ΑΛΛΟ, ἑρμηνείαν ἔχον τοῦ ῥητοῦ.
Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταὶ, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκοῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ,» νοεῖν ἀκόλουθον τοιῶσδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι᾽ οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πατρός.