Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος ΛΑ': Η ακαταληψία της θείας ουσίας

Φιλοσοφική και θεολογική ανασκευή της ταύτισης της ουσίας του Θεού με το αγένητο και προβολή της απλότητας της θείας φύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 18 από 22

ΛΟΓΟΣ ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται· ἀλλ᾽ ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. Ἀντίθεσις ὡς ἐκ τῶν δι᾽ ἐναντίας. Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως ἔχειν αὐτὸν πιστευόντων.

Πρὸς τοῦτο λύσις. Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦτον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν Κυρίου;» Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρητον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρανὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ᾽ ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχείρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει.

Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ᾽ ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ᾽ ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτερός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ᾽ ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδήπερ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέγεται τὰ ἐπ᾽ αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμβάνονται.

Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγορεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ᾽ ὢν καὶ ὑπάρχων, ἀγένητός ἐστιν.

ΑΛΛΟ. Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βασιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον.

Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν.

ΑΛΛΟ. Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀνθρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τετράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός.

ΑΛΛΟ. Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. Δεῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην.

Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη· διαφερόντων δὲ, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. Τὸ δὲ ἀγένητος ὄνομα, οὐκ ἂν φέροιτο κατά τινος ἑτέρου, μόνῳ δὲ ὑπάρχει Θεῷ· διὸ δὴ κατ᾽ αὐτοῦ κατηγορεῖται μόνον. Οὐκοῦν οὐκ ἂν εἴη γένος τὸ εἰς εἴδη, καὶ διαφορὰς, καὶ ἀριθμὸν τέμνεσθαι μὴ δυνάμενον.

Ἀλλ᾽ ἐρεῖ τις τυχὸν, ὅρον εἶναι τὸ ἀγένητον· ἐντεῦθεν ἡμῖν καὶ τοῦτο ψεῦδος ὂν ἐλεγχθήσεται. Πᾶς μὲν γὰρ ὅρος λόγος ἐστὶ, τὸ τί ἐστι κατ᾽ οὐσίαν τὸ σημαινόμενον ἀποδιδούς· τὸ δὲ ἀγένητος, οὐ λόγος ὂν, ἀλλ᾽ ὄνομα φαίνεται. Διαφορὰ τοιγαροῦν ἔσται τὸ ἀγένητον, καὶ διαφορὰ οὐσιώδης· τοῦτο γὰρ τὸ λειπόμενον.

Ἀλλ᾽ ἴδωμεν εἴ τις ἡμῖν ἐπιτρέπει λόγος, οὕτω νοοῦντας μὴ σφάλλεσθαι. Ὁρῶμεν τοίνυν ὅτι πᾶν ὅπερ ἂν δέχοιτο τὴν διαφορὰν, σύνθετον ἔσται, καὶ οὐχ ἁπλοῦν. Ἐπειδὴ δὲ ἁπλοῦς τε ὢν καὶ ἀσύνθετος παρὰ παντὸς ἂν δήπουθεν ἀνθρώπου Θεὸς ὁμολογηθήσεται, οὐκ ἂν εἴη διαφορὰ τὸ ἀγένητον. Εἰ δὲ τῶν εἰρημένων οὐδέν ἐστιν, οὐκ ἐν τῷ ἀγενήτῳ τὸ εἶναί ἐστι τοῦ Θεοῦ. Οὐ γὰρ οὐσίαν σημαίνει τοῦτο, ἀλλὰ τοῦ εἶναι τοιῶσδε αὐτὴν παραστατικὸν φαίνεται.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητος ὄνομα, τὸ μὴ γεγενῆσθαι σημαῖνον, τῆς οὐσίας ἐστὶ δηλωτικὸν τῆς τοῦ Θεοῦ, τί κωλύσει καὶ τὸ γελαστικὸν τῇ τοῦ ἀνθρώπου φύσει προσὸν, οὐσίαν αὐτοῦ εἶναι· καὶ πάνθ᾽ ὅσαπερ ἂν τοῖς οὖσιν ἰδίως προσῇ, ταῦτα λέγειν αὐτοῖς εἶναι οὐσίας; Εἰ δὲ τὸ ἑκάστου ἴδιον, οὐκ αὐτό ἐστιν οὐσία, ἀλλὰ τῇ οὐσίᾳ προσὸν, οἷον ἀνθρώπῳ τὸ γελαστικὸν, καὶ ἵππῳ τὸ χρεμετιστικὸν, οὐκ ἂν εἴη τὸ ἀγένητον οὐσία, οὐ τί ἐστι σημαῖνον κατὰ φύσιν Θεὸς, ἀλλ᾽ ὅτι τοιῶσδέ ἐστι, καὶ ὥσπερ ἐπὶ τῶν ἄλλων ἴδιον αὐτοῦ τυγχάνει.

ΑΛΛΟ. Τῆς οὐσίας τοῦ Θεοῦ τὸ ἀγένητον ὡς ἀχώριστον κατηγορηθήσεται, ὥσπερ ἂν εἰ καὶ κατὰ παντὸς σώματος χρῶμα. Ἀλλ᾽ οὐκ ἐκ τῶν ἀχωρίστως προσόντων αἱ οὐσίαι νοηθήσονται, ἀλλ᾽ ἐξ ὧν εἰσιν αὗται. Ὥσπερ οὐκ ἄν τις εἰδείη τὸν κύκνον, ἤτοι τὴν χιόνα τί κατὰ φύσιν εἰσὶν, εἰ μάθοι μόνον ὅτι λευκὰ ταῦτά ἐστιν. Οὐ γὰρ ἡ λευκότης εἰς οὐσίαν νοηθήσεται, ἀλλά τι τῶν τῇ οὐσίᾳ προσόντων. Ἡ τοίνυν ἀγένητος φωνὴ, ἕν τι τῶν προσόντων ἀχωρίστως τῇ οὐσίᾳ τοῦ Θεοῦ σημαίνουσα, οὐκ ἂν εἴη καθ᾽ ὑμᾶς οὐσία. Εἰ δὲ τοῦτο, ὁ εἰδὼς ὅτιπερ ἀγένητός ἐστιν ὁ Θεὸς, οὔπω τί ἐστὶ κατὰ φύσιν ἐπίσταται, ἀλλ᾽ ὅτι τὸ μὴ γενέσθαι πρόσεστι τῇ οὐσίᾳ αὐτού.

Ἀντίθεσις ἐκ τῶν λεγόντων εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Τὸ ἀγένητος ὄνομα, φασὶν, ἤ τι παραστατικὸν τῆς οὐσίας τοῦ Θεοῦ νοηθήσεται, ἢ σημαίνει τι τῶν συμβεβηκότων αὐτῇ. Ἀλλὰ μὴν οὐδὲν τῇ θείᾳ συμβέβηκεν οὐσίᾳ· τελεία γὰρ ἐξ ἑαυτῆς. Τὸ ἀγένητον ἄρα τῆς οὐσίας ἔσται δηλωτικόν. Εἰ δὲ τοῦτο, οἶδε Θεὸς ἑαυτὸν ἀγένητον. Καὶ εἴ τις ἕτερος τοῦτο εἰδείη, εἴσεται πάντως Θεὸν, ὡς αὐτὸς ἑαυτόν.

Πρὸς τοῦτο λύσις. Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ. διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ εἶναι τελείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάζει λόγος, ὡς συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ᾽ οὐσίαν δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν;

Ἐπειδὴ δὲ ἐποίησε τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς, καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐξ ἐνεργείας ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν ἐπισυμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ᾽ οὐσίαν αὐτῷ;

ΑΛΛΟ. Ἀποκρινάσθωσαν ἡμῖν οἱ σπιθαμῇ μετρεῖν ἐπιχειροῦντες τὸν οὐρανὸν, καὶ τὴν θείαν οὐσίαν ὅπως ἔχει φύσεως νοεῖν ὑπισχνούμενοι, τί ποτε ἄρα ἐροῦσι τὸ πατὴρ ὄνομα ταττόμενον ἐπὶ Θεοῦ; Τῆς οὐσίας αὐτοῦ παραστατικὸν ἢ συμβεβηκότος αὐτῇ τινος;

Ἀλλ᾽ οὐδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ φάσκοντες, οὐκ εἶναι δώσουσι συμβεβηκός. Λείπεται τοίνυν εἰπεῖν ὅτι τῆς οὐσίας δηλωτικόν ἐστι. Ταυτὸν οὖν τὸ πατὴρ τῷ ἀγενήτῳ, ἵνα μὴ σύνθετος καὶ ἐκ δύο συγκείμενος οὐσιῶν νοῆται Θεός. Εἰ δὲ τοῦτο, ἐπειδὴ ταυτὸν ἀγένητος καὶ πατὴρ καθ᾽ ὑμᾶς, ὥσπερ τοῦ εἶναι οὐκ ἤρξατο, οὕτως οὐδὲ τοῦ εἶναι πατήρ· ἀλλ᾽ ἦν ἀεὶ τοῦτο, συνεισφερομένου δηλαδὴ καὶ τοῦ γεννήματος· οὕτω γὰρ ἂν εἴη Πατήρ. Ἔτι τε πρὸς τούτῳ, εἰ τὸ ἀγένητον καὶ πατὴρ ἐπὶ Θεοῦ τὴν οὐσίαν σημαίνει, τί κωλύσει λέγειν ὅτι πάντως ἀντιστρέψει πρὸς ἑαυτὰ τὰ ὀνόματα, ὡς εἴ τίς ἐστι πατὴρ, τοῦτ᾽ εἶναι καὶ ἀγένητον· καὶ εἴ τι ἀγένητον, τοῦτο καὶ πατήρ; Οἰχήσεται δὴ οὖν καὶ χωρήσει λοιπὸν ἐπὶ πάντας τὸ μόνῳ προσὸν τῷ Θεῷ ὡς ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ ἀγένητον εἶναί φημι. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἀτοπίαν ὑμῖν καταστρέφουσιν οἱ λόγοι.

ΑΛΛΟ. Μηδὲν κατ᾽ ἐπίνοιαν συμβεβηκὸς νοοῦντες ἐπὶ Θεοῦ, μήτε μὴν οὕτω τισὶν νοεῖν ἐπιτρέποντες, πολλῇ δυσχερείᾳ περιπεσεῖσθε πάντως, καὶ μυρίος ἡμᾶς νοημάτων ἀθέσμων περιεστήξει θόρυβος. Ἆρα γὰρ εἴ τις ὑμᾶς ἐρωτῴη, τὸ πατὴρ καὶ τὸ ἀγένητος, ἄφθαρτός τε καὶ ἀθάνατος, καὶ ἀόρατος, καὶ ὅσα ἕτερά ἐστι τοιαῦτα, κατὰ φύσιν ἐνυπάρχοντα τῷ Θεῷ, καὶ κατὰ μόνης τῆς οὐσίας αὐτοῦ κατηγορούμενα, πότερον οὐσίας εἶναι δώσετε, μᾶλλον δὲ ἕκαστον αὐτῶν οὐσίαν σημαίνει, ἢ οὐχί; Ποῖον ἀποδώσετε λόγον; Εἰ μὲν οὖν ἕκαστον οὐσίαν σημαίνει, ἐκ τοσούτων ὑμῖν οὐσιῶν, ὁ ἁπλοῦς συγκείσεται Θεὸς, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται. Πρὸς δέ γε τούτῳ κἀκεῖνο πάντως ἀναγκαῖον ὑπάρχειν ἀληθὲς, ὅτι καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις τὸ γενητὸν δηλαδὴ, τὸ φθαρτὸν, τὸ ὁρατὸν ἔσται πάντα τῆς αὐτῆς οὐσίας· μᾶλλον δὲ μίαν οὐσίαν σημαίνει. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει λέγειν ταυτὸν εἶναι ξύλον καὶ υἱὸν, λίθον καὶ γέννημα. Γενητὰ γὰρ καὶ φθαρτὰ καὶ ὁρατὰ ταῦτά ἐστι καὶ συγκέχυται λοιπὸν τῶν πραγμάτων ἡ τάξις.

Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι λέγεται κατὰ φύσιν τῷ Θεῷ, ταῦτα πάντως ἔσται αὐτοῦ καὶ οὐσία, λείπεται λέγειν αὐτὰ τῇ οὐσίᾳ συμβεβηκότα, μέχρι μόνης φωνῆς οὕτω νοούμενα. Οὐκ ἔχει γὰρ ἡ ἀνθρώπου φύσις μεῖζόν τι τῶν καθ᾽ ἑαυτὴν λέγειν ἐπὶ Θεοῦ. Διὸ δὴ τοῖς ἰδίοις ἔθεσιν ἐπ᾽ αὐτοῦ κεχρήμεθα, τὰ καθ᾽ ἑαυτοὺς μειζόνων ὑπόδειγμα ποιούμενοι, ὥσπερ οἱ ἐν μικρῷ πίνακι τὸν οὐράνιον καταγράφοντες κύκλον.

Ἀντίθεσις ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὁ Θεὸς, φασὶ, τὴν ἑαυτοῦ φύσιν οἶδεν ἀκριβῶς καὶ ἀληθῶς, καὶ ὅπερ ἐστὶ κατ᾽ οὐσίαν ἐπίσταται σαφῶς. Εἰ δὲ οὐκ ἴσμεν ἡμεῖς οὕτως ὡς αὐτὸς οἶδεν, ἐσφαλμένως ἄρα καὶ διεστραμμένως τὰ περὶ αὐτὸν δοξάζοντες ἁλισκόμεθα. Ὁ γὰρ μὴ ὁμοίως τῷ ἀληθῶς εἰδότι γινώσκων, οὐκ ἀληθῶς εἴσεται, πλανᾶται δὲ πάντως ὁ τοιοῦτος.

Πρὸς τοῦτο λύσις. Οὐχ ὁρῶσι πάλιν οἱ δεινοὶ πρὸς τόλμας, εἰς ὅσον ἀσεβείας καταφέρονται βάραθρον. Δεδοίκασι γὰρ, ὡς εἰκὸς, ἐλάττους φαίνεσθαι κατὰ τὸ νοεῖν τοῦ Θεοῦ· φρίττουσι δὲ ὡς εὐτελὲς τὸ μὴ οὕτως εἶναι νομίζεσθαι λεπτοὺς εἰς γνῶσιν, ὡς ἂν εἶναί τις δῴη καὶ τὴν θείαν οὐσίαν, οὐκ εἰδότες ὅτι τοσοῦτον ὑπερέξει καὶ κατὰ τοῦτο τῶν γενητῶν, ὅσον αὐτῶν καὶ κατὰ φύσιν διέστηκεν. Εἶτα πρὸς τούτῳ πῶς οὐ λίαν ἐστὶν ἀτοπώτατον, οὐκ ἀληθῶς εἰδέναι λέγειν τὸν μὴ παραπλησίως εἰδότα τι τῷ τελείαν ἔχοντι τὴν γνῶσιν πράγματός τινος τυχὸν, ἐφ᾽ οὗπερ ἂν τυχὸν καὶ οἱ λόγοι γίνονται; Ἔστι μὲν γὰρ ἧττον εἰδέναι καὶ κατὰ τοῦτο τοῦ τελείως εἰδότος ἀπολιμπάνεσθαι, οὐ μὴν παντελῶς καὶ διεστραμμένως. Οἷον φέρε εἰπεῖν, ἐπίσταταί τις ὅτι περὶ τὴν σελήνην ἔκλειψις γίνεσθαι συμβαίνει, ἀγνοεῖ δὲ ὅπως καὶ τίνα τρόπον· ἀλλ᾽ ἔστω τις ἕτερος τυχὸν ὁ καὶ τοῦτο εἰδώς. Ἆρ᾽ οὖν ἐπειδήπερ ὁ μέν τις σοφώτερος ὢν οἶδε τὸ συναμφότερον, ὁ δὲ κατὰ τὸ δύνασθαι νοεῖν ἐλάττων ἐκείνου τυγχάνων, οἶδε τὸ ἕτερον, ψευδῶς δοξάσει περὶ τὴν σελήνην τὰς ἐκλείψεις γίνεσθαι λέγων; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο.

Εἰ τοίνυν ἐνδέχεται περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, μείζονα μὲν ἔν τισι κεῖσθαι τὴν γνῶσιν, ἐλάττοντα δὲ ἐν ἑτέροις, καὶ ἀληθεῖς εἶναι τὰς δόξας ἐν ἀμφοτέροις, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἔλαττον μὲν εἰδέναι Θεοῦ, ἢ ὡς αὐτὸς ἑαυτὸν οἶδε, τί ποτέ ἐστι κατ᾽ οὐσίαν, μὴ μὴν ψευδῶς τε καὶ διεστραμμένως;

ΑΛΛΟ. Ἐπὶ τὴν τῶν ὄντων σημασίαν ἤτοι κατάληψιν, πολλαῖς καὶ διαφόροις ἐννοίαις ἐρχόμεθα. Καὶ οὐ πάντως ψευδῶς τε καὶ διεστραμμένως δοξάσει τις πρὸς ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ᾽ ἑτέραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ᾽ οὖν οὐκ ἀληθεύσουσιν ἀμφότεροι, καὶ λόγον ἀποδώσουσιν ὀρθὸν, εἰ καὶ μὴ ταῖς αὐταῖς ἐννοίαις ἐχρήσαντο; Δυνατοῦ τοιγαροῦν ὄντος διαφόρως μὲν δοξάζειν περί τι τῶν ὄντων, μὴ ψευδῶς δὲ μηδὲ διεστραμμένως, τί κωλύσει Θεὸν μὲν ἑαυτὸν εἰδέναι τελείως ὅπερ ἐστὶν κατ᾽ οὐσίαν· ἡμᾶς δὲ ἀνθρώπους ὄντας ἔλαττόν τε νοοῦντας αὐτοῦ, μὴ πάντως καὶ διεψευσμένας ἔχειν τὰς δόξας;

ΑΛΛΟ. Εἰ παντὶ λογικῷ τὴν ἐνυπάρχουσαν αὐτῷ γνῶσιν ὁρῶμεν τῇ τοῦ γένους διαφορᾷ συμμεμετρημένην, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτης ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσι· συμμεμέτρηται τοίνυν καὶ ἀνθρώπου γνῶσις ἐλάττων οὖσα τῆς τῶν εἰρημένων.

Πῶς οὖν ὁμοίως δοξάσει Θεῷ ὁ μὴ τοσοῦτος εἰς νοῦν, ὅσον ἂν εἶναί τις δοίη τὸν ἄγγελον, ὁμολογουμένου δήπουθεν ὅτιπερ ἡ Θεοῦ γνῶσις ὑπερέχει πάντα νοῦν, καὶ πᾶσαν κατάληψιν ἀναβήσεται;

ΑΛΛΟ Πολλὰ τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ᾽ ἕκαστον αὐτῶν οὐ τί κατ᾽ οὐσίαν ἐστὶν ὁ Θεὸς, σημαῖνον φαίνεται, ἀλλ᾽ ἢ τί οὐκ ἔστι δηλοῖ, ἢ σχέσιν τινὰ σημαίνει πρός τι τῶν διαστελλομένων. Οἷον φέρε εἰπεῖν, τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον τί οὐκ ἔστι δηλοῖ· τὸ δὲ πατὴρ ἢ ἀγένητος, ὅτι γεννήτωρ ἐστὶ πρὸς υἱὸν ἀντιδιαστελλόμενον, καὶ ὅτι οὐ γέγονεν· ἀλλὰ τούτων ἕκαστον οὐ τῆς οὐσίας ἐστὶ σημαντικὸν, καθάπερ ἤδη προείπομεν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει. Εἰ τοίνυν ἐκ τῶν τοιούτων ὀνομάτων ἤτοι σημασιῶν ἡμεῖς ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγούμεθα, πῶς εἰσόμεθα τὴν οὐσίαν αὐτοῦ μόνα τὰ περὶ αὐτὴν μανθάνοντες, οὐ τί ἔστι κατὰ φύσιν παιδευόμενοι; Ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὴν ἀνθρώπου ψυχὴν τί κατ᾽ οὐσίαν ἐστὶν ἐπίστασθαι σαφῶς, εἴπερ εἰδείη ὅτιπερ ἄποιος, ἄποσός τέ ἐστι καὶ ἀσχημάτιστος· ἢ εἴπερ λέγοι τὸ σῶμα τυχὸν τὸ ἀνθρώπινον τί κατὰ φύσιν ἐστὶν εἰδέναι, ἢ λευκὸν ἢ μέλαν εἶναι λέγοι. Οὐκοῦν οὐκ ἐκ τῶν περὶ τὰς οὐσίας αἱ οὐσίαι γνωσθήσονται, ἀλλ᾽ ἐξ ὧν εἰσιν αὐταὶ καθ᾽ ἑαυτάς.

ΑΛΛΟ. Ἁπλοῦς καὶ ἀσύνθετος ὢν ὁ Θεὸς πρὸς ἁπάντων ὁμολογηθήσεται. Οὐκοῦν ἄτοπον τὸ λέγειν τοιαύτην ἔχειν αὐτὸν περὶ ἑαυτοῦ τὴν γνῶσιν, ὁποίαν ἂν καὶ ἡμεῖς. Εἰ γὰρ αὐτὸς ἕτερόν τί ἐστιν, ἑτέρα δέ τις παρ᾽ αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται, καὶ οὐχ ἁπλοῦς. Ἐπειδὴ δὲ ἁπλοῦς ὁμολογουμένως, οὐχ ἕτερόν τι παρ᾽ αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις· ἡμεῖς δὲ οὐχ οὕτως. Ἐσμὲν γὰρ κατ᾽ οὐσίαν ἰδίως· ἐν δὲ τῇ οὐσίᾳ κειμένην ἔχομεν τὴν γνῶσιν, ὥσπερ χρῶμα ἐν σώματι. Οὐκ ἄρα παραπλήσιον εἰσόμεθά τι τῷ Θεῷ οἱ μὴ οὕτως ὄντες ὡς αὐτός. Ἀλλ᾽ αὐτὸς μὲν ὡς αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων ἀνωτάτω, θεωρήσει θεοπρεπῶς τά τε ὄντα καὶ ἑαυτόν. Ἡμεῖς δὲ τὸ δοθὲν ἡμῖν μέτρον ὑπερβαίνειν οὐ δυνάμενοι ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι τὸν ἀκατάληπτον ὁρῶμεν Θεόν.