Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι ΚΣΤ'-Λ': Ερμηνείες ευαγγελικών και αποστολικών χωρίων

Αντιμετώπιση ερωτημάτων περί του αιτήματος των υιών του Ζεβεδαίου, της προκοπής του Ιησού, της μελλοντικής υποταγής στον Πατέρα και της αιτήσεως δόξης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 17 από 22

ΛΟΓΟΣ Κϛʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, τὸ, «Καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι.» Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, εἴπερ ἦν ἐν ἰσότητι τοῦ Πατρὸς, ἔφησεν ἂν ἐπὶ τοῖς Ζεβεδαίου παισίν· «Οὐκ ἔστιν ἐμὸν δοῦναι;» Τοῦτο γὰρ διαῤῥήδην οὐκ ἔχοντος ἐξουσίαν ἐστιν, οὐδὲ δυναμένου παρασχεῖν ὅσπερ ἦν ἐκείνοις ἐν εὐχῇ. Οὐκοῦν οὐδὲ ἴσος τῷ Πατρὶ τῷ πάντων ἔχοντι τὴν ἐξουσίαν.

Πρὸς τοῦτο λύσις. Πολλὴν, ὦ θεομάχοι, κἀν τούτῳ τὴν ἀπαιδευσίαν ἔχοντες εὑρεθήσεσθε. Ἐχρῆν γὰρ δή που πάντως ὑμᾶς τὰς τοῦ Σωτῆρος ἀκριβῶς περιεργάζεσθαι φωνὰς, οὐκ ἀπερισκέπτως τὰ καλῶς εἰρημένα κατηγορίας ποιεῖσθαι προφάσεις. Προσῆλθον οἱ Ζεβεδαίου παῖδες τὰς ἐν ἄκρῳ κειμένας αἰτοῦντες τιμάς. Ἀλλ᾽ ἦν ἀπίθανον μὴ τὴν τοῦ χορηγοῦντος περιμένειν φιλοτιμίαν, ἁρπάζειν δὲ ὥσπερ τὴν ἑτέροις ἔσθ᾽ ὅτε χρεωστουμένην δωρεάν. Πρὸς οὖν τὴν οὔτως ἄτοπον αἴτησιν εἰκότως φησὶν ὁ Σωτὴρ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» οὐχ ὅτι μὴ ἐδύνατο παρασχεῖν, ἀλλ᾽ ὅτι τῶν πονούντων ἐστὶν ἀναλόγως οἷς κάμνουσι κομίζεσθαι τὸν μισθόν. Ὥσπερ γὰρ εἴ τις τοῖς εἰς ἀγῶνα κεκλημένοις τὰ γέρα προθεὶς, λέγοι πρὸς αὐτούς· Οὐκ ἐμόν ἐστιν, ὦ οὗτοι, τὸ μεῖζον ἑλεῖν, καὶ ᾦ βούλομαι παρασχεῖν, οὐ γὰρ ἐπὶ τούτοις τέθεικα τῷ σταδίῳ τοὺς ὅρους· ἀλλ᾽ ἐκεῖνος λήψεται τοῦτο, ᾧ τὸ πάντας νικᾷν περιποιήσει δικαίως τὸ τιμᾶσθαι μειζόνως. Οὕτω καὶ ὁ Σωτὴρ οὐκ εὔλογον εἶναί φησι τοῖς αἰτοῦσι τὸ μεῖζον ἐπιδοῦναι προχείρως, τὸν ὀφείλοντα δικαίως λαβεῖν παρωσάμενον. Ἀλλ᾽ ἐκείνους ἔχειν ἐστὶ πρεπωδέστερον, οἷς ἡ τοῦ Πατρὸς πρόγνωσις διὰ τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν τοῦτο ηὐτρέπισεν· ἔστιν οὖν ὁ λόγος οὐκ ἀσθενείας ἀπόδειξις, ἀλλ᾽ οἰκονομικῆς ἀσθενείας.

ΑΛΛΟ. Εἰ μὴ δύναται, καθ᾽ ὑμᾶς, ὦ θεομάχοι, τοῖς Ζεβεδαίου παισὶν ἀποπληρῶσαι τὴν αἴτησιν, καὶ διὰ τοῦτό φησιν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» πῶς ἐν ἑτέροις εὑρίσκεται πᾶσιν ὁμοῦ τοῖς μαθηταῖς τοῦτο χαρισάμενος, δι᾽ ὧν οὔτω φησίν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους;» Τοῦτο γὰρ οὐ τὰ ἐσόμενα προφητεύοντός ἐστιν, ἀλλ᾽ ὀρέγοντος ὡς συγκεκμηκόσι τὴν χάριν.

Εἰ μὲν οὖν ἀληθεύει τὰ τοιαῦτα λέγων, πῶς ὁ πᾶσι διδοὺς, δύο μόνων αἰτούντων ἀσθενεῖ; Εἰ δὲ τολμᾶτε λέγειν μὴ εἶναι τὴν ὑπόσχεσιν ἀληθῆ, ἀρκέσει τοῦτο πρὸς τὸ πᾶσαν καθ᾽ ὑμῶν κυροῦσθαι κακίαν. Ψεύδεσθαι γάρ φατε τὴν ἀλήθειαν. Ὥσπερ οὖν εἰ τοῖς Ζεβεδαίου παισὶν οὐκ ἐδύνατο παρασχεῖν, οὐκ ἂν ἦν ἴσος τῷ Πατρὶ, οὕτως ἐπειδήπερ πᾶσι φαίνεται διδοὺς, ἴσος ἔσται τῷ γεγεννηκότι.

ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτὴρ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου,» ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὸ διδόναι χάριν ἣν ἂν βούλοιτό τισιν, οὐκ ἐξ ἀσθενείας ἔφησεν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» ἀλλ᾽ ἔχει λόγον οἰκονομίας τὸ ῥῆμα.

ΑΛΛΟ. Ὁ προφήτης Ἡσαΐας τοὺς περὶ τοῦ Σωτῆρος ποιούμενος λόγους, φησί που σαφῶς· «Διὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ.» Εἰ τοίνυν αὐτὸς ἐπιμερίζει τοῖς ἁγίοις τὰς τιμὰς, πῶς αὐτὸν ἐροῦμεν μὴ δύνασθαι παρασχεῖν ὅπερ ἂν βούλοιτό τισι; Καὶ εἰ πάντα ὁ Πατὴρ ἐργάζεται δι᾽ Υἱοῦ, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ διανέμεσθαι τοῖς ἁγίοις τὰ γέρα, αὐτὸς ἔσται πάλιν ὁ διδοὺς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα.

Λύσις τοῦ ῥητοῦ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι,» καὶ ὅπως αὐτὸ χρὴ νοεῖν σαφὴς διδασκαλία. Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παραινοῦντος τοῖς μαθηταῖς, τὸ μηδὲν ὅλως τῶν ἐν τῷδε τῷ βίῳ κεκτῆσθαι θέλειν, ἀφιλοχρηματεῖν δὲ μᾶλλον, καὶ ἀπερισπάστως προσεδρεύειν Θεῷ, ὅλους τε ἐξ ὅλων ἀνακεῖσθαι τῇ εἰς αὐτὸν λατρείᾳ, καὶ πλουσίαν ἐπὶ τούτοις ἀποδώσειν ἐπαγγελλομένου τιμὴν τοῖς φυλάττουσι τὴν ἐντολὴν, προσῆλθον λέγοντες· «Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν;» Πρὸς ταύτην αὐτῶν τὴν πεῦσιν ἀποκρίνεται Χριστός· «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ταύτην οἱ Ζεβεδαίου παῖδες τὴν ἐπαγγελίαν ἀκούσαντες ἦλθον εἰς ἐπιθυμίαν οὐ πρέπουσαν αὐτοῖς Τὸ γὰρ πᾶσι τοῖς μαθηταῖς προτεθὲν ὡς ἐν ἀμοιβῇ τῆς πρὸς τὸν Χριστὸν εὐνοίας, ἁρπάζειν ἤθελον μόνοι· αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἐπιθυμίᾳ δόξης ἡττῆσθαι κενῆς, αὐτοὶ μὲν σιωπῶσι τὸ κατὰ νοῦν οὐκ ἐκφαίνοντες, διακονεῖν δὲ αὐτοῖς τὴν μητέρα πρὸς τοῦτο παρασκευάζουσι. Καὶ δὴ προσελθοῦσά φησιν· «Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου.» Φαίνεται τοίνυν διὰ τούτων, τὸ πᾶσι χρεωστούμενον, μόνοις ἁρπάζουσα τοῖς ἑαυτῆς παισὶν ἡ γυνή.

Εἰ γὰρ μὴ τοῦτό ἐστι, ποῖον ἔχει λόγον, τὸ ἤδη δοθὲν αὖθις προσιοῦσαν αἰτεῖν; Καὶ αὐτοὶ γὰρ ἦσαν ἐν τοῖς ἀκούσασιν, «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, καθίσεσθε ἐπὶ δώδεκα θρόνους.» Εἰδὼς δὲ ὁ Σωτὴρ ὡς Θεός τι ἦν ἐν τῷ ἀνθρώπῳ, προσκαλεῖται μὲν τοὺς Ζεβεδαίου παῖδας, ἀποτόμως δὲ οὐκ ἐλέγχει φιλάγαθος ὢν, ἵνα μὴ τῷ βάρει τῆς λύπης βαπτίσῃ πρὸς ἀθυμίαν· πιθανῶς δέ φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ οὐ δή που κατηγορεῖ τῆς ἑαυτοῦ φύσεως, ὡς οὐκ ἐχούσης τὸ δύνασθαι παρασχεῖν (ἄτοπον γὰρ ὄντως καὶ λίαν εὔηθες οὕτω νοεῖν, εἴπερ ἤδη φαίνεται τοῦτο παρεσχηκὼς καὶ ἐπαγγειλάμενος), ἀλλ᾽ ἐπειδὴ, φησὶν, ἄδικον αἴτησιν καὶ χάριν τοιαύτην, ἣν οὐκ ἐμοὶ πρέπει παρασχεῖν, ἐπιζητεῖτε λαβεῖν, «Οὐκ ἔστιν ἐμὸν δοῦναι.» Εἰμὶ γὰρ δίκαιος κριτὴς, καὶ πρὸς ἀξίαν τοῖς ἑκάστου πόνοις ἀποδιδοὺς, ὡς ἐν ὀφλήματος τάξει τὰ γέρα. Ἄλλως τε δόξαν ἐνομίσατε κενὴν τὸ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων· ἀλλ᾽ οὐκ ἔστιν ἐμὸν τοῦτο παρασχεῖν. Ὁ γὰρ διδάσκων μὴ νοσεῖν, οὐκ ἂν αὐτὸς νόσον ἐπιδοίη τινί· ὥσπερ ἂν εἰ τὸ πῦρ τῷ καταψύχεσθαι βουλομένῳ, καὶ τοῦτο αἰτοῦντι παρ᾽ αὐτοῦ, λέγοι, Οὐκ ἔστιν ἐμὸν ὂ ζητεῖς ἐπιδοῦναί σοι· φύσεως γὰρ ἑτέρας εἰμί.

Δίκαιος οὖν ὑπάρχων ἀγωνοθέτης, οὐ τοῖς αἰτοῦσιν ἁπλῶς ὀφείλω παρασχεῖν, οὐδὲ πάντας ἀδικήσας τοὺς ἀγωνιζομένους, εἰς δύο μόνους συνενεγκεῖν τὰς τιμάς· ἀλλὰ τοῖς ἑκάστου κατορθώμασιν ἀναλόγως ἀποδοῦναι τὰ αὐτῷ χρεωστούμενα. Ἐκείνων οὖν ἐστι λαβεῖν οἷς τοῦτο δικαίως ηὐτρέπισται παρὰ τοῦ Πατρὸς, τοῦ ἐν ἐμοὶ καὶ δι᾽ ἐμοῦ πάντα ἐργαζομένου. Οἰέσθω δὲ μηδεὶς, διὰ τὸ αὐτὸν μὴ δύνασθαι παρασχεῖν, τὴν τοῦ Πατρὸς ἐπωνυμίαν εἰσφέρεσθαι, καὶ παρ᾽ αὐτοῦ τοῖς ἁγίοις ηὐτρεπίσθαι λέγειν τὰς τιμάς. Ἀλλ᾽ οἰκονομικῶς φησι τοῦτο· ἔθος γὰρ αὐτῷ πᾶν ὅπερ ἂν ὑπερέχοι τὴν ἀνθρώπου φύσιν ἀναβαῖνον, τοῦτο ἀνατιθέναι τῷ Πατρὶ ὡς Θεῷ. Θεὸς δὲ ὢν καὶ αὐτὸς κατὰ φύσιν καὶ ἒν ὡς πρὸς τὸν Πατέρα, οὐκ ἀδυνατήσει περὶ τὸ ἀνατεθὲν τῇ θείᾳ φύσει, ἀλλ᾽ αὐτὸς ἔσται πάντων ἐργάτης.

Φιλαρχίαν οὖν τινα καὶ κενὴν ὠδίνοντας δόξαν εὑρίσκει τοὺς Ζεβεδαίου παῖδας, καὶ πιθανῶς ἀποτρέπει μὲν καὶ ἐξίστησι τοῦ κακοῦ, μέτρια δὲ μᾶλλον διδάσκει φρονεῖν· καὶ τοῦτο διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Ἀγανακτοῦσι μὲν γὰρ οἱ ἕτεροι μαθηταὶ, τὸ πᾶσι προτεθὲν καὶ ὀφειλόμενον ὑπὸ δύο μόνων ἁρπαζόμενον βλέποντες, ὅσον εἰς τὴν αἴτησιν καὶ τοῦ γυναίου τὴν πρόσοδον. Προσκαλεσάμενος δὲ, ὡς γέγραπται, πάντας ὁ Σωτὴρ, παιδεύει τοὺς Ζεβεδαίου παῖδας, καί φησιν ἀπολελυμένως, ἵνα μὴ πρὸς μόνους αὐτοὺς ἀποτείνεσθαι· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος.» Ἑαυτὸν δὲ τοῦ πράγματος εἰκόνα παράγει προθείς· «Καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι.» Ἐπισφραγίζων δὲ ὥσπερ τὰ εἰρημένα, καὶ τρανότερον ἐκτιθέμενος τὸν ἐν αὐτοῖς σκοπὸν, ἐπισυνάπτει παραβολὴν, δι᾽ ἧς πάλιν συμβουλεύει τοὺς κεκλημένους εἰς ἄριστον, μὴ δεῖν αὐτομάτως ἐπὶ τὸν πρῶτον ἰέναι τόπον· περιμένειν δὲ τὴν ἀπὸ τοῦ δειπνοκλήτορος τιμήν. Κρεῖττον γὰρ, φησὶ, τὸ ἐν τῷ τελευταίῳ κείμενον τόπῳ διὰ τῆς τοῦ ἑστιῶντος φωνῆς ἐπὶ τὸν πρῶτον καλεῖσθαι, ἢ ἐν πρώτῳ τεθέντα θερμῶς πέμπεσθαι πρὸς τὸν ὕστερον, ἑτέρου παρόντος, ᾧ τὸ ἐν πρώτῳ κεῖσθαι παρὰ τοῦ πανηγυριάρχου χρεωστούμενον φαίνεται.

Δέδεικται τοίνυν ὅλου τοῦ κεφαλαίου καθεξῆς τὴν πρέπουσαν ἐσχηκότος βάσανον, οὐκ ἀσθενήσας περὶ τὸ δοῦναι τὴν χάριν ὁ Σωτήρ· ἀλλὰ τῆς προαποδεδομένης οἰκονομίας ἕνεκα, λέγων τὸ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι·» καὶ περιττὴ λοιπὸν ἡ τῶν φλυαρούντων μανία.

ΛΟΓΟΣ ΚΖʹ. Εἰς τὸ, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ἰδοὺ, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀληθινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς δὲ ὁ Πατὴρ εὑρίσκεται λέγων· «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.» Πῶς οὖν ὑμεῖς συνεισάγετε πρώτῳ καὶ μόνῳ καὶ κατ᾽ ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς ὄντα καὶ αὐτὸν κατὰ φύσιν Θεόν;

Πρὸς τοῦτο λύσις. Εἰδέναι χρὴ πρῶτον ὡς οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτά φησιν ὁ Πατήρ. Τί γὰρ ἦν τὸ εἰς ταῦτα παρελθεῖν παροτρύναν αὐτόν; Εἰ μὲν γὰρ ὡς ἄνθρωπος τῷ ἐξ αὐτοῦ γεννηθέντι φιλονεικεῖ· ὥσπερ ὁ Δαβὶδ πολεμούμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων· ἔχει τινὰ λόγον ἴσως ὁ τοιοῦτος μῦθος. Εἰ δὲ στασιάζειν καθ᾽ ἑαυτῆς ἡ θεία φύσις οὐκ οἶδε, φαίνεται δὲ μᾶλλον ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ τὴν δόξαν ἀποδιδοὺς, ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν αὐτοῦ τοιαῦτα φάναι τὸν Πατέρα; Οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευδωνύμων θεῶν εἰρῆσθαι τὰ τοιαῦτα δώσομεν. Εἶτα πρὸς τούτοις ὁ Σωτὴρ λέγων, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν,» ἑαυτὸν εὐθὺς συνάπτει, «καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» ὡς τῆς τοῦ Πατρὸς οὐσίας ἀδιαίρετος ὢν ὅσον ἧκεν εἰς θεότητος λόγον, καὶ πάντως μετὰ Πατρὸς νοούμενος.

ΑΛΛΟ. Εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ τοῦτο ὢν ὁμολογεῖται, τίς οὕτως φρενῶν ἐκβέβηκεν, ὡς νομίσαι πρὸς ἀναίρεσιν τοῦ οἰκείου Λόγου, δι᾽ οὗ τὰ πάντα ἐργάζεται, μόνον ἑαυτὸν Θεὸν ἀληθινὸν εἰπεῖν τὸν Πατέρα; Ἐπειδὴ δὲ τοῦτο ἄτοπον, ἔρχεται μᾶλλον ἡ τοῦ ῥήματος δύναμις κατὰ τῶν ψευδωνύμων θεῶν, κἂν οἱ χριστομάχοι μὴ βούλωνται.

ΑΛΛΟ, ἐξ ὑποθέσεως. Ὑποκείσθω νῦν ἡμῖν ὅτι πλανώμενοί τινες τῶν ὅσοι τῆς ἀληθινῆς ἀμοιροῦσι σοφίας, εἰκόνα στήσαντες, καί τινα τυχὸν μορφὴν ἀνθρώπου ἢ ἑτέρου ζώου καταγράψαντες ἐν αὐτῇ, τοῦτο κεκλήκασι φῶς, ἐκεῖθεν ὄντως οἰόμενοι γεννᾶσθαι τοῦτο αὐτοῖς· φωνὴν δὲ εἴ τις ἡλίῳ περιθείη, εἶτα λέγοι πρὸς αὐτούς· Ἄνθρωποι, πλανᾶσθε, ἐγὼ μόνος εἰμὶ τὸ φῶς, οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, ἆρ᾽ ἐκβάλλει τοῦ εἶναι φῶς τὸ ἴδιον ἀπαύγασμα, πρὸς ἀναίρεσιν τοῦ ψευδωνύμου φωτὸς ἐκεῖνο βοῶν; Ἀλλ᾽ οὐκ ἔχει λόγον τὸ οὕτω νοεῖν.

Οὐκοῦν ὅτε φησὶ καὶ ὁ Πατήρ· «Ἐγώ εἰμι Θεὸς μόνος, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν,» οὐκ ἐκβάλλει τῆς θεότητος τὸ ἴδιον τῆς ἑαυτοῦ οὐσίας, τουτέστι, τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, ἀλλ᾽ ἐν τῇ ταυτότητι τῆς φύσεως ἔχει παρ᾽ ἑαυτῷ σωζόμενον καὶ ἐν τῇ μιᾷ θεότητι συνομολογούμενόν τε καὶ συνδοξαζόμενον.

ΑΛΛΟ. δεικνύον ὅτι κἂν μόνος Θεὸς λέγηται ὁ Πατὴρ, συνεισάγεται πάντως ὁ Υἱός. Λέγει που πρὸς Θεὸν εἷς τῶν προφητῶν· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος·» φέρεται δὲ καὶ Θεοῦ φωνή· «Ἐγὼ μόνος ἐξέτεινα τὸν οὐρανόν.» Καὶ πάλιν ἑτέρα σαφῶς περὶ τοῦ Υἱοῦ, ὅτι «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Εἰ τοίνυν τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος τὸν οὐρανὸν εἰργάσθαι μόνου, ὁ Υἱὸς εὑρίσκεται τοῦτον πεποιηκὼς, παντί που δῆλον ὅτιπερ κἂν ὡς μόνος ὀνομάζηται ὁ Πατὴρ Θεὸς ὢν ἀληθινὸς, συμπαραλαμβάνεται πάντως καὶ ὁ Υἱὸς, δι᾽ οὗ τὰ πάντα ἐργάζεται καὶ λαλεῖ· καὶ ἔστιν ὄντως ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ καὶ ἀληθινῷ φυσικῶς, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ.

ΛΟΓΟΣ ΚΗʹ. Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον, «Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς δύναιτο, φησὶν, ἴσος εἶναι κατ᾽ οὐσίαν τῷ Πατρὶ, ὁ μὴ τέλειος ὤν; Ἰδοὺ γὰρ φαίνεται προκόπτων ἐν σοφίᾳ. Ὁ δέ γε Πατὴρ ἀνενδεὴς ὢν, οὐκ ἐπιδέχεται προκοπήν.

Πρὸς τοῦτο λύσις. Ἐρωτῆσαι προσήκει τοὺς χριστομάχους, περὶ τίνος εἰρῆσθαι νομίζουσι τὸ, «Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι.» Ἀλλ᾽ ἐροῦσι δηλονότι περὶ τοῦ Ἰησοῦ Χριστοῦ. Εἶτα, ὧ πάντων ἀνοητότατοι, τίνα οἴεσθε ἢ ποδαπὸν εἶναι τὸν Χριστὸν περὶ οὗ νῦν ὁ λόγος ἐστὶ τῷ Λουκᾷ; Εἰ μὲν οὖν κοινὸν ἄνθρωπον εἶναι πιστεύετε, καὶ πλέον οὐδὲν ἔχειν τῶν ἄλλων ὑπολαμβάνετε, προκοπτέτω καὶ αὐτὸς, ὡς ἄνθρωπος.

Εἰ δὲ Θεός ἐστιν ἐνανθρωπήσας, καὶ Λόγος, καθὰ γέγραπται, γενόμενος σὰρξ, ποίαν ἐπιδέξεται προκοπήν; ἢ πῶς ἀτελής ἐστιν ὁ ὑπάρχων ἴσα Θεῷ; Ἀνάγκη γὰρ ἀτελῆ κἀκεῖνον ὑπάρχειν, ᾧ ἐστιν ἴσος, ἂν οὕτως ἔχει καθ᾽ ὑμᾶς. Εἰ δὲ τοῦτο φρονεῖν τε καὶ λέγειν δυσσεβὲς, καὶ παρ᾽ ὑμῖν αὐτοῖς ἤδη φαίνεται (τέλειον γὰρ εἶναι δεδώκατε τὸν Πατέρα), ἀνάγκη τέλειον εἶναι πιστεύειν καὶ τὸν ἴσον αὐτῷ Υἱόν. Οὐκοῦν οὐ καθὸ Λόγος ἐστὶ, προκόπτειν λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος· καὶ φύσιν πεφόρηκε τὴν τούτου δεκτικήν.

ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Θεοῦ Λόγου, ὅτι καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχει, καὶ ἔστιν ἴσα Θεῷ. Εἰ τοίνυν ἐν ἰσότητι τοῦ Πατρὸς ὑπάρχων προκοπὴν ἐπιδέχεται, καὶ προέκοψεν ὄντως, ἔστι τι μείζων τοῦ Πατρὸς, καὶ ὑπερήλατο τὸν γεννήσαντα ὁ προκόψας Λόγος, ἂν οὔτως ἔχῃ καθ᾽ ὑμᾶς. Ἀλλὰ τοῦτο τῶν ἀτοπωτάτων. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστίν· ἔστι γὰρ τέλειος ὡς ὁ Πατὴρ, ἀλλ᾽ εἴρηται καὶ τοῦτο διὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν.

ΑΛΛΟ. Εἰ προέκοψεν ὁ Λόγος ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν ἡμῶν ἐφόρεσε σάρκα, οὐκ αὐτὸς ὠφέλησεν ἡμᾶς ἐνανθρωπήσας, ἀλλὰ μᾶλλον ἡ σὰρξ αὐτῷ γέγονε τῆς τελειώσεως πρόξενος. Εἰ γὰρ ὄντως προέκοψεν, ὅτε γέγονε σὰρξ, ἀτελὴς ἦν ἄρα πρὸ τῆς ἐπιδημίας· καὶ νῦν τετελείωται καθ᾽ ὑμᾶς. Πῶς οὖν εὐχαριστοῦμεν ὡς δι᾽ ἡμᾶς ἐνανθρωπήσαντι, δέον αὐτὸν καὶ χάριν ὁμολογεῖν τῷ πράγματι; Ἀλλὰ τοῦτο ἄτοπον.

Οὐκ ἄρα προέκοψεν ᾗ Λόγος ἐστὶν, ἀλλ᾽ εἴρηται τοῦτο διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν.

ΑΛΛΟ. Πολλοῖς ὀνόμασιν ὁ Λόγος τοῦ Θεοῦ καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Εἴρηται γὰρ καὶ ἔστιν Υἱός· ἐκλήθη καὶ σοφία, ὠνόμασται καὶ Θεὸς, καὶ δύναμις, καὶ μορφὴ, καὶ εἰκὼν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ὢν σύμπαντα προκόπτει, τί ἄρα μεῖζον ἔχουσιν εἰπεῖν Υἱοῦ καὶ σοφίας, καὶ δυνάμεως, καὶ Θεοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μή τις τὰ καθ᾽ ἕκαστον λέγοι; Ἀλλ᾽ ἔστι τοῦτο φρονεῖν δυσσεβές. Θεοῦ γὰρ μεῖζον οὐδέν. Οὐκ ἄρα, ᾗ Λόγος ἐστὶ προκόπτειν λέγεται.

ΑΛΛΟ. Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Κυριότητες, Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ πᾶσα δύναμις λογικὴ, ἔτι τε πρὸς τούτοις ἄνθρωποι τῇ τοῦ Λόγου μετοχῇ, τέλειοι πρὸς πᾶσαν εὐσέβειαν εἰσί τε καὶ γίνονται. Πῶς οὖν ὁ τοῖς ἄλλοις τὴν τελειότητα διδοὺς, ἀτελὴς εἶναι δύναται, ὡς καὶ προκόψαι ζητεῖν, καὶ εἰς αὔξην ἐπιδοῦναί τινα; πῶς δὲ εἴπερ ὄντως σοφία ἐστὶ, προκόπτειν ἐν σοφίᾳ δύναται; ἢ πῶς ὁ ἄλλοις τὴν χάριν διδοὺς, αὐτὸς ἐν χάριτι προκόπτει ὡς οὐκ ἔχων αὐτήν; εἰ μὴ ἄρα ψεύδεσθαι τὸν Παῦλον ἐροῦσι, καὶ σοφίαν καλοῦντα τὸν Υἱὸν, καὶ χάριτος χορηγόν;

Ἀλλ᾽ οὐ ψεύδεται τῆς ἀληθείας ὁ ὑπηρέτης. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ᾽ ὡς περὶ ἀνθρώπου λέγεται, πάντα τὰ ἡμῶν ἀναλαβόντος δι᾽ ἡμᾶς.

ΑΛΛΟ. Τὸ ἀτελὲς ἀεὶ πρὸς τὸ τέλειον ἐπείγεται, τὸν μὲν πρῶτον ἐν ᾧπέρ ἐστιν ἀτιμάζον τόπον, ζητοῦν δὲ ὥσπερ ἀεὶ τὸν ἐν μείζοσι καὶ ἀμείνονα. Οἷον φέρε εἰπεῖν, ἄνθρωποι προκόπτομεν ἐν σοφίᾳ· ὄντες ταῖς ἄλλαις ἀρεταῖς καὶ βραχὺ βελτιούμενοι, οὕτω τε πρὸς τελειότητα βίου φερόμεθα. Ὁ δὲ τοῦ Θεοῦ Λόγος ὅλως ὢν ἐν Πατρὶ, ποῖ ποτε ἀναδραμεῖται; ποίαν δὲ αὔξην ἐπιδέξεται οὕτω τέλειος ὢν, ὡς ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ὅλος εἶναι πάλιν ἐν Πατρί;

Εἰ γὰρ τὸν Πατέρα πληρῶν (εἰρήσθω γὰρ καὶ σωματικώτερον ὡς ἐν ὑποδείγματι), προκοπὴν ἢ αὔξην ἐπεδέξατό τινα, ἔξω γέγονε τοῦ Πατρὸς, μείζων τοῦ ἐν ᾧπέρ ἐστι γεγονώς. Ἀλλ᾽ οὐκ ἐκβέβηκε τὸν Πατέρα. Ἔστι δὲ ἀεὶ ἐν αὐτῷ, τέλειος ἐν τελείῳ μένων, καὶ τὸν τέλειον ἔχων ἐν ἑαυτῷ. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ᾽ ἔστι τέλειος, μένων ὁ αὐτὸς, καὶ οὐκ ἀλλοιούμενος.

ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ, ὅτιπερ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Εἰ τοίνυν οὐδεὶς ἐπὶ τούτῳ σκανδαλίζεται, οὐδὲ ἀκούων, Ἐταπείνωσεν ἑαυτὸν, μικρόν τι περὶ τοῦ Θεοῦ Λόγου φρονεῖ, ἀλλὰ μᾶλλον αὐτοῦ θαυμάζει τὴν φιλανθρωπίαν.

Πῶς οὐ περιττὸν ἀκροωμένους ὅτι προέκοπτε, σκανδαλίζεσθαι; Εἰ γὰρ οὐδὲν ἐκ τοῦ ταπεινωθῆναι πέπονθεν εἰς τὴν θεότητα, οὐδὲ ἐκ τούτου πείσεται. Καὶ ὥσπερ δι᾽ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, οὕτω καὶ δι᾽ ἡμᾶς ἐπιδέχεται τὸ προκόπτειν, ἵνα πάλιν ἡμεῖς ἐν αὐτῷ προκόπτωμεν ἐν σοφίᾳ, οἱ πάλαι διὰ τὴν ἁμαρτίαν ἀποκτηνωθέντες· προκόψωμεν δὲ καὶ ἐν χάριτι οἱ πάλαι μεμισημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν.

Πάντα γὰρ τὰ ἡμῶν δι᾽ ἡμᾶς εἰς ἑαυτὸν ἀνεδέξατο Χριστὸς, ἵνα πάντα μεταποιήσῃ πρὸς τὸ ἄμεινον, καὶ ἀρχὴ γένηται τῶν γενητῶν ἀνθρώπων παντὸς ἀγαθοῦ.

ΑΛΛΟ, ἐξήγησις πιθανὴ τοῦ αὐτοῦ ῥητοῦ. Φυσικός τις νόμος οὐκ ἐπιτρέπει τὸν ἄνθρωπον τῆς τοῦ σώματος ἡλικίας ὥσπερ μείζονα πολὺ τὴν φρόνησιν ἔχειν· ἀλλὰ συντρέχει πως καὶ ἡ ἐν ἡμῖν σύνεσις, καὶ συμβαδίζει τρόπον τινὰ ταῖς τοῦ σώματος προκοπαῖς. Ἦν οὖν ὁ Λόγος ἐν σαρκὶ γενόμενος ἄνθρωπος, καθὰ γέγραπται· καὶ ἦν τέλειος, σοφία τοῦ Πατρὸς καὶ δύναμις ὤν. Ἐπειδὴ δὲ τῷ τῆς φύσεως ἡμῶν ἔθει παραχωρεῖν πως ἐχρῆν, ἵνα μή τι ξένον παρὰ τοῖς ὁρῶσι νομισθῇ, ὡς ἄνθρωπος, κατὰ βραχὺ πρὸς αὔξην ἰόντος τοῦ σώματος, ἀπεκάλυπτεν ἑαυτὸν καὶ ὁσημέραι σοφώτερος παρὰ τοῖς ὁρῶσιν ἢ καὶ ἀκούουσιν ἐφαίνετο. Τέλειος μὲν ὢν ἐν ἅπασι, καθὰ προείρηται, ἀκολουθῶν δὲ τῷ κοινῷ τῆς φύσεως ἔθει.

Ὅταν οὖν ἀκούσῃς, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι, μὴ αὐτῷ τινα προσθήκην σοφίας ἐγγενέσθαι νομίσῃς, ἀνενδεὴς γὰρ ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ᾽ ὅτι παρὰ τοῖς ὁρῶσι σοφώτερος ἀεὶ καὶ χαριέστερος ἦν, προκόπτειν εἴρηται, ὡς ἐντεῦθεν ἤδη τὴν τῶν θαυμαζόντων προκόπτειν ἕξιν, ἢ τὴν αὐτοῦ.

ΑΛΛΟ. Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ᾽ ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ᾽ ἐν αὐτῇ τὸ ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, «Προέκοπτεν ἐν σοφίᾳ.»

ΑΛΛΟ. Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον, κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώπου φύσιν ἐνδυσαμένη σοφία, τουτέστιν, ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων, θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναὸν, προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης, θεοποιουμένη δι᾽ αὐτῆς.

Διὸ καὶ ἡμεῖς καθ᾽ ὁμοιότητα τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καὶ υἱοὶ Θεοῦ κεκλήμεθα καὶ θεοί. Προέκοπτεν οὖν ἡ φύσις ἡμῶν ἐν τῇ σοφίᾳ, τρέχουσα μὲν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ δὲ ἀνθρωπότητος εἰς τὸ τῆς θεότητος ἀξίωμα ἐν Χριστῷ.

Ἀντίθεσις ὡς ἐκ τῶν δι᾽ ἐναντίας. Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη. Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων. Μὴ γάρ μοι διέλῃς, ἕνα Χριστὸν τοῦ Παύλου κηρύττοντος. Καὶ εἰ προκοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα. Καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ τελείῳ Πατρί·

Πρὸς τοῦτο λύσις. Οὐδὲν ἀδικήσεις εἰς θεότητα τὸν Υἱὸν, οὔτε κολοβῶσαι δυνήσῃ τὸ φυσικὸν ἀξίωμα, κἂν τοῦτο λέγων ἐμμένῃς, ἁλώσῃ δὲ μᾶλλον ἐξ ὧν οἴει νικᾷν. Εἰ γὰρ ὅλως οἶσθα σάρκα γεγονότα τὸν Λόγον, καὶ ἄνθρωπον γεννηθέντα, καθά φησιν ἡ θεία Γραφὴ, τί μὴ δίδως αὐτῷ καὶ τὰ ἀνθρώπῳ πρέποντα πάσχειν χωρὶς ἁμαρτίας; Ἐπειδὴ γὰρ τῇ σαρκὶ τὸ προκόπτειν ὀφείλεται, λεγέσθω προκόπτειν, ὡς ἐν αὐτῇ γενόμενος, καὶ τὰ αὐτῆς οἰκειούμενος ἀκατηγόρητα πάθη.

Οὐ γὰρ ἑτέρου τινὸς ἦν ἡ σὰρξ, ἀλλ᾽ αὐτοῦ τοῦ Λόγου. Καὶ ὥσπερ λέγομεν αὐτὸν πεπονθέναι σαρκὶ, καίτοι μόνης παθούσης τῆς σάρκος, ἐπειδήπερ καὶ εἰ μὴ πέπονθεν, ὡς Θεὸς, ἀλλ᾽ ἴδιον ἦν αὐτοῦ τὸ πάσχον σῶμα, οὕτω κἂν προκόπτειν λέγηται, προκοπὴν οὐδεμίαν ἐπιδεχόμενος ὡς Θεὸς, διὰ τὸ προκόπτειν ἐν αὐτῶ τὴν ἰδίαν ἑαυτοῦ σάρκα τοῦτο λέγεται.

ΑΛΛΟ. Καὶ αὐτὸς ὁμολογεῖς, ὦ χριστομάχε, τὸν τοῦ Θεοῦ Λόγον γεγενῆσθαι σαρκὶ, ὅπερ οὐδὲν ἕτερόν ἐστι λέγειν, ἢ ὅτι σάρκα περιεβάλετο, καὶ ὄντως γέγονεν ἄνθρωπος. Ὥσπερ οὖν, ὅταν ἀκούσῃς μέγα τι περὶ τοῦ Λόγου, καὶ ὅπερ αὐτῷ πρέπει γυμνῷ καὶ οὔπω τὴν σάρκα περιβεβλημένῳ, ὡς ὅταν λέγηται φῶς καὶ ἀπαύγασμα ἡ σοφία τοῦ Πατρὸς, οὐ τὴν σάρκα νοεῖς, ἀλλὰ τὸν ἐν τῇ σαρκὶ κατοικήσαντα Λόγον, οὕτως ὅταν λέγηταί τι παρὰ ταῖς θείαις Γραφαῖς, ὃ μόνῃ πρέπει τῇ σαρκὶ, ἢ καὶ τῷ ἀνθρωπίνῳ σχήματι, μὴ ἐπὶ τὸν Λόγον ἀγάγῃς, ἀλλὰ δίδου τῇ φύσει τῆς σαρκὸς τὰ αὐτῇ χρεωστούμενα. Οὐκοῦν ὅταν προκόπτειν λέγηται, οὐχ ἡ σοφία καθ᾽ ἑαυτὴν προέκοπτεν ᾗ σοφία ἐστὶν, ἀλλ᾽ ἐν σοφίᾳ τὸ ἀνθρώπινον, κατὰ βραχὺ διαλάμπον καὶ φαινόμενον δι᾽ αὐτῆς. Ὅτιπερ καὶ ὄργανον εἵη τῆς ἐν αὐτῇ θεότητος, κατὰ βραχὺ πρὸς τὴν ἔκφασιν αὐτῆς διὰ τῶν ἔργων ὑπηρετοῦν.

Ἐπιτήρει δὲ ὅμως, ὅτι οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ᾽ Ἰησοῦς, ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ᾽ ὅτε γέγονε σάρξ. Καὶ εἰ προκόπτειν λέγεται, ὅτι τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι, τὸ ἀνθρώπινον, τῆς ἀνθρωπότητος ἂν εἴη· καὶ κατ᾽ αὐτῆς εὐλόγως ἂν φέροιτο τὸ προκόπτειν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.

ΛΟΓΟΣ ΚΘʹ. Εἰς τὸ, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἴσος ἔσται, φασὶ, κατὰ φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, εἴ γε ἀληθεύειν λέγει ὁ Παῦλος, ὅτι καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ Πατρί; Ἀνάγκη γὰρ πᾶσα συνομολογεῖν ὅτι τὸ ὑποτασσόμενον τοῦ ὑποτάσσοντος ἔλαττον· ὥσπερ οὖν ἀμέλει καὶ τοῦ νικῶντος τὸ νικώμενον.

Πρὸς τοῦτο λύσις. Οὐ νοοῦσιν οἱ χριστομάχοι καὶ ταῖς ἑαυτῶν ἀσεβείαις διὰ τούτων μαχόμενοι. Εἰ γὰρ δίδως εἶναι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, καὶ τοῦτο κρατύνειν ἐπείγῃ, διατί μὴ νῦν ὑποτέτακται; Λέγων γὰρ ὁ Παῦλος ὅτι Τότε ὑποταγήσεται, τόνδε τὸν τοῦ πράγματος καιρὸν ὡς ἐσόμενον ὁρίζων, οὔπω δείκνυσιν ὑποτεταγμένον αὐτόν. Εἶτα πῶς οὐ πάσης ἐπέκεινα δυσφημίας ἐστὶ τὸ λέγειν οὐχ ὑποτετάχθαι νῦν τῷ Πατρὶ τὸν Υἱὸν, μάχεσθαι δὲ ὥσπερ καὶ στασιάζειν πρὸς τὸν γεννήσαντα; Τὸ γὰρ ἀνυπότακτον ὡς ἐν λογικοῖς, ἐν ἰδίοις ἐστὶ θελήμασι. Τί οὖν ἐροῦμεν, ὅταν λέγῃ Χριστός· «Οὐκ ἦλθον ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με;» Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ περὶ τὸ δύνασθαι νοεῖν τὰς θείας Γραφὰς, εἰ μὴ ὑποταγῆς ἔχει δύναμιν τὸ ἐξανύειν τὸ θέλημα τοῦ Πατρός; Πῶς οὖν ὁ νῦν ὑποτασσόμενος ὡς τότε ὑποταχθησόμενος λέγεται; Οὐκοῦν ἀκουέτωσαν εὐλόγως· «Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς.»

ΑΛΛΟ. Εἰ ποίημα καὶ κτίσμα δίδως εἶναι τὸν Υἱὸν, καὶ τοῖς γεγονόσιν αὐτὸν εἰ καταριθμεῖς, πῶς, εἰπέ μοι, κατὰ τὴν σὴν, ὦ οὗτος, ἀβουλίαν δουλικῆς ὑπάρχων οὐσίας, οὐχ ὑποτάσσεται νῦν τῷ πάντων Πατρὶ, τοῦ Ψαλμῳδοῦ περὶ τῶν πεποιημένων λέγοντος ὅτι «Τὰ σύμπαντα δοῦλα σά;» Ἢ γὰρ ἀνάγκη μὴ δύνασθαι λέγειν τὸν Πατέρα καὶ ἄκοντα τὸν Υἱὸν ὑποθεῖναι, καὶ γέγονε κρείττων ὁ καθ᾽ ὑμᾶς ἐλάττων, ἢ εἴπερ ἐστὶ τὸ ὑποτάσσεσθαι καλὸν, οὐχ ὑποτάσσεται δὲ νῦν ὁ Υἱὸς, ὡς γὰρ εἰς ὕστερον ὑποταχθησόμενος λέγεται, ἁμαρτίαν αὐτοῦ καταψηφιεῖσθε. Καὶ ποῦ σωθήσεται τὸ Πατρὶ αὐτοῦ λεγόμενον, «Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν;» Φεῦγε τὴν ἀτοπίαν τοῦ λόγου.

ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν αὐτῶν· Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτον ἔσται, φασὶν, ὅτι τοῦ Πατρὸς ἐλάττων ἐστὶν ὁ Υἱὸς, ὑποταττόμενος αὐτῷ;

Πρὸς ταῦτα λύσις. Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτόν ἐστι (κεχρῆσθαι γὰρ ἀκόλουθον ταῖς ὑμῶν ἤδη φωναῖς), ὅτι τὸ ἴσον ἴσῳ πολλάκις οἰκονομικῶς ὑποτάσσεται; Ἦ γὰρ οὐχ ἓν καὶ τὸ αὐτὸ δώσομεν ἐν τοῖς προφήταις εἶναι τὸ Πνεῦμα; Καὶ πῶς ὁ Παῦλός φησιν, ὅτι καὶ Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται; Πῶς δὲ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλλει τὸν Υἱόν; Ἦ γὰρ οὐχὶ καὶ ἐν ἡμῖν εἴκουσι μὲν πατράσιν οἱ υἱοὶ καὶ ὑποτάττονται, μίαν ἔχοντες ὡς πρὸς αὐτοὺς τὴν οὐσίαν, καὶ τῆς αὐτῆς ὄντες φύσεως μέτοχοι; Οὔτε γὰρ ἐν τοῖς ὑποτεταγμένοις ἐλάττων ὁ τῆς φύσεως λόγος, οὔτε ἐν τοῖς ὑποτάττουσι μείζων ἢ ὑπερβεβηκὼς εὑρίσκεται. Ἑνὸς γὰρ ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντων ἀνθρώπων τοῦ λόγου τῆς οὐσίας, μυρία διὰ τῆς τινων ὑποταγῆς οἰκονομεῖται τὰ χρήσιμα.

Εἰ δὲ καλὸν τοῦτο τέτακται καὶ ἐφ᾽ ἡμῶν, καὶ κατ᾽ οὐδένα τρόπον τοῦ κοινοῦ τῆς φύσεως ἐξίστησιν ὅρου, τί μὴ τὸ ἴσον φυλάττοντες ἐπὶ τοῦ Θεοῦ Λόγου, τὴν ἄτοπον ταύτην παραιτεῖσθε δυσφημίαν;

ΑΛΛΟ. Πόθεν ὑμῖν, ὦ οὗτοι, παρέστη λέγειν ἐλάττονα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν διὰ τὴν καλουμένην ὑποταγήν; Οὐ γὰρ ἐν τῷ ὑποτάσσεσθαι τῆς οὐσίας αὐτοῦ τὸν λόγον ὁριζόμεθα· οὔτε μὴν ἐν τῇ ὑποταγῇ ἐστι τὸ εἶναι τοῦ Υἱοῦ· ἀλλ᾽ ὢν καὶ ὑπάρχων ἰδιαζόντως, ὑποτάσσεσθαι λέγεται. Οὐκοῦν εἰ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον οὐκ ἔχει τὸ τῆς ὑποταγῆς ὄνομα, οὐ δι᾽ αὐτὴν ἐλάττων ἔσται τοῦ Πατρός. Εἰ δὲ οἴεσθε τὴν ὑποταγὴν ὅρον εἶναι τῆς οὐσίας τοῦ Υἱοῦ, σκοπεῖτε λοιπὸν εἰς ὅσον ἀσεβείας καταφέρεσθε βόθρον. Ἀνάγκη γὰρ εἰπεῖν τότε εἰς ὕπαρξιν καλεῖσθαι τὸν Υἱὸν, ὅταν καὶ ὁ τῆς ὑποταγῆς γένηται καιρός. Ὡς γὰρ ὑποταχθήσεσθαι μέλλοντα, καὶ οὔπω ὑποτεταγμένον ὁ Παῦλος εἰσφέρει.

ΑΛΛΟ, ἐξήγησιν ἔχον πιθανὴν τοῦ ῥητοῦ. Πάντα ὁ Πατὴρ ἐργάζεται δι᾽ Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ τῆς ὑποταγῆς σχῆμα, τὸ δοκεῖν ὥσπερ τοῖς τοῦ Πατρὸς ὑποκεῖσθαι θελήμασιν. Ὥσπερ ἀμέλει καὶ τοῦ Πατρὸς λέγοντος· «Ποιήσωμεν ἄνθρωπον,» χοῦν ἀπὸ τῆς γῆς ὁ Λόγος λαμβάνει θεοπρεπῶς, καὶ τὸ δόξαν ἐργάζεται. «Πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο.» Διδάσκων τοιγαροῦν ὁ Παῦλος, ὅτι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τὰ πάντα ὁ Πατὴρ ἐν ἡμῖν γενήσεται πάλιν δι᾽ Υἱοῦ, σοφῶς δὴ λίαν φησίν· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ὁ Θεὸς ᾖ τὰ πάντα ἐν πᾶσιν.» Ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν· Μηδεὶς οἰέσθω κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἑτέρως ἡμᾶς μετόχους ἔσεσθαι τοῦ Πατρὸς, εἰ μὴ πάλιν δι᾽ Υἱοῦ. Τὸ δὲ, δι᾽ Υἱοῦ, τὴν ὑποταγὴν σημαίνει, οὐδὲν μὲν εἰς τὸν τῆς οὐσίας λόγον ἀδικοῦσαν τὸν Υἱὸν, τὴν δὲ τῆς ἁγίας Τριάδος ἑνότητα καὶ συνήθη στάσιν ἀπαράλλακτον εἰσφέρουσαν. Οὐ γὰρ στασιάσει τότε πρὸς ἑαυτὴν, οὐδὲ ἀτάκτοις μεταβολαῖς θορυβηθήσεται τὸ ἀεὶ ὡσαύτως ἔχον, ἀλλ᾽ ἔσται πάλιν καὶ κατ᾽ ἐκεῖνο καιροῦ Πατὴρ δι᾽ Υἱοῦ τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ χαρὰ, καὶ ἁγιότης, καὶ δύναμις, καὶ ὅπερ ἂν ὑπάρχοι τοῖς ἁγίοις ἐν ὑποσχέσει κείμενον. Ὅρα γὰρ ὅσην οἰκονομίαν ὁ Λόγος φέρει.

Ἐπειδὴ γὰρ ἔφησεν ὑποταχθήσεσθαι τῷ Υἱῷ διὰ τοῦ Πατρὸς τὰ πάντα, ἵνα μὴ τῆς ἁπάντων, κυριότητος ἔξω γεγονὼς ὁ Πατὴρ ὑποπτεύηται ὡς κρατήσαντος αὐτῶν τοῦ Υἱοῦ, ἀναγκαίως τὸν πάντων κρατήσαντα, οὐκ ἀνυπότακτον εἰσφέρει πρὸς τὸν Πατέρα, ἵνα τῆς πάντων κυριότητος τὸ πᾶν ἔχοι κράτος ὁ Πατὴρ, συμμετέχοντος αὐτῷ φυσικῶς τοῦ Υἱοῦ, καθὸ μία θεότης ἡ βασιλεύουσα, Πατὴρ δι᾽ Υἱοῦ σὺν ἁγίῳ Πνεύματι.

ΑΛΛΟ. Εἰ τὸ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλλει τὸν Υἱὸν, ὥρα λέγειν ὑμᾶς, οἷς οὐδὲν ἀτόλμητον εἰπεῖν, ὅτιπερ ἐλάττων ἐστὶ κατὰ τὸν παρόντα καιρὸν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ὑποταγῆς διακονούμενος τρόπῳ, καὶ λέγων πρὸς αὐτόν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἰ δὲ τῇ πρὸς τὸν Υἱὸν τῶν πάντων ὑποταγῇ διακονούμενος ὁ Πατὴρ, οὐ διὰ τοῦτο ἐλάττων ἐστὶν, οὐδὲ ὁ Υἱὸς ἐλάττων ἔσται τοῦ Πατρὸς, διὰ τὴν ὑποταγήν. Ὅπερ γὰρ ἤδη φθάσας πεποίηκεν ὁ Πατὴρ, τοῦτο παρὰ τοῦ Υἱοῦ τρόπον τινὰ καὶ αὐτὸς ἀντικομίζεται.

ΑΛΛΟ. Ὁ καὶ νῦν ὑποτεταγμένος τῷ Πατρὶ, πῶς ἐν ὑστέροις καιροῖς, μᾶλλον δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ὑποταχθήσεσθαι λέγεται; Ἢ γὰρ οὐχ ὑποτέτακται καὶ νῦν τοῦ Πατρὸς ἐξανύων τὸ θέλημα καὶ ταπεινώσας ἑαυτὸν, καθὰ γέγραπται, δουλικὸν δὲ σχῆμα καὶ μορφὴν ἀναλαβὼν, ἵνα πληρώσῃ τὸ ἔργον αὐτοῦ, καθά φησιν αὐτός; Ἀλλ᾽ οἶμαι τοῦτο πᾶσιν ὑπάρχειν καταφανὲς, ἀληθές τε ὂν διὰ τῆς τῶν πραγμάτων ἐρεύνης εὑρίσκεται. Πῶς οὖν τὸν ὑποτεταγμένον ἤδη ὡς ἐς ὕστερον ὑποταχθησόμενον ὁ θεσπέσιος ἡμῖν εἰσφέρει Παῦλος; Οὐκοῦν ἐξεταζέτωσαν τὸ ῥητὸν ἀκριβῶς. «Ὅταν, φησὶν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι.» Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ᾽ ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐτῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πατρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσαγάγῃ τῷ πεποιηκότι.

Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑφ᾽ ἡλίῳ τὸν ἀληθινὸν ἐπιγνοῖεν Θεὸν, καὶ βασιλέα καὶ Κύριον ὁμολογήσωσι τὸν Χριστὸν τοῖς σωτηρίοις αὐτοῦ ἐπιτάγμασιν ὑποτασσόμενοι, τότε δὴ, τότε ὡς πάντων ὑποτεταγμένων, ὑπὲρ πάντων ὑποταχθήσεται, Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς πάντων εὑρισκόμενος, καὶ δι᾽ ἑαυτοῦ τοῖς πᾶσι διδοὺς τὸ μετέχειν δύνασθαι τοῦ ἐν αὐτῷ Πατρός. Οὕτω γὰρ ἐν πᾶσιν ἔσται τὰ πάντα Θεὸς, δι᾽ Υἱοῦ μεσίτου τοῖς πᾶσιν ἐνοικιζόμενος, καὶ χωρῶν εἰς ἕκαστον τῶν κεκλημένων εἰς σωτηρίαν.

ΑΛΛΟ. Σκοπείτω πᾶς εὐσεβὴς τῶν εἰρημένων τὴν δύναμιν, καὶ περιεργαζέσθω σαφῶς τὴν ἀκριβεστάτην του ῥητοῦ διάνοιαν· τρόπον γάρ τινα τὸ ἐξ ἀμαθίας διαβήσεται κακόν. Φησὶ τοιγαροῦν ὁ Παῦλος ὅτι, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Πρῶτον μὲν ἄξιον ἐπιτηρεῖν εἰς ποίαν κατέληξε διάνοιαν ἡ τοῦ Παύλου φωνή. Οὐ γὰρ εἶπεν ὑποταγήσεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα ἐλάττων αὐτοῦ κατ᾽ οὐσίαν γένηται, ἀλλ᾽ ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς ὅτι τὴν μεσιτείαν εἰσφέρει τοῦ Λόγου τὴν πρὸς ἡμᾶς ὡς πρὸς τὸν Πατέρα; Συνέσται γὰρ πάλιν τοῖς ἁγίοις, ἀναλόγως τῇ ἑκάστου χάριτι χορηγῶν ἑαυτὸν, ἵνα δι᾽ αὐτοῦ μέτοχοι γένοιντο τοῦ Πατρός. Καὶ οὗτός ἐστι τῆς ὑποταγῆς ὁ τρόπος· διακονεῖ γὰρ ὥσπερ τὴν παρὰ Πατρὸς εὐλογίαν, φυσικῶς δι᾽ ἑαυτοῦ μεταδιδοὺς τοῖς εἰς αἰώνιον κεκλημένοις ζωήν. Οὐκ ἀναγκάσει δὲ τοῦτο τῆς φυσικῆς ἀξίας ἔξω γενέσθαι τὸν Υἱόν· ἀλλ᾽ ὢν καὶ ὑπάρχων ὅπερ ἐστὶν, τῇ πρὸς ἡμᾶς συγκαταβάσει, διακονήσει καὶ τότε τῷ Πατρὶ, χορηγῶν ἡμῖν τὴν περὶ θεότητος γνῶσιν ὡς μανθάνειν δυνάμεθα.

Εἶτα κἀκεῖνο πρὸς τούτοις ἀκόλουθον νοεῖν, ὥσπερ ἡμᾶς ὑποτάττων ὁ Πατὴρ τῷ Υἱῷ, οὐκ ἄλλο τι κατὰ τὴν οὐσίαν ἐργάζεται, οὐδὲ ἕτεροί τινες κατὰ τὴν φύσιν διὰ τὴν ὑποταγὴν εὑρισκόμεθα, παρ᾽ ὅπερ γεγόναμεν ἐξ ἀρχῆς, γνώμης δὲ μεταβολῇ καὶ τρόπου καὶ γνώσεως τὴν ὑποταγὴν ἐργάζεται, οὕτω καὶ ὁ Υἱὸς, οὐ τῆς οἰκείας φύσεως τοὺς ὅρους ἐκβαίνων (οὐ γὰρ οἶδε μεταποιεῖσθαι Θεὸς), ὑποτάσσεται τῷ Πατρὶ, ἀλλά τις ἔσται τρόπος πράγματος καὶ κατ᾽ ἐκεῖνο καιροῦ ὑποταττόμενον αὐτὸν δεικνύων, καὶ ἐν θελήματι μόνῳ, οὐ πάντως ἐν οὐσίας μεταβολῇ τὸ τῆς ὑποταγῆς εὑρεθήσεται πρᾶγμα.

ΑΛΛΟ. Εἰ ἐλάττων ἔσται τοῦ Πατρὸς καὶ κατὰ φύσιν ἕτερος ὁ Υἱὸς ὑποταττόμενος αὐτῷ κατὰ τὸν ὁρισθέντα καιρὸν διὰ τῆς τοῦ Παύλου φωνῆς, οὔπω δὲ ὑποτέτακται, ἔχει νῦν ἄρα πρὸς αὐτὸν τὴν ἰσότητα. Καὶ πῶς τὸ νῦν κατὰ φύσιν ἴσον τῷ γεγεννηκότι, ἕλαττόν ἐστι κατ᾽ ἐκεῖνο καιροῦ; Ἢ γὰρ φθορά τις ἔσται περὶ αὐτὸν καὶ ἐλάττωσις, καὶ λοιπὸν τοιούτοις ὑποπεσεῖται τὸ Θεῖον, ἢ ἐπείπερ τοῦτο ἀσεβὲς καὶ ἀλόγιστον εἰπεῖν, αὐτοὶ τῆς ἐλαττώσεως εἰσηγείσθωσαν τὸν τρόπον. Οὐδὲν γὰρ εἰς οὐσίαν ἀδικουμένου τοῦ Υἱοῦ, οὐδὲν ἀδικήσει τῆς ὑποταγῆς ὁ τρόπος.

ΛΟΓΟΣ Λ. Εἰς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ᾽ οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ᾽ αὐτοῦ; Λέγει γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐξῄτει λαβεῖν.

Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἂν δέοιτο δόξης ὁ τῆς δόξης Κύριος; τί δὲ ἐλλεῖπον, εἰπέ μοι, τῷ τελείῳ φανεῖται; Οὐ γὰρ ἀνέξεταί τις λεγόντων ὑμῶν ἀτελῆ κατά τι γοῦν ὑπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄλλως τε κἀκεῖνο λίαν ἀτοπώτατον ἐννοεῖν, ὅτι καθάπερ τις ἄνθρωπος ἐπὶ δόξαις ἡδόμενος καὶ ἐκ πάθους τοῦτο ποιῶν, οὕτως ἐστὶ καὶ ὁ Υἱὸς δόξαν αἰτῶν παρὰ τοῦ Πατρός. Ἀλλ᾽ ἔστι τις ἐν τούτῳ βαθὺς οἰκονομίας λογισμὸς καὶ τρόπος.

ΑΛΛΟ. Συνθησόμεθα καὶ αὐτοὶ τῷ παροισθέντι ῥητῷ παρ᾽ ὑμῶν, ὦ χριστομάχοι. Ἔφησε μὲν γὰρ ὁ Σωτὴρ ὁμολογουμένως· «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Ἀλλὰ πρὸς ταύτην αὐτοῦ τὴν φωνὴν ἀπεκρίνατο καὶ ὁ Πατὴρ, λέγων· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Εἰ τοίνυν δόξαν ὡς οἴεσθε τοιαύτην ὡς δόξης λειπόμενος ᾔτησεν ὁ Υἱὸς, ὑπέσχετο δὲ δοξάσειν αὐτὸν ὁ Πατὴρ, ὅτου δὴ χάριν ὕβρεις ἀκολουθοῦσι μετὰ τὴν αἴτησιν, καὶ τὰ παρὰ τῶν Ἰουδαίων ῥαπίσματα, καὶ στέφανος ἐξ ἀκανθῶν, καὶ ἐμπτύσματα; Ἐνταῦθα γὰρ οὐ δοξάσας αὐτὸν ὁ Πατὴρ φαίνεται, ἀλλὰ πᾶν τοὐναντίον ἐκβεβηκὼς οἷς ἤθελε καὶ ἐβούλετο λαβεῖν, κατὰ τὸν ὑμέτερον λόγον. Οὐκοῦν οὐχ ἑαυτῷ δόξαν ᾔτει παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς (ἀνενδεὴς γὰρ δόξης, καθὰ φύσει Θεὸς), ἀλλ᾽ ἕλκει δι᾽ ἑαυτοῦ τὴν παρὰ Πατρὸς δόξαν εἰς τὸ γένος τὸ ἀνθρώπινον. Πάντα γὰρ ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ πεπλουτήκαμεν τὰ ἀγαθά.

ΑΛΛΟ, ἑρμηνείαν ἔχον τοῦ ῥητοῦ. Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταὶ, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκοῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ,» νοεῖν ἀκόλουθον τοιῶσδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι᾽ οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πατρός.

Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. «Δόξασόν με» γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κατάστησον, ἐπειδή σου κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖς ἀνθρώποις. Εἰ τοίνυν ὅπερ πεποίηκε γενέσθαι βούλεται, ἐδόξασε δὲ τὸν Πατέρα φανερώσας αὐτὸν τοῖς ἀνθρώποις, δοξάζεσθαι βούλεται καὶ αὐτὸς, φανερὸς ὑπὸ τοῦ Πατρὸς τοῖς ἀνθρώποις γινόμενος. Καὶ περιττὸς τῶν χριστομάχων ὁ λόγος, τιμῆς ἤτοι δόξης ἐνδεᾶ τὸν Υἱὸν εἰσφέρων.

ΑΛΛΟ. Εἰ δόξης εἶναι καὶ τιμῆς ἐνδεᾶ φατε τὸν Υἱὸν, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς δοξάζεσθαι ζητεῖν, καὶ ἐντεῦθεν ὑμῖν τὸ τῆς ἀνομοιότητος ἔγκλημα πλέκεται, λέγετε δὴ πάλιν, πῶς ὁ Πατὴρ ἐν Υἱῷ θεωρεῖται; Εἰ γὰρ χρῄζει δόξης ὁ Υἱὸς, οὐκ ὄντος τοῦ Πατρὸς, πῶς τὸ δόξης μὴ δεόμενον, ἐν δεομένῳ καθ᾽ ὑμᾶς ὀφθήσεται·

ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτήρ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ Πατὴρ, ἵνα φαίνηται καὶ ἐν αὐτῷ. Οὐ γὰρ ἂν ἀπαραλλάκτως ἐν ἑαυτῷ δείξειε τὸν Πατέρα, μὴ τοῦτο ὢν καὶ κατὰ τὴν δόξαν, ὅπερ ἐκεῖνός ἐστιν.

ΑΛΛΟ. Εἰ δόξης ἐστὶν ἐνδεὴς ὁ Υἱὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα φανεῖται. Οὐ γὰρ ἂν εἴη τὸ ἐνδεές τινος τῷ παντελείῳ ταυτόν. Εἰ δὲ ἀληθεύει λέγων ὁ Σωτήρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἔσται τέλειος ὥσπερ καὶ ὁ Πατὴρ, πρὸς ὅν ἐστιν ἕν. Εἰ δὲ τοῦτο, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν.