Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Περὶ ἐξόδου ψυχῆς
Προοίμιο και φόβος της μελλούσης κρίσεως
Εισαγωγή στο μυστήριο του θανάτου, η αδυναμία της ανθρώπινης φύσης κατά την ώρα της κρίσεως και ο έλεγχος της συνειδήσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και φόβος της μελλούσης κρίσεως
Εισαγωγή στο μυστήριο του θανάτου, η αδυναμία της ανθρώπινης φύσης κατά την ώρα της κρίσεως και ο έλεγχος της συνειδήσεως.
ΟΜΙΛΙΑ ΙΔʹ Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας. Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι. Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης. Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός. Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι. Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι. Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον. Φοβοῦμαι τὸν ποταμὸν τοῦ πυρὸς, τὸν πρὸ τοῦ βήματος ἐκείνου συρόμενον, καὶ σφοδροτάτῃ κατακλάζοντα τῇ φλογὶ, τὰς ἠκονημένας ῥομφαίας. Φοβοῦμαι τὰς ἀποτόμους τιμωρίας. Φοβοῦμαι τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος. Φοβοῦμαι τὸν ζόφον τὸν ἀφεγγῆ. Φοβοῦμαι τὸ σκότος τὸ ἐξώτερον. Φοβοῦμαι τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον.
Φοβοῦμαι τοὺς ἀφύκτους ἐλέγχους· οὐδὲν γὰρ κατηγόρων δεῖται ὁ δικαστὴς ἐκεῖνος, οὔτε μαρτύρων, οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων· ἀλλ᾽ ὅσα ἐπράξαμεν, καὶ ἐλαλήσαμεν, καὶ ἐβουλευσάμεθα, φέρει εἰς μέσον πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμεληκότων.
Τότε οὐδεὶς ὁ παριστάμενος, καὶ ἐξαρπάζων τῆς τιμωρίας, οὐ πατὴρ, οὐ μήτηρ, οὐχ υἱὸς, οὐχὶ θυγάτηρ, οὐκ ἄλλος τις τῶν συγγενῶν, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις εἰς σποδὸν ἐλήλαται, καὶ μόνος κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων, τὴν ἐλευθεροῦσαν, ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον.
Οἴμοι! οἴμοι! τῆς συνειδήσεως ἐλεγχούσης με, καὶ τῆς γραφῆς βοώσης, καὶ διδασκούσης με· ὦ ψυχὴ, τῶν μιασμάτων, καὶ παρὰ σοὶ ἐβδελυγμένων ἔργων! Οἴμοι, ὅτι τὸν ναὸν τοῦ σώματος ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύπησα! ὦ Θεὲ, ἀληθινά σου τὰ ἔργα, καὶ δικαία ἡ κρίσις σου, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ ἀνεξιχνίαστα τὰ κρίματά σου. Διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθάνατα βασανίζομαι· δι᾽ ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων· ἀναγινώσκων καὶ ἐπιγινώσκων, οὐκ ἀπιστεύων, ἀλλ᾽ ἐν ἀμελείᾳ, καὶ ῥᾳθυμίᾳ, καὶ ἀκηδίᾳ, καὶ ἐν περισπασμοῖς, καὶ ταραχαῖς, καὶ ζάλαις τρυφῶν καὶ σπαταλῶν, καὶ σκιρτῶν ἀγαλλόμενος, καὶ εὐφραινόμενος ἐδαπάνησά μου τὰ ἔτη, καὶ τοὺς μῆνας, καὶ τὰς ἡμέρας εἰς τὰ πρόσκαιρα, καὶ φθαρτὰ, καὶ γήϊνα κοπιῶν, καὶ μοχθῶν, καὶ ἀγωνιζόμενος· μὴ εἰς νοῦν λαμβάνων, ἢ λογιζόμενος, οἷον φόβον καὶ τρόμον, καὶ ἀγῶνα, καὶ ἀνάγκην ἔχει ἰδεῖν ἡ ψυχὴ, ὅτε τοῦ σώματος χωρίζεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.