Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Το μυστήριο της οικονομίας και η υπεράσπιση του όρου Θεοτόκος

Εξέταση της εκ Παρθένου γεννήσεως, η οικείωση της ανθρώπινης φύσεως από τον Υιό και Λόγο του Θεού και η υπεράσπιση της θεομητορικής ιδιότητας της Παρθένου Μαρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 10

Ἆρ᾽ οὐ πολὺ τὸ εἰκὸς ὁ λόγος ἔχει; Β— Πάνυ μὲν οὖν. Α— Ἄθρει δὲ δὴ καὶ ἑτέρως ὡς ἀνόσιόν τέ ἐστι καὶ ἀπηχὲς τὸ ἀναιρεῖν πειρᾶσθαι τοῦ Θεοῦ Λόγου τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν 〈ἡμᾶς〉 τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς «τὸ αἷμα Ἰησοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας» εἴπερ ἐστὶν ἀνθρώπου κοινοῦ καὶ ὄντος ὑφ᾽ ἁμαρτίαν; Πῶς «ἀπέστειλεν ὁ Θεὸς» καὶ Πατὴρ «τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον;» Πῶς «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί;» Οὐ γὰρ ἦν ἀνθρώπου κοινοῦ καὶ τυραννουμένην ἔχοντος μεθ᾽ ἡμῶν ὑπὸ τῆς ἁμαρτίας τὴν φύσιν τὸ κατακρῖναι τὴν ἁμαρτίαν.

Ἐπεὶ δὲ σῶμα γέγονε τοῦ πλημμελεῖν οὐκ εἰδότος, ταύτῃτοι καὶ μάλα εἰκότως τὴν τῆς ἁμαρτίας ἀπεσείσατο τυραννίδα, καὶ τὴν ἰδιότητα πλουτεῖ τοῦ ἀφράστως αὐτῇ καὶ ὡς οὐκ ἔστιν εἰπεῖν ἑνωθέντος Λόγου, ἅγιόν τε καὶ ζωοποιόν ἐστι, καὶ τῆς θεοπρεποῦς ἐνεργείας ἔμπλεων. Ὡς ἐν ἀπαρχῇ δὲ Χριστῷ μετεστοιχειώμεθα καὶ ἡμεῖς εἰς τὸ εἶναι καὶ φθορᾶς καὶ ἁμαρτίας κρείττονες. Καὶ ἀληθὲς ὅτι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» τουτέστι Χριστοῦ. Ἐπουράνιος δὲ ἄνθρωπος νοεῖται Χριστὸς οὐχ ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ τὴν σάρκα κατενεγκών, ἀλλ᾽ ὅτι Θεὸς ὢν ὁ Λόγος, καταβέβηκεν ἐξ οὐρανῶν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, τουτέστι γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικός, μεμένηκεν ὅπερ ἦν, ἄνωθεν δηλονότι καὶ ἐξ οὐρανῶν, καὶ ἐπάνω πάντων ὡς Θεὸς καὶ μετὰ σαρκός. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Ἰωάννης περὶ αὐτοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Ἀπομεμένηκε γὰρ τῶν ὅλων Κύριος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ γεγονὼς οἰκονομικῶς, καὶ παράδοξον ἀληθῶς διὰ ταῦτά ἐστι τὸ Χριστοῦ μυστήριον.

Καὶ γοῦν ἔφη που πρὸς Ἰουδαίους δι᾽ ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ· «Ἴδετε, οἱ καταφρονηταί, καὶ ἀφανίσθητε, καὶ θαυμάσατε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγήσηται ὑμῖν.» Κινδυνεύει γὰρ ἀπιστεῖσθαι τὸ Χριστοῦ μυστήριον διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Θεὸς ἦν ἐν ἀνθρωπότητι καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ ἀόρατος, ὁρατὸς κατὰ σάρκα, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἐν εἴδει τῶν χοϊκῶν, ἁπτὸς ὁ ἀναφής, ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, ἐν δούλου μορφῇ, ὁ εὐλογῶν τὴν κτίσιν, ἐπάρατος, καὶ ἐν τοῖς ἀνόμοις ἡ πᾶσα δικαιοσύνη, καὶ ἐν δοκήσει θανάτου γέγονεν ἡ ζωή. Οὐ γὰρ ἦν ἑτέρου τινός, αὐτοῦ δὲ μᾶλλον τοῦ κατὰ φύσιν Υἱοῦ, τὸ τοῦ θανάτου γευσάμενον σῶμα. Ἆρ᾽ ὡς οὐκ εὖ γεγονόσιν, ἢ γοῦν πρὸς ἡμῶν εἰρημένοις ἔχεις τι τούτοις ἐπιτιμᾶν; Β— Οὐδαμῶς. Α— Ἄθρει δή μοι κἀκεῖνο πρὸς τούτοις. Β— Τὸ τί δὴ φής; Α— Ἔφη που Χριστὸς τοῖς ἀναιρεῖν ἐθέλουσι τὴν ἀνάστασιν τῶν νεκρῶν· «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη 〈αὐτῶν〉 ἀμίαντος.» Εἶτα πῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν ἐθελήσας, οὐ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἐφῆκε κρατεῖν εἰς σύστασιν ἤτοι γέννησιν τῆς ἰδίας αὐτοῦ σαρκός;

Οὐ γὰρ ἐκ κοίτης καὶ γάμων ἠνέσχετο λαβεῖν αὐτήν, ἀλλ᾽ ἐκ παρθένου σεμνῆς καὶ ἀπειρογάμου, κυοφορησάσης ἐκ Πνεύματος, ἐπισκιασάσης αὐτῇ δυνάμεως Θεοῦ, καθὰ γέγραπται. Θεοῦ τοιγαροῦν τὸν γάμον οὐκ ἀτιμάσαντος, μᾶλλον δὲ καὶ εὐλογίᾳ τιμήσαντος, ἀνθότου παρθένον κυοφοροῦσαν ἐκ Πνεύματος τῆς ἰδίας σαρκὸς ἐποιήσατο μητέρα Θεὸς ὢν ὁ Λόγος; Β— Οὐκ ἔχω φράσαι. Α— Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὴς γένοιτ᾽ ἂν ἡ τοῦδε πρόφασις ἐκεῖνο διεσκεμμένοις; Ἀφίκετο γάρ, ὡς ἔφην, ἢ γοῦν ἐνηνθρώπησεν ὁ Υἱός, ἀναστοιχειώσων τὰ καθ᾽ ἡμᾶς ὡς ἐν ἑαυτῷ καὶ πρῶτον εἰς ἁγίαν τινὰ καὶ τεθαυμασμένην καὶ παράδοξον ἀληθῶς ἀπότηξιν καὶ ζωήν. Γέγονε δὲ καὶ πρῶτος αὐτὸς γεννητὸς τοῦ ἁγίου Πνεύματος, κατά γε, φημί, τὴν σάρκα, ἵν᾽ ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς αὐτοὺς διαβαινούσης τῆς χάριτος, «οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός,» ἀλλ᾽ ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα καλῶμεν τὸν Θεόν, οὕτω τε ἄφθαρτοι διαμένωμεν, ὡς οὐκ ἔτι πατέρα τὸν πρῶτον ἔχοντες, τουτέστιν Ἀδάμ, ἐν ᾧ καὶ ἐφθάρμεθα. Καὶ γοῦν ἔφη Χριστὸς πῆ μὲν ὅτι «Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.»

Πῆ δὴ δέ, ὡς ἐν τοῖς καθ᾽ ἡμᾶς διὰ τοῦτο καθιγμένος ἵν᾽ ἡμᾶς ἀγάγῃ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ θεοπρεπὲς ἀξίωμα· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Αὐτοῦ μὲν γὰρ φύσει Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ἡμῶν δὲ Θεός. Ἐπειδὴ δὲ ὁ φύσει καὶ ἀληθῶς Υἱὸς γέγονε καθ᾽ ἡμᾶς, Θεὸν ἐσχηκέναι φησὶν αὐτόν, κατά γε τὸν τῇ κενώσει πρέποντα λόγον. Δέδωκε δὲ καὶ ἡμῖν τὸν ἑαυτοῦ Πατέρα. Γέγραπται γὰρ ὅτι «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Εἰ δὲ ἀναιρήσομεν ἀμαθῶς τὸ ἐν ἀποτέξει γενέσθαι τῇ καθ᾽ ἡμᾶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τὸν ἐν πᾶσι πρωτεύοντα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, πρὸς τίνα λοιπὸν μορφούμενοι γεννητοὶ Θεοῦ διὰ Πνεύματος χρηματιοῦμεν ἡμεῖς; Τίνα τοῦ πράγματος λαβόντες τὴν ἀπαρχήν, ἢ καὶ τίνος ὅλως εἰς ἡμᾶς πέμποντος τὸ ἀξίωμα; Β— Φαῖεν ἄν, ὥς γε οἴμαι, καὶ αὐτοί· Τοῦ ἐνανθρωπήσαντος Λόγου. Α— Εἶτα πῶς ἔσται τοῦτο ἀληθὲς εἰ μὴ αὐτὸς γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, ἴδιον ποιησάμενος σῶμα τὸ ἀνθρώπινον καθ᾽ ἕνωσιν ἀδιάσπαστον, ἵνα καὶ αὐτοῦ νοῆται καὶ οὐχ ἑτέρου τινός; Πέμψει γὰρ οὕτω καὶ εἰς ἡμᾶς τῆς υἱοθεσίας τὴν χάριν, καὶ γεννητοὶ Πνεύματος ἐσόμεθα καὶ ἡμεῖς ἅτε δὴ τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ καὶ πρώτῳ λαχούσης τοῦτο.

Καί μοι δοκεῖ τοιοῦτόν τι καθ᾽ ἑαυτὸν ἐννενοηκὼς φάναι που καὶ μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» καὶ τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκόν, τὸν δὲ δεύτερον ἐξ οὐρανοῦ, ἀλλ᾽ «οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Χοϊκοὶ γάρ ἐσμεν ὡς ἐκ χοϊκοῦ τοῦ Ἀδὰμ παρεμπεσούσης εἰς ἡμᾶς τῆς ἀρᾶς τῆς φθορᾶς, δι᾽ ἧς καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τοῖς τῆς σαρκός. Ἐπουράνιοι δὲ γεγόναμεν ὡς ἐν Χριστῷ λαβόντες τὸ χρῆμα. Θεὸς γὰρ ὢν φύσει καὶ ἐκ Θεοῦ καὶ ἄνωθεν, καταπεφοίτηκεν ἐν τοῖς καθ᾽ ἡμᾶς ἀσυνήθως τε καὶ ξένως, γεννητὸς κατὰ σάρκα γεγονὼς τοῦ Πνεύματος, ἵνα ἅγιοί τε καὶ ἄφθαρτοι καὶ ἡμεῖς κατ᾽ αὐτὸν διαμείνωμεν ὡς ἐξ ἀρχῆς καὶ ῥίζης δευτέρας αὐτοῦ δηλονότι καταβαινούσης εἰς ἡμᾶς τῆς χάριτος. Β— Ἄριστα ἔφης. Α— Τίνα δὲ τρόπον καὶ ὡμοιῶσθαί φασιν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν; Ἢ καὶ τίς ὅλως νοοῖτο ἂν ὁ τὴν ὁμοίωσιν ὑπελθὼν εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν καὶ οὐκ ἔν γε τοῖς καθ᾽ ἡμᾶς; Τὸ γάρ τισιν ὁμοιούμενον εἶναί που πάντως ἀνάγκη διάφορον παρ᾽ αὐτούς, καὶ οὐκ ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον ἢ γοῦν ἑτεροφυές.

Ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ Μονογενής, ὡμοιῶσθαι λέγεται γεγονὼς καθ᾽ ἡμᾶς, τουτέστιν ἄνθρωπος.

Γένοιτο δ᾽ ἂν τοῦτο καὶ μάλα ὀρθῶς καὶ μόνως 〈ὡς〉 ἐν ἀποτέξει τῇ καθ᾽ ἡμᾶς εἰ καὶ παραδόξως ἐπ᾽ αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. Ὁμολογείσθω γε μὴν ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. Οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφείς, τουτέστι ψυχήν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ᾽ ὁμοῦ ψυχῆς καὶ σώματος προενόησε σοφῶς, Θεὸς ὤν, ὁ Λόγος. Β— Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Α— Οὐκοῦν εἰ λέγοιεν οἱ δι᾽ ἐναντίας ἥκιστα μὲν θεοτόκον ὀνομάζεσθαι δεῖν τὴν ἁγίαν Παρθένον, Χριστοτόκον δὲ μᾶλλον, δυσφημοῦσιν ἀναφανδόν, καὶ τοῦ εἶναι Θεὸν καὶ Υἱὸν ἀληθῶς ἀποσοβοῦσι Χριστόν. Εἰ γὰρ εἶναι πιστεύουσι Θεὸν ἀληθῶς αὐτόν, ὡς καθ᾽ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, ἀνθότου καταπεφρίκασι θεοτόκον εἰπεῖν τὴν τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; Β— Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσθαι τῷ ἁγίῳ Πνεύματι. Δεηθείη δ᾽ ἂν οὐδαμῶς, τό γε ἧκον εἰς ἰδίαν φύσιν, ὁ ἐκ Θεοῦ Λόγος τοῦ τοιοῦδε χρίσματος, εἴπερ ἐστὶν ἅγιος κατὰ φύσιν. Ἦ γὰρ οὐχὶ τὸ χριστὸς ὄνομα χρίσιν τινὰ γενομένην ὑπεμφήνειεν ἄν; Α— Ἔφης μὲν ὀρθῶς ὡς διά τοι τὸ κεχρῖσθαι μόνον χριστὸς ὀνομάζεταί 〈τις〉, καθάπερ ἀμέλει καὶ ἀπόστολος διὰ τὴν ἀποστολήν, ἄγγελός τε διὰ τὸ ἀγγέλειν.

Τὰ γὰρ τοιάδε τῶν ὀνομάτων πραγμάτων τινῶν ποιεῖται δήλωσιν, οὐχ ὑποστάσεων ἰδικῶν, οὔτε μὴν προσώπων ὁμολογουμένων.

Κέκληνται γὰρ καὶ οἱ προφῆται χριστοί, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» Ἔφη δὲ καὶ ὁ προφήτης Ἀββακούμ· «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» Πλὴν ἐκεῖνο φράσον.

Οὐ γὰρ εἶναί φασι καὶ αὐτοὶ Χριστὸν ἕνα καὶ Υἱόν, ὡς Κύριον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον; Β— Φαῖεν ἂν ἴσως, ἐοικέναι γε μὴν οὐχὶ δήπου μᾶλλον τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ τὸ Χριστὸς ὄνομα βούλονται, διά τοι τὸ μὴ κεχρῖσθαι κατ᾽ ἰδίαν φύσιν ὡς Θεόν. Προσεπάγουσι δὲ τούτῳ κἀκεῖνο. Οὐ γάρ τοι, φασίν, ὡς ἕν ἐστι τῶν ὀνομάτων ἅπερ ἂν λέγοιτο πρὸς ἡμῶν καὶ ἐπ᾽ αὐτοῦ τοῦ Πατρὸς ἢ καὶ τοῦ ἁγίου Πνεύματος. Α— Οὔπω μάλα ἐστὶν ἐναργὴς ὁ λόγος. Διασάφει οὖν, δράσεις γὰρ ὀρθῶς. Β— Ἄκουε δή. Πλείστην μὲν γὰρ καὶ διαφόρως ἐξενηνεγμένην τὴν τοῦ Υἱοῦ κλῆσιν παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς ἔνεστιν ἰδεῖν. Ὠνόμασται γὰρ Θεός, καὶ Κύριος, καὶ φῶς, καὶ ζωή, καὶ μέντοι καὶ βασιλεύς, καὶ τῶν δυνάμεων Κύριος, ἅγιός τε καὶ παντοκράτωρ. Ἀλλ᾽ εἰ βούλοιτό τις καὶ ἐπ᾽ αὐτοῦ φάναι ταυτὶ τοῦ Πατρὸς ἢ γοῦν τοῦ ἁγίου Πνεύματος, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· μιᾶς γὰρ φύσεως μία που πάντως ἔσται καὶ ἡ τῶν ἀξιωμάτων ὑπεροχή.

Εἴπερ οὖν ἐστιν ἀληθῶς ἐοικὸς ὄνομα τῷ Μονογενεῖ τὸ Χριστός, χωρείτω, φασίν, ἀδιακρίτως μετὰ τῶν ἄλλων καὶ ἐπ᾽ αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δέ ἐστιν ἀπίθανον κομιδῇ τὸ ἐφαρμόζειν αὐτὸ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐδ᾽ ἂν αὐτῷ, κατὰ τὸ εἰκός, ἔσται τῷ Μονογενεῖ. Ἐκνενέμηται δὲ μᾶλλον ὡς ἀληθῶς τῷ ἐκ σπέρματος τοῦ Δαυείδ, ἐφ᾽ οὗπερ ἂν εἴη καὶ ἀνεπίπληκτον κομιδῇ τὸ κεχρῖσθαι τῷ Πνεύματι καὶ νοεῖν καὶ λέγειν. Α— Κοινὰ μὲν εἶναί φαμεν καὶ ἡμεῖς αὐτοὶ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τῶν θεοπρεπῶν ἀξιωμάτων τὰ ὀνόματα, καὶ ἰσομέτροις εὐκλείαις στεφανοῦν εἰθίσμεθα ὁμοῦ τῷ γεννήσαντι τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν, καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Πλήν, ὦ βέλτιστοι, φαίην ἄν, τὸ Χριστὸς ὄνομα, καὶ αὐτὸ δὲ τὸ χρῆμα, τουτέστιν ἡ χρίσις, μετὰ τῶν τῆς κενώσεως τρόπων προσγέγονε τῷ Μονογενεῖ, ἐναργῆ τῆς ἐνανθρωπήσεως τοῖς ἀκροωμένοις εἰσκομίζον τὴν δήλωσιν. Ὅτι γὰρ κέχρισται καθὸ πέφηνεν ἄνθρωπος, κατασημήνειεν ἂν εὖ μάλα. Εἰ μὲν οὖν μὴ αὐτὸν τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας ἐβασανίζομεν λόγον, ἀλλ᾽ ἔξω που τέως τῶν τῆς κενώσεως ὄντα μέτρων προὔκειτο βλέπειν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἦν ἂν καὶ μάλα εἰκότως ἀσύφηλον κομιδῇ Χριστὸν ὀνομάζειν τὸν μὴ κεχρισμένον.

Ἐπειδὴ δὲ τὸ θεῖον καὶ ἱερώτατον Γράμμα σάρκα γενέσθαι φησὶν αὐτόν, πρέποι ἂν ἤδη καὶ ἡ χρίσις αὐτῷ, γενομένη περὶ τὴν σάρκωσιν, ἥτις ἐστὶν αὐτοῦ. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἡγιάζετο γὰρ μεθ᾽ ἡμῶν ὅτε γέγονε καθ᾽ ἡμᾶς. Ὅτι δὲ ἀληθῶς Υἱὸς ὁ χριόμενος ἦν, καθὸ γέγονε σάρξ, ἢ γοῦν τέλειος ἄνθρωπος, πιστώσεται λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς αὐτόν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ θρόνον αὐτῷ τὸν εἰς αἰῶνα δούς, κεχρῖσθαί φησι παρὰ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός, ἐξαιρέτῳ τινὶ χρίσει παρὰ τοὺς μετέχοντας αὐτοῦ, τουτέστιν ἡμᾶς.

Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἀλλ᾽ ἦν καὶ οὕτως ἀπροσδεὴς τῶν τῆς ἰδίας φύσεως ἀγαθῶν, αὐτοτελής τε ὑπάρχων καὶ «πλήρης χάριτος καὶ ἀληθείας,» κατά γε τὴν Ἰωάννου φωνήν. Καὶ ἔχει μὲν αὐτὸς ἀρτίως εἰς πᾶν ὁτιοῦν τῶν θεοπρεπῶν, ἀπὸ δὲ «τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν,» κατὰ τὸ γεγραμμένον.