Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος
Λόγος ΚΕ': Η σημασία των όρων «Μονογενής» και «Πρωτότοκος»
Ορθή ερμηνεία των τίτλων αυτών, αποδεικνύοντας τη φυσική γέννηση του Υιού και το άκτιστο της θεότητάς Του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΚΕ': Η σημασία των όρων «Μονογενής» και «Πρωτότοκος»
Ορθή ερμηνεία των τίτλων αυτών, αποδεικνύοντας τη φυσική γέννηση του Υιού και το άκτιστο της θεότητάς Του.
ΛΟΓΟΣ ΚΕʹ. Εἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως,» ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἀντίθεσις ἐκ τῶν χριστομάχων. Εἰ μὴ κτίσμα, φασὶν, ὑπάρχει ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη πρωτότοκος πάσης κτίσεως· ὡς γὰρ πολλὴν ἔχων πρὸς τὰ γεγονότα τὴν εὐγένειαν, εἰ καὶ πρῶτος αὐτῶν εἴη καὶ πρὸ πάντων ἐστὶ, καὶ ταύτῃ κέκληται τῇ ἐπωνυμίᾳ.
Πρὸς τοῦτο λύσις. Πρὸς μὲν τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα οὐ χαλεπὸν ἀντιλέγειν. Ἐκεῖνο δὲ χρὴ πρῶτον εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκατατάττει τῇ κτίσει τὸν Υἱὸν, ὑπεξελεῖται πάντως αὐτὸν ἡ τοῦ Μονογενοῦς προσηγορία· ὥσπερ γὰρ οὐκ ἄν τις καλοῖτο πρωτότοκος, εἰ μὴ πολλοὺς ἔχοι τοὺς ἀδελφοὺς, ὧν ἐστι καὶ πρωτότοκος, οὕτως οὐκ ἂν εἴη μονογενὴς, εἰ μὴ μόνος ὑπάρχοι, ἑτέροις τισὶν οὐ συναριθμούμενος.
Πῶς οὖν ἐστι καὶ πρωτότοκος καὶ μονογενής; Δεῖ γὰρ ἢ ἐκεῖνο κρατεῖν ἢ τοῦτο. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ ἀμφοτέροις αὐτὸν ἀποκαλεῖ τοῖς ὀνόμασι, ζητεῖν ἀναγκαῖον τοὺς ὅσοι ταῖς θείαις Γραφαῖς προσβάλλουσιν ἀκριβῶς, πῶς μὲν ἔσται πρωτότοκος, κατὰ τίνα δὲ τρόπον καὶ μονογενής. Μονογενὴς μὲν οὖν, καθὸ Λόγος ἐστὶν ἐκ Πατρὸς, ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος εἷς γὰρ καὶ μόνος ὁ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκος δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀπολελυμένως, ἀλλ᾽ ἐν πολλοῖς ἀδελφοῖς, καθὰ γέγραπται.
Πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφὸς, εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλετο σάρκα; Οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ.
ΑΛΛΟ. Πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Ἐπιτηρῆσαι δὲ ὅμως κἀκεῖνο καλὸν, μονογενὴς καλεῖται καὶ πρωτότοκος.
Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμένης αἰτίας, καθ᾽ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ᾽ ἀπολελυμένως, μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι᾽ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ, «Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς,» καὶ «Πρωτότοκος ἐκ τῶν νεκρῶν.» Ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος τοῦτο μὴ ἀπολέσαι, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινὸς ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει· ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῆς καὶ Κύριος.
Οὕτω καὶ ὁ εὐαγγελίστης φησίν· «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.»
ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, ἄλλος ἔσται τῶν πάντων. Ἐν γὰρ τῷ εἰπεῖν πάντα, οὐδὲν ἀφῆκεν ἐκτὸς ὃ μὴ γέγονεν δι᾽ αὐτοῦ. Οὐκοῦν κτίσμα μὲν ὁ Υἱὸς οὐκ ἔσται, κτίστης δὲ μᾶλλον τῶν πάντων, καθὰ γέγραπται. Οὐ γὰρ εἴρηκεν ἡ θεία Γραφὴ, ὅτιπέρ ἐστι πρωτότοκος τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὄντως ὡς ἐξ αὐτῶν εἶναι νοοῖτο, ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἶναί φησιν, ἵνα διὰ τοῦτο, ὡς εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ᾽ αὐτὴν πιστεύηται. Ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ᾽ ἕτερος παρὰ ταύτην. Καὶ γοῦν ἡ θεία Γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὴμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἵνα μὴ ἕτερος εἶναι παρὰ τούτους νομίζηται· ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναί φησι τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν, τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσί τινες, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. Εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται, καθὸ πάσης κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσίν ἐστιν. Ἔσται οὖν ἑαυτοῦ καὶ πρῶτος καὶ δεύτερος.
Εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρωτότοκος, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. Εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος· πρῶτος μὲν κατ᾽ ἐκεῖνον τὸν τρόπον, δεύτερος δὲ κατὰ τοῦτον.
ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης κτίσεως, εἶς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων, γέγονε δὲ πάντα δι᾽ αὐτοῦ, ἑαυτοῦ ποιητὴς ἔσται, καθ᾽ ὑμᾶς, καὶ ὁ κτίζων κτίζεται, καὶ τοῦτο δι᾽ ἑαυτοῦ. Εἰ γὰρ ἐν τοῖς πᾶσίν ἐστι καὶ πάντα δι᾽ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον.
Καὶ εἰ πᾶσα ἡ κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἶς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς;
ΑΛΛΟ διηγηματικῶς, κατὰ τὴν εὐσεβῆ νόησιν, καθ᾽ ἣν νοεῖται «Πρωτότοκος.» Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καθὸ γέγονεν ὅμοιος ἡμῶν κατὰ πάντα χωρὶς ἁμαρτίας, καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας ἀδελφός τε ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως. Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησεν τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. Διὸ καί φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Δι᾽ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν ἐκδιδάσκεται, καὶ ὥσπερ διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν.
ΑΛΛΟ, πῶς ἂν εὐσεβῶς νοηθείη, «Πρωτότοκος πάσης κτίσεως.» Διὰ τὴν τοῦ Πατρὸς φιλανθρωπίαν ἣν ἔχει περὶ τὰ αὐτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσεν ὁ Υἱὸς, καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβᾶσα μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ· ἵν᾽ ἐπειδήπερ καλεῖται τούτων πρωτότοκος, δι᾽ αὐτὸν σώζηται τὰ μετ᾽ αὐτόν. Εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὦν ἐστι πρωτότοκος. Ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς ἀναλάμψας· πρωτότοκος δὲ δι᾽ ἡμᾶς, ἵν᾽ ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα ᾖ. Γέγονε γὰρ τὰ πάντα δι᾽ αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτῷ διασώζεται.
ΑΛΛΟ. Εἰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως ὡς κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξομεν τὸν Υἱὸν, ἔσται πρῶτος μὲν ταύτης κατὰ τὸν χρόνον συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἶναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. Συγγενὴς οὖν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τε καὶ νηκτοῖς. Καὶ ταῦτα γὰρ, εἰ καὶ ἐλάχιστα, μέρη γοῦν πάσης τῆς κτίσεώς ἐστιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν εὐσεβῶς πρωτότοκος μὲν, ὡς ἐν πολλοῖς ἀδελφοῖς διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους νοηθήσεται.
Πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται, ὡς πρὸ ταύτης ὢν, καὶ εἰς τὸ εἶναι ταύτην παραγαγὼν, κτιστῆς τε αὐτὸς οὐχ ὑπάρχων οὐσίας.
ΑΛΛΟ. Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη, διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν Θεοῦ κατὰ χάριν τοὺς δι᾽ αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται, διὰ τὸ πάντας δι᾽ αὐτοῦ δύνασθαι λοιπὸν τρέχειν εἰς σωτηρίαν.
Ὅτι μὴ δι᾽ ἄλλην αἰτίαν μονογενὴς κέκληται, ἀλλ᾽ ἢ ὡς μόνος κατ᾽ ἀλήθειαν γεννηθείς. Ἀπολογία αὐτολεξεί. Εἰ διὰ τὸ μόνον ἀμεσιτεύτως αὐτὸν γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀβουλήτως γέγονεν· εἰ δὲ τῶν γενομένων οὐδέν ἐστιν, ὃ βουλὴ Θεοῦ οὐκ ἐμεσίτευσεν· οὐκ ἄρα διὰ τὸ ἀμεσιτεύτως γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀλλὰ διὰ τὸ μόνον τοῦτον εἶναι καρπὸν πατρικόν.
ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος ὑπ᾽ ἐκείνου γέγονε, καθ᾽ ὑμᾶς, οὐκ ἂν εἴη τῶν καθόλου δημιουργὸς ὁ τοῦτον μόνον, ἀλλ᾽ οὐ πάντα, πεποιηκώς. Εἰ δὲ ἔστι τῶν καθόλου δημιουργὸς ὁ Πατήρ· τὰ πάντα γὰρ ἐξ αὐτοῦ· οὐχ ὡς μόνος ἄρα ὑπάρξας ὁ Υἱὸς μονογενὴς, ἀλλ᾽ ὡς μόνος φυσικῶς γεννηθείς.
ΑΛΛΟ. Εἰ μονογενὴς, ὅτι μόνος ὑπὸ μόνου γέγονε, μόνος δὲ ἥλιος ἡμέραν ποιεῖ, μονογενὴς ἡλίου καὶ ἡ ἡμέρα λεχθήσεται. Εἰ δὲ καὶ μόνος τις καὶ μιᾶς ἐπιστήμης γέγονεν εὑρετὴς, ἢ μιᾶς εἰκόνος αὐτουργὸς, μονογενῆ εἴη ἂν αὐτῷ γεννήματα τὰ μόνα ὑπ᾽ αὐτοῦ πεποιημένα.
Εἰ δὲ μηδεὶς πώποτε μονογενὲς τὸ μόνον ἔργον κέκληκε, πῶς ὁ Υἱὸς ὡς γενόμενος, ἀλλ᾽ οὐχ ὡς γεννηθεὶς, μονογενὴς νοηθήσεται;
ΑΛΛΟ. Εἰ μὴ ὡς γεννηθεὶς μόνος, οὐ μὴν καὶ γενόμενος, μονογενὴς κέκληται, κέκληται δὲ καὶ τὸ τοῦ Ἰεφθάε θυγάτριον μονογενὲς, εἴη ἂν μόνον ἔργον αὐτοῦ, ἀλλ᾽ οὐ γέννημα. Ἢ εἴπερ ὡμολόγηται μονογενὲς αὐτὸ εἶναι, διὰ τὸ μόνον ἐκ τοῦ ἰδίου γεγεννῆσθαι πατρὸς, καὶ ὁ Υἱὸς δῆλον ὅτι μονογενὴς, μόνος τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς κληρονόμος.
ΑΛΛΟ. Εἰ ἐπεὶ μόνος τοιοῦτος γέγονε, διὰ τοῦτο μονογενὴς, μόνον δὲ ἔργον τοιοῦτον ὁ οὐρανὸς γέγονεν, ὁποῖόν ἐστιν, εἴη ἂν καὶ αὐτὸς μονογενής. Εἰ δὲ καίτοι πολλὰ καὶ μόνα κτίσματα γενόμενα οὐκ ἐῤῥέθη μονογενῆ, ὁ Υἱὸς ἄρα μονογενὴς οὐχ ὡς μόνος τοιοῦτος γενόμενος, ἀλλ᾽ ὡς μόνος γεννηθείς.
ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πάντων ὑπερέχει, ὑπερέχει δὲ τῶν πάντων καὶ ὁ Πατὴρ, μονογενὴς ἄρα λεχθείη ἂν καὶ αὐτός. Εἰ δὲ μὴ ἔστι μονογενὴς, καίτοι τῶν πάντων ὑπερέχων, οὐδὲ ὁ Υἱὸς ἄρα μονογενὴς, διὰ τὴν ὑπεροχὴν τὴν πρὸς τὰ πεποιημένα, ἀλλὰ διὰ τὴν ἐκ Πατρὸς γέννησιν.
ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πατρικῶν βουλημάτων ἐστὶν ἄγγελος, μόνος δὲ ὁ καθ᾽ ἡμᾶς ἤτοι ἐν ἡμῖν ἔμφυτος λόγος τῶν τοῦ νοῦ βουλευμάτων ἐστὶν ἀγγελτικός· μονογενὴς ἂν υἱὸς τοῦ νοῦ κληθείη καὶ οὗτος. Εἰ δὲ μηδεὶς τῶν ἀπ᾽ αἰῶνος τὸν τῶν ἀποῤῥήτων ἐκφαντικὸν λόγον μονογενῆ κέκληκε, πῶς ἂν Υἱὸς ὡς ἐξαγγελεὺς, ἀλλ᾽ οὐχὶ ὡς γεννηθεὶς μᾶλλον μονογενής;
ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος τῶν μετ᾽ αὐτόν ἐστι δημιουργὸς, οὐδένα ἕξει τὸν συνδημιουργήσαντα, οὐδὲν σὺν αὐτῷ πεποιηκότα τι πλὴν μόνου τοῦ Πατρός. Εἰ δὲ πάντα ἐν αὐτῷ ὡς ἐν σοφίᾳ γεγένηται, καὶ ἐν αὐτῷ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ Θεοῦ πᾶσα ἡ δύναμις αὐτῶν, περιττὸν τὸ λέγειν αὐτὸν μονογενῆ, ὡς τῶν μετ᾽ αὐτὸν ὄντα μόνον δημιουργὸν, ἀλλ᾽ οὐχ ὡς μόνον δημιουργὸν ἐκ Θεοῦ γεννηθέντα φυσικῶς.
ΑΛΛΟ. Εἰ τὸ μόνον γενόμενον, ἀλλ᾽ οὐχὶ τὸ μόνον γεννηθὲν κατὰ ἀλήθειαν τοῦτο μονογενὲς, οὐκ ἄρα μονογενὴς ὁ Σάῤῥας υἱός· οὐ γὰρ γέγονεν ὑπ᾽ αὐτῆς, ἀλλὰ γεγέννηται.
ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνον αὐτὸν ὁ Πατὴρ ὑπεστήσατο, οὐκέτ᾽ ἂν εἴη πρωτότοκος οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ Πατρός. Εἰ δὲ ἀληθῶς ἐστι πρωτότοκος ἐν πᾶσι πρωτεύων, οὐχ ὡς μόνον ἄρα ὑποστὰς, μονογενὴς, μόνος δὲ ὡς ἐκ Πατρὸς ἀγαθοῦ καρπὸς ἀποκυηθεὶς ἀγαθός.
ΑΛΛΟ. Εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρων. Εἰ δὲ μόνος, ἀλλ᾽ οὐ πρὸ ἄλλων γεννηθεὶς ἐκ Μαρίας, πρωτότοκος αὐτῆς κέκληται· καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ᾽ ὡς μόνος γεννηθείς.
ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος, ὅτι τῶν ἄλλων πρῶτος γεγέννηται, τὸ δὲ πρῶτον γεννώμενον οὐ διοίσει τῶν ἐκ τοῦ αὐτοῦ μετ᾽ αὐτὸ γεννηθέντων, οὐδὲ ὁ Υἱὸς ἄγα τῶν μετ᾽ αὐτὸν εἴη ἂν κρείττων. Εἰ δὲ τὸ ποιοῦν τοῦ ποιουμένου κατὰ πάντα διαφέρει, ποιεῖ δὲ ὁ Υἱὸς, διαφέροι ἂν τῶν πάντων· καὶ πῶς ἂν τῶν ἑαυτοῦ δημιουργημάτων εἴη πρωτότοκος, ὃς πρῶτος τῆς Υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος;
ΑΛΛΟ. Εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὲ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα λεγομένων καὶ αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, εἰ λέγοιτο πρωτότοκος, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ᾽ ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος.
ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος ὅτι πρῶτος γέγονε, τῷ δὲ πρῶτον, ἀλλ᾽ οὐ μόνον τι πεποιηκότι, μετὰ τὸ πρῶτον ἕπεται πεποιηκέναι καὶ ἕτερα· ὁ Υἱὸς ἄρα πεποίηκεν οὐδέν. Ἐπεὶ δὲ πεποίηκεν, οὐχ ὡς κτισθεὶς πρωτότοκος, ἀλλ᾽ ὡς τῶν πάντων ἐν αὐτῷ κτισθέντων τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς.
ΑΛΛΟ. Εἰ διὰ τὴν τῶν κτισμάτων πάροδον ὑπέστη, χάριν αὐτοῖς ἕξει, ὅτι τῆς γενέσεως αὐτοῦ γεγόνασιν αἴτια.
ΑΛΛΟ. Εἰ ἐπεὶ μὴ ἔφερεν ἡ κτίσις αὐτουργοῦντα τὸν ἀγένητον, διὰ τοῦτο δημιουργεῖ ὁ Υἱὸς, μέση τις ἂν εἴη αὐτὸς δύναμις, καὶ οὔτε αὐτὸς ἂν εἴη ἀγένητος· οὐκ ἂν γὰρ ἔφερεν αὐτὸν ἡ κτίσις, οὐδ᾽ αὖ τῶν γινομένων· οὐ γὰρ ἔφερεν αὐτὸς τὸν ἀγένητον. Τούτων δ᾽ ὁπότερον οὐκ ὄντος αὐτοῦ, λείπεται γέννημα αὐτὸν τῆς ἀγεννήτου φύσεως ὁμολογεῖν.
ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Θεὸς ἀληθινὸς, φησὶν, ἔστιν ὁ Υἱὸς, πῶς αὐτὸν τοῖς γενητοῖς συναριθμεῖ καὶ ἡ θεία Γραφὴ λέγουσα, «Πρωτότοκος πάσης κτίσεως;» Ἀνάγκη γὰρ πᾶσα τοιοῦτον εἶναι καὶ αὐτὸν κατὰ φύσιν, ὁποῖά περ ἂν ὑπάρχῃ καὶ τὰ ὧν ἐστι πρῶτος.
Πρὸς ταῦτα λύσις. Ἀσεβὴς ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν ἀτοπίαν. Εἰ γὰρ ἔσται τοῖς μετ᾽ αὐτὸν γεγονόσιν ἀναγκαίως ὁ Υἱὸς παραπλήσιος, ἐπεὶ καὶ πρωτότοκος αὐτῶν καλεῖται, γέγονε δὲ οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ ζῶα πολλὰ καὶ διάφορα, ὥρα λοιπὸν δυσσεβοῦντας ὑμᾶς ἀδεῶς, ὦ χριστομάχοι, λέγειν ὅτι καὶ τοῖς ἀλόγοις ζώοις ὁ αὐτός ἐστι κατὰ φύσιν ὁ Υἱός. Οὐκοῦν οὐ πάντως ἔσται συγγενὴς ὧν καὶ πρωτότοκος εἶναι λέγεται· καλεῖται δὲ τοῦτο, δεικνυούσης ἡμῖν τῆς θείας Γραφῆς, ὅτι πάντες ἐν Υἱῷ καὶ δι᾽ Υἱοῦ πρὸς τὸ ἴσον αὐτῷ σχῆμα καλούμεθα, υἱοὶ Θεοῦ κατὰ χάριν ἀναδεικνύμενοι. Καὶ αὐτός ἐστιν ἀρχὴ τῆς δοθείσης ἡμῖν χάριτος, ἐξομοιῶν ἑαυτῷ διὰ φιλανθρωπίαν τοὺς δι᾽ αὐτοῦ γενομένους· αὐτὸ δὲ δὴ τοῦτο εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. Ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον αὐτὸν εἶναί φησιν, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται· ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατὴρ, καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρὶ, καὶ δι᾽ αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά.
ΑΛΛΟ. Εἰ πάντως τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἱὸν, ἀναγκάσει συγγενῆ τοῖς μετ᾽ αὐτὸν γενομένοις ὑπάρχειν αὐτὸν, καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖά περ ἂν εἴη τὰ τῷ χρόνῳ δεύτερα, τί ἄρα φατὲ κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, «Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα;» Ἆρα καὶ αὐτῷ τὸ τῷ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρήσαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν, καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; Ἀλλ᾽ οὐκ ἂν, οἶμαι, τὶς εἰς τοσαύτην ἔλθοι μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. Ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντων αὐτὸν συγγενῆ τοῖς μετ᾽ αὐτὸν νοεῖσθαι· οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς. Ἀλλ᾽ ὥσπερ ὁ Πατὴρ, ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων, ἔλεγεν, «Ἐγώ εἰμι πρῶτος,» οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς πάσης κτίσεως λέγεται. Δι᾽ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς κτίστης καὶ δημιουργός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.