Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Περὶ ἐξόδου ψυχῆς
Η αντιπαραβολή της μακαριότητας των δικαίων και των τιμωριών του άδη
Εκτενής σύγκριση της μακαριότητας των δικαίων με τις αιώνιες τιμωρίες του άδη και η αποκάλυψη των κρυπτών έργων των ανθρώπων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αντιπαραβολή της μακαριότητας των δικαίων και των τιμωριών του άδη
Εκτενής σύγκριση της μακαριότητας των δικαίων με τις αιώνιες τιμωρίες του άδη και η αποκάλυψη των κρυπτών έργων των ανθρώπων.
Ὦ ἀδελφοὶ, ἀναλογίσασθε ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας λόγον καθ᾽ ἒν ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν· μέχρι γὰρ τοῦ ἀργοῦ λόγου, ἀπολογίαν δώσομεν τῷ δικαίῳ κριτῇ. Ποταποὺς δεῖ ἡμᾶς εἶναι ἐν τῇ ὥρᾳ ἐκείνῃ; Ἐὰν δὲ εὕρωμεν χάριν ἐνώπιον τοῦ Θεοῦ, οἵα χαρὰ δέχηται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως! Ποταποὺς δεῖ εἶναι ἡμᾶς εἰς τὴν χαρὰν ἐκείνην τὴν ἀνεκλάλητον, ὅτ᾽ ἂν εἴπῃ ὁ Βασιλεὺς τῶν βασιλευόντων, τοῖς ἐκ δεξιῶν αὐτοῦ μετὰ ἱλαρότητος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τότε κατακληρονομήσομεν ἐκεῖνα τὰ ἀγαθὰ, «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τότε λοιπὸν ἀμέριμνοί ἐσμεν, μηκέτι πτοούμενοι μηδεμίαν πτόησιν. Ἀναλογισώμεθα δὲ ταῦτα, καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητον κόλασιν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερὸν, οἴα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας! Οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ βασιλέως! Οἷον σκότος ἐπιπέσει ἐπ᾽ αὐτοὺς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς· ὅταν εἴπῃ πρὸς αὐτούς· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Οἴμοι!
οἴμοι! οἵαν θλῖψιν, καὶ ὀδύνην, καὶ στενοχωρίαν, καὶ φόβον, καὶ τρόμον δέξεται τὰ πνεύματα αὐτῶν, ὅταν γένηται κραυγὴ πασῶν τῶν ἐπουρανίων δυνάμεων, λεγόντων· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην! οὐαὶ, οὐαί! οἷον μέλος ἀλαλάξουσι θρηνοῦντες, καὶ πενθοῦντες, καὶ ὀλολύζοντες, κοπτόμενοι, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ διάβολος φρίττει! οὐαὶ, οὐαὶ! οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου, καίοντος καὶ μὴ φωτίζοντος! οἴμοι, οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! οὐαὶ, οὐαί! οἷον δεινόν ἐστιν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, καὶ ἀεὶ μένον! οἴμοι, οἴμοι! οἶοί εἰσιν οἱ ἄγγελοι ἐκεῖνοι, οἱ ἐπὶ τῶν κολάσεων ἄσπλαγχνοι καὶ ἀνελεήμονες! ὀνειδίζουσι γὰρ, καὶ ἐπιπλήττουσι δεινῶς. Τότε οἱ κολαζόμενοι κράζουσιν ἐκτενῶς, καὶ ὁ σώζων οὐκ ἔστιν· κεκράξονται γὰρ πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτούς· τότε γνώσονται, ὅτι μάταια αὐτοῖς ἀπῄει πάντα τὰ βίου· καὶ ἂ ἐδόκουν ἐνταῦθα χρηστὰ εἶναι, καὶ χαρμονῆς πλήρη, χολῆς καὶ ἰοῦ πικροῦ πικρότερα εὑρεθήσονται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς!
ὅταν οἱ δίκαιοι ἐκ δεξιῶν ἵστανται, κἀκεῖνοι θλίβονται· ὅταν οἱ ἁμαρτωλοὶ πενθῶσι, καὶ οἱ δίκαιοι χαίρωσιν· ὅταν οἱ δίκαιοι ἑορτάζουσι, καὶ οἱ ἁμαρτωλοὶ ὀδύρονται· ὅταν οἱ δίκαιοι ἐν γαλήνῃ, καὶ οἱ ἁμαρτωλοὶ ἐν χειμῶνι καὶ συμφορᾷ. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι καταδικάζονται· οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι κορέννυνται παντὸς ἀγαθοῦ, καὶ οἱ ἁμαρτωλοὶ ὑστερούμενοι στενάζουσιν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅταν οἱ δίκαιοι δοξάζονται, κἀκεῖνοι ὀνειδίζονται. Οἱ δίκαιοι ἐν ἁγιασμῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐμπρησμῷ· οἱ δίκαιοι ἐγκωμιάζονται, οἱ δὲ ἁμαρτωλοὶ ταλανίζονται· οἱ δίκαιοι ἐν μοναῖς ἁγίων, οἱ δὲ ἁμαρτωλοὶ ἐν ἐξορίᾳ αἰωνίᾳ· οἱ δίκαιοι ἀκούσονται τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Οἱ δὲ ἁμαρτωλοὶ ἀκούσουσι τὸ, «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Οἱ δίκαιοι εἰς παράδεισον, οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον· οἱ δίκαιοι τρυφῶσιν, οἱ ἁμαρτωλοὶ τρύχονται. Οἱ δίκαιοι χορεύουσιν, οἱ δὲ ἁμαρτωλοὶ δεσμοῦνται. Οἱ δίκαιοι ᾄδουσιν, οἱ ἁμαρτωλοὶ θρηνοῦσιν.
Οἱ δίκαιοι τὸ τρισάγιον, οἱ ἁμαρτωλοὶ τὸ τρισάθλιον. Οἱ δίκαιοι τὸ ᾆσμα, οἱ ἁμαρτωλοὶ τὸ χάσμα. Οἱ δίκαιοι εἰς κόλπους Ἀβραὰμ, οἱ ἁμαρτωλοὶ εἰς βράσματα Βελιάρ. Οἱ δίκαιοι εἰς ἀνάπαυσιν, οἱ ἁμαρτωλοὶ εἰς κατάκρισιν. Οἱ δίκαιοι δροσίζονται, οἱ ἁμαρτωλοὶ φλογίζονται. Οἱ δίκαιοι εὐφραίνονται, οἱ ἁμαρτωλοὶ τῇ λύπῃ ξηραίνονται. Οἱ δίκαιοι μεγαλύνονται, οἱ δὲ ἁμαρτωλοὶ τήκονται. Οἱ δίκαιοι ὑψοῦνται, οἱ δὲ ἁμαρτωλοὶ ταπεινοῦνται. Οἱ δίκαιοι θάλπονται, οἱ δὲ ἁμαρτωλοὶ μελαίνονται. Οἱ δίκαιοι τῶν ἀγαθῶν κορέννυνται, οἱ δὲ ἁμαρτωλοὶ κλονίζονται.
Τοὺς δικαίους θρέψει θέα Θεοῦ, τοὺς ἁμαρτωλοὺς λυπήσῃ θέα πυρός. Οἱ δίκαιοι σκεῦος ἐκλογῆς, οἱ ἁμαρτωλοὶ σκεῦος γεέννης. Οἱ δίκαιοι χρυσὸς πεπυρωμένος, καὶ ἄργυρος δόκιμος καὶ λίθοι τίμιοι· οἱ ἁμαρτωλοὶ ξύλα, καλάμη, χόρτος, πυρὸς ὑπέκκαυμα.
Οἱ δίκαιοι σῖτος βασιλείας, οἱ ἁμαρτωλοὶ, ἄχυρα ἀπωλείας. Οἱ δίκαιοι σπόρος ἐκλεκτὸς, οἱ ἁμαρτωλοὶ ζιζάνια πυρός. Οἱ δίκαιοι ἅλας θεῖον, οἱ ἁμαρτωλοὶ βρῶμος καὶ δυσωδία. Οἱ δίκαιοι ναοὶ Θεοῦ ἀμίαντοι· οἱ ἁμαρτωλοὶ, ναοὶ δαιμόνων μεμιασμένοι. Οἱ δίκαιοι ἐν τῷ νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον.
Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων. Οἱ δίκαιοι σὺν ἀγγέλοις χορεύουσιν, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων θρηνοῦσιν. Οἱ δίκαιοι μέσον τοῦ φωτὸς, οἱ ἁμαρτωλοὶ μέσον τοῦ σκότους. Οἱ δίκαιοι ὑπὸ τοῦ Παρακλήτου παρακαλοῦνται, οἱ ἁμαρτωλοὶ σὺν τοῖς δαίμοσι τιμωροῦνται. Οἱ δίκαιοι παρίστανται τῷ θρόνῳ τῷ Δεσποτικῷ, οἱ ἁμαρτωλοὶ παρίστανται τῷ ζόφῳ τῷ τιμωρητικῷ. Οἱ δίκαιοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Χριστοῦ, οἱ ἁμαρτωλοὶ διαπαντὸς ἵστανται κατὰ πρόσωπον τοῦ διαβόλου.
Οἱ δίκαιοι μυοῦνται ἀγγέλοις, οἱ ἁμαρτωλοὶ μυοῦνται δαιμονίοις. Οἱ δίκαιοι ἱκεσίαν προσφέρουσιν, οἱ ἁμαρτωλοὶ θρῆνον ἄπαυστον. Οἱ δίκαιοι ἄνω, οἱ δὲ ἁμαρτωλοὶ κάτω. Οἱ δίκαιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἀβύσσῳ. Οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ ἁμαρτωλοὶ εἰς θάνατον ἀπωλείας. Οἱ δίκαιοι ἐν χειρὶ Θεοῦ, οἱ ἁμαρτωλοὶ ἐν τόπῳ διαβόλου. Οἱ δίκαιοι μετὰ τοῦ Θεοῦ, οἱ ἁμαρτωλοὶ μετὰ τοῦ Σατανᾶ.
Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε ἀφορίζονται ἀπὸ τῶν δικαίων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε γυμνοῦνται αἱ πράξεις αὐτῶν, καὶ αἱ βουλαὶ τῶν καρδιῶν φανεροῦνται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε οἱ συδυασμοὶ τοῦ νοὸς ἐλέγχονται, καὶ αἱ συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν ζυγοστατοῦνται, καὶ ταλαντεύεται ἡ διάνοια.
Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε μισοῦνται ὑπὸ τῶν ἁγίων ἀγγέλων, καὶ βδελύσσονται ὑπὸ τῶν ἁγίων μαρτύρων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! ὅτε ἐκβάλλονται ἐκ τοῦ νυμφῶνος· οὐαὶ τὴν τότε μεταμέλειαν! οὐαὶ τὴν τότε θλίψιν! οὐαὶ τὴν τότε ἀνάγκην! οὐαὶ τὴν τότε καταιγίδα! Δεινὸν, τὸ χωρισθῆναι ἀπὸ τῶν ἁγίων· ἀργαλεώτερον, τὸ χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ· ἄτιμον, τὸ δεθῆναι χεῖρας καὶ πόδας, καὶ εἰς τὸ πῦρ βληθῆναι· θλιβερὸν, τὸ ἐκπεμφθῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον· γνοφερὸν, τὸ τρύζειν τοὺς ὀδόντας καὶ τήκεσθαι· βαρὺ, τὸ ἀπαύστως κολάζεσθαι. Πονηρὸν, τὸ φλογίζεσθαι τὴν γλῶσσαν· ἀσυμπαθὲς, τὸ αἰτεῖν ῥανίδα ὕδατος, καὶ μὴ λαμβάνειν. Πικρὸν, τὸ ἐν πυρὶ εἶναι, καὶ βοᾷν, καὶ μὴ βοηθεῖσθαι.
Ἀπαράβατος ὁ φάρυγξ, καὶ ἀμέτρητον τὸ χάος, ἄφυκτος ὁ ἀποκλεισθεὶς, ἀναπόδραστος ὁ κατεχόμενος, ἀνυπέρβατον τὸ τεῖχος τῆς φυλακῆς, ἄσπλαγχνοι οἱ τηρηταὶ, σκοτεινὸν τὸ δεσμωτήριον, ἄλυτα τὰ δεσμὰ, ἀνάσπαστοι αἱ ἁλύσεις, ἄγριοι, καὶ ἀτίθασσοι οἱ ὑπηρέται τῆς φλογὸς ἐκείνης, βαρεῖαι αἱ κασίδες αἱ τιμωρητικαὶ ἐκεῖναι, στεῤῥοὶ οἱ ὄνυχες καὶ ἄθραυστοι, σκληρὰ τὰ βούνευρα, θολώδεις καὶ καχλάζουσαι αἱ πίσσαι, δυσῶδες τὸ θεάφιον, ἀνθρακώδεις αἱ κλίναι αἱ ἐκεῖναι, ἄσβεστος ἡ πυρὰ, κνισσώδης καὶ βρωμώδης ὁ σκώληξ· ἀσυγχώρητον τὸ κριτήριον, ἀπροσωπόληπτος ὁ δικαστὴς, ἀπροφάσιστος ἡ ἀπολογία· κατεστιγμένα τὰ πρόσωπα τὰ τῶν δυναστῶν, πενιχροὶ οἱ δυνάσται, πτωχοὶ οἱ βασιλεῖς· ἰδιῶται οἱ σοφοὶ, μωροὶ καὶ ἄδεκτοι οἱ ῥήτορες· ἄφρονες οἱ πλούσιοι, ἀνήκοα τὰ κολακεύματα τῶν πλαστογράφων· φανεραὶ αἱ καμπύλαι τῶν ῥᾳδιούργων, τηλαυγεῖς αἱ τροχιαὶ τῶν πλεονεκτῶν· βρωμώδης τῶν φιλαργύρων ἡ ὀσμὴ, φανερὰ τῶν ὑποκριτῶν ἡ ὑπουλότης, λινόπληγοι, οἱ ἐπιθέται· πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτῶν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς! βέβηλοι, καὶ ἐναγεῖς, καὶ ἀκάθαρτοί εἰσιν ἐνώπιον τοῦ Θεοῦ. Πῶς μεμίανται αὐτῶν αἱ ψυχαί! Πῶς βρωμοῦσιν αὐτῶν τὰ σώματα ἐκ τῆς λαγνείας καὶ ἀκολασίας! Πῶς ἐμόλυναν τὰ σώματα, καὶ ἐμίαναν τὴν ψυχὴν, μὴ φυλάξαντες τὴν στολὴν τοῦ ἁγίου βαπτίσματος!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.