Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Η πρόσληψη μορφής δούλου και η προαιώνια ύπαρξη του Λόγου

Ερμηνεία της θείας συγκαταβάσεως, αναίρεση του χωρισμού σε δύο υιούς και προβολή του αναλλοιώτου και προαιωνίου του σαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 10

Τί τὸ ἐπέκεινα τοῦ ἐπὶ πάντας Θεοῦ; Τί δὲ τὸ μεῖζον ἐν τῷ ἐκ Πατρὸς φύντι Λόγῳ καταθρήσαι τις ἂν παρά γε τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων, εἴπερ ἐστὶν ἕτερος παρ᾽ αὐτὸν καὶ ἰδικῶς Υἱός, καὶ τοῦτο οὐκ ἀληθῶς; Β— Ἀλλ᾽ εἰσεδέχθη κατὰ συνάφειαν, φασίν, ὁ ἐκ σπέρματος τοῦ Δαυείδ, καὶ ἐπειδήπερ ἐνῴκησεν αὐτῷ Θεὸς ὢν ὁ Λόγος, κοινωνεῖ τῆς ἀξίας αὐτῷ καὶ τῆς τιμῆς. Καὶ τοῦτο διδάξει 〈λέγων〉 ὁ ἱερώτατος Παῦλος περὶ αὐτοῦ ὅτι «γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» τοῦτο δέ ἐστι τό· Θεός. Α— Ἄρ᾽ οὖν ἰδικῶς τε καὶ ὡς ἑτέρῳ καταμόνας Υἱῷ τῷ ἐκ σπέρματος Δαυεὶδ δεδόσθαι φασὶ παρὰ τοῦ Θεοῦ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Β— Ναὶ φασί. Θεῷ γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; Α— Οὐκοῦν, εἰ μὴ ἐπ᾽ αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν γέγραφεν αὐτὸς ὁ θεσπέσιος Παῦλος· «Τοῦτο γὰρ φρονεῖτε ἕκαστος ὑμῶν αὐτῶν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ [τὸ] ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα.»

Εἴπερ οὖν ἐστι κατ᾽ αὐτοὺς ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ ἰδικῶς τε καὶ καταμόνας νοούμενος ἄνθρωπος, τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ἀποφαινόντων αὐτὸν προϋπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ, οὐχ ἡγησάμενον δὲ ἁρπαγμὸν τὸ εἶναι ἴσα Θεῷ, καὶ πρός γε τούτῳ λαβόντα τὴν δούλου μορφήν, ὡς οὐκ ἔχοντα δηλονότι, καὶ οὐκ ὄντα τοῦτο πρὶν λάβῃ. Καίτοι, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν, αὐτός ἐστιν ἡ τοῦ δούλου μορφή. Εἶτα πῶς ἂν αὐτὴν ὡς οὐκ ἔχων λάβοι; Πῶς δ᾽ ἂν καὶ ἄνθρωπος «ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι» νοοῖτο; Εὑρίσκοιτο δὲ καὶ «ὡς ἄνθρωπος σχήματι;» Ἄρ᾽ οὖν περιτρέψειεν ἂν αὐτοὺς καὶ οὐχ ἑκόντας ἤδη πως τῶν ἐννοιῶν ἡ δύναμις ἐπί γε τὸ δεῖν εἰδέναι τὸ ἀληθές. Β— Τὸ ποῖον; Α— Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, ὁ τῆς ὑποστάσεως αὐτοῦ χαρακτήρ, ὁ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων τῷ φύσαντι, κεκένωκεν ἑαυτόν.

Καὶ ποία τίς ἐστιν ἡ κένωσις; Τὸ ἐν προσλήψει γενέσθαι σαρκός, καὶ ἐν δούλου μορφῇ, ἡ πρὸς ἡμᾶς ὁμοίωσις τοῦ μὴ καθ᾽ ἡμᾶς κατ᾽ ἰδίαν φύσιν, ἀλλ᾽ ὑπὲρ πᾶσαν ὄντος τὴν κτίσιν. Οὕτω τεταπείνωκεν ἑαυτόν, καθεὶς οἰκονομικῶς ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἀλλ᾽ ἦν καὶ οὕτω Θεός, ὡς μὴ δοτὸν ἔχων τὸ φύσει προσὸν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Οὐ γάρ τοι φαῖεν ἄν, οἶμαί που, προκόσμιον δόξαν ὡς ἰδίαν αἰτεῖν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἐν ἐσχάτοις τοῦ αἰῶνος τεχθέντα καιροῖς, εἴπερ ἐστὶν ἕτερος ἰδικῶς υἱὸς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, θεοπρεπεστάτη δὲ μᾶλλον εἴη ἂν ἡ τοιάδε φωνή. Ἔδει γάρ, ἔδει καὶ τοῖς τῆς ἀνθρωπότητος αὐτὸν συμπλάττεσθαι μέτροις, καὶ ἀπαράσημον ἔχειν τῆς θεοπρεποῦς ἀξίας τὴν ὑπεροχὴν οὐσιωδῶς ἐνοῦσαν αὐτῷ, καθάπερ ἀμέλει καὶ τῷ Πατρί.

Ἐπεὶ τίνα τρόπον ἀληθὲς τὸ «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,» εἴ γε θεοποιεῖται 〈κατ᾽ αὐτοὺς ἄνθρωπος〉 συναφείᾳ τῇ πρὸς τὸν Λόγον σύνθρονός τε καὶ κοινωνὸς τῷ Πατρὶ τῆς ἀξίας ἀναδεδειγμένος; Β— Εὖ ἔφης. Α— Πῶς δ᾽ ἂν νοῆσαι πρέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς σοφῶς εἰρημένον· «Εἰ γὰρ καὶ εἰσὶ θεοὶ πολλοὶ 〈καὶ κύριοι πολλοὶ〉 ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» Ἑνὸς δὲ ὄντος Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ δι᾽ αὐτοῦ τὰ πάντα παρῆχθαι πρὸς γένεσιν εὖ μάλα διειρηκότος, τί δράσομεν, ὦ γενναῖοι, διοριζόντων ὑμῶν τοῦ ἀναληφθέντος ἀνθρώπου, καθά φατε, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον; Τίνα γενέσθαι φαμὲν γενεσιουργὸν τῶν ὅλων; Β— Τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν, τουτέστι τὸν Μονογενῆ. Α— Ἀλλ᾽ ὅ γε τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς διὰ Ἰησοῦ Χριστοῦ τὰ πάντα φησὶ παρῆχθαι πρὸς ὕπαρξιν, ἕνα τε αὐτὸν εἶναι καὶ μόνον. Μεμνήσομαι δὲ ὅτι τὸ Χριστὸς ὄνομα βασανίζοντες ἐλέγομεν ὅτι χρίσεως ἡμῖν εἰσκομίζει δήλωσιν. Διὰ γάρ τοι τὸ κεχρῖσθαι χριστὸς ὀνομάζοιτό τις.

Ἢ τοίνυν λεγέτωσαν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν κεχρῖσθαι φύσιν, καὶ ἐν ἐνδείᾳ γενέσθαι τοῦ διὰ Πνεύματος ἁγιασμοῦ καὶ τῆς ἀπ᾽ αὐτοῦ μετοχῆς, ἢ γοῦν διδασκέτωσαν πῶς ἂν νοοῖτο Χριστὸς ὁ μὴ κεχρισμένος, πῶς δ᾽ ἂν καταμόνας καλοῖτο καὶ Ἰησοῦς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τοῦ μακαρίου Γαβριὴλ τῇ ἁγίᾳ Παρθένῳ λέγοντος· «Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Β— Ἄρ᾽ οὖν δι᾽ ἀνθρώπου πεποιῆσθαί φαμεν τὰ πάντα, καὶ ὁ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχων δημιουργός ἐστιν οὐρανοῦ καὶ γῆς καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς; Α— Φράζε δὴ οὖν καὶ αὐτός, ἐρήσομαι γάρ· ἆρ᾽ οὐ γέγονε σὰρξ ὁ Λόγος; Ἆρ᾽ οὐ κεχρημάτικεν Υἱὸς ἀνθρώπου;

Οὐκ ἔλαβε δούλου μορφήν; Οὐ κεκένωκεν ἑαυτόν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος; Εἰ μὲν οὖν ἀρνοῦνται τὴν οἰκονομίαν, ἀνταναστήσονται λέγοντες οἱ θεσπέσιοι μαθηταί· «Καὶ ἡμεῖς ἐθεασάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱόν, Σωτῆρα τοῦ κόσμου. 〈Καὶ〉 ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Καὶ πάλιν· «Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὔκ ἐστιν.» Εἶτα, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπ᾽ ἀνθρώπου νοεῖν ὡς παραγέγονεν ἐν σαρκί; Πρέποι δ᾽ ἂν μᾶλλον τῷ ἔξω σαρκὸς καὶ φύσεως οὐκ ὄντι τῆς καθ᾽ ἡμᾶς τὸ καὶ ἐν σαρκὶ γενέσθαι καὶ μετὰ ταύτης ἐλθεῖν εἰς τόνδε τὸν κόσμον μετὰ τοῦ μεῖναι ὃ ἦν. Οὐκοῦν, εἰ καὶ γέγονεν ἄνθρωπος, [τὸ ἀπεῖργον οὐδὲν ἐννοεῖν] δι᾽ αὐτοῦ παρῆχθαι τὰ πάντα, καθ᾽ ὃ νοεῖται Θεὸς καὶ συναΐδιος τῷ Πατρί. Οὐ γὰρ ἠλλοίωται Θεὸς ὢν ὁ Λόγος, εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκὸς ἐψυχωμένης νοερῶς, καὶ οὐκ ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν οἱ καινοτομοῦντες τὴν πίστιν, ἀλλ᾽ αὐτὸς γενόμενος σάρξ, ὡς ἔφην, τουτέστιν ἄνθρωπος. Ἔσται γὰρ οὕτως αὐτῷ καὶ τὸ κεχρῖσθαι πρέπον καὶ διαβολῆς ἀμοιροῦν.

Κεκλήσεται δὲ καὶ Ἰησοῦς, ὡς αὐτὸς ὑπάρχων κατὰ ἀλήθειαν ὁ τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Σέσωκε γὰρ οὕτω τὸν ἑαυτοῦ λαόν, οὐχ ὡς ἄνθρωπος Θεῷ συναφθείς, ἀλλ᾽ ὡς Θεὸς γεγονὼς ἐν ὁμοιώσει τῶν κεκινδυνευκότων, ἵν᾽ ἐν αὐτῷ καὶ πρώτῳ τὸ ἀνθρώπινον γένος ἀναπλάττηται πρὸς τὸ ἐν ἀρχαῖς. Πάντα γὰρ ἦν ἐν αὐτῷ καινά. Β— Οὐκοῦν, διαβεβλήσεται πρὸς ἡμῶν τὸ χρῆναι φρονεῖν ἢ λέγειν ἄνθρωπον συνῆφθαι τῷ Θεῷ Λόγῳ, καὶ κοινωνὸν γενέσθαι τῆς ἀξίας αὐτῷ, καὶ ἐν τάξει χάριτος τὴν υἱοθεσίαν ἔχειν. Α— Παντάπασι μὲν οὖν. Οὐ γὰρ οἶδε τοῦτο τῶν ἱερῶν Γραμμάτων ἡ δύναμις, εὕρημα δὲ μᾶλλόν ἐστι 〈φιλοκαίνου〉 τε καὶ ἀδρανοῦς, καὶ παρειμένης φρενός, καὶ οὐκ ἐχούσης ὁρᾶν τοῦ μυστηρίου τὸ βάθος. Ποῦ γάρ τι τοιοῦτον παρὰ τῆς ἁγίας εἴρηται Γραφῆς; Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς διατρανῶν εὖ μάλα τὸ μυστήριον· «Ἐπειδὴ γὰρ τὰ παιδία, φησί, κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.»

Καὶ μὴν καὶ ἑτέρωθί που· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Κεκοινωνηκέναι δέ φαμεν αἵματος καὶ σαρκός, κατά γε τὸν τοῖς θεορρήμοσιν ἐοικότα νοῦν, οὐ τὸν ἐν σαρκὶ καὶ αἵματι κατ᾽ ἰδίαν φύσιν, καὶ ἑτέρως εἶναι μὴ δυνάμενον, ἀλλὰ τὸν οὐκ ὄντα τοῦτό ποτε, καὶ φύσεως ἑτέρας ἢ καθ᾽ ἡμᾶς. Γεγονέναι δὲ καὶ ἐκ γυναικὸς καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸν δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς μετὰ τοῦ καὶ ὑπὲρ ἡμᾶς, καθὸ νοεῖται Θεός. Γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, πλὴν οὐ σὰρξ ἁμαρτίας, ἀλλ᾽ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,» συνανεστράφη μὲν τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, καὶ ἐν ὁμοιώματι γέγονε τῷ καθ᾽ ἡμᾶς, πλὴν οὐ μεθ᾽ ἡμῶν ὑφ᾽ ἁμαρτίαν, ἀλλ᾽ ἐπέκεινα τοῦ εἰδέναι πλημμελεῖν. Ἦν γὰρ ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος.

Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν ἀποφέροντες, οὐκ οἶδ᾽ ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς ταῖς θύραθεν ἐξωραϊσμένον, καὶ ἀλλοτρίᾳ δόξῃ λελαμπρυσμένον, καὶ οὐ Θεὸν ἀληθῶς, ἀλλὰ Θεοῦ κοινωνὸν καὶ μέτοχον, καὶ Υἱὸν ψευδώνυμον, καὶ Σωτῆρα σωζόμενον, καὶ λυτρούμενον Λυτρωτήν, καίτοι γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· «Ἐπέφανε γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Β— Ναί, φασίν. Ἐπειδὴ γὰρ ὅλως ἠξιώθη συναφείας τῆς πρὸς τὸν Θεὸν Λόγον, μέγας καὶ αὐτὸς ὠνομάσθη Θεός, καίτοι γεγονὼς ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Βαβαὶ τῆς ἀποπληξίας. «Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν,» κατὰ τὸ γεγραμμένον. Μεθιστᾶσι γάρ, ὡς ἔφην, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν εἰς πᾶν τοὐναντίον, καὶ τὸ μὲν ἠξιῶσθαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι κοινὸν ἄνθρωπον ἀποφαίνειν καὶ εἰς ἑτερότητα τὴν εἰσάπαν ἀποτειχίζειν ἀβούλως, ὡς υἱῶν νοεῖσθαι δυάδα προσκυνητήν, ὧν ὁ μέν ἐστι φύσει καὶ ἀληθῶς, θάτερός γε μὴν εἰσποιητός τε καὶ νόθος, καὶ οὐδὲν ἔχων ὅ ἐστιν αὐτοῦ, ἵνα καὶ αὐτῷ λέγηται μεθ᾽ ἡμῶν· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;»

Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ πάνσοφος Παῦλος· «Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν κηρυχθεὶς δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε.» Πῶς γὰρ οὐ γέγονε Ναὶ καὶ Οὒ εἰ Θεὸς εἶναι λέγεται καὶ οὔκ ἐστι Θεός, εἰ κατεψευσμένον ἐπ᾽ αὐτοῦ τὸ Υἱὸς καὶ Κύριος; Ἔχοντι δὲ ὧδε, καθά φασιν αὐτοί, πρέποι ἄν, οἶμαί που, καὶ τὸ χρῆναι λέγειν· «Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι.» Τὸ γὰρ μὴ φύσει προσόν, ἀλλ᾽ ἔξωθεν καὶ εἰσκεκριμένον καὶ παρ᾽ ἑτέρου δοτόν, οὐχὶ τοῦ λαβόντος εἴη ἂν μᾶλλον, ἀλλὰ τοῦ νείμαντος καὶ χαρισαμένου. Πῶς δὲ καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» εἰ μηδὲν ἀληθὲς ἐπ᾽ αὐτοῦ; Κατελήφθη τάχα που καὶ ὑπὸ τῆς σκοτίας εἰ ψεύδεται. Ἀλλ᾽ «οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται. Β— Οὐ γὰρ οὖν. Α— Ποῦ δὲ ἡ κένωσις; Καὶ τίνος ἂν νοοῖτο γενέσθαι λοιπόν; Οὐ γὰρ ἔστιν ἰδεῖν κεκενωμένον τινὰ μᾶλλον, ἀλλ᾽ ἔκ γε τῶν ἐναντίων πληρούμενον, καίτοι τὸ πλῆρες οὐκ ἔχοντα κατ᾽ ἰδίαν φύσιν. Οὐ γὰρ ἂν ἐδεήθη τῶν παρ᾽ ἑτέρου, καὶ περιττὸν ἦν αὐτῷ τὸ λαβεῖν, οἴκοθεν ἔχοντι τὸ αὐτοτελές, καὶ τὸ πρὸς πᾶν ὁτιοῦν ἀποχρώντων ἔχον, ἀλλ᾽ ἐκ πληρώματος τοῦ Χριστοῦ πάντες ἡμεῖς ἐλάβομεν, καὶ οὐκ ἂν διαψεύσαιτο τὸ τῶν θεηγόρων κήρυγμα.

Πλήρης γὰρ ὁ Χριστός, καὶ δοτὸν αὐτῷ παντελῶς οὐδὲν καθὰ νοεῖται [καὶ ἔστι] Θεός, εἰ καὶ γέγονεν αὐτοῦ τὸ λαβεῖν διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον καὶ καθὸ πέφηνε καθ᾽ ἡμᾶς, οἷς ἂν λέγοιτο καὶ μάλα ὀρθῶς «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Β— Ναί, φησίν. Εἷς ἐστι Χριστὸς καὶ Υἱὸς καὶ Κύριος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, συναφθέντος αὐτῷ τοῦ ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Ἀλλ᾽ ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ὁ συνημμένον ἔχων ἕτερον εἷς οὐκ ἂν νοοῖτο, πόθεν; Ἀλλ᾽ εἷς μεθ᾽ ἑνός, ἢ γοῦν μεθ᾽ ἑτέρου, δύο δὲ οὗτοι πάντη τε καὶ πάντως.

Εἷς δ᾽ ἂν νοοῖτο κατὰ ἀλήθειαν ὑπάρχειν Υἱὸς εἰ τὸν αὐτὸν εἶναί φαμεν ἐκ Θεοῦ μὲν θεϊκῶς γεννηθέντα Θεὸν Λόγον, παραδόξως δὲ ἄνθρωπον κατὰ σάρκα ἐκ γυναικός. Εἰ δὲ δὴ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἰδίᾳ τιθέντες καὶ διορίζοντες, τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸν καὶ Υἱὸν ἐκπέμπουσι, κοινωνὸν δὲ μᾶλλον υἱότητος καὶ μέτοχον δόξης ὀθνείας εἶναί φασιν, οὐ μάτην, ὡς οἶμαι, τὰς παρὰ τῶν Ἰουδαίων διαβολὰς ἐπ᾽ αὐτῷ γενομένας εὑρήσομεν. Ἔφασκον γὰρ ὅτι «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν.» Β— Καὶ μὴν καὶ Θεὸν καὶ Υἱὸν ἀληθινὸν εἶναί φασι τὸν ἕνα Χριστόν, δῆλον δὲ ὅτι τὸν ἐκ Θεοῦ Λόγον, λαβόντα κατὰ συνάφειαν τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Ἀλλ᾽ εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ᾽ ἕτερος μεθ᾽ ἑτέρου, πῶς ἂν λέγοιτο Χριστὸς ὁ μὴ κεχρισμένος, καθὰ καὶ φθάσαντες εἴπομεν; Β— Οὐκοῦν, εἰ μή ἐστιν ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὁ ἐκ σπέρματος τοῦ Δαυείδ, λεγέσθω καὶ προαιώνιος. Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ἐκβάλλων τὴν δόξαν, ὡς ἐν ἐρωτήσεσίν ἐστιν ἀπαιτῶν καὶ λέγων· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.»

Ἢ γοῦν καὶ ἑτέρως ὁ γὰρ χθὲς καὶ σήμερον, φησίν, Ἰησοῦς ὁ αὐτὸς ἔσται καὶ εἰς τοὺς αἰῶνας, πρόσφατος δηλονότι καὶ χθὲς καὶ σήμερον, καίτοι τοῦ Θεοῦ Λόγου τῷ ἰδίῳ Πατρὶ συνυφεστηκότος. Α— Μάλιστα μὲν ἀδικοῦσι, παροχετεύοντες τὴν ἀλήθειαν ἐπὶ τό γε σφίσιν αὐτοῖς ἀσυνέτως δοκοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων τὸ ἀκριβὲς παραφθείροντες. Εἰ δὲ δή τις λέγοι καὶ προαιώνιον Χριστὸν Ἰησοῦν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ ἐστὶν εἷς Υἱὸς καὶ Κύριος, ὁ προαιώνιος Λόγος, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Ὅτι δὲ οὐκ ἠλλοίωται γεγονὼς ἄνθρωπος καθ᾽ ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευματοφόρος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.» Καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ «χθές,» τοῦ γε μὴν ἐνεστῶτος τὸ «σήμερον,» τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τὸ «εἰς τοὺς αἰῶνας.» Εἰ δὲ οἴονταί τι σοφὸν ἐννενοηκέναι, τὸ «χθές» καὶ «σήμερον» ἀντὶ τοῦ προσφάτου δεχόμενοι, διατεινόμενοί τε καὶ λέγοντες· Ὁ χθὲς καὶ σήμερον, πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως. Ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ᾽ ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστός, καὶ οὐ μεμέρισται κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν;

Ὅτι γὰρ οὕτω πρὸς ἡμῶν ἐθέλει γνωρίζεσθαι, κἀντεῦθεν εἴσῃ τοι. Καίτοι γὰρ ὁρώμενος ἐν σαρκί, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκώς, τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ προσμεμαρτύρηκε λέγων· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» Καὶ πάλιν· «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;» Καὶ «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὡς γὰρ ὑπάρχων ἀεὶ καὶ προαιώνιος Λόγος καθιγμένος ἐξ οὐρανῶν, εἶτα πεφηνὼς ὁ αὐτὸς ἄνθρωπος καθ᾽ ἡμᾶς, ὡς εἷς Χριστὸς καὶ Κύριος καὶ ὅτε γέγονε σάρξ, τὰ τοιάδε φησίν. Β— Ἐξεύρηταί τις αὐτοῖς καὶ ἕτερος λόγος. Ἔστι δὲ οὗτος· οὕτω γὰρ χρῆναί φασιν Υἱὸν νοεῖσθαι Θεοῦ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ὡς ἂν καὶ αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος Υἱὸς εἶναι λέγοιτο τοῦ Δαυείδ. Φύσει γὰρ οὐδ᾽ ἕτερος. Α— Οὐκοῦν ὁ τῆς ἀληθοῦς ἑνώσεως εἰσίτω τρόπος, ἵν᾽ οὕτω πιστεύηται σὰρξ γεγονὼς ὁ Λόγος, τουτέστιν ἄνθρωπος, καὶ διὰ τοῦτο υἱὸς τοῦ Δαυεὶδ οὐ κατεψευσμένος, ἀλλ᾽ ὡς ἐξ αὐτοῦ πεφηνὼς κατὰ σάρκα, καὶ μεμενηκὼς ὅπερ ἦν, δῆλον δὲ ὅτι Θεὸς ἐκ Θεοῦ. Καὶ γοῦν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί, τὸν αὐτὸν γινώσκοντες Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, τοὺς περὶ αὐτοῦ πρὸς ἡμᾶς πεποίηνται λόγους.