεὲς τὸ λέγεσθαι παθεῖν. Διαβεβλήσεται δὲ πρὸς τούτῳ καὶ αὐτό που τάχα τὸ σεπτὸν ἡμῶν μυστήριον. Α— Ἀλλ᾽ «αἰσχύνης καταφρονήσας,» εἵλετο παθεῖν σαρκὶ δι᾽ ἡμᾶς, κατὰ τὰς Γραφάς. Ἀρρώστημα δὲ φρενὸς Ἰουδαϊκῆς καὶ τῆς Ἑλλήνων ἀβελτερίας ἔγκλημα δεινὸν καταλογισαίμην ἂν τὸ αἰσχύνεσθαι δοκεῖν τὸ ἐπὶ τῷ σταυρῷ πάθος. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.» Β— Τίνα τρόπον; Συνίημι γὰρ ἥκιστά γε. Α— Οὐ γὰρ Ἰουδαίοις μὲν σκάνδαλον τὸ ἐπὶ τῷ σταυρῷ πάθος γενέσθαι φησίν, Ἕλλησι δὲ μωρίαν; Οἱ μὲν γὰρ ἔφασκον, ἀπηρτημένον ὁρῶντες τοῦ ξύλου, καὶ τὰς μιαιφόνους ἐπ᾽ αὐτῷ σείοντες κεφαλάς· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι 〈νῦν〉 ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὥοντο γὰρ ὅτι τῆς αὐτῶν ἰσχύος ἡττώμενος ἥλω καὶ πέπονθε.

Πεπλάνηντο γάρ, οὐχ Υἱὸν εἶναι Θεοῦ νομίσαντες ἀληθῶς, ἀλλ᾽ εἰς μόνην ὁρῶντες τὴν σάρκα. Ἕλληνές γε μήν, τὸ τοῦ μυστηρίου βάθος κατ᾽ οὐδένα τρόπον συνιέναι δυνάμενοι, μωρίαν εἶναι νομίζουσι τὸ λέγεσθαι πρὸς ἡμῶν τεθνάναι Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ᾽ αὐτὸ δὴ τουτὶ τὸ δοκοῦν εἶναι μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστί. Βαθὺς γὰρ ὁ λόγος, καὶ τῆς ἀνωτάτω σοφίας ἐπίμεστος ἀληθῶς, ὁ ἐπί γέ φημι τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καὶ τὸ ἀσθενὲς εἶναι νομισθὲν παρά γε τοῖς Ἰουδαίων δήμοις ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Σέσωκε γὰρ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδύς, ἵνα σαρκὶ παθὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν, κρείττονα θανάτου καὶ φθορᾶς τὴν ἡμῶν ἀποφήνῃ φύσιν.

Ἔστι δὲ ὑπὲρ χεῖρα τὴν καθ᾽ ἡμᾶς τὸ κατωρθωμένον.

Οὐκοῦν, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶ τὸ ἀσθενείᾳ τῇ καθ᾽ ἡμᾶς καὶ ὡς ἔν γε τῷ παθεῖν πεπράχθαι δοκοῦν, δυνάμεώς τε τῆς θεοπρεποῦς ἐπίδειξιν ἔχον. Β— Εἶτα πῶς ἂν ὁ αὐτός, φασί, παθὼν μὴ πάθοι; Α— Σαρκὶ τῇ ἰδίᾳ παθών, καὶ οὐ θεότητος φύσει. Καὶ ἀπόρρητος μὲν παντελῶς ὁ ἐπὶ τούτοις λόγος, καὶ οὐκ ἄν τις ἐφίκοιτο νοῦς τῶν οὕτως ἰσχνῶν καὶ ὑπερηρμένων ἐννοιῶν.

Ἑπόμενοί γε μὴν τοῖς εἰς ὀρθότητα λογισμοῖς, καὶ τὸν τοῦ εἰκότος περιαθροῦντες λόγον, οὔτε τοῦ λέγεσθαι παθεῖν ἀλλοτριοῦμεν αὐτόν, ἵνα μὴ πρὸ τούτου καὶ τὴν κατὰ σάρκα γέννησιν οὐκ αὐτοῦ μᾶλλον, ἀλλ᾽ ἑτέρου φῶμεν εἶναί τινος, οὔτε μὴν εἰς τὴν θείαν αὐτοῦ καὶ ὑπερτάτην πεπράχθαι φύσιν διοριζόμεθα τὰ σαρκός· νοοῖτο δ᾽ ἄν, ὡς ἔφην, σαρκὶ τῇ ἰδίᾳ παθεῖν, καίτοι θεότητι μὴ παθὼν κατὰ τοιόνδε τινὰ τρόπον. Καὶ ἀσθενεῖ μὲν πᾶσα παραδειγμάτων δύναμις, καὶ τῆς ἀληθείας κατόπιν ἔρχεται. Πλὴν ἐνίησι τῷ νῷ φαντασίαν ἰσχνὴν τοῦ πράγματος, καὶ ὡς ἀπό γε τῶν ἐν χερσὶν ἀναβιβάσει πρὸς τὸ ὕψος καὶ τὸ πέρα λόγου. Ὥσπερ γὰρ ὁ σίδηρος ἢ γοῦν ἑτέρα τις ὕλη τοιαύτη, ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς, εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ δὴ καὶ καταπαίοιτο τυχὸν ὑπό του, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω πως συνήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν Υἱόν.

Καὶ σμικρὰ μέν, ὡς ἔφην, τῶν παραδειγμάτων ἡ δύναμις, ἀποφέρει δέ πως τῆς ἀληθείας ἐγγὺς τοὺς τοῖς ἱεροῖς Γράμμασιν οὐκ ἀπειθεῖν ᾑρημένους. Β— Εὖ λέγεις. Α— Εἰ γὰρ οὐκ ἀμέσως ἰδία τοῦ Λόγου γέγονεν ἡ ἀπορρήτως αὐτῷ καὶ ὑπὲρ νοῦν καὶ λόγον ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; «Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ἀλλ᾽ εἴπερ ἐστὶν ἡ σὰρξ υἱοῦ παρ᾽ αὐτὸν ἑτέρου, κατὰ συνάφειαν σχετικὴν οἰκειωθέντος αὐτῷ, καὶ χάριτι κεκλημένου πρὸς ἰσοτιμίαν, πῶς ἰδίαν αὐτὴν ὀνομάζει, καίτοι ψεύδεσθαι μὴ εἰδώς; Πῶς δ᾽ ἂν καὶ ζωοποιήσειε τὸν κόσμον ἡ ἑτέρου τινὸς σάρξ, εἰ μὴ γέγονεν ἰδία τῆς ζωῆς, δῆλον δὲ ὅτι τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἰωάννης· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν αὐτόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Β— Ἀλλά, οἶμαι, πρὸς τοῦτο φαῖεν ἂν εἰρῆσθαι παρ᾽ αὐτοῦ καὶ μάλα σαφῶς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.»

Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ Θεοῦ Λόγου, ἀλλὰ τοῦ συναφθέντος αὐτῷ ἀνθρώπου τὸ τετιμημένον σῶμα καὶ τὸ αἷμα. Α— Εἶτα ὅποι ποτὲ θεῖεν ἂν τὸ «μέγα τῆς εὐσεβείας μυστήριον;» Ἀναιρεῖται γάρ, ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ Λόγου κένωσις, ὄντος μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, ἑλομένου δὲ δι᾽ ἡμᾶς μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς, καὶ μετασχεῖν σαρκὸς καὶ αἵματος, καὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὅλῃ χαρίσασθαι τῇ ὑπ᾽ οὐρανόν. Σέσωσται γὰρ δι᾽ αὐτῆς, ἀνακεφαλαιουμένου τὰ πάντα τοῦ Πατρὸς ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται. Εἰ μὲν οὖν οὐκ αὐτὸν εἶναί φασι τὸν Μονογενῆ, θεοπρεπῶς τε ὁμοῦ καὶ ἀνθρωπίνως λέγοντα· «Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,» ἕτερον δέ τινα παρ᾽ αὐτὸν ἰδικῶς νοούμενον Υἱὸν ἀνθρώπου σεσωκέναι ἡμᾶς, οὐκ αὐτός ἐστι Κύριος, κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ εἷς ἐξ ἡμῶν, καὶ ζωοποιεῖται λοιπὸν τὰ ὑπὸ φθορὰν οὐ διά γε Θεοῦ μᾶλλον τοῦ ζωοποιεῖν ἰσχύοντος, ἀλλ᾽ ὑφ᾽ ἑνὸς τῶν ὑπὸ φθοράν, χάριτι μεθ᾽ ἡμῶν λαβόντος τὸ ζῆν.

Εἰ δὲ ἀληθὲς ὅτι σὰρξ γέγονεν ὁ Λόγος, κατὰ τὰς Γραφάς, καὶ «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, κεκλήσεται καὶ Υἱὸς ἀνθρώπου, κἂν ἀσχάλλωσί τινες ἐπὶ τούτῳ, τοῖς τῆς ἀμαθίας ἐγκλήμασι σφᾶς αὐτοὺς ἐνιέντες ἁλοῖεν ἄν. Οὐ γὰρ ἦν ἑτέρως ζωοποιὸν γενέσθαι τὴν σάρκα, καίτοι κατ᾽ ἰδίαν φύσιν ὑπενηνεγμένην τῷ φθείρεσθαι δεῖν, εἰ μὴ γέγονεν ἰδία τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου. Ἐνηργεῖ γὰρ οὕτως τὰ αὐτοῦ, τὴν ζωοποιὸν αὐτοῦ δύναμιν ὠδινήσασα. Καὶ θαυμαστὸν οὐδέν, εἰ γάρ ἐστιν ἀληθὲς ὅτι ταῖς ὕλαις ὁμιλῆσαν τὸ πῦρ, καίτοι θερμὰς οὐκ οὔσας αὐτὰς κατ᾽ ἰδίαν φύσιν, ἀποφαίνει θερμάς· ἐνίησι γὰρ καὶ μάλα πλουσίως αὐταῖς τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐνέργειαν. Πῶς οὐ μᾶλλον ἐνίησι Θεὸς ὢν ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν καὶ ἐνέργειαν, ἑνωθεὶς αὐτῇ καὶ ἰδίαν αὐτὴν ἀποφήνας, ἀσυγχύτως καὶ ἀτρέπτως καὶ καθ᾽ ὃν οἶδε τρόπον αὐτός; Β— Ἀναγκαῖον οὖν ἄρα συνομολογεῖν, οὐδενὸς ἑτέρου μεσολαβοῦντος, παντελῶς ἴδιον γενέσθαι τὸ σῶμα τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου, κἂν ἐψυχωμένον νοοῖτο ψυχῇ νοερᾷ.

Α— Πάνυ μὲν οὖν, εἰ τὸν ἀπλανῆ τῆς πίστεως ὀρθοτομοῦμεν λόγον, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐσμὲν ἐρασταί, καὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦμεν πίστιν, οὐκ ἀποφερόμενοι τῆς εὐθείας, οὔτε μὴν τὴν βασιλικὴν ἀφέντες τρίβον, καὶ ταῖς τινων εἰκαιομυθίαις εἰς κίβδηλον νοῦν ἀποκομιζόμενοι, ἐποικοδομούμενοι δὲ μᾶλλον ἐπ᾽ αὐτῷ τῷ θεμελίῳ, τουτέστι Χριστῷ—«Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,» καθὰ γέγραφεν ἀληθῶς ὁ «σοφὸς ἀρχιτέκτων» καὶ τῶν αὐτοῦ μυστηρίων ἱερουργός.

Ἕνα τοιγαροῦν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς εἶναι πιστεύομεν, καὶ ἐν ἑνὶ προσώπῳ νοούμενον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, γεννηθέντα μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς θεϊκῶς ὡς Λόγον πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν γεγονότα κατὰ σάρκα ἐκ γυναικός, αὐτῷ τε προσνεμοῦμεν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα, καὶ αὐτοῦ γενέσθαι φαμὲν τὴν κατὰ σάρκα γέννησιν καὶ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, οἰκειουμένου μὲν ἅπαντα τὰ τῆς ἰδίας σαρκός, μεμενηκότος γε μὴν ἀπαθοῦς τῇ τῆς θεότητος φύσει. Κάμπτει γὰρ οὕτως αὐτῷ πᾶν γόνυ, «Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἀμήν.