Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος ΛΒ' (Μέρος Α'): Μαρτυρίες των Επιστολών για τη θεότητα του Υιού

Συλλογή μαρτυριών από τις επιστολές των Αποστόλων που αποδεικνύουν το ομοούσιον και την υπεροχή του Υιού έναντι της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 19 από 22

ΛΟΓΟΣ ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς Διαθήκης ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ῥωμαίοις ἐπιστέλλων Παῦλος, «Δοῦλος, φησὶν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Καὶ πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ περὶ τοῦ Σωτῆρος λέγει· «Δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Ὁ λέγων εἰς Εὐαγγέλιον ἀφωρίσθαι Θεοῦ, παραχρῆμά φησιν, ἀπεστάλθαι κηρύξων ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὁμολογεῖν ἐντεῦθεν δηλονότι Θεὸν ὄντα τὸν Χριστόν. Πῶς οὖν ἔτι κτίσμα ἢ ποίημα οὐκ ἐνδεχομένου κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ;

ΑΛΛΟ. Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ συμπαραλαμβάνεται Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὴν τῶν θείων χαρισμάτων ἐπίδοσιν, καὶ συγχορηγεῖ τοῖς ἁγίοις τὰ δῶρα, πῶς οὐ Θεὸς ὁ ἐν Θεοῦ τάξει τεθεὶς, καὶ πάντα ῥᾳδίως ἐνεργεῖν δυνάμενος ἅπερ ἂν καὶ ὁ γεννήσας αὐτόν; Οὐ γὰρ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος· ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα κατάγωμεν τόπον. Οἷς γὰρ ἡ ἐνέργεια καὶ ἡ δύναμις ἀπαραλλάκτως μία, τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους ἑνότητα σώζεσθαι. Ἄλλως τε καὶ τοῦ προφήτου λέγοντος Ἡσαΐου· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν,» ταύτην ὁ Υἱὸς μετὰ Πατρὸς χορηγῶν φαίνεται. Θεὸς οὖν ἄρα καὶ Θεὸς ἀληθινὸς ὁ ἐν Θεῷ Πατρὶ καὶ μετὰ Πατρὸς πάντα ἐνεργῶν.

ΑΛΛΟ, εἰς τὸ αὐτό. Συνταττόμενος τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Χριστὸς, καὶ ὅσον οὐδέπω μέλλων ἤδη πρὸς τὸ σωτήριον ἀναβήσεσθαι πάθος, «Εἰρήνην, φησὶ, τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Εἰ τοίνυν ἑαυτοῦ τὴν εἰρήνην εἶναί φησιν, ὡς ἴδιον ἀγαθὸν καὶ φυσικῶς ἐνυπάρχον αὐτῷ, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ μετοχικῶς ἐπὶ τὸν Υἱὸν τὰ Πατρὸς ἐξαίρετα διαβαίνῃ, καθάπερ καὶ ἐν τοῖς λογικοῖς κτίσμασιν, ἀλλ᾽ οὐσιώδης ἕλκει λόγος ἐπὶ τὸν γεγεννημένον τὰ τοῦ γεννήσαντος ἴδια; Διὸ δὴ καὶ συνδοτὴρ καὶ συγχορηγὸς φυσικῶς τε καὶ ἀδιαστάτως παραλαμβάνεται, καὶ διανέμει σὺν Πατρὶ τοῖς ἁγίοις τὰς δωρεάς. Ὁ δὲ οὕτως ἔχων οὐσίας, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Εἰ δὲ φύσει Θεὸς, οὐ ποίημα.

ΑΛΛΟ. «Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπὸ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰ τοίνυν ἀπὸ τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας ἀναλόγως ἡ τοῦ μεγαλουργήσαντος ὁρᾶται θειότης, ἔξω μὲν πάντων τῶν γενητῶν ὁ Υἱὸς κείσεται.

Ἐπειδὴ δὲ πάλιν αὐτός ἐστιν ὁ πάντων ποιητὴς, αὐτοῦ δηλονότι καὶ ἡ θειότης διὰ τῶν πεποιημένων ὁρᾶται· πῶς οὖν ποίημα ἢ κτίσμα ὂν ἡ τῶν γενητῶν φύσις δι᾽ αὐτοῦ τοῦ πεποιῆσθαι δεικνύει Θεοῦ ὄντα κατὰ φύσιν;

ΑΛΛΟ. Τοὺς ἐκ τῶν ποιημάτων ἀναλόγως τοῦ δημιουργοῦ τὴν θειότητα δυναμένους ὁρᾷν, ἀναπολογήτους ἔσεσθαί φησιν ὁ μακάριος Παῦλος, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. Οὐκοῦν εἰ Θεὸν ἐπιγινώσκουσιν οἱ τὸν τῆς κτίσεως ὁρῶντες δημιουργὸν, τῷ δὲ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, Θεὸς ἄρα, καὶ οὐ ποίημα ὁ Υἱὸς, ὁ πάντα πρὸς τὸ εἶναι καλέσας· ὃν καὶ δοξάσαι παραιτησάμενοι μένουσιν ἀναπολόγητοι, περὶ ὧν ἡμῖν ὁ λόγος. Δοξολογία δὲ πάλιν χρεωστεῖται καὶ πρέπει μόνῳ Θεῷ, γενητῆς δὲ φύσεως ἀλλότριον· ὃ καὶ διδάσκων ἡμᾶς ὁ Σωτὴρ, πρὸς τοὺς οἰκείους φησὶ μαθητάς· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐ γὰρ τοῖς μαθηταῖς τὴν ἐφ᾽ οἷς εὐδοκιμοῦσι δόξαν, ἀνακεῖσθαι δεῖν ἐδοκίμασε· Θεῷ δὲ μᾶλλον ὡς αὐτῷ χρεωστουμένην. Εἰ δὲ χρῆναι δοξάζεσθαι τὸν Χριστὸν, ὡς ἀποδέδεικται, καὶ ὁ τῆς ἀληθείας μάρτυς φησὶ, πῶς οὐκ ἔστι Θεὸς ὁ τὴν Θεῷ πρέπουσαν δόξαν περικείμενος;

ΑΛΛΟ. Παραδεδόσθαι φησὶν ὁ μακάριος Παῦλος εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας τοὺς ἀλλάξαντας τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οἳ καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· ὃς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ τοίνυν ἀλλάττει τὴν ἀλήθειαν ἐν τῷ ψεύδει ὁ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα, φυλάττει δηλαδὴ τὴν ἀλήθειαν ὁ μὴ τοῦτο ποιῶν, ἀλλ᾽ ἐξ ἀντιστρόφου τοῖς πλανωμένοις τῷ κτίστῃ λατρεύων καὶ ποιητῇ. Κτίστης δὲ καὶ ποιητὴς ὁ Υἱὸς, καὶ αὐτῷ λατρεύομεν ὡς Θεῷ πάντων. Οὐ γὰρ ἔτι πλανώμεθα τὴν ἀλήθειαν οὐκ ἀλλάξαντες. Οὐκοῦν οὐ ποίημα ὁ ἐξ ἀντιστρόφου τοῖς ποιήμασιν, ὡς κτίστης μετὰ Πατρὸς νοούμενος, καὶ ὑπάρχων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΑΛΛΟ. Πρὸς τοὺς ἐπὶ τοῖς οἰκείοις πταίσμασιν οὐκ εἰδότας μετανοεῖν, ἄῤῥηκτον δὲ ὥσπερ ἐπιθέντας ἑαυτοῖς τῆς φαυλότητος τὸν δεσμὸν, ὁ Παῦλός φησι· «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Εἶτα πάλιν ἑτέροις· «Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἐνώπιον τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ παραστησόμεθα πάντες τῷ βήματι τοῦ Χριστοῦ («Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ),» καὶ αὐτὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πῶς οὐκ ἔσται φύσει Θεὸς, τοῦ Παύλου λέγοντος ἀποκάλυψιν ἔσεσθαι δικαιοκρισίας Θεοῦ, τὴν ἐφ᾽ ἑκάστῳ τῶν κρινομένων παρ᾽ αὐτοῦ τιθεμένην ψῆφον δηλαδὴ, ὡς τοῖς μὲν φαύλοις εἰπεῖν· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» τοῖς δὲ τῆς εἰς αὐτὸν εὐσεβείας ἐργάταις· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,» καὶ τὰ ἑξῆς.

ΑΛΛΟ. Γέγραπται πάλιν· «Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας.» Ὅτε τοίνυν πιστεύοντες εἰς Χριστὸν δικαιούμεθα, ὡς τὸν ὄντα φύσει καὶ κατὰ ἀλήθειαν ἐπιγνόντες Θεὸν (τοῦτο γὰρ ἐπισφραγίζει καὶ αὐτὸς ὁ Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων· «Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ»)· πῶς ἔσται ποίημα ἢ κτίσμα ὁ Υἱὸς, καὶ οὐχὶ μᾶλλον Θεὸς, κατὰ τὰς τῶν ἁγίων φωνάς;

ΑΛΛΟ. Τοῖς δικαιουμένοις διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν συναγορεύων Παῦλός φησι· «Λογιζόμεθα γὰρ δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου· ἢ Ἰουδαίων ὁ Θεὸς μόνων, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν. Εἴπερ εἷς Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Τοῦτο ποιοῦντα Χριστὸν εὑρίσκομεν. Δικαιοῦν γὰρ ὑπισχνούμενος τοὺς πιστεύοντας εἰς αὐτὸν, «Ἀμὴν, φησὶ, λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ, οὐ κρίνεται, ἀλλ᾽ ἔχει ζωὴν αἰώνιον.» Εἰ δὲ πρέπει μόνῳ τὸ δικαιοῦν τῷ Θεῷ, δικαιοῖ δὲ Χριστὸς, πῶς οὐκ ἔστι φύσει Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα.

ΑΛΛΟ. Φησί που πάλιν ὁ Παῦλος περὶ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ· «Ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται· Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκρούς.» Θεοῦ τοιγαροῦν ζωογονεῖν τοὺς νεκροὺς λεγομένου, εἶτα τοῦ Υἱοῦ φάσκοντος· «Ἐγώ εἰμι ἡ ζωή·» πάλιν, «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·» καὶ πάλιν, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» τίς οὐκ ἂν ὁμολογήσειεν, εἴ γε νοῦν ἔχοι, τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρὸς γνήσιόν τε καὶ ἀληθέστατον γέννημα, πάντα φέρον ἐν ἑαυτῷ φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια; Εἰ δὲ τοῦτο, Θεὸς ἄρα τὸ ἐκ Θεοῦ, καὶ οὐ κτίσμα ἢ ποίημα.

ΑΛΛΟ. Τοῖς ἐξ ἐθνῶν ἐπιστέλλων ὁ Παῦλός φησι· «Μνημονεύετε γὰρ ὑμεῖς τὰ ἔθνη οἱ καλούμενοι ἀκροβυστία, ὅτι ἦτέ ποτε ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, καὶ κεχωρισμένοι τῆς εὐλογίας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νυνὶ δὲ ἐπιγνόντες Θεόν.» Εἶτα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπιγνοὺς τὸν ἀληθινὸν, δικαιοῦται, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη καὶ ποίημα;

ΑΛΛΟ. Τῶν θείων μυστηρίων οἰκονόμον καὶ λειτουργὸν ἑαυτὸν ἀναδεικνύων ὁ Παῦλος, «Τολμηρότερον δὲ, φησὶν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ, εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς εἰληφέναι μὲν ἐν χάριτος μέρει παρὰ τοῦ Θεοῦ διϊσχυρίζεται τὸ εἶναι λειτουργὸς Ἰησοῦ Χριστοῦ. Εἶτα τῆς ἱερουργίας τὸν τρόπον ἐξηγούμενος, «εἰς τὸ Εὐαγγέλιον, φησὶ, τοῦ Θεοῦ.» Καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος, οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. Οὐ γὰρ ἂν ὠνόμασε Θεὸν μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα· οὐδ᾽ ἂν ἐφ᾽ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, «Εὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ δι᾽ ἐμοῦ,» εἴπερ ἦν κτίσμα καὶ ποίημα.

Ἐκ τῆς πρὸς Κορινθίους αʹ. Περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου καὶ τῆς ἐν αὐτοῖς μωρίας τοὺς λόγους ποιούμενος, «Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Οὐκοῦν εἰ τῆς δόξης Κύριός ἐστιν ὁ τὸν σταυρὸν ὑπομείνας Υἱὸς, πῶς οὐκ ἔστι φύσει Θεός; πῶς δὲ κτίσμα ἢ ποίημα, ὁ καὶ ὑπὸ τῶν Σεραφὶμ ὑμνούμενος; Πλήρη γὰρ εἶναί φασι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· καὶ Κύριον Σαβαὼθ ὀνομάζουσι. Δῆλον γὰρ ὅτι περὶ αὐτοῦ τὰ τοιαῦτά φασιν, εἴπερ ἐστὶ τῆς δόξης Κύριος, κατὰ τὴν τοῦ Παύλου φωνήν.

ΑΛΛΟ. «Οὕτω, φησὶν, ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Εἰ τοίνυν τὸ περὶ τοῦ Υἱοῦ μυστήριον, Θεοῦ μυστήριον ὁ Παῦλος ἀποκαλεῖ, πῶς οὐκ ἔσται φύσει Θεὸς, ἢ πῶς ἐν ποιήμασι τετάξεται ὁ διὰ τῶν ἀποστόλων ὑπηρετούμενος; Πῶς δὲ οὐκ ἀληθεύσει, Θεοῦ μυστήριον ὀνομάζων τὸ Εὐαγγέλιον Χριστοῦ, ὁ μετὰ πολλῆς παῤῥησίας εἰπών· «Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλ᾽ ὑπὸ τοῦ Θεοῦ δηλαδή;» Ὅτε τοίνυν θεοδίδακτος ὢν Θεὸν ὄντα τὸν Υἱὸν ἐπιγινώσκει, τίς τῶν ἕτερα διδασκόντων ἀνέξεται;

ΑΛΛΟ. «Ὥστε, φησὶ, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Ἐν δὲ τοῖς Εὐαγγελίοις, στήσειν μὲν ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια Χριστὸς ἐπαγγέλλεται, κατὰ τὸν καιρὸν τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τοὺς μὲν τῆς ἀνομίας ἐργάτας ἐκπέμψειν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοῖς δέ γε τὸν δεξιὸν ἐπέχουσι τόπον τοὺς ἐπαίνους ὁμοῦ τοῖς μισθοῖς ἀποδώσειν, λέγων τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Οὐκοῦν εἰ τὸν τῆς ἀρετῆς ἐργάτην καὶ ἐπιστήμονα ἐπαινέσειν μέλλοντος τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἐπαινῶν, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Θεὸς ἐκ Θεοῦ, τῆς πατρῴας οὐσίας ὅλον ἔχων τὸ ἴδιον, καὶ ὢν διὰ τοῦτο φύσει Θεὸς, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν;

ΑΛΛΟ. «Δοκῶ γὰρ, φησὶν, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Ἰδοὺ πάλιν τοὺς ἁγίους ἀποστόλους ἀποδεῖξαι λεγομένου τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἀναδείξας. Πῶς οὖν [οὐ] φύσει Θεὸς, ὁ τοῦτο ὢν καὶ καλούμενος; Ὁ δὲ οὕτως ἔχων, πῶς ἔσται ποιητός;

ΑΛΛΟ. «Ἐγενόμην, φησὶ, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ᾽ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους.» Θεὸς οὖν ἄρα ὁ Χριστὸς, οὗ τὸν νόμον ἔχοντες, οὐκ ἐσμὲν ἄνομοι Θεοῦ. Ὅτι δὲ πάλιν μόνῳ Θεῷ τὸ νομοθετεῖν οἰκεῖον, οὐκ ἀμφίβολον.

Ἐκ τῆς πρὸς Κορινθίους βʹ. «Οὐ γὰρ θέλομεν ὑμᾶς, φησὶν, ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾽ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ᾽ αὐτοὶ ἐν αὐτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς, ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς Θεὸν εἶναί φησι τὸν ἐγείροντα τοὺς νεκρούς. Τοῦτο δὲ Χριστὸς ἐργάζεται, λέγων, ποτὲ μέν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» ποτὲ δὲ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Θεὸς οὖν ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ἐνεργεῖν δυνάμενος, ἃ μόνῳ πρέπει Θεῷ. Οὐκοῦν οὐ ποίημα, οὐδὲ γενητός.

ΑΛΛΟ. «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστι, ναὶ καὶ οὔ. Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς, ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθεὶς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο, ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.» Ὅταν οὖν κηρύττηται μὲν ὡς Υἱὸς, τοῦ Πατρὸς λέγοντος περὶ αὐτοῦ· «Οὗτός ἐστιν ὁ Υἱός μου·» καὶ πάλιν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» ποίημα δὲ καὶ κτίσμα παρά τινων ὀνομάζεται· πῶς οὐκ ἔστι, ναὶ καὶ οὔ;

Οὐ γὰρ ἂν εἴη κτίσμα τὸ φύσει γεννώμενον· οὐδ᾽ ἂν γένοιτο φύσει τέκνον τὸ πεποιημένον. Ἐπειδὴ δὲ ἀλήθειά ἐστιν ὁ Χριστὸς, καὶ γέγονεν ἐν αὐτῷ τὸ ναὶ, καθά φησιν ὁ Παῦλος, Υἱὸς ὑπάρχων, καὶ οὕτω κηρυττόμενος, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα.

ΑΛΛΟ. «Τῷ δὲ Θεῷ χάρις, φησὶ, τῷ πάντως τε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι, δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.» Οὐκοῦν εἰ διὰ τῶν ἁγίων ἀποστόλων φανερὰν τῷ κόσμῳ καθίστησιν ὁ Θεὸς καὶ Πατὴρ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ, τουτέστι, τὸν περὶ τῆς ἐπιγνώσεως αὐτοῦ λόγον· οἱ δὲ τοῦτον λαβόντες οὐκ ἔτι πλανῶνται, οὔτε μὴν ἐν τοῖς ἀθέοις καὶ ἐλπίδα μὴ ἔχουσι καταταχθήσονται, ἀλλ᾽ ἔγνωσαν μὲν τὸν Θεὸν, ᾗ φησιν ὁ Παῦλος, μᾶλλον δὲ ἐγνώσθησαν ὑπὸ Θεοῦ· Θεὸς ἄρα κατὰ ἀλήθειαν ὁ Χριστὸς, ὁ τῶν ψευδωνύμων θεῶν ἀποστήσας τὰ ἔθνη, καὶ γνωσθεὶς μὲν αὐτοῖς κατὰ τοῦτο, ἐπιγνοὺς δὲ πάλιν αὐτὰ διὰ τῆς εἰς ἑαυτὸν πίστεως. Ὁ δὲ ἀληθῶς ὑπάρχων Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα;

ΑΛΛΟ. «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» Οὐκοῦν εἰ τῶν ἁγίων ἀποστόλων ὁ λόγος τὸ περὶ τοῦ Σωτῆρός ἐστι κήρυγμα, Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, οὗ τὸν λόγον οὐ καπηλεύουσιν οἱ οὕτω κηρύττοντες, καὶ ποίημα λέγειν αὐτὸν ἢ κτίσμα παραιτούμενοι. Ἄκρατος οὖν ὥσπερ ἐστὶν ὁ περὶ τῆς ἀληθείας λόγος, τὰς ὑδαρεστέρας τῶν αἱρετικῶν ψευδοδοξίας οὐκ ἔχων.

ΑΛΛΟ, εἰς τὸ, «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν.» Ὁ φανερούμενος διά τε τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν κηρυγμάτων, τίς ἂν ἕτερος εἴη παρὰ Χριστόν, Αὐτὸς τοιγαροῦν ἐστιν ἡ ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ὀσμὴ τοιγαροῦν ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος· ἀλλ᾽ ὥσπερ ἡ ἐξ ἀνθέων εὐωδία φυσικῶς τε καὶ οὐσιωδῶς προεκκύπτουσα, τοῦ γεννήσαντος αὐτὴν εἴδους ἐστὶν ἐκφαντικὴ, οὕτω καὶ ὁ Υἱὸς ὀσμή τις ὥσπερ ὑπάρχων τῆς πατρῴας οὐσίας, ἀφ᾽ ἧς ἐστιν αὐτὸς, τὸν γεννήσαντα δηλοῖ. Οὐκοῦν οὐ ποίημα, ἐπεὶ μὴ τοῦτό ἐστιν ὁ Πατήρ.

ΑΛΛΟ. «Οὐ γὰρ ἑαυτοὺς, φησὶ, κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν, »Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ.» Ἰδοὺ δόξαν τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν. Ἐλλάμψαντος γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τοῦ Θεοῦ καὶ Πατρὸς, φωτιζόμεθα πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθὰ καὶ αὐτός πού φησιν· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.» Ἕλκει δὲ πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ τὴν ἑκάστου φωτίζων καρδίαν.

Δόξα τοιγαροῦν ὑπάρχων τοῦ Πατρὸς, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ, διὰ τῆς ἐνούσης αὐτῷ μεγαλειότητος φυσικῆς παρασκευάζων δοξάζεσθαι τὸν γεννήσαντα αὐτὸν, ὡς ἐν εἰκόνι τῷ Υἱῷ φαινόμενος, κατὰ τὸ παρ᾽ αὐτοῦ λεγόμενον· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;»

ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ δόξα τοῦ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, ποίημα καὶ κτίσμα ἐστὶ, λεγέσθω καὶ ἕκαστον τῶν πεποιημένων δόξα τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ ὅλως ἐνδέχεται κτιστὴν καὶ πεποιημένην οὐσίαν ἀναβῆναι πρὸς τοῦτο, τὸ κωλύον οὐδὲν ἐπὶ πᾶσαν τὴν κτίσιν ἄγεσθαι τὸ ἀξίωμα. Τὸ γὰρ δυνάμει πεφυκός τι γενέσθαι, γένοιτ᾽ ἂν ἔσθ᾽ ὅτε, καὶ εἰ μή πω γέγονεν. Εἰ δὲ ἐπὶ τῶν ἄλλων οὐδὲν τὸ τοιοῦτον εἴρηται, μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, οὐκ ἄρα εἷς τῶν πάντων ἐστίν.

Εἰ δὲ τοῦτο, οὐ ποίημα· τὸ γὰρ ἔξω πάντων ὂν, οὐκ ἐν τοῖς πᾶσιν ἔσται, ἀλλ᾽ ἕτερόν τι παρὰ πάντα, ὅπερ ἐστὶ Θεός.

ΑΛΛΟ. «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, φησὶν, ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα δὴ κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ Χριστῷ παραστησόμεθα, καὶ αὐτός ἐστιν ὁ κρίνων τὴν γῆν, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθά φησιν ὁ Ψαλμῳδός· Θεὸς ἄρα ἐστὶ καὶ Υἱὸς, οὐ ποίημα. Ἐπεὶ καὶ ὁ πάνσοφος Σολομὼν ἐν Ἐκκλησιαστῇ τοιοῦτόν τί φησιν· «Ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν.»

ΑΛΛΟ. «Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ. Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν.» Ἰδοὺ πάλιν ὁ Παῦλος Θεὸν ὀνομάζει Χριστὸν, ᾧ καὶ ἐκστῆναί φησιν. Καὶ ὅπως ἐξέστη, διδάξει λέγων αὐτός· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ τοῦ Χριστοῦ σταυρῷ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ·» καὶ πάλιν ἐν ἑτέροις· «Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ.»— «Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.

Ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, καὶ ἡγοῦμαι σκύβαλον εἶναι, ἵνα Χριστὸν κερδάνω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ὁρᾷς ὅπως ἁπάντων τῶν κατὰ νόμον ἐξέστη καυχημάτων, ἵνα κερδάνῃ Χριστόν; Ὅπερ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ, ὡς ἐν παραβολῆς εἰσηγεῖται σχήματι, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.» Οὐκοῦν εἰ ἐξέστη Χριστῷ, Θεῷ δὲ τοῦτο πεποιηκέναι φησὶ, πῶς οὐ Θεὸς κατὰ φύσιν ὁ Υἱός;

Εἰ δὲ τοῦτο, οὐ ποίημα.

ΑΛΛΟ. «Τὰ ἀρχαῖα, φησὶ, παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν.» Ζητητέον ἐν τούτοις τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς τὸν τρόπον.

Ἀλλ᾽ ἔστι δῆλον ὅτι πιστεύσαντες εἰς Χριστὸν, ὡς Υἱός τε εἴη τοῦ Θεοῦ, καὶ Θεὸν αὐτὸν ἀληθινὸν παραδεξάμενοι, δι᾽ αὐτοῦ προσίεμεν τῷ Πατρὶ, καθὰ καὶ αὐτός φησιν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.» Ἄλλως τε καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς διὰ τὴν ἁμαρτίαν ἀποστήσαντας ἐκ φιλανθρωπίας καλεῖ πρὸς ἑαυτὸν, καὶ ἑαυτῷ καταλλάσσων ἔλεγε· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν εἰ προσιόντες καὶ καταλλασσόμενοι τῷ Χριστῷ, Θεῷ καταλλασσόμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν κομιζόμεθα· πῶς οὐκ ἔσται Θεὸς ἐκ Θεοῦ, ὁ ἐν Πατρὶ καὶ μετὰ Πατρὸς, δικαιῶν μὲν τὸν προσερχόμενον κόσμον δὲ καταλλάσσων ἑαυτῷ; Εἰ δὲ τοῦτο ἀληθὲς, οὐκ ἔσται γενητός.

ΑΛΛΟ. «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Οὐκοῦν ὥσπερ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος, αὐτὸς κεχρημάτικεν ἁμαρτία· οὕτως καὶ ἡμεῖς, ἀναμορφωθέντες εἰς αὐτὸν διὰ τῆς πίστεως, δικαιοσύνη Θεοῦ γεγενῆσθαι λεγόμεθα, ὅπερ ἐστὶ κυρίως ὁ Υἱός. Ἡμεῖς μὲν γὰρ τῶν αὐτῷ φύσει προσόντων ἀγαθῶν ἠξιώμεθα, μέτοχοι γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος· αὐτὸς δὲ πάλιν εἰς ἑαυτὸν ἀναδέχεται τὰ ἀνθρώπινα, πρὸς τὸ θεῖον κάλλος ἐν ἑαυτῷ τὴν φύσιν ἀναζωγραφῶν. Ὅτε τοίνυν ἐστὶν ὁ Χριστὸς ἡ δικαιοσύνη τοῦ Πατρὸς, πῶς ἂν εἴη γενητὸς, καὶ οὐχὶ μᾶλλον τῷ γεννήσαντι συναΐδιος, εἴπερ ἀεὶ ἦν δίκαιος ὁ Θεὸς καὶ Πατὴρ, συνούσης αὐτῷ δηλονότι τῆς δικαιοσύνης αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ;

Ἐκ τῆς πρὸς Γαλάτας. «Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Ὁ πείθων Θεὸν, τουτέστιν, ἐπὶ τοῖς οἰκείοις τρόποις, ὡς ἐπ᾽ ἀγαθοῖς πληροφορεῖν ἐπαγόμενος, οὐκ ἀνθρώποις ἀρέσαι ζητεῖ, ἀλλ᾽ ἵνα μᾶλλον δουλεύσῃ Χριστῷ. Θεὸς ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ᾧ τὴν ἐξ ἔργων ἀγαθῶν δουλείαν προσάγοντες ὡς Θεῷ καὶ Δεσπότῃ πάντες ἀπολογούμεθα· τοῦτο γάρ ἐστι τὸ πείθειν αὐτόν. Ὁ δὲ φύσει Θεὸς, οὐκ ἂν εἴη γενητός.

ΑΛΛΟ. «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ Υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Εἰ δὲ Χριστὸν ἐνδυσάμενοι διὰ τῆς πίστεως, ἀνεμορφώθημεν εἰς αὐτόν· καὶ διὰ τοῦτο χρηματίζομεν υἱοὶ Θεοῦ, κατὰ θέσιν δηλονότι, τὰ δὲ κατὰ θέσιν ἀεὶ πρὸς μίμησιν τοῦ κατὰ φύσιν γίνεται· φύσει ἄρα καὶ οὐ θετῶς Υἱὸς ὁ Χριστός.

Τὸ δὲ φύσει γεννηθὲν ἀπὸ Θεοῦ, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα, πάντας ἡμᾶς ἐπαναγκάζοντος λόγου τῷ γεννήσαντι τὴν αὐτὴν ἔχειν οὐσίαν ὁμολογεῖν τὸ ἐξ αὐτοῦ γεννώμενον;

ΑΛΛΟ. «Λέγω δὲ ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, Κύριος πάντων ὢν, ἀλλὰ ὑπὸ ἐπιτρόπων ἐστὶ καὶ οἰκονόμων, ἄχρι τῆς προθεσμίας τοῦ Πατρός. Οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, »ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Εἰ τοῖς τοῦ κόσμου στοιχείοις, ὡς ποιήμασι δουλεύοντες, νήπιοί τε ἦμεν καὶ παράφρονες, ποίημα δὲ καὶ κτίσμα κατ᾽ ἐκείνους ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ· ἔτι τοῖς ἀρχαίοις ἐγκλήμασιν ἐνεχόμεθα, νήπιοι δὲ οὐδὲν ἧττον καὶ νῦν ἐσμεν δουλεύοντες κτίσματι πάλιν παρὰ τὸν κτίσαντα. Εἰ δὲ ἐπεγνωκότες ὡς ἀληθινὸν Θεὸν καὶ Δεσπότην τὸν δι᾽ ἡμᾶς γενόμενον ἐκ γυναικὸς, καὶ γενόμενον ὑπὸ νόμον, ἐξέβημεν τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· Θεὸς ἄρα καὶ Υἱὸς ἀληθινὸς ὁ Χριστὸς, οὗ καὶ ἡμεῖς ἀναδεικνύμενοι μέτοχοι, τὴν υἱοθεσίαν ἀπολαμβάνομεν, ἐλεύθεροί τε ἤδη χρηματίζομεν, ὡς αὐτὸν ἐνδυσάμενοι τὸν ἐλεύθερον Υἱὸν, ἵνα τὸ τῆς δουλείας ἡμῶν ἀφανίζηται σχῆμα.

ΑΛΛΟ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Ἴδωμεν τοίνυν τί περὶ τοῦ Υἱοῦ φησιν ὁ παρ᾽ αὐτοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον· «Ἰησοῦς Χριστὸς, φησὶ, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ἰδοὺ σαφῶς τὸ ἐν ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ· ὅπερ ἴδιον μόνου Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί. Οὐκοῦν εἰ μόνος ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ ἐστὶν ὁ γεννήσας αὐτὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς, ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατήρ;

ΑΛΛΟ. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Εἰ τοῦ Σωτῆρος τὸν νέον παραδεξάμενοι νόμον, ζῶμεν μὲν τῷ Θεῷ, νόμῳ δὲ τῷ διὰ Μωσέως ἀποθνήσκομεν (οὐ γὰρ ἔτι κατ᾽ ἐκεῖνον βιοῦμεν ἢ πολιτευόμεθα)· Θεὸς ἄρα Χριστὸς καὶ Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ ζῶμεν αὐτῷ τῷ Χριστῷ, μαρτυρήσει λέγων αὐτὸς τῆς ἀληθείας ὁ κήρυξ· «Εἰ γὰρ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Εἰ δὲ ζῶντες τῷ Χριστῷ, Θεῷ ζῇν λεγόμεθα, πῶς οὐκ ἔστι Θεός; Πῶς δέ ἐστι κτίσμα ἢ ποίημα;

ΑΛΛΟ. «Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.» Εἰ Θεὸς τὰ ἔθνη λέγεται δικαιοῦν, Χριστὸς δέ ἐστιν ὁ τοῦτο ποιῶν, καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ τὴν Ἰωάννου φωνήν· Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, καὶ Θεὸς ἀληθινός. Πονηροὶ γὰρ ὄντες Ἰουδαῖοι, μόνον ἐκεῖνο λέγουσιν ἀληθὲς, ὡς οὐδεὶς ἁμαρτίας ἀφεῖναι δύναται, εἰ μὴ μόνος ὁ Θεὸς, ὡς τοῦ νόμου Κύριος.

ΑΛΛΟ. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Εἰ τοῖς τοῦ κόσμου στοιχείοις, γεννητὴν ἔχουσι τὴν φύσιν, ἀντιπαραβάλλεται Χριστὸς, ὡς μὴ τοῦτο ὢν, ὅπερ ἐκεῖνα· οὐκ ἄρα τῶν γενητῶν εἷς καὶ αὐτὸς εὑρίσκεται, ὁ τοσοῦτον διεστηκὼς, ὡς τὰ μὲν μὴ εἶναι φύσει θεοὺς, τὸν δὲ τοῦτο ὑπάρχειν ἀληθινῶς. Ταύτην γὰρ ὁ Παῦλος εἰσφέρει τὴν διαφορὰν διὰ τοῦ προτεθέντος κεφαλαίου.

Ὅτι δὲ τὸν Χριστὸν ὡς Θεὸν ἐπέγνωκε τὰ ἔθνη, πᾶσίν ἐστιν, ὡς οἶμαι, καταφανές. Εἰς αὐτὸν γὰρ πιστεύοντα, τῆς πολυθέου πλάνης ἀπαλλάττεται. Ὅτι δὲ πάλιν αὐτὸν ἐπέγνωκε τὰ ἔθνη, καὶ ἐπεγνώσθη παρ᾽ αὐτοῦ, ἄκουε λέγοντος· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά.»

ΑΛΛΟ. «Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε, οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν.» Ὑποδεξάμενος καὶ λίαν θαυμάσας τῶν ἐν Γαλατίᾳ τήν τε εἰς Θεὸν εὐλάβειαν, καὶ τὴν εἰς αὐτὸν ἀγάπησιν, εἰρηκώς τε, ὅτι «Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με,» καὶ ἐπὶ πολὺ μεῖζον ἀναβαίνει, προσθεὶς, «ὡς Χριστὸν Ἰησοῦν.» Τίς οὖν ὑπεροχὴ Χριστοῦ πρὸς ἀγγέλους, αὐτὸς διδασκέτω, λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Καὶ πάλιν· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» Γέγραπται δὲ πάλιν περὶ αὐτῶν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῷ τοὺς ἀγγέλους· καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ Δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν· πῶς οὐκ ἔσται Θεὸς ὁ καὶ ὑπὸ τῶν ἀγγέλων ὡς τοῦτο ὢν κατὰ φύσιν γινωσκόμενος;

Εἰ γὰρ ποίημά ἐστι, κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ αὐτὰς τὰς ἐν οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ἄν τις πλανᾶσθαι φήσειε τοὺς ἁγίους ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ τοῦ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τοῦτο κατὰ φύσιν ὅντα τὸν Υἱὸν), οὐκ ἄρα κτίσμα ἐστὶν, οὐδὲ ποίημα. Τὸ γὰρ ὅλως ποιηθὲν, οὐκ ἂν εἴη φύσει Θεός.

ΑΛΛΟ. «Διὸ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν.» Εἰ Δεσπότου τὸ ἐλευθεροῦν, ἐλευθεροῖ δὲ ἡμᾶς ὁ Χριστὸς, καὶ τὸν ζυγὸν τῆς δουλείας ἀνίησιν εἰς υἱότητα καλῶν· οὐκ ἄρα δοῦλος, ἀλλὰ Υἱὸς καὶ Δεσπότης, ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο τοῖς ἀξίοις κατὰ χάριν περιτιθείς.

Ἐκ τῆς πρὸς Ἐφεσίους. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ὁ διὰ θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς προκεχειρισμένος εἰς ἀποστολὴν, ὡς αὐτὸς ἐνθάδε διϊσχυρίζεται, ἀπαύγασμα τοῦ Πατρὸς καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Εἶτα πῶς τῆς ἀκτίστου καὶ ἀγενήτου τοῦ Πατρὸς οὐσίας τε καὶ ὑποστάσεως ἔσται χαρακτὴρ ὁ Υἱὸς, εἴπερ ἐξ οὐκ ὄντων ὑπέστη, κατά τινας;

Ἀνάγκη γὰρ πᾶσα τήν τινος εἰκόνα ἀκριβῆ τὴν ὁμοίωσιν ἔχειν ὡς πρὸς ἐκεῖνον, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ χαρακτήρ ἐστιν ὁ Υἱὸς τοῦ ἀγενήτου Πατρὸς, ἔσται καὶ αὐτὸς κατ᾽ ἐκεῖνον ἀγένητος, ἄκτιστός τε καὶ τὸ πᾶν ἤδη Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ κοίημα.

ΑΛΛΟ. «Διὸ μνημονεύετε, ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.

Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Εἰ καθ᾽ ὃν ἐπλανᾶτο τὰ ἔθνη καιρὸν, κεχώριστο τοῦ Χριστοῦ, καὶ ἦν διὰ τοῦτο καὶ ἐλπίδος ἔρημα χρηστῆς, καὶ ἄθεα ἐν τῷ κόσμῳ· Χριστὸς ἄρα ἐστὶν ἡ πάντων ἐλπὶς καὶ Θεὸς, ὃν εἴπερ ἐπιγνοίη τὰ ἔθνη, τὸ εἶναι λοιπὸν ἐν ἀθεότητι διαφεύξεται, ὡς μεμαθηκότα τὸν ὄντως Κύριον. Πῶς οὖν ἂν εἴη κτίσμα ἢ ποίημα ὁ παρὰ τῶν πλανωμένων ὡς Θεὸς ἐπιγινωσκόμενος, καὶ διασώζων τοὺς εὑρίσκοντας αὐτὸν, εἴσω τε πάσης ἀγαθῆς ἐλπίδος εἰσφέρων, κατὰ τὸ, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»

ΑΛΛΟ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Γέγραπταί που περὶ τῶν τοῦ Θεοῦ νόμων, ὡς ἐπ᾽ αὐτοῖς οὐκ ἔστι προσθῆναι, καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἀποφήσαντος τοίνυν τὸ τοιοῦτον παντελῶς τοῦ Θεοῦ, καὶ μηδενὶ λέγοντος ἐξεῖναι προσθῆναί τι τοῖς παρ᾽ αὐτοῦ διατεταγμένοις, ἢ καὶ ἀφελεῖν, τοῦτο μόνος πεποιηκὼς εὑρίσκεται Χριστός. Ἀφεῖλε μὲν γὰρ καταργήσας τῶν ἐντολῶν τὸν νόμον· προστέθηκε δὲ τὰ περὶ τῆς εἰς αὐτὸν πίστεώς τε καὶ εὐσεβείας δόγματα. Καὶ πῶς ἡμῖν ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὁ τὴν τῷ Θεῷ πρέπουσαν ἐξουσίαν περικείμενος, καὶ μόνος ἐργασάμενος, ἃ μόνῳ προσήκει Θεῷ;

ΑΛΛΟ. «Ἄρα οὖν οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. Εἶτα πῶς οὐκ ἔσται Θεὸς ὁ Υἱὸς, εἴπερ αὐτῷ διὰ τῆς πίστεως συναπτόμενοι, οἰκεῖοι Θεοῦ διὰ τοῦτο χρηματίζουσιν;

Καὶ αὐτὸς δέ που τῆς κατὰ πνεῦμα συγγενείας ἐπιδεικνύων τὸν τρόπον, λέγει περὶ τῶν ἑαυτοῦ μαθητῶν· »Ὅστις γὰρ ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστίν.»

ΑΛΛΟ. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Τὰ κατὰ θέσιν ἀεὶ γινόμενα τοῖς κατὰ φύσιν ἀπεικάζεται. Πάλιν τε αὖ καὶ τὰ κατὰ μίμησιν τήν τινος ἀνατυπούμενα, τῆς τῶν πρωτοτύπων ἀληθείας ἀπολιμπάνεται. Εἰ τοίνυν ἐκ τῆς τοῦ Θεοῦ πατρότητος, τὸ τῆς πατριᾶς ὄνομα διαβαίνει καὶ εἰς ἡμᾶς· πῶς οὐ λίαν ἀσεβοῦσιν οἱ λέγοντες, δεῖν ἡμᾶς μὲν εἶναι φύσει τῶν ἐξ ἡμῶν πατέρας, τοὺς κατὰ μίμησιν τοῦ ἀληθινοῦ τοῦτο γεγονότας καὶ κεκλημένους· τὸν δὲ ἀρχέτυπον καὶ πρῶτον Πατέρα Θεὸν, τῆς ἐν τῷ γεννᾷν ἀληθείας ἀποστερεῖσθαι, καὶ μὴ ἐξ αὐτοῦ μηδὲ οὐσιωδῶς προελθόντα τὸν Υἱὸν ὁμολογεῖν, ἀλλ᾽ ἔκφυλόν τινα τῆς πατρῴας οὐσίας καὶ ἐπείσακτον φαντάζεσθαι; Πῶς δ᾽ ἂν ὅλως εἴη καὶ Πατὴρ ὁ μηδὲν γεννήσας, εἴ γε τὸ πατὴρ ὄνομα, τῆς ἐν τῷ δύνασθαι γεννᾷν ἐπιτηδειότητός ἐστι σημαντικὸν, καὶ τὸν γεννήσαντα τῷ γεγεννημένῳ διὰ γεννήσεως ὥσπερ ὠδῖνος εἰς ἑνότητα τῆς οὐσίας συνδεῖ;

Ἐπεὶ οὖν ἀληθεύει λέγων ὁ Πατὴρ πρὸς τὸν ἴδιον Υἱόν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ γεγέννηκεν ὄντως αὐτὸν ἐξ ἑαυτοῦ (τοῦτο γὰρ σημαίνει τὸ, «ἐκ γαστρός»)· οὐκ ἂν εἴη ποίημα, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ, καὶ Υἱὸς ὡς ἐκ Πατρὸς φυσικῶς.

ΑΛΛΟ. «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.» Ἑνὸς ὄντος Κυρίου τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἔσται Κύριος ὁ Υἱὸς, εἴ γε ποίημα ἢ κτίσμα ἐστί; Πρόδηλον γὰρ ὅτι τὰ πεποιημένα δούλην ἔχει τὴν φύσιν. Πῶς δὲ καὶ πίστεως οὔσης μιᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, εἴ γε κατὰ τήν τινων ἀβουλίαν διακέκοπται τῆς πρὸς τὸν Πατέρα κοινωνίας φυσικῆς; Ἀλλ᾽ ὄντος Κυρίου τοῦ Θεοῦ καὶ Πατρὸς, Κύριός ἐστι καὶ ὁ Υἱὸς, καὶ ὁ πιστεύων εἰς αὐτὸν, εἰς τὸν Πατέρα πιστεύει. Ἐκ Πατρὸς γὰρ δηλονότι καὶ ἐν Πατρὶ φυσικῶς ὑπάρχων Υἱὸς, ἔχων τε αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, συνθεολογεῖται καὶ συνδοξάζεται. Καὶ οὕτως εἰς μίαν ἀναβαίνει θεότητα τῶν προσιόντων ἡ πίστις. Πῶς οὖν ἐν ποιήμασιν, ὁ πάντα ἔχων κοινὰ πρὸς τὸν Πατέρα, ὡς ἀληθὴς αὐτοῦ τῆς οὐσίας καρπὸς, καὶ οὐ καθάπερ ἡμεῖς θετοὶ πρὸς υἱότητα καὶ ἐγκεκεντρισμένα βλαστήματα;

ΑΛΛΟ. «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὅρα δὴ πάλιν ὅπως Θεὸν οἶδέ τε καὶ ὀνομάζει Χριστόν. Εἰρηκὼς γὰρ δεῖν ἡμᾶς μιμητὰς γενέσθαι Θεοῦ, εὐθὺς παρατίθησιν αὐτὸν, καὶ ὅπως μιμεῖσθαι προσήκει, διδάσκει λέγων· «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν.» Θεοῦ τοιγαροῦν ὄντος τε φύσει καὶ ὀνομαζομένου Χριστοῦ, καὶ τοῦτο παρὰ τοῦ πεπιστευμένου τὸ Εὐαγγέλιον παρὰ Θεοῦ καὶ Πατρὸς, τίς τῶν ἕτερα λεγόντων ἀνέξεται; Ὁ δὲ φύσει Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα;

ΑΛΛΟ. «Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ἰδοὺ πάλιν Χριστὸν ὀνομάσας, εὐθὺς αὐτὸν εἰσφέρει καὶ Θεὸν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς ἐν αὐτῷ βασιλεύοντος, αὐτοῦ τε αὖ πάλιν ἐν τῷ Πατρὶ, κατὰ τὸ παρ᾽ αὐτοῦ λεγόμενον ὡς πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἓν δὲ τῶν πάντων ἡ βασιλεία, κοινὴ μὲν Υἱῷ πρὸς Πατέρα, κοινὴ δὲ Πατρὶ πρὸς Υἱὸν, συμβασιλεύοντος δηλαδὴ τοῦ ἁγίου Πνεύματος· οὕτω γὰρ ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, εἰς τὴν μίαν τῆς θεότητος ἀναφέρεται φύσιν. Πῶς οὖν ποίημα ὁ βασιλεύων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς Θεὸς Λόγος;

ΑΛΛΟ. «Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Καὶ τίνες ἂν εἶεν οἱ τῆς ἀπειθείας υἱοὶ, εἰ μὴ πάντως οἱ διὰ τοῦ πλημμελεῖν τῶν τοῦ Σωτῆρος ἀποσκιρτήσαντες νόμων; Εἰ δὲ τούτοις ἐπάγων τὴν ὀργὴν, αὐτός ἐστιν ὁ Σωτὴρ διὰ τοῦ λέγειν· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» καὶ Θεὸν αὐτὸν ὁ μακάριος Παῦλος οἶδέ τε ὄντα, καὶ εἰσφέρει διὰ τούτων· τίς τῶν ποίημα λεγόντων ἀνέξεται;

ΑΛΛΟ. «Διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Εἰ Κυρίου τὸ δύνασθαι φωτίζειν, ἔργον ἐστὶ φωτός· φωτίζει δὲ ὁ Χριστός· φῶς ἄρα ἐστὶ, καὶ φῶς ἀληθινόν. «Ἡ γὰρ σκοτεία αὐτὸν οὐ κατέλαβε.» Φῶς δὲ καὶ ὁ Πατὴρ ἀληθινὸν, φῶς ἄρα ἐκ τοῦ φωτὸς ὁ Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ. Εἰ δὲ τοῦτο, οὐ ποίημα.

ΑΛΛΟ, εἰς τὸ αὐτό. Τὸ ἐκ μετοχῆς ἑτέρου τὸ δύνασθαι φωτίζειν ἐσχηκὸς, ἐπίκτητον ἔχει τὴν χάριν, καὶ οὐκ ἂν αὐτὸ κυρίως ὀνομάζοιτο φῶς. Ὁ δὲ Υἱὸς οὐχ οὕτως· «Ἐγὼ γάρ εἰμι, φησὶ, τὸ φῶς.» Ἀληθινὸν ἄρα φῶς ὥσπερ καὶ ὁ Πατήρ. Τὸ δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ φύσιν ἀπαραλλάκτως ἔχον, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα;

Ὥρα γὰρ ἤδη καὶ αὐτὸν τὸν Πατέρα τοῦτο καλεῖν, ὅπερ ἐστὶν ἀτοπώτατον, καὶ ἄμετρον ἔχον τὴν δυσφημίαν.

ΑΛΛΟ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.» Εἰ μηδὲν τῶν προσόντων τῇ θείᾳ φύσει πλεονεκτημάτων ἐν οὐδενὶ τῶν γενητῶν εὑρίσκεται φυσικῶς τε καὶ κυρίως ὑπάρχον, ἐνεσπαρμένον δὲ μᾶλλον καὶ ἐντεθειμένον παρὰ τοῦ πεποιηκότος αὐτὰ, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλος τοιοῦτόν τινα κατὰ πάντων ὅρον τιθεὶς ἀληθέστατον· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» λέγει· πρόδηλον ὅτι καὶ ἡ ἁγιότης ἐν μόνῳ κεῖται Θεῷ, ἐν δὲ τοῖς ἄλλοις οὐκ ἔτι. Ἁγιάζεται γὰρ μᾶλλον παρὰ τοῦ ἁγίου Θεοῦ, καθάπερ ἀπὸ πηγῆς δεχόμενα τὸν ἁγιασμόν.

Αὐτὰ δὲ ἁγιάζειν οὐ δύναται. Οὐκοῦν εἰ μηδενὸς τῶν πεποιημένων ἁγιάζειν ἰσχύοντος, τοῦτο ποιῶν εὑρίσκεται Χριστὸς, ἕτερος ἔσται κατὰ φύσιν ὡς πρὸς αὐτά. Ὁ δὲ τὸ εἶναι ποίημα διαφυγὼν, καὶ τὰ τῆς θείας φύσεως ἔχων ἀγαθὰ, πῶς οὐκ ἂν εἴη φύσει Θεός;

Ἐκ τῆς πρὸς Φιλιππησίους. «Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἄμωμα.» Εἰ, καθάπερ αὐτός πού φησιν ὁ μακάριος Παῦλος, Χριστός ἐστιν ὁ λέγων περὶ ἡμῶν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός·» αὐτοῦ δηλονότι τέκνα ἐσμὲν διὰ προσοχῆς ἀμώμητα.» Θεὸς οὖν ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα;

ΑΛΛΟ. «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.»—«Κάθου ἐκ δεξιῶν μου,» φησί που πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ᾽ ἰδοὺ καὶ Παῦλος ἐπιμαρτυρεῖ τὸ δύνασθαι τῷ Υἱῷ καὶ ὑποτάττειν ἑαυτῷ τὰ πάντα, καὶ τοῦτο ῥᾳδίως ἐπιτελέσειν, ὅπερ ἐν μόνῃ κεῖται τῇ τοῦ Πατρὸς ἰσχύϊ. Ἐπειδὴ δὲ ἁπλοῦς ὁ Θεὸς, οὐχ ἕτερόν τι παρ᾽ αὐτὸν ἡ ἰσχὺς ἡ ἐν αὐτῷ, ἀλλ᾽ αὐτὸς δηλονότι ὁ Υἱὸς, μίαν ἔχων ὡς πρὸς αὐτὸν τὴν οὐσίαν, καὶ τῇ ταυτότητι τῆς φύσεως ὥσπερ ἐνυπάρχων πρὸς τὸν γεννήσαντα, εἰ καὶ Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐξέλαμψεν ἐκ φωτὸς, Υἱὸς καὶ οὐ Πατὴρ νοούμενος. Εἰ τοίνυν πᾶσα ἐνέργεια καὶ δύναμις τοῦ Πατρὸς δι᾽ ἧς τὰ πάντα ἐργάζεται, πῶς ἂν εἴη φύσεως τῆς γενητῆς; Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς κατά τινων ἀβουλίαν.

ΑΛΛΟ, τοῦ αὐτοῦ συλλογιστικῶς. Εἰ πᾶν τὸ ὡς ἐν ὑποστάσει πεποιημένον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη, Χριστὸς δὲ σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τῶν γενητῶν ἐστι φύσεως κατά τινας, ἀνάγκη συνομολογεῖν ἄσοφον μέν ποτε καὶ ἀδύνατον εἶναι τὸν Θεὸν, ὕστερον δέ πως γενέσθαι τοῦτο, πρὸς τὸ εἶναί ποτε κληθέντος τοῦ Υἱοῦ. Τοιαύτη γὰρ τῶν γενητῶν ἡ φύσις.

Ἀλλ᾽ ὁμοῦ δύσφημον τε καὶ ἀμαθὲς, τὸ τοιαύτην ἔχειν περὶ Θεοῦ τὴν δόξαν. Δύσφημον μὲν, οὐ γὰρ ἦν ἄσοφός ποτε καὶ ἰσχύος ἔρημος ὁ Πατήρ· ἀμαθὲς δὲ πάλιν διὰ τοῦτο. Εἰ γὰρ καὶ πεποίηται κατ᾽ ἐκείνους ὁ Υἱὸς, πεποίηται δηλονότι παρὰ Πατρός. Ἀλλ᾽ οὐκ ἂν ἰσχύος τε ὁμοῦ καὶ σοφίας ἔρημος ὢν ὁ Πατὴρ, πρὸς τὸ εἶναι παρήγαγεν τὸν τοσοῦτον Υἱὸν, ὡς καὶ εἰκόνα καὶ χαρακτῆρα καλεῖσθαι τῆς ὑποστάσεως αὐτοῦ. Πῶς γὰρ ἂν γένοιτο μὴ ἐν ἰσχύει καὶ σοφίᾳ ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν Υἱὸς, ὅπου καὶ τὴν τοσοῦτον αὐτοῦ μείονα κτίσιν ἐν σοφίᾳ πεποιῆσθαί φησιν ἡ θεία Γραφὴ, καὶ ἐν δυνάμει Θεοῦ; Καὶ εἰ τῷ μικρῷ σοφίαν ἐδέησε τῆς τοῦ ποιοῦντος πρὸς τὸ γενέσθαι καλῶς, πῶς οὐ πολλῷ μᾶλλον τῷ μείζονι;

Ἀλλὰ πολὺ μᾶλλον ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία. Ἦν δὲ ἀεὶ σοφός τε καὶ δυνατὸς ὁ Πατὴρ, οὐκ ἄρα τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ὁ τῷ Πατρὶ συναΐδιος, ὡς σοφία καὶ δύναμις ὑπάρχων αὐτοῦ.

ΑΛΛΟ. «Ὁ Κύριος, φησὶν, ἐγγὺς, μηδὲν μεριμνᾶτε.» Ὅρα δὴ πάλιν, ὅπως ἡμῖν καὶ διὰ τούτου Θεὸς ὑπάρχων ἀληθινὸς ὁ Υἱὸς ἀναδείκνυται. Παύλου γὰρ ἡμῖν ἐγγὺς εἶναι φάσκοντος τὸν Χριστὸν ὡς Κύριον, αὐτὸς δι᾽ ἑνός φησι τῶν προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν.» Αὐτοῦ τοιγαροῦν τοῦ Υἱοῦ Θεὸν ἑαυτὸν εἰδότος τε καὶ ἀποκαλοῦντος, ὡς ἠκούσαμεν, πῶς ἄν τις εἴ τῳ ποίημα δοκείη λέγειν αὐτὸν, οὕτως ἔχων ὀφθήσεται, καὶ οὐχ ἁμαρτήσει;

ΑΛΛΟ. «Ἀλλ᾽ ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει, μετ᾽ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Διαλεγόμενός πού φησιν ὁ Σωτὴρ πρὸς τοὺς οἰκείους μαθητάς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὅτε τοίνυν ἑαυτοῦ μὲν εἶναί φησιν τὴν εἰρήνην, Παῦλος δὲ αὐτὴν τοῦ Θεοῦ λέγει, Θεὸν ὄντα τὸν Υἱὸν δηλονότι ἐπίσταται, τὸν τῆς εἰρήνης τοῖς ἁγίοις χορηγόν· πρὸς ὃν καὶ ὁ μακάριος Ἡσαΐας προφητικῷ κινούμενος πνεύματι, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων φησί· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· Πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Οὐκοῦν εἰ Θεὸν ὁ Παῦλος οἶδέ τε ὄντα καὶ ὁμολογεῖ τὸν Υἱὸν, οἰχέσθω μακρὰν τῶν ἕτερα δοξαζόντων ὁ λῆρος.

ΑΛΛΟ. «Τὸ λοιπὸν ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε καὶ παρελάβετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.» Ἰδοὺ πάλιν Θεὸν ἐνθάδε καλεῖ τὸν λέγοντα Χριστόν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ἐφαρμόσεις τοίνυν καὶ τούτοις τὸν ἐν τοῖς ὀπίσω προαποδοθέντα λόγον.

Ἐκ τῆς πρὸς Κολοσσαεῖς. «Ἐν παντὶ, φησὶν, ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ Θεοῦ.» Εἰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐπιγινώσκοντες διὰ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων, οὐχ ἕν τι τῶν ποιημάτων, ἀλλ᾽ αὐτὸν ἤδη τὸν ἐπὶ πάντων Θεὸν ἐπιγινώσκομεν, πῶς οὐκ ἔστι κατὰ ἀλήθειαν Θεὸς ὁ Υἱὸς, συνεισάγων μὲν ἑαυτῷ τὴν περὶ τοῦ Πατρὸς γνῶσιν, ἀντεισφερόμενος δὲ αὖθις διὰ τῆς τοῦ Πατρὸς ἐπωνυμίας ὡς Υἱός; Ἀνάγκη γὰρ θάτερον ἐν θατέρῳ· ἐπείπερ οὗτος τῶν ὡς πρός τι ἐχόντων ὀνομάτων ὁ τύπος. Καὶ αὐτὸς δέ πού φησιν ὁ Σωτὴρ ὡς πρὸς τὸν ἴδιον Πατέρα· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις,» γνωστὸν ἐμαυτὸν δηλονότι καταστήσας αὐτοῖς. Ἅμα γὰρ ἔγνω τις τί ἐστιν Υἱὸς, ἔγνω καὶ τοῦ γεγεννηκότος τὸν ὅρον, ἤτοι τὸ τί ἐστι Πατήρ. Ὅτε τοίνυν Υἱός ἐστι καὶ Θεὸς, πῶς ἂν εἴη πεποιημένος ὑπ᾽ αὐτοῦ, καὶ οὐχὶ μᾶλλον γεγεννημένος, ὡς ἐκ Πατρός; Ὅπερ ἐστὶ καὶ ἀληθές.

ΑΛΛΟ. Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Πᾶσαν τῶν γενητῶν τὴν φύσιν τῷ κανόνι τῆς πρὸς Θεὸν δουλείας, ὑποτίθησιν ἡ θεία Γραφὴ λέγουσα, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Μόνῳ δὲ τῷ Θεῷ τὸ βασιλικὸν ἀξίωμα τετήρηκεν ὡς ἐξαίρετον συνημμένως βοῶσα· «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου,» ὡς ἑπομένου πάντως τῷ κατὰ φύσιν βασιλεῖ τοῦ εἶναι καὶ Θεόν.

Οὐκοῦν εἰ μηδενὸς ἑτέρου τῶν γενητῶν εἰς τὴν βασιλίδα παραλαμβανομένου τιμὴν, κατὰ φύσιν καὶ κατὰ ἀλήθειαν βασιλεύει μετὰ Πατρὸς ὁ Υἱὸς, πῶς ἂν εἴη τῶν γενητῶν ὁ τῆς θείας τε καὶ πατρῴας οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τὰ ἴδια καὶ ἐξαίρετα;

ΑΛΛΟ. «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Εἰ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη, οὐκ ἂν τοῖς πᾶσι συναριθμοῖτο δικαίως, πάντων δὲ μᾶλλον αὐτὸς ἔξω κείσεται.

Ἐν γὰρ τῷ «τὰ πάντα» εἰπεῖν, οὐδὲν ἀφῆκεν ἐκτὸς τῶν ὅσα πρὸς γένεσιν ἐξ οὐκ ὄντων ἐνεχθέντα φαίνεται. Εἰ δὲ πάντα δι᾽ αὐτοῦ, καὶ αὐτὸς τῶν πάντων ἕτερος, πῶς ἂν εἴη κτίσμα, ὁ τὸ ἐν τοῖς πᾶσιν εἶναι διαφυγὼν διὰ τὸ τῆς φύσεως ἐξηλλαγμένον;

ΑΛΛΟ. «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχων ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ πάντων ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ, εἰς πᾶν τὸ πλῆθος τῆς πληροφορίας τῆς συνέσεως εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.» Εἰ πάσης γνώσεως μέτρον ὑπεραίρει τὸ περὶ Θεοῦ μυστήριον, καὶ πάσης σοφίας τε καὶ συνέσεως τὸ ἀκρότατον ἐν τοῖς περὶ αὐτοῦ λόγοις ὁρᾶται, καὶ ἐν τῷ μυστηρίῳ τῷ περὶ Χριστοῦ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι, πῶς οὐκ ἔσται Θεὸς, ὁ πάσης μὲν γλώττης ἀναβαίνων τὸ μέτρον, πάντα δὲ νοῦν καὶ σοφίαν ἐξαλλόμενος, οὗ πρὸς κατάληψιν οὐδὲν ἐξαρκεῖν τῶν πεποιημένων φαίνεται; «Τὴν γενεὰν γὰρ αὐτοῦ τίς διηγήσεται;» καθά φησιν ὁ προφήτης.

ΑΛΛΟ. «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Εἰ τῶν πεποιημένων οὐδὲν τῷ βασιλεῖ τῶν ὅλων ὁμόθρονόν τέ ἐστι καὶ σύνεδρον («Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;»), πάντες δὲ μᾶλλόν εἰσι λειτουργικὰ πνεύματα, εἶτα μόνος ἔχων ὁ Υἱὸς τὸ ἀξίωμα φαίνεται, καὶ συνεδρεύει καὶ συμβασιλεύει τῷ Πατρί· πῶς ἂν εἴη τῶν πεποιημένων εἷς, ὁ τὸ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀξίωμα φέρων, ὡς Θεὸς, καὶ τῶν βασιλικῶν θρόνων τῷ γεννήσαντι κοινωνός;

ΑΛΛΟ. «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ὑμῖν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἰ ἐν Θεῷ πάντες καὶ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, πῶς οὐκ ἔσται Θεὸς ὁ Υἱὸς ἡ πάντων ζωή; Εἰ γὰρ μόνῳ τὸ δύνασθαι ζωογονεῖν πρόσεστι κατὰ φύσιν Θεῷ, τῶν πεποιημένων οὐδὲν ζωὴ κυρίως τε καὶ ἀληθῶς κληθήσεται, ζωῆς δὲ μᾶλλον τῆς τοῦ χορηγοῦντος μέτοχον. Εἰ δὲ ἐν Χριστῷ τὸ ἐψευσμένον οὐδὲν (ἀλήθεια γὰρ), ζωὴ κατὰ φύσιν ἄρα ἐστίν· εἰ δὲ τοῦτο, καὶ Θεός.

ΑΛΛΟ. «Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν.» Εἰς Χριστὸν ἀναμορφούμεθα διὰ τῆς πίστεως. Τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος διδάσκει λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ· οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Ὅτε τοίνυν τὴν αὐτοῦ λαβόντες ὁμοίωσιν, κατ᾽ εἰκόνα τοῦ κτίσαντος ἀναδεικνύμεθα· κτίζει δὲ τὸν ἄνθρωπον ὁ Θεὸς, κατὰ τὸ, «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον·» Θεὸς ἄρα ὁ Χριστὸς, καὶ κτίστης μᾶλλον, οὐ κτίσμα, ποιητὴς καὶ οὐχὶ ποίημα.

Ἐκ τῆς πρὸς Θεσσαλονικεῖς αʹ. «Ἀφ᾽ ὑμῶν γὰρ, φησὶ, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν.» Εἰ οἱ Χριστῷ πιστεύοντες, οὐχ ἑτέρῳ τινὶ τῶν ὄντων, ἀλλ᾽ αὐτῷ πιστεύουσι τῷ Θεῷ, πῶς οὐκ ἔσται Θεὸς ὁ Χριστός; Ἐπειδὴ δὲ τοῦτο, οὐκ ἔσται ποίημα.

ΑΛΛΟ. Ὥσπερ τινῶν διαλεγόμενος, «Αὐτοὶ, φησὶ, περὶ ἡμῶν ἐπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἀπεστρέψατε ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Εἰ τὴν ἀρχαίαν διαφυγόντες πλάνην οἱ ἐξ ἐθνῶν διὰ τοῦ πιστεύειν εἰς Χριστὸν, ἐπιστρέφουσι πρὸς Θεὸν, καὶ εἰ Χριστῷ δουλεύοντα διὰ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φυλακῆς δουλεύειν Θεῷ τῷ ἀληθινῷ, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Τοῦτο γάρ ἐστι τὸ ἀληθινόν.

Ὁ δὲ φύσει Θεὸς, πῶς ἔσται καὶ ποίημα;

ΑΛΛΟ. «Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.» Ἰδοὺ πάλιν, ἀναφανδὸν Θεὸν ὀνομάζει Χριστόν· αὐτοῦ γὰρ τὸ Εὐαγγέλιον.

ΑΛΛΟ, τούτῳ ὅμοιον. «Ἀλλ᾽ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν· ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.» Καὶ πάλιν εὐθὺς ἐφεξῆς· «Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.»

ΑΛΛΟ. «Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.» Εἰ τοῖς μακαρίοις ἀποστόλοις ὁ λόγος περὶ τῆς εἰς Χριστὸν γέγονε πίστεως, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου· «Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον,» εἶτα λόγον Θεοῦ τὸ περὶ αὐτοῦ καλοῦσι κήρυγμα· τίς ἄρα οὕτως θρασὺς ὡς τολμῆσαι ποίημα λέγειν τὸν διὰ γλώττης ἀποστολικῆς Θεὸν ὀνομαζόμενον, καὶ ῥιψοκινδύνως τοῖς διὰ Πνεύματος λαλοῦσιν ἀντιφωνεῖν;

Ἐκ τῆς πρὸς Θεσσαλονικεῖς βʹ. «Πιστὸς δέ ἐστιν ὁ Κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.» Εἰ πιστός ἐστιν ὁ Σωτὴρ ὅτι πιστοὺς ἀπεργάζεται τοὺς προσιόντας αὐτῷ, στηρίζων διὰ τῆς πίστεως, ἔσται δηλονότι καὶ φύσει Θεὸς, ὅτι θεοὺς ἀποτελεῖ τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτόν.

Πιστοῦ μὲν γὰρ τὸ πιστοποιεῖν, Θεοῦ δὲ πάλιν τὸ θεοποιεῖν· ὥσπερ ἀμέλει καὶ τοῦ φωτὸς τὸ φωτίζειν ἔργον ἐστίν.

Ἐκ τῆς πρὸς Ἑβραίους. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησε ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Κρείττονα τῆς διὰ Μωσέως Διαθήκης καὶ τῶν προφητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. Κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρύχθαι τὸν λόγον διισχυρίσατο· ἐπ᾽ ἐσχάτων δὲ τῶν καιρῶν δι᾽ Υἱοῦ, τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ, «Τάδε λέγει Κύριος,» ἀναφωνεῖν, τὸν δὲ τὸ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱόν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν,» καὶ ἑξῆς. Πῶς οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Θεὸς, ἣ πῶς ἐν δούλοις ὁ πάντων Δεσπότης τετάξεται; Καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερός ἐστι παρὰ πάντα, ὧν καὶ ἔστι κληρονόμος. Καὶ εἰ δι᾽ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἂν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ᾽ ἐν χρόνῳ πεποίηται. Μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως εἶναι μετὰ Πατρός.

ΑΛΛΟ. «Εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;» Ἐνταῦθα σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς, ὅσην ἔχει τὴν ὑπεροχὴν τὰ εὐαγγελικὰ κηρύγματα ὡς πρὸς τὰς διὰ τοῦ νόμου σκιὰς, ἀποδεικνύειν πειρᾶται. Εἰ γὰρ τοῖς δι᾽ ἀγγέλων, φησὶ, διατεταγμένοις προσῆν οὕτως τὸ ἀξιόπιστον ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπωτάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσοῦτον μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος ὁ τὰ δι᾽ Υἱοῦ παραβαίνων φανεῖται, ὅσον περ ἂν εἴη τῆς εἰς ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; Εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα· ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὢν καὶ συμβασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν ἀγγέλων διακονούμενος, κατὰ τὸ ἐν τοῖς Εὐαγγελίοις· «Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ·» πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων, ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν, ὡς ὁ Μονογενὴς εὑρεθήσεται; Πῶς δὲ ὁ Πατρὶ συγκαθήμενος, ἐν τοῖς παρεστηκόσι, καὶ ἐν τοῖς διακονοῦσιν ὁ διακονούμενος, ἢ ἐν τοῖς βασιλευομένοις ὁ βασιλικὸν ἀξίωμα περικείμενος;

ΑΛΛΟ. Εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ ψαλμῷ, λέγει· «Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Εἶτα τούτοις συνάπτει· «Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.» Ἆρ᾽ οὖν οὐχὶ βασιλέα καὶ Κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ᾧ τὰ πάντα ὑποτέτακται; Πῶς οὖν οὐ Θεός; Πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα, καὶ τοσοῦτον τῶν γενητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι, καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ τοὺς πόδας; ὡς καὶ αὐτός πού φησι δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.»

ΑΛΛΟ. «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωσῆν ἠξίωται, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν, Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ πάντα κατασκευάσας, Θεός.» Οὐκ ἐν ἴσῳ μέτρῳ τὸν ποιηθέντα τῷ πεποιηκότι τιμᾶσθαι δεῖν ἐκδιδάσκων, δῆλος ἂν εἴη δήπουθεν οὐκ ἐπιτρέπων ἐν ποιήμασι κατατάττεσθαι τὸν Υἱόν· «Πλείονα γὰρ, φησὶ, τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.» Καὶ τίς ὁ τότε τὸ σύμπαν τεχνησάμενος, λεγέτω πάλιν αὐτὸς περὶ τοῦ Υἱοῦ, ὅτι «Δι᾽ αὐτοῦ ἐκτίσθη τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Κυριότητες, τὰ πάντα ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ ἐκτίσθη, καὶ αὐτός ἐστι πρὸ πάντων.» Πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; Καὶ εἰ ἐν τοῖς πᾶσι καὶ αὐτὸς ὁ χρόνος ἐστὶν, ὡς ἓν τῶν πάντων, ἔστι δὲ πρὸ πάντων αὐτὸς, δῆλον ὅτι καὶ τοῦ χρόνου πρεσβύτερος ὁ Υἱός. «Δι᾽ αὐτοῦ γὰρ, φησὶ, τοὺς αἰῶνας ἐποίησε. »Πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις ἀριθμηθήσεται; Ἐπεὶ καὶ πᾶν ὅπερ ἂν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ σώζεται τὸ ἀΐδιον, ὡς ἐξαίρετον, τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει.

ΑΛΛΟ. «Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελεσμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἵν᾽ οὕτως εἴπω, ποιότητος τὴν διαφορὰν δεικνύει, ἣν ἔχει Χριστὸς πρὸς Μωσέα, καὶ δι᾽ αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. Τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. Εἰ τοίνυν ὁ μὲν ὡς θεράπων, ὁ δὲ ὡς Υἱός· καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ, ἀλλ᾽ ἐπὶ τὸν οἶκον αὐτοῦ· πῶς ἔσται λοιπὸν ὁμογενὴς, ὁ τοσοῦτον αὐτοῦ διενεγκών; Ὁ δὲ Μωσῇ μήτε ὁμογενὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴν ἄλλως ὁμόδουλος, οὐκ ἂν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὁμοφυὴς συντάττοιτο. Πρὸς γὰρ τὰ πεποιημένα, καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ Μωσέως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται.

ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ σχήματος. Εἰ πᾶν τὸ εἰς γένεσιν ἐναχθὲν, δοῦλόν ἐστι τοῦ πεποιηκότος Θεοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς μελῳδούμενον, ὅτι «Τὰ σύμπαντα δοῦλα σὰ,» ἐλεύθεροι δέ εἰσιν οἱ υἱοὶ, κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, πῶς ἂν ἐνδέχοιτο τῆς αὐτῆς εἶναι φύσεως τοῖς διὰ τὸ πεποιῆσθαι δουλεύουσι τὸν διὰ τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν ἐλεύθερον Υἱόν;

ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ, εἰς τὸ, «Οὗ οἶκός ἐσμεν ἡμεῖς.» Εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, ὅτι «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» πῶς νῦν ἡμεῖς οἶκός ἐσμεν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει Θεός; «Ἀλλ᾽ εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ οἶκος τοῦ Υἱοῦ ἐσμέν τε καὶ χρηματίζομεν.» Θεὸς ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, οὐ ποίημα.

ΑΛΛΟ. «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ᾽ αὐτῇ τοῖς ἁγίοις τὰ γέρα, καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. Τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός πού φησιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.» Εἴπερ οὖν ὁ τὴν πίστιν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν, Θεοῦ ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός;

Πῶς δὲ κτίσμα ἢ ποίημα, τοῦτο ὑπάρχων, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα; Ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν ὁμοίως καὶ ὁ Υἱός.

ΑΛΛΟ. «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμοῦ τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ταῦτα δὴ πάλιν ἔξεστιν ὁρᾷν τὰ τοῦ Πατρὸς ἴδια φέροντα τὸν Υἱὸν, καὶ τοιούτοις ἐπαγλαϊζόμενον ἀγαθοῖς, οἷσπερ ἂν φαίνοιτο καὶ ὁ γεννήσας αὐτόν.

Τοῦ Θεοῦ καὶ Πατρὸς τοιγαροῦν φέροντος ἑτοίμως πάντα, καὶ πᾶσιν ἀκωλύτως ἐνατενίζοντος, εἰδότος ἔτι καρδίας καὶ νεφροὺς, καὶ διὰ τοῦτο λέγοντος, ποτὲ μέν· «Τίς οὗτος ὁ κρύπτων με βουλήν;» ποτὲ δέ· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;» ταῦτα προσεῖναι καὶ τῷ Υἱῷ, δι᾽ ὧν ἔφησεν ὁ Παῦλος ἐπιμαρτυρεῖ· εἶτα ζῶντος καὶ τοῦ Πατρὸς διὰ τὸ εἶναι ζωὴν, ζῶντα καὶ τὸν Λόγον ἀποκαλεῖ, διὰ τὸ εἶναι καὶ αὐτὸν κατὰ φύσιν ζωήν. Πάντων οὖν ὅσα δίκαια πρόσεστι τῷ Πατρὶ κατὰ φύσιν καὶ ἐν Υἱῷ κειμένων φυσικῶς τε καὶ οὐσιωδῶς, τίς οὐκ ἔσται, ποίημα λέγων αὐτὸν, τοῖς ἀφύκτοις τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχος; Πῶς γὰρ οὐκ εἶεν ἀλλήλοις ὁμοφυῆ τὰ τῆς αὐτῆς ὄντα φύσεώς τε καὶ οὐσιώδους ἐνεργείας;

ΑΛΛΟ. «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.» Εἰ τῶν ποιημάτων οὐδὲν προαιώνιον ἔχει τὴν ὕπαρξιν, τῷ δὲ θείῳ ῥήματι, τουτέστι, τῷ Θεῷ Λόγῳ καὶ Υἱῷ καὶ αὐτοὺς κατηρτίσθαι τοὺς αἰῶνας πιστεύομεν, ἀνάγκη προϋπάρχειν αὐτὸν καὶ τῶν αἰώνων ὁμολογεῖν. Ὢν γὰρ καὶ ὑπάρχων πρότερον αὐτὸς, τοὺς οὐκ ὄντας αἰῶνάς ποτε πρὸς τὸ εἶναι παράγει.

Πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; Πῶς δὲ πάλιν ἐν τοῖς ὑπὸ χρόνον ὁ χρόνων ἐργάτης, καὶ τὴν μόνην πρέπουσαν τῷ Θεῷ καὶ Πατρὶ φέρων ἀϊδιότητα;

ΑΛΛΟ. «Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Ὅρα πάλιν ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκαλεῖ. Εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ ἔργα αὐτοῦ. διά τοι τοῦτο καὶ τοὺς εὐποιοῦντας τὸν πλησίον ἀποδεχόμενος, καὶ λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με·» πῶς οὐκ ἔσται Θεὸς, οὕτως ἀποκεκλημένος διὰ τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ ποιούντων θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέπουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσπέμπων τὸν τῶν ἁγίων χορόν·

Ἐκ τῆς πρὸς Τιμόθεον αʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Ἰδοὺ κατ᾽ ἐπιταγὴν Θεοῦ τοῦ Σωτῆρος ἡμῶν ἀναδεδέχθαι τὴν τῆς ἀποστολῆς λειτουργίαν ὁ Παῦλος διισχυρίσατο.

Ἀλλ᾽ ἴδωμεν ἐξετάζοντες ἀπὸ τῆς θείας Γραφῆς, εἰ μὴ Χριστός ἐστιν ὁ ἐπιτάξας αὐτῷ. Ὅτε τοίνυν πορθήσων, ὡς γέγραπται, τοὺς μαθητὰς ἐκ τῶν Ἱεροσολύμων εἰς Δαμασκὸν ἠπείγετο, κατὰ μέσην ὄντι τὴν ὁδὸν, ἐπιφαίνεται Χριστὸς λέγων· «Σαοὺλ, Σαοὺλ, τί με διώκεις;» Παύλου δὲ ἀναπυνθανομένου καὶ λέγοντος· «Τίς εἶ, Κύριε; Ἐγὼ, φησὶν, εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.» Τί οὖν ἄρα πρὸς αὐτὸν ἐλαλήθη πάλιν, ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων εὑρίσκομεν, ὅτι «Νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Εἶτα πάλιν γέγραπται περὶ αὐτῶν, ὅτι «Οἱ μὲν οὖν πεμφθέντες διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ἀπῆλθον εἰς Σελεύκειαν, ἐκεῖθεν δὲ ἀπέπλευσαν εἰς Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων.» Ὁρᾷς ὅπως κατ᾽ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ ἁγίου Πνεύματος κηρύξων ἀποστέλλεται;

Ὅτε τοίνυν καὶ Θεὸν αὐτὸν, καὶ Σωτῆρα, καὶ ἐλπίδα ἡμῶν ἀποκαλεῖ, πῶς οὐ λίαν ἀσεβὲς τὸ ποίημα λέγειν τὸν Υἱόν; Εὑρεθησόμεθα γὰρ, ἂν οὕτως ἔχῃ, καὶ ποιήματι λατρεύοντες, καὶ διὰ ποιήματος ἀνασεσωσμένοι, καὶ εἰς ποίημα τὴν ἐλπίδα ἔχοντες, καὶ τὸ πλέον οὐδὲν ἡμῖν παρὰ τοὺς τῇ κτίσει λατρεύοντας.

ΑΛΛΟ. «Δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις.» Εἶτα τούτοις ἕτερα προσαριθμήσας κακὰ, τελευταῖον ἐνάγει· «Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.» Τίνος οὖν ὁ Παῦλος ἐπιστεύθη τὸ Εὐαγγέλιον; Τίνος δὲ κήρυξ ἐστὶ καὶ ἀπόστολος, εἰ μὴ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ; ὃν δὴ μακάριον ὀνομάζων Θεὸν, ποιητὸν εἶναι λέγειν οὐκ ἐπιτρέπει τισί. Πῶς γὰρ ἔτι Θεὸς τὸ πεποιημένον καὶ πρόσφατον; Εἰ γὰρ πᾶν τὸ κτιζόμενον καὶ γενητὴν ἔχον τὴν οὐσίαν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλεῖται, πῶς οὐ πρόσφατον;

Τὸ δὲ τοιοῦτον, οὐ Θεός· «Οὐ γὰρ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,» φησὶν ἡ θεία Γραφή. Ἐπειδὴ Θεὸς ὁ Υἱὸς, οὐ πρόσφατος ἄρα. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ τὸ Εὐαγγέλιον τοῦ Σωτῆρος ἡμῶν ὁ μακάριος Παῦλος ἐπιστεύθη παρ᾽ αὐτοῦ, δηλοῖ πάλιν αὐτὸς ἐν τοῖς ἐφεξῆς ἐπιλέγων· «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸ πρότερον ὄντα βλάσφημον, καὶ διώκτην καὶ ὑβριστήν. Ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.»

ΑΛΛΟ. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, εἰς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον.» Εἰ διὰ πίστεως τῆς εἰς Χριστὸν σωζόμεθα, καὶ τῆς αἰωνίου μετίσχομεν ζωῆς, τὸν τοῦ θανάτου ζυγὸν ἀποσειόμενοι, πῶς οὐ Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, ὁ καὶ ζωῆς παρεκτικὸς, ὡς αὐτὸς κατὰ φύσιν ὑπάρχων ζωὴ, καὶ διασώζων ὡς ὁ Θεὸς, ὁ μόνος τοῦτο ποιεῖν δυνάμενος, καὶ διὰ τοῦτο λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς ὁ σώζων σε, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ;» Καὶ γὰρ ὄντως τε καὶ ἀληθῶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, ὁ πάλαι μὲν σώζειν διὰ τῶν ἁγίων προφητῶν ὑπισχνούμενος, κατὰ δὲ τὸν τῆς ἐπιδημίας καιρὸν ἑαυτὸν ἤδη παρόντα δεικνύων, καὶ διὰ τοῦτο βοῶν· «Αὐτὸς ὁ λαλῶν πάρειμι. Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν εἰρήνης!» Ἐλθὼν γὰρ εὐηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, κατὰ τὴν τοῦ Παύλου φωνήν.

ΑΛΛΟ. «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Εἰ βασιλεὺς τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἀεί τε καὶ ἀτελευτήτως κρατῶν, αὐτοὺς δὲ τοὺς αἰῶνας πεποιηκὼς, αὐτὸν ἄρα καὶ Θεὸν ἄφθαρτόν τε καὶ ἀόρατον ἀποκαλεῖ. Ὁ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τε καὶ οὐσιωδῶς τὰ ἐξαίρετα, πῶς ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος, καὶ οὐχὶ μᾶλλον ὁμοφυής τε καὶ ἐξ αὐτοῦ, οὐδενὸς ἐπιτρέποντος λόγου προσεῖναι τοῖς κτίσμασιν φυσικῶς τὰ τῆς θεότητος ἴδια;

Ὅτι δὲ βασιλεὺς τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, καὶ αὐτὸς ἡμῖν ὁ ἀρχάγγελος Γαβριὴλ ἐπιμαρτυρήσει λέγων περὶ αὐτοῦ πρὸς τὴν ἁγίαν Παρθένον· «Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»

ΑΛΛΟ. Τὰς ὑπὲρ ἁπάντων ποιεῖσθαι προσευχὰς, ὑπέρ τε βασιλέων ὄντων ἐν ὑπεροχῇ ἐπιτάξας, ὁ Παῦλος τῷ οἰκείῳ μαθητῇ χρησίμως ἐπάγει· «Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Οὐκοῦν εἴπερ ἐστὶν ἁπάντων Σωτὴρ ὁ Θεὸς, σωζόμεθα δὲ τὴν ἀλήθειαν ἐπιγινώσκοντες, ἀλήθεια δὲ ὁ Χριστὸς, αὐτὸς ἄρα ἐστὶν ὁ Θεὸς καὶ Σωτήρ. Εἰ δὲ τοῦτο, πῶς οὐ φύσει Θεὸς ὁ Υἱός; Πῶς δὲ καὶ ὁ φύσει Υἱὸς ἐν ποιήμασι ἐξαριθμοῖτο; Ἄτοπον γὰρ ὁμοῦ τε καὶ δύσφημον. Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον καὶ Σωτὴρ, ἐκ Σωτῆρος καὶ Θεοῦ Πατρός.

ΑΛΛΟ. «Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.» Εἰ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς ὁ Χριστὸς, οὐ φύσει καὶ οὐσιωδῶς Θεῷ τε καὶ ἀνθρώποις συναπτόμενος, διαλλάττων δὲ μόνον, καὶ εἰς φιλίαν εἰσάγων τὰ τῆς πρὸς ἄλληλα κοινωνίας ἀποστατήσαντα, τουτέστιν ἄνθρωπον καὶ Θεὸν, πῶς ἕνα φησὶν ὁ Παῦλος αὐτόν; ἐπεὶ καὶ ἕτεροι τῶν ἁγίων πολλοὶ τῆς τοιαύτης ἠξίωνται λειτουργίας, καὶ αὐτὸς δὴ πρῶτος, ἀναβοῶν· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ» Γέγονε μεσίτης καὶ ὁ μακάριος Μωσῆς διακονήσας τοῖς υἱοῖς Ἰσραὴλ τὸν παρὰ Θεοῦ νόμον. Μεσίτης ὑπῆρχε καὶ ὁ πάνσοφος Ἱερεμίας λέγων πρὸς Θεὸν ὡς περὶ τῶν ἐκ γένους Ἰσραήλ· «Μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν.» Ἀλλὰ καὶ ἕκαστος τῶν ἁγίων προφητῶν τοῦτο πεποιηκὼς εὑρίσκεται.

Πῶς οὖν μεσίτης εἷς ὁ Χριστὸς, εἰ μή τι ξένον τὸ ἐπ᾽ αὐτοῦ; Ἀλλ᾽ ἔστιν εἷς, ὡς ὁ Παῦλος ἀληθεύων φησί. Ξένως ἄρα καὶ οὐχ ὁμοίως τοῖς ἄλλοις, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οὐκοῦν ἐπειδήπερ τὸ δύο τινῶν κατὰ μέσου κείμενον, ἀμφοτέρων δηλαδὴ τοῖς ἰδίοις ἄκροις ἐφάπτεται, συνέχων εἰς ἑνότητα τὰ διῃρημένα, μεσίτης δὲ Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Χριστὸς, πρόδηλον ὅτι Θεοῦ μὲν ὡς Θεὸς, ἀνθρώπων δὲ ὡς ἄνθρωπος ἅπτεται φυσικῶς. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως εἰς ἑνότητα καὶ κοινωνίαν τῆς θείας οὐσίας τὴν ἀνθρώπου φύσιν ἀναδεσμῶν. Ἐπεὶ πῶς ἂν ἑτέρως εὑρισκοίμεθα θείας φύσεως κοινωνοί; Οὐκοῦν εἴπερ ἐστὶ φύσει Θεὸς, τῷ κατὰ φύσιν Θεῷ καὶ Πατρὶ συμφυής τε καὶ ὁμοούσιος, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα, πολλὴν ἔχοντος τοῦ λόγου τὴν ἀτοπίαν;

ΑΛΛΟ. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ κοπιῶμεν, καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.» Ὁ μακάριος Ψαλμῳδὸς διὰ Πνεύματος ἁγίου τὰ ἐσόμενα ὁρῶν, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν χάριν ἐκδιδασκόμενος, ἀνεφώνει βοῶν ὡς πρὸς αὐτόν· «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὅτι τοίνυν ἡ πάντων ἐλπίς ἐστιν ὁ Χριστὸς, καὶ ἐπ᾽ αὐτῷ πάντες ἠλπίκαμεν οἱ πιστεύοντες, Θεὸν δὲ ζῶντα ὁ Παῦλος αὐτὸν ἀποκαλεῖ, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων, πῶς ἔσται τῶν γενητῶν εἷς τις καὶ αὐτὸς, καὶ οὐχὶ μᾶλλον Υἱὸς ζῶν ἐκ ζῶντος Πατρὸς, διαβαινούσης εἰς αὐτὸν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιότητος.

ΑΛΛΟ. «Παραγγέλλω σοι, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Αὐτὸς ἄρα τὴν ἑαυτοῦ παρουσίαν καιροῖς ἰδίοις δείξει Χριστὸς, ἢ μᾶλλον ὁ τούτου Πατήρ.

Εἰ μὲν οὖν αὐτὸν εἶναί φαμεν τὸν ἐπιδεικνύντα Χριστὸν, πῶς ὁ τοσούτοις ἀξιώμασι φυσικοῖς εἰς ἀκρότητα δόξης μαρτυρούμενος γενητὸς εἶναι νομισθήσεται; Φθάσει γὰρ οὕτω δυνάμει καὶ ἐφ᾽ ἕκαστον τῶν γενητῶν, ἃ μόνον πρέπει τῇ θείᾳ φύσει. Καὶ οὐδὲν ἔσται λοιπὸν ἐν αὐτῇ τὸ παράδοξον, εἴπερ ὅλως καὶ τοῖς γενητοῖς προσεῖναι ταῦτα δύναται φυσικῶς, ἅπερ ἂν αὐτῆς ὑπάρχει καὶ μόνης ἴδια. Ἀλλ᾽ οὐδὲν κοινὸν, εἰς θεότητος λόγον, τοῖς πεποιημένοις πρὸς τὸν ποιητὴν, πάντα δὲ πρόσεστι τῷ Κυρίῳ τὰ τοῦ Πατρὸς ἴδια, καὶ ἡ τῆς θεότητος φύσις ἐν αὐτῷ διαγράφεται, οὐκ ἄρα τῶν ποιημάτων εἷς ἔσται. Εἰ δὲ ὁ Πατὴρ ἐπιδείξει τοῦ Υἱοῦ τὴν παρουσίαν, καὶ αὐτῷ μᾶλλον τῶν θεοπρεπῶν ἀξιωμάτων τὸν κατάλογον περιτίθησι τῆς ἀληθείας ὁ κήρυξ, πῶς μόνου τοῦ Πατρὸς ἀθανασίαν ἔχοντος, ἔχει ταύτην ὁ Υἱός; «Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ζωή.» Ἀλλ᾽ ἔστι δηλονότι τῆς τοῦ Πατρὸς οὐσίας οὐκ ἀλλότριος ὢν, οὐδὲ εἰς ἔκφυλόν τινα καὶ ξένην ἐκβεβηκὼς ἰδιότητα, καθάπερ τὰ πεποιημένα.

Μένει δὲ καὶ σώζεται καὶ ἔστιν εἰκὼν τοῦ γεννήσαντος ἀπαράλλακτος, καὶ διὰ τοῦτο διαφεύγων τὸ εἶναι γενητὸς, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴ πάλιν ἐκ ζωῆς. Οὐκ ἄρα ποίημα ἢ κτίσμα ἐστὶ κατὰ τάς τινων ἀθυρογλωσσίας.

Ἐκ τῆς πρὸς Τιμόθεον βʹ. «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ.» Ἰδοὺ πάλιν ἀναφανδὸν καὶ Θεὸν καὶ Σωτῆρα τὸν Υἱὸν ὀνομάζει.

Αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἡμᾶς, διὰ τοῦ λέγειν· «Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Πῶς οὖν ἔσται γενητὸς, εἴπερ ὄντως ἐστὶ καὶ Θεὸς καὶ Σωτήρ; Οὐ γὰρ ἂν διὰ κτίσματος, ἀλλὰ διὰ μόνου Θεοῦ σεσώσμεθα.

Ἐκ τῆς πρὸς Τῖτον. «Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰ πάντων ἐλπίς ἐστιν ὁ Χριστὸς, ἔστι δὲ καὶ Θεὸς μέγας καὶ Σωτὴρ, πῶς οὐ λίαν εἰσὶ δυσσεβεῖς καὶ παράφρονες οἱ ποίημα λέγοντες τὸν Υἱὸν, καὶ ἐν δούλοις κατατάττειν τολμῶντες τὸν ᾧ πάντα πρόσεστιν, ὅσα μόνῃ πρέπει τῇ θείᾳ φύσει, καὶ δι᾽ ὧν ὄντως τοῦτο οὖσα γινώσκεται;

ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔστι Κύριος ἐλπὶς αὐτοῦ, κρατήσει πάντως καὶ ἐναντίον· ἔξω γὰρ ἁπάσης εὐλογίας κείσεταί τις οὐκ ἔχων ἐπὶ Θεὸν τὴν ἐλπίδα. Εἴπερ οὖν κτίσμα καὶ ποίημά ἐστιν ὁ Υἱὸς, δοῦλος ἄρα ἐστὶ, καὶ οὐ φύσει Κύριος.

Πῶς οὖν, κατὰ τὸν ἅγιον Ψαλμῳδὸν, «Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ, οἱ τὴν ἐλπίδα ἔχοντες εἰς αὐτόν;» Πῶς δὲ καὶ αὐτὸς ἀληθεύσει λέγων ὁ Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ;» Κύριος ἄρα κατὰ φύσιν ἐστὶν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Κατὰ γὰρ τῶν ποιημάτων λέγεται· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.»

Ἐκ τῶν Πράξεων. «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, πειράζοντες εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα κέκληκεν Ἰησοῦ. Ὅτε τοίνυν τὸ τοῦ Πατρὸς Πνεῦμα, καὶ Υἱοῦ Πνεῦμά ἐστι, πῶς οὐκ ἔσται κατὰ φύσιν Θεὸς ὁ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ καὶ Πατρὸς ἔχων οὐσιωδῶς τὰ ἴδια καὶ ἐξαίρετα; Ἄλλως τε κἀκεῖνο πρὸς τῷδε θεωρητέον. Εἰ μὲν γὰρ ἀγγέλου τυχὸν ἢ ἑτέρας τινὸς λογικῆς δυνάμεως εἴρηταί ποτε Πνεῦμα τὸ ἐν Θεῷ φυσικῶς ἅγιον Πνεῦμα, τετάχθω μετὰ τῶν ποιημάτων καὶ ὁ Υἱὸς, οὐδὲν ἔχων ὡς πρὸς ταῦτα τὸ πλέον αὐτοῦ, κἂν Πνεῦμα αὐτοῦ λέγηται τὸ ἅγιον Πνεῦμα.

Εἰ δὲ ἐπὶ μόνου φέρεται τοῦ κατὰ φύσιν ὄντος Υἱοῦ τὸ τοιοῦτον, πῶς ἂν εἴη τοῖς ἄλλοις ὁμογενὴς, ὁ τοσοῦτον αὐτῶν ὑπερκείμενος, ὡς μόνον ἔχειν αὐτὸν τῆς πατρῴας φύσεως τὸ θεοπρεπὲς ἀξίωμα, καὶ κοινοποιεῖσθαι τὰ τῆς οὐσίας τῷ ἰδίῳ γεννήτορι;

ΑΛΛΟ. «Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλός τε καὶ Σύλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς μέγας ἐγένετο, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησαν δὲ αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.» Εἶτα διὰ μέσον θεὶς τὸν ἐπὶ τούτῳ τοῦ δεσμοφύλακος θόρυβον, καὶ τὰς τοῦ Παύλου φωνὰς, πάλιν ἐπιφέρει· «Ἔντρομος δὲ γενόμενος (ὁ δεσμοφύλαξ δηλονότι), προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σύλᾳ.

Καὶ προαγαγὼν αὐτοὺς εἰς τὸ ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.

Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ.» Ὁ πιστεύσας εἰς τὸν Κύριον Ἰησοῦν, κατὰ τὴν τῶν ἀποστόλων παραίνεσιν, ὡς Θεῷ πιστεύσας ἠγαλλιάσατο πανοικεὶ πεπιστευκώς. Ἀλλ᾽ εἴπερ ἦν ποίημα καὶ κτίσμα ὁ Υἱὸς, κατὰ τὸν δυσσεβῆ τῶν αἱρετικῶν λόγον, διατί μὴ πρὸς γνῶσιν ἀληθῆ χειραγωγεῖται παρὰ τῶν ἀποστόλων ὁ δεσμοφύλαξ, ἀκούων· Οὐκ εἰς Θεὸν, ὦ οὗτος, ἐπίστευσας, ἀλλ᾽ εἰς ἕν τι τῶν ποιημάτων καὶ γενητῶν; Νυνὶ δὲ, τοῦτο μὲν εἰπόντες οὐ φαίνονται, ἦν δὲ μᾶλλον αὐτοῖς καὶ λίαν ἀποδεκτὸς ὡς ἄριστα διατιθέμενος, καὶ ἀληθῆ περὶ τῆς πίστεως τὴν διάληψιν ἔχων. Καὶ πῶς οὐκ ἤδη παντί τῳ σαφὲς, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός;

Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη κτίσμα καὶ ποίημα;

Ἐκ τῆς Ἰακώβου Ἐπιστολῆς. «Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.» Θεὸν ἐνθάδε καὶ Κύριον ἀποκαλεῖ τὸν Ἰησοῦν Χριστὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων τῆς ἀληθείας ὁ κήρυξ. Καὶ πῶς εἰς τοσοῦτον ἀποθρασύνεται τῶν ἑτεροδοξούντων ὁ νοῦς, ὡς τὸν οὕτως ἔχοντα φύσεως Υἱὸν, γενητὸν ἢ ποιητὸν ὑπολαμβάνειν; Οὐ γὰρ ἔξω θήσουσι ψόγου τὸν Πατέρα καὶ Θεὸν ὄντα φύσει καὶ Κύριον, ὥσπερ οὖν καὶ ἔστιν ὁ Υἱὸς, εἴπερ ὅλως ἐνδέχεται γενητῆς εἶναι φύσεως τὸν ὄντως Θεόν. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ γυμνὴν ἔχων φαίνεται τὴν εὐσέβειαν. Οὐκοῦν οὐ κτίσμα ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον οὐσιωδῶς καὶ Κύριος, ὥσπερ ὁ ἐξ οὗπερ ἐτέχθη Πατήρ.

ΑΛΛΟ. «Ἀδελφοὶ, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Ἐν τοῖς ἁγίοις προφήταις ὁ Θεός πού φησι· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Πῶς οὖν ἔσται τῆς δόξης Κύριος ὁ Υἱὸς, εἴπερ ὄντως ἀλλογενής τέ ἐστι, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἀλλότριος; Οὐδὲν γὰρ φορέσει τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν, εἴπερ ὅλως εἴη πεποιημένον. Ἀλλ᾽ ἔστι Κύριος τῆς δόξης ὁ Υἱός· οὐ γὰρ ψεύδεται τῆς ἀληθείας τὸ Πνεῦμα τὸ ἐν τοῖς ἁγίοις τὰ τοιαῦτα λαλοῦν. Οὐκοῦν οὐ γενητὸς, εἰκὼν δὲ μᾶλλον καὶ χαρακτὴρ τοῦ Πατρὸς, ὅς ἐστι τῆς δόξης Κύριος. ᾯ δὲ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια, ἕποιτο ἂν εἰκότως μετὰ τῶν ἄλλων καὶ τὸ εἶναι τῆς δόξης Κύριον.

Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος, καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ.» Σοφῶς πάλιν ἐνθάδε Θεὸν ὁ Πέτρος ἀποκαλεῖ τὸν Υἱὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων· οὐ γὰρ ψεύδεται.

Ἀκηκοὼς γὰρ αὐτὸς παρὰ τοῦ Σωτῆρος ἡμῶν τοῦ Χριστοῦ· «Σίμων Ἰωνᾶ, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου·» καὶ πάλιν, «Ποίμαινε τὰ πρόβατά μου,» τὴν ὁμοίαν δίδωσιν ἐντολὴν, Θεοῦ ποίμνιον τὰ τοῦ Σωτῆρος ὀνομάζων, ὡς ἄνωθεν ἐκ Πατρὸς, καὶ οὐ διὰ σαρκὸς καὶ αἵματος, τοῦ θείου μυστηρίου τὴν γνῶσιν παραλαβών. Εἰ δὲ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἔσται κτίσμα ἢ ποίημα;

ΑΛΛΟ. Ποιητοῦ καὶ ποιήματος ἄμετρόν τινα καὶ ἀσύγκριτον οὖσαν τὴν διαφορὰν ἐπιδεικνύων ὁ Ψαλμῳδὸς, ἀναφθέγγεται· «Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἐν μὲν οὖν τῷ δύνασθαι ποιεῖν τε καὶ κτίζειν, ἡ θεία καὶ δεσπόζουσα φύσις διαγινώσκεται· ἐν δὲ τῷ πεποιῆσθαι καὶ παρῆχθαι πρὸς γένεσιν, ἡ δούλη καὶ γενητή. Ἐπειδὴ δὲ πάντων δημιουργός ἐστιν ὁ Υἱὸς, οὔτε εἷς ἔσται τῶν πάντων, οὔτε ἐν τοῖς πεποιημένοις τετάξεται, ὁ διὰ τοῦ δύνασθαι κτίζειν ἑτεροφυὴς ὡς πρὸς τὴν κτίσιν ἀναδεικνύμενος, καὶ τὸ δουλικὸν ἀναβεβηκὼς μέτρον, ὥστε καὶ ἐντὸς ὅρων τῆς δεσποζούσης οὐσίας ὑπάρχειν.

Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. «Γράφω ὑμῖν, φησὶ, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.» Εἰ τῶν ποιημάτων οὐδὲν ἀπ᾽ ἀρχῆς ἢ ἐν ἀρχῇ, διὰ τὸ πάντα ἐν χρόνῳ κεκλῆσθαι πρὸς γένεσιν, ἦν δὲ ἀπ᾽ ἀρχῆς ὁ Υἱὸς, ὃν καὶ ἐγνώκασι πρὸς οὓς ὁ λόγος, πῶς ἔσται τῶν ποιημάτων ὁ μὴ οὔτως ἔχων καθάπερ ἐκεῖνα;

ΑΛΛΟ. «Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖται, καὶ ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.» Ἀρνήσεταί τις τὸν Υἱὸν οὐχ ἑτέρως, εἰ μὴ διὰ τοῦ ποίημα λέγειν αὐτὸν, καὶ τῆς τοῦ Πατρὸς ἐκπέμπειν ὁμοουσιότητος, ὁμολογήσει δὲ πάλιν ἀποσώζων αὐτῷ γνήσιόν τε καὶ ἀληθὲς τὸ τῆς υἱότητος ἀξίωμα, καὶ τῆς πρὸς Πατέρα ὁμοιώσεως φυσικῆς οὐκ ἀποστερίσκων αὐτόν. Οὐκοῦν ὅπερ ἂν ὑπό του περὶ τοῦ Πατρὸς λέγηται, τοῦτο πάντως καὶ περὶ τοῦ Υἱοῦ, δίχα μόνου τοῦ ὅτι Πατήρ ἐστι. Καὶ ὅπερ ἂν ἐφ᾽ Υἱοῦ τάττοιτο, τοῦτο κρατήσει καὶ περὶ τοῦ Πατρὸς, δίχα μόνου πάλιν τοῦ ὅτι Υἱός ἐστιν. Οἷον ὁ Πατὴρ Θεὸς κατὰ φύσιν, παντοκράτωρ, δημιουργὸς, Κύριος, βασιλεὺς, ἄφθαρτος, ἀθάνατος, ζωὴ, ἀρχὴν τοῦ εἶναι μὴ ἔχων, ἀλλ᾽ οὐδὲ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθείς· ταῦτα καὶ ὁ Υἱὸς ἀπαραλλάκτως. Εἰ δὲ δίδως μὲν ταῦτα προσεῖναι τῷ Πατρὶ, καὶ οὕτως ἔχειν αὐτὸν ὁμολογεῖς, ἐκβάλλεις δὲ αὐτὸν τὸν Υἱὸν, ποίημα λέγων, καὶ τὸν δημιουργὸν ἐν τῇ τῶν κτισμάτων τάξει καταφέρων, ἐξωθήσεις αὐτῶν καὶ τὸν Πατέρα, καταδικάζων ἀμαθῶς τοῦ Υἱοῦ, καὶ τοῦ θεοπρεποῦς ἀξιώματος ἀλλότριον εἶναι φάσκων τὸν τοῦ γεννήσαντος χαρακτῆρα, εἰς ὂν ἐνορῶντες τὴν τοῦ Πατρὸς φύσιν καταθεώμεθα κατὰ τὸ παρ᾽ αὐτοῦ τοῖς μαθηταῖς εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.»

Οὐκοῦν ἀγενήτου τυγχάνοντος τοῦ Πατρὸς, ἀγένητον εἶναι χρὴ καὶ τὸν Υἱόν· ἀγένητον δέ φημι τὸ μὴ πεποιημένον.

ΑΛΛΟ. «Καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ὑμῖν.» Τὸ αἰῶνος ὄνομα, πολλάκις ἐπὶ Θεοῦ τέθειται παρὰ τῇ ἁγίᾳ Γραφῇ, ὡς τὴν ἐν τῷ χρόνῳ γένεσιν ἀναιροῦν ἐπὶ τῆς θείας καὶ ἀκηράτου φύσεως, ᾗ καὶ μόνῃ τὸ μὴ πεποιῆσθαι πρόσεστιν οὐσιωδῶς. Εἰ τοίνυν αἰώνιος ἦν ἡ ζωὴ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, τουτέστιν ὁ Υἱὸς, πῶς ἂν εἴη γενητὸς, κατὰ τήν τινων ἀβουλίαν; Τὸ γὰρ ὅλως γενηθὲν, οὐκ αἰώνιον.

ΑΛΛΟ. «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν* τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Τί πάλιν ἐροῦσιν οἱ φιλεγκλήμονες αἱρετικοὶ καὶ πρὸς ταύτας τοῦ ἁγίου τὰς ἀψευδεῖς τε καὶ ἠκριβωμένας φωνάς; Εἰ Θεὸς ἀληθινὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα τοῦτό ἐστι καὶ οὐ χάριτι, καθάπερ καὶ τὰ ποιήματα.

Ὁ δὲ φύσει Θεὸς, εἰ πεποίηται, κατ᾽ αὐτοὺς, οὐδὲν ὅλως οὐδὲ ἐν τῷ Πατρὶ τὸ ἐξαίρετον, καὶ εἰ λέγοιτο φύσει Θεός. Τὸ γὰρ ἅπαξ ποιητὸν ἢ κτιστὸν τοῦ πεποιῆσθαι τὴν αἰτίαν, κἂν ποιηθὲν οὔπω φαίνηται, οὐδαμῶς διαφεύξεται, ποιεῖσθαι πεφυκός· ὥρα τοίνυν καὶ εἰς αὐτὸν εὐσεβεῖν* τὸν Πατέρα. Ἀλλ᾽ οὐ παραδέχεται τὸν τοῦ πεποιῆσθαι λόγον ἡ θεία καὶ ἀκήρατος φύσις· τοῦτο δέ ἐστιν ὁ Υἱός· οὐκ ἄρα ποιητὸς, ἀγένητος δὲ μᾶλλον, ὡς φύσει Θεὸς καὶ ἀληθινὸς καὶ ζωὴ αἰώνιος.

Ἐκ τῆς Ἰούδα Ἐπιστολῆς. «Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.» Εἰ κατὰ τὴν προκειμένην τοῦ ἁγίου φωνὴν διέσωσεν ὁ Ἰησοῦς ἐξ Αἰγύπτου τὸν λαὸν, αὐτὸς ἄρα ἐστὶν ὁ λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐγώ εἰμι ὁ ὤν· ἀκούων ἤκουσα τοῦ στεναγμοῦ τῶν υἱῶν Ἰσραὴλ, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς.» Εἴπερ οὖν ὄντως αὐτός ἐστιν ὁ ὢν, πῶς ἂν εἴη καὶ γενητός; Οὐκ ἔτι γὰρ ὢν, ἀλλὰ πεποιημένος. Ἀλλ᾽ οὐ ψεύδεται Χριστός. Ὢν γάρ ἐστι καὶ ὑπάρχων ἀεὶ, οὐκ ἄρα πεποιημένος εὑρίσκεται, οὐδὲ ἀρχὴν τοῦ εἶναι λαχὼν τὴν ἐν χρόνῳ, καθάπερ τὰ ποιήματα.