Οὐ γὰρ ἐκ κοίτης καὶ γάμων ἠνέσχετο λαβεῖν αὐτήν, ἀλλ᾽ ἐκ παρθένου σεμνῆς καὶ ἀπειρογάμου, κυοφορησάσης ἐκ Πνεύματος, ἐπισκιασάσης αὐτῇ δυνάμεως Θεοῦ, καθὰ γέγραπται. Θεοῦ τοιγαροῦν τὸν γάμον οὐκ ἀτιμάσαντος, μᾶλλον δὲ καὶ εὐλογίᾳ τιμήσαντος, ἀνθότου παρθένον κυοφοροῦσαν ἐκ Πνεύματος τῆς ἰδίας σαρκὸς ἐποιήσατο μητέρα Θεὸς ὢν ὁ Λόγος; Β— Οὐκ ἔχω φράσαι. Α— Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὴς γένοιτ᾽ ἂν ἡ τοῦδε πρόφασις ἐκεῖνο διεσκεμμένοις; Ἀφίκετο γάρ, ὡς ἔφην, ἢ γοῦν ἐνηνθρώπησεν ὁ Υἱός, ἀναστοιχειώσων τὰ καθ᾽ ἡμᾶς ὡς ἐν ἑαυτῷ καὶ πρῶτον εἰς ἁγίαν τινὰ καὶ τεθαυμασμένην καὶ παράδοξον ἀληθῶς ἀπότηξιν καὶ ζωήν. Γέγονε δὲ καὶ πρῶτος αὐτὸς γεννητὸς τοῦ ἁγίου Πνεύματος, κατά γε, φημί, τὴν σάρκα, ἵν᾽ ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς αὐτοὺς διαβαινούσης τῆς χάριτος, «οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός,» ἀλλ᾽ ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα καλῶμεν τὸν Θεόν, οὕτω τε ἄφθαρτοι διαμένωμεν, ὡς οὐκ ἔτι πατέρα τὸν πρῶτον ἔχοντες, τουτέστιν Ἀδάμ, ἐν ᾧ καὶ ἐφθάρμεθα. Καὶ γοῦν ἔφη Χριστὸς πῆ μὲν ὅτι «Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.»