Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Εισαγωγή: Η αληθινή γνώση, η αίρεση του Νεστορίου και το όνομα Εμμανουήλ

Εναρκτήριος διάλογος περί της υπεροχής της θείας διδασκαλίας, η ρητή καταδίκη όσων απορρίπτουν τον όρο Θεοτόκος και η ορθή κατανόηση του ονόματος του Εμμανουήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 10

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ Α— Μαθημάτων μὲν τῶν ἱερῶν κόρος ἂν γένοιτο παντελῶς οὐδεὶς τοῖς γε ἀληθῶς ἀρτίφροσι καὶ γνῶσιν εἰς νοῦν τὴν ζωοποιὸν συναγηγερκόσι. Γέγραπται γάρ· «Ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Τροφὴ γὰρ νοῦ ὁ λόγος ὁ παρὰ Θεοῦ καὶ ἄρτος πνευματικὸς στηρίζων ἀνθρώπου καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον. Β— Εὖ λέγεις. Α— Ἑλλήνων μὲν οὖν οἱ σοφοὶ καὶ λογάδες τεθαυμάκασι τὸ καλλιεπές, καὶ τῶν ὅτι μάλιστα κατεσπουδασμένων παρ᾽ αὐτοῖς ἐστι τὸ εὐηγορεῖν, καὶ ψιλαῖς ῥημάτων ἐπαυχοῦσι κομψείαις, καὶ τὸ τῆς λέξεως ἐναβρύνονται κόμπῳ. Καὶ ὕλη μὲν ποιηταῖς τὸ ψεῦδος, ῥυθμοῖς καὶ μέτροις εἰς τὸ ἐπίχαρί τε καὶ ἐμμελὲς ἐκτετορευμένον, ὀλίγη δὲ παντελῶς τῆς ἀληθείας φροντίς, ἠρρωστήκασι δὲ καὶ σπάνιν ὀρθῆς καὶ ὀνησιφόρου δόξης, τῆς ἐπί γε, φημί, τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ, μᾶλλον δὲ καθά φησιν ὁ ἱερώτατος Παῦλος· «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» Β— Ἀληθές. Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἠσαίου Θεός· «Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.» Α— Ἀλλ᾽ ὧδε μὲν τὰ ἐκείνων.

Οἵ γε μὴν τῶν ἀνοσίων αἱρέσεων εὑρεταὶ γεγονότες, οἱ βέβηλοί τε καὶ ἀποστάται, καὶ τῆς θείας δόξης τὸ ἀκρατὲς ἑαυτῶν κατευρύνοντες στόμα καὶ λαλοῦντες τὰ διεστραμμένα, καταφωραθεῖεν ἂν οὐκ ἐν μείοσι γραφαῖς τῆς Ἑλλήνων ἀβελτηρίας ἐξ ἀπονοίας ὠλισθηκότες ἢ τάχα που καὶ ἐν τοῖς ἐπέκεινα. «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Διεμερίσαντο γὰρ τῆς κατὰ Χριστοῦ δυσφημίας τὰ ἐγκλήματα, καὶ οἷά τινες λύκοι δριμεῖς καὶ πικροί, διαλυμαίνονται τοῖς ποιμνίοις ὑπὲρ ὧν Χριστὸς ἀπέθανε, καὶ διαρπάζουσι τὰ αὐτοῦ, «πληθύνοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν,» καθὰ γέγραπται, «καὶ βαρύνοντες τὸν κλοιὸν αὐτῶν στιβαρῶς,» περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν.» Β— Οὐγαροῦν. Α— Ἀλλ᾽ εἰς καιρὸν ἡμῖν ὁ περί γε τῶν τοιούτων κρίνεται λόγος. Κατακομίζουσι μὲν γὰρ ἀσυνέτως τινὲς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον τῆς ὑπερτάτης ὑπεροχῆς, καὶ ὑποβιβάζουσι τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα καὶ Θεόν, οὐχ ὁμοούσιον εἶναι λέγοντες αὐτόν, οὔτε μὴν φυσικῇ καὶ ἀπαραλλάκτῳ ταυτότητι στεφανοῦν ἐθέλοντες.

Ἕτεροι δὲ τοῖς ὠνομασμένοις τὴν αὐτὴν ὥσπερ ἐρχόμενοι τρίβον, καὶ εἰς παγίδα θανάτου καὶ «εἰς πέταυρον ᾅδου» κατολισθαίνοντες, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς παρευθύνουσι τὸ μυστήριον, καὶ ἀδελφὴν ὥσπερ τοῖς πρώτοις ἐπιτηδεύουσι τὴν ἀπόνοιαν. Οἱ μὲν γὰρ οὔπω σεσαρκωμένον τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὑψωμάτων μονονουχὶ κατασύροντες, τό γε ἧκον ἐπ᾽ αὐτοῖς, ἁλοῖεν ἄν. Οἱ δὲ καὶ σεσαρκωμένῳ πολεμεῖν ἐγνώκασι, μονονουχὶ καὶ ἐπιτιμῶντες, οἱ θρασεῖς, τῇ φιλανθρώπῳ χάριτι, οὐκ ὀρθὰ βεβουλεῦσθαι τάχα που διατεινόμενοι, διὰ τὸ ἀνασχέσθαι σαρκὸς καὶ τῶν τῆς κενώσεως μέτρων, ἤγουν ὅτι γέγονεν ἄνθρωπος «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνεστράφη,» καίτοι Θεὸς ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. Β— Ἔφης μὲν ὀρθῶς. Α— Κατακεκράξεται δ᾽ οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μὲν παρ᾽ ἐκείνοις λόγον ἀδρανῆ καὶ ἀσύφηλον ἀποφαίνουσα, ἐφιστᾶσα δὲ ταῖς τῆς θεότητος τρίβοις τοὺς ἰσχνῷ τε καὶ ἀκριβεῖ διανοίας ὄμματι καταθρεῖν εἰωθότας τὸ ἐπ᾽ αὐτῷ μυστήριον. Τίνες δ᾽ ἂν εἶεν οἱ τὴν οὕτω σεπτὴν καὶ ἀπόρρητον τοῦ Σωτῆρος οἰκονομίαν ἀνοσίως κεκιβδηλευκότες—ἔοικας γὰρ οὐ μετρίως ἐπ᾽ αὐτῷ δὴ τούτῳ δυσφορεῖν—, ἐθέλοιμ᾽ ἂν διαπυθέσθαι σου. Β— Διατεκμαίρῃ καλῶς. «Ζηλῶν γὰρ ἐζήλωσα τῷ Κυρίῳ,» καὶ πρός γε τουτὶ κατατεθηγμένος ἀλύω καὶ σφόδρα.

Τὸ δὲ ὅποι ποτὲ καταστρέψουσιν οἱ παρ᾽ ἐκείνων λόγοι, δέδια καθορῶν. Τὴν γάρ τοι παραδοθεῖσαν ἡμῖν νοθεύουσι πίστιν, δράκοντος ἀρτιφανοῦς εὑρήμασι κεχρημένοι, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ἰοῦ δίκην ἐγχέοντες ψυχρά τινα καὶ διεστραμμένα καὶ ἀβελτηρίας ἔμπλεω. Α— Εἶτα τίς ὁ ἀρτιφανής ἐστι δράκων, ὁποῖα δὲ ἄττα τὰ παρ᾽ αὐτοῦ πεφλυαρημένα κατὰ τῶν τῆς ἀληθείας δογμάτων, ἐρομένῳ φράσον. Β— Ἀρτιφανὴς μὲν δράκων, ὁ σκολιὸς οὑτοσὶ καὶ ἰῷ μεθύουσαν ἔχων τὴν γλῶτταν, ὁ τῇ παραδόσει τῶν τῆς οἰκουμένης μυσταγωγῶν, μᾶλλον δὲ καὶ πάσῃ τῇ θεοπνεύστῳ Γραφῇ μονονουχὶ χαίρειν εἰπών, καινοτομήσας δὲ τὸ αὐτῷ δοκοῦν, καὶ θεοτόκον μὲν οὐκ εἶναι λέγων τὴν ἁγίαν Παρθένον, Χριστοτόκον δὲ μᾶλλον καὶ ἀνθρωποτόκον, ἕτερα δὲ πρὸς τούτοις ἀπηχῆ καὶ ἀπόπληκτα, τοῖς ὀρθοῖς καὶ εἰλικρινέσι τῆς καθολικῆς Ἐκκλησίας ἐπεισφορήσας δόγμασιν. Α— Νεστόριον, οἶμαι, φής. Συνίημι γὰρ ἤδη πως, ἀλλὰ τί τὸ χρῆμα, ὦ τᾶν, τῶν ἐκείνου λόγων, οὐκ ἔχω νοεῖν.

Θεοτόκον δὲ πῶς οὐκ εἶναί φησι τὴν ἁγίαν Παρθένον; Β— Οὐ γάρ τοι, φησί, Θεὸν ἐκτέτοκεν. Ἦν γὰρ ὁ Λόγος καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος καὶ χρόνου, συναΐδιος ὢν τῷ Θεῷ καὶ Πατρί. Α— Καταρνήσονται δὴ οὖν καὶ τοῦτο ἀναφανδόν, ὡς ἔστι Θεὸς ὁ Ἐμμανουήλ, εἰκῇ δὲ ὡς ἔοικε διερμηνεύει τοὔνομα λέγων ὁ εὐαγγελιστής· «Ὅ ἐστι μεθερμηνευόμενον· Μεθ᾽ ἡμῶν ὁ Θεός.» Οὕτω γὰρ χρῆναι κατονομάζεσθαι διεβεβαιοῦτο σαφῶς διὰ τῆς τοῦ προφήτου φωνῆς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς ἁγίας Παρθένου κατὰ σάρκα γεγεννημένον, ὡς ἐνανθρωπήσαντα Θεόν. Β— Καίτοι δοκεῖ μὲν ἐκείνοις οὐχ ὧδε ταῦτ᾽ ἔχειν, μεθ᾽ ἡμῶν δὲ φαῖεν γενέσθαι Θεόν, ἤτοι τὸν ἐκ Θεοῦ Λόγον, κατά γε τοὺς τῆς ἐπικουρίας τρόπους. Σέσωκε γὰρ τὴν ὑπ᾽ οὐρανὸν διὰ τοῦ γεννηθέντος ἐκ γυναικός. Α— Οὐ γὰρ ἦν, εἰπέ μοι, καὶ μετὰ Μωϋσέως τῆς Αἰγυπτίων χώρας καὶ τῆς αὐτόθι πλεονεξίας ἀπαλλάττων τὸν Ἰσραὴλ «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,» καθὰ γέγραπται; Οὐχὶ δὲ καὶ μετὰ ταῦτα Ἰησοῦ λέγοντα σαφῶς εὑρήσομεν· «Καὶ ὡς ἤμην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ;» Β— Ἀληθές. Α— Ἀνθότου δὴ οὖν οὐδεὶς μὲν ἐκείνων Ἐμμανουὴλ ὠνόμασται, ἥρμοσε δὲ μόνῳ τοὔνομα τῷ κατὰ σάρκα ἐκ γυναικὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς παραδόξως γεγεννημένῳ; Β— Οἰησόμεθα δὴ οὖν τίνα τρόπον γεγεννῆσθαι Θεὸν ἐκ γυναικός;