Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος ΛΒ' (Μέρος Β'): Μαρτυρίες των Ευαγγελίων για τη θεότητα του Υιού

Παράθεση χωρίων από τα Ευαγγέλια που επιβεβαιώνουν τη φυσική θεότητα, την παντογνωσία και τη ζωοποιό δύναμη του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 20 από 22

Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. «Ἰωσὴφ, υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἁπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» Εἰ διασώζει τὸν οἰκεῖον λαὸν ὁ Υἱὸς, καὶ ἀφίησιν ἁμαρτίας, ὡς τοῦ νόμου Κύριος καὶ Θεὸς, τίς τοῖς ποιήμασι συντάξει τὸν εἴσω βεβηκότα τῶν τῆς θεότητος ὅρων, καὶ αὐτὸν κατὰ φύσιν ὄντα Θεόν; Οἶμαι δὲ ὅτι πᾶς ὅστις οὖν ἐρεῖ καὶ συνθήσεται μόνῳ χρεωστεῖσθαι Θεῷ τὸ κεκτῆσθαι λαὸν, ὡς Δεσπότῃ καὶ βασιλεῖ.

ΑΛΛΟ. «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός.» Εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη Μεθ᾽ ἡμῶν ὁ Θεὸς, ὃ δὴ καὶ γέγονεν ὅτε διὰ γυναικὸς ἐγεννήθη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. Οὐκ ἀγγέλου δὲ ὅλως, ἀλλ᾽ οὐδὲ ἑτέρου τινὸς εὕρημα τῶν γενητῶν τὸ Ἐμμανουὴλ, ἀλλ᾽ ὁ Πατὴρ οὕτως ὠνόμασε τὸν Υἱὸν, καὶ μαρτυρήσει λέγων ὁ ἅγιος προφήτης περὶ τοῦ θείου γεννήματος· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτό.» Καινὸν γὰρ ὄντως ὄνομα τῷ Υἱῷ τὸ Ἐμμανουὴλ, τουτέστι, Μεθ᾽ ἡμῶν ὁ Θεός.

Πρὸ μὲν γὰρ τῆς μετὰ σαρκὸς ἐν τῷ κόσμῳ παρουσίας, αὐτὸ δὴ τοῦτο γυμνῶς ἦν τε καὶ ἐκαλεῖτο Θεός· μετὰ δὲ τὴν ἐκ Παρθένου γέννησιν, οὐκέτι μόνον Θεὸς, ἀλλὰ μεθ᾽ ἡμῶν, τουτέστιν, ἐνανθρωπήσας Θεός. Θεὸν τοιγαροῦν ὀνομάζοντος τοῦ Πατρὸς τὸν ἴδιον Υἱὸν, ἐρυθριάτωσαν οἱ πεποιῆσθαι λέγοντες αὐτὸν δυσσεβῶς τε καὶ ἀμαθῶς. Ὁ γὰρ φύσει Θεὸς, οὐκ ἔστι ποίημα.

ΑΛΛΟ. «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ὅτι Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσει, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει.» Δέχου μοι πάλιν ἐνθάδε τοιόνδε τινὰ λογισμὸν, καὶ περιάθρει σαφῶς εἰ μή σοι φανοῦμαι λέγων ὀρθῶς· Ἐπειδὴ μόνῳ τὸ νομοθετεῖν βασιλεῖ πρεπωδέστατον, οὐδενὶ τῶν ὄντων ἐφίησι Θεὸς προσθεῖναί τι τοῖς παρ᾽ αὐτοῦ διὰ Μωσέως τετυπωμένοις. Λέγει γάρ· Ἐπ᾽ αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Εἰ δὲ ἀφεῖλε τὸ ἔλαττον ὁ Σωτὴρ, προσέθηκε δὲ τὸ μεῖζον καὶ τελεώτερον, ὡς Θεὸς ἄρα καὶ τοῦ νόμου Κύριος τοῦτο ἐργάζεται, ἢ πάντως, εἰ μὴ τοῦτό ἐστιν, οὐκ ἂν εἴη παρανομίας ἐλεύθερος, παραλύσας τὴν ἐντολήν.

Ἀλλ᾽ ἔστιν ἀληθὲς τὸ γεγραμμένον, «Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν.» Ὡς Θεὸς ἄρα τὴν μὲν πρώτην ἀπεσκεύασεν ἐντολὴν, ἀντεισφέρει δὲ τὴν δευτέραν ἐξουσιαστικῶς. Τοῦτο γὰρ σημαίνειν ἔοικε τὸ, «Ἐγὼ δὲ λέγω ὑμῖν.» Πῶς οὖν ἔσται γενητὸς ἢ κτιστὸς, ὁ νομοθετῶν ὡς φύσει Θεὸς, διά τε τοῦτο πρόσφατος εἶναι μὴ δυνάμενος;

ΑΛΛΟ. «Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Τοῦ Θεοῦ καὶ Πατρὸς ἀφιέντος ἁμαρτίας καὶ τὸν ταῖς παρανομίαις ἔνοχον ἀπολύοντος, ἐξουσίαν ἔχει τοῦτο χαρίζεσθαι καὶ ποιεῖν καὶ ὁ Υἱός. Καὶ γοῦν ὁ Σωτήρ που πρός τινά φησι· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ὅτε τοίνυν τοσαύτης ἐξουσίας ἐπειλημμένον ὁρῶμεν τὸν Υἱὸν, ἧς ἂν ἔχῃ καὶ ὁ Πατὴρ, πῶς αὐτὸν ἑτεροφυῆ τε καὶ ἔκφυλον λεγόντων ἀνεξόμεθα τῶν ἀνοσίων αἱρετικῶν, ἐν οὐδενὶ τῶν πεποιημένων ἐπιδεῖξαι δυναμένων κειμένην οὕτω τὴν μόνῳ Θεῷ πρέπουσαν ἐξουσίαν;

ΑΛΛΟ. «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.» Ὅρος οὗτος ἐξ ἑνὸς κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν ἀληθέστατος. Ἴδωμεν τοίνυν ἀκριβῶς τῶν εἰρημένων τὴν δύναμιν, καὶ ἐπ᾽ αὐτῆς ἤδη τῆς θείας οὐσίας ἐξεταζέσθω τὸ πρᾶγμα. Οὐκοῦν τό τινος κατά τι γένος τῶν ἀγαθῶν ἐλαττούμενον, ὡς πρὸς ἐκεῖνο τὸ νικῶν, οὐ καλόν· οὐ γὰρ ὅμοιον οὐδὲ ἴσον ἀπαραλλάκτως αὐτῷ. Καλοῦ δὲ ὄντος τοῦ ἀγενήτου λίαν, ἐν ἐλάττονι μοίρᾳ τὸ γενητὸν εὑρίσκεται, καὶ ὡς πρὸς ἐκεῖνο, οὐ καλόν. Πῶς ἔσται καρπὸς γενητὸς ἐξ ἀγενήτου φυτοῦ, εἴπερ ὢν ἀγένητος ὁ Πατὴρ πιστεύεται;

Εἰ γὰρ οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν, δένδρον τε καλὸν ὁ Θεὸς καὶ Πατὴρ καὶ διὰ τὸ εἶναι ἀγένητος, πῶς δὴ καὶ πόθεν ὁ ἐξ αὐτοῦ καρπὸς ἔσται γενητὸς, ὡς ἐντεῦθεν ὁρᾶσθαι πονηρὸν, διὰ τὸ ψεύδεσθαι τοῦ γεννήσαντος αὐτὸν τὴν εὐγένειαν; Ἀλλὰ μὴν ἀγαθὸν ὁ καρπὸς, ὥσπερ οὖν ἀμέλει καὶ τὸ φυτόν. Οὐκ ἄρα διαψεύσεται τοῦ Πατρὸς τὴν εὐγένειαν ὁ Υἱὸς, ἐξ ἀγενήτου γενητὸς ἀναδεικνύμενος. Ἔσται δὲ καὶ αὐτὸς ἀγένητος ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα ἢ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν;

ΑΛΛΟ. «Καὶ ἰδοὺ προσελθὼν προσεκύνει αὐτῷ λεπρὸς, λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.» Ἐξ αὐθεντίας ἡ χάρις· δεσποτικὸν τὸ ἐπίταγμα. Πῶς οὖν ἐν δούλοις ὡς γενητὸς ὁ Υἱὸς, ὁ καὶ ἐν τῷ ἐθελῆσαι μόνον πάντα ποιεῖν δυνάμενος, καὶ τὸ θεϊκὸν ἀξίωμα καὶ τοῦ τεκόντος ἴδιον καὶ κατὰ τοῦτο φέρων;

Γέγραπται γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν,» ὡς ἐν τῇ θείᾳ θελήσει τῶν ἔργων εὐθὺς ὑφισταμένων, καὶ νεύματι μόνῳ πρὸς τὸ εἶναι καλουμένων. Ὁ δὲ τοῦ ἰδίου Πατρὸς τήν τε δύναμιν ἔχων καὶ τὴν ἐξουσίαν, πῶς ἂν εἴη πρὸς αὐτὸν ἑτεροφυὴς διὰ τὸ εἶναι γενητὸς, οὐχ οὕτω φύσεως ἐχούσης ἐκείνου; Φιλεῖ γὰρ ἀεὶ τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα, τῆς αὐτῆς ὑπάρχειν καὶ οὐσίας, καὶ τὸ ἑτεροφυὲς ἐν τούτοις ἀπίθανον. Οὐκοῦν ὁμοφυὴς ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐξ ἀγενήτου ἀγένητος, ὡς τὴν αὐτὴν ἔχων ἐξουσίαν καὶ δύναμιν, μᾶλλον αὐτὸς ὢν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ Πατρός.

ΑΛΛΟ. «Τότε ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες· Ποδαπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;» Εἰς ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ μεγαλειότητος, φησί που Θεὸς δι᾽ ἑνὸς τῶν προφητῶν πρὸς τοὺς ἀναίδην ἐξαμαρτάνοντας· «Μὴ ἐμὲ οὐ φοβεῖσθε; λέγει Κύριος.

Ἦ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;» Καὶ πάλιν αὐτὸ δὴ τοῦτο σημαίνων ἐν Ἰὼβ περὶ τῆς θαλάσσης φησίν· «Ἐθέμην δὲ αὐτῇ ὅρια ἐπιθεὶς κλεῖθρα καὶ πύλας· εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ· ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» Ὁ δέ γε μακάριος Ψαλμῳδὸς τὴν πνευματικὴν ἀνακρουόμενος λύραν εἰς δοξολογίας* φησὶ πρὸς Θεόν· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.» Ὅτε τοίνυν τὴν θείαν χαρακτηρίζει φύσιν, καὶ τὸ δύνασθαι τῆς θαλάσσης κρατεῖν, καὶ νόμους ἐπιθεῖναι τοῖς ὕδασιν, ἄγειν τε ὑπὸ τὸν τῆς δεσποτείας ζυγὸν τῶν ἐν κόσμῳ στοιχείων τὰ καιριώτατα, τοῦτο δὲ ποιῶν μετὰ πολλῆς τινος τῆς ἐξουσίας ὁ Υἱὸς φαίνεται, κατὰ τίνα τρόπον οὐκ ἔσται φύσει Θεός; Πῶς δ᾽ ἂν εἴη γενητὸς ὁ καὶ μάλα ῥᾳδίως ἐξανύειν δυνάμενος ὅσα μόνῳ πρέπει τῷ Θεῷ καὶ Πατρί; Εἰ μὲν γὰρ οὐδὲν ὅλως εἶναί φαμεν τὸ δύνασθαι τῆς θαλάσσης κρατεῖν, κλεῖθρά τε αὐτῇ καὶ πύλας ἐπιτιθέναι, τί μάτην ἐπικομπάζει τούτοις, ὡς πολὺ τὸ ἀξιόπιστον ἔχουσιν, ὁ Θεὸς καὶ Πατήρ; Εἰ δὲ μόνης τῆς θεοπρεποῦς δυνάμεώς τε καὶ δόξης ἐξήρτηται τὸ δύνασθαι ταῦτα ποιεῖν, οὐδεὶς ἐπιτρέψει λόγος τῇ τῶν γενητῶν οὐσίᾳ χαρίζεσθαι τὰ μόνῃ τῇ θείᾳ φύσει χρεωστούμενα.

Οὐκοῦν οὐκ ἂν εἴη γενητὸς ὁ Υἱὸς ὁ τῶν τῆς θεότητος ὅρων εἴσω βεβηκὼς διὰ τοῦ ταῦτα δύνασθαι φυσικῶς ἐνεργεῖν, ἅπερ ἐκείνης ἴδιά τε καὶ ἐξαίρετα φαίνεται.

ΑΛΛΟ. «Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν, λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους, καὶ ἰδοὺ ὥρμησεν ἡ ἀγέλη πᾶσα κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.» Ἔτι καὶ τοῦτό ἐστι τῆς θείας οὐσίας τὸ ἐξαίρετον, τὸ δύνασθαι πάντα συνέχειν δηλαδὴ, καὶ μέχρι τῶν εὐτελεστάτων τῆς ἐφ᾽ ἑκάστῳ προνοίας λόγους ἐξαπλοῦν.

Καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Εἰ τοίνυν μέγα καὶ τοῦτο καὶ θεοπρεπὲς ἐν τῷ Πατρὶ τὸ ἀξίωμα, φέρει δὲ τοῦτο καὶ ὁ Υἱὸς, τοῖς πονηροῖς δαιμονίοις οὐδὲ χοίρων ἔχειν ἐπιτρέπων τὴν ἐξουσίαν (ἀξιοῦσι γὰρ λαβεῖν, ὡς οὐκ ἔχοντας δηλαδὴ), ποῖον ἔχει λόγον ἑτεροφυῆ καὶ ποιητὸν ὑπολαμβάνειν τὸν ἐκ Θεοῦ πεφυκότα Θεὸν Λόγον, καὶ πάντα ἔχοντα φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια;

ΑΛΛΟ. «Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.» Ὅρα μοι πάλιν ἐνθάδε θεϊκὴν τοῦ Υἱοῦ τὴν ἐξουσίαν, καὶ οὐ γενητῇ πρέπουσαν φύσει. Τὸ μὲν γὰρ δύνασθαι δρᾷν τι τῶν ὅσα δικαίως θαυμάζεται, καὶ τοῖς ἁγίοις προσῆν οὐ φυσικῶς, ἀλλ᾽ ἐκ μετοχῆς τοῦ ἁγίου Πνεύματος καὶ παρὰ Θεοῦ. Τὸ δὲ καὶ ἑτέροις διδόναι τὴν ἐπὶ τούτοις χάριν, παντελῶς τῆς ἐκείνων δυνάμεώς τε καὶ ἐξουσίας ἀλλότριον. Πῶς γὰρ ἂν δύναιτο γενητὴ δεσπόζειν φύσις τῶν τοῦ Πνεύματος χαρισμάτων; Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἅτε Θεός τε ὑπάρχων φύσει καὶ Υἱὸς, θεραπεύει μὲν ἐξουσιαστικῶς, οὐκ εὐχῆς ἔργον ἐπιδεικνύων, καθάπερ ἐκεῖνοι, ἀλλ᾽ οἰκείας καὶ οὐσιώδους ἐνεργείας ἀποτελέσματα.

Χορηγεῖ δὲ ὁμοίως οἷσπερ ἂν βούλοιτο τὴν ἐπὶ τούτῳ χάριν, οὐκ ἀλλοτρίαν ἐπ᾽ αὐτοὺς δύναμιν καλῶν, ἀλλ᾽ οἴκοθεν ἐντιθείς· ὥσπερ ἂν εἰ καὶ τὸ πῦρ τοῖς αὐτῷ πλησιάζουσιν, ἐμβάλλοι τῆς ἑαυτοῦ φύσεως τὴν ἐνέργειαν. Πῶς οὖν ὁ μετόχους τῆς θείας οὐσίας ἀποτελῶν τοὺς ἐν οἷς ἂν γένοιτο τῇ δυνάμει τοῦ Πνεύματος, γενητός τε εἴη καὶ πεποιημένος, καὶ οὐχὶ μᾶλλον φύσει Θεός;

ΑΛΛΟ. «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.» Οὐ δυναμένης τῆς τῶν γενητῶν διανοίας περιδράττεσθαι τρόπον τινὰ τῆς θείας οὐσίας, διὰ τὸ πάντα ὑπερκεῖσθαι νοῦν, καὶ πάσης διανοίας ἐξάλλεσθαι τὸ ὑπερφυὲς αὐτῆς καὶ ἀκήρατον κάλλος, ὑπὸ μόνης ἑαυτῆς ὅπερ ἐστὶ κατὰ φύσιν γινώσκεται. Οὐκοῦν ἀφ᾽ ὧν ἐστιν ὁ Πατὴρ, οἶδε τὸν ἴδιον Υἱὸν, καὶ πάλιν ἀφ᾽ ὧν ἐστιν ὁ Υἱὸς, οἶδε τὸν ἑαυτοῦ Πατέρα. Καὶ οὕτω γὰρ καὶ ἂν ἀληθεύοι λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Οὐδεμιᾶς τοιγαροῦν ἐξαλλαγῆς μεταξὺ κειμένης, ὅσον εἰς θεότητος φύσιν, πῶς ἂν εἴη γενητὸς ὁ Υἱὸς, οὐκ ὄντος τοῦτο τοῦ Πατρὸς, οὗ καὶ ἐστὶν εἰκὼν καὶ χαρακτὴρ ἀπαράλλακτος;

ΑΛΛΟ. «Δεῦτε πρός με, φησὶ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Εἰ πᾶσα τῶν γενητῶν ἡ φύσις ὑπὸ τὸν θεῖόν ἐστι ζυγὸν, καὶ μόνῳ δουλεύει τῷ κτίσαντι, κλίνασα τὸν αὐχένα, κατὰ τὸν λέγοντα πρὸς Θεὸν, «Ὅτι τὰ σύμπαντα δοῦλά σου·» ὑπάγει δὲ ἡμᾶς ὁ Σωτὴρ καὶ ὑποτίθησι τῷ οἰκείῳ ζυγῷ· Δεσπότης ἄρα ἐστὶ καὶ Κύριος καὶ κτίστης ὡς Θεός. Πῶς ἐν ποιήμασιν ὁ τοιοῦτος; Πῶς δὲ ὑπὸ ζυγοῦ καὶ δουλείας ὁ πάντα ἡνιοχῶν καὶ διιθύνων ὡς Κύριος; Εἰ γὰρ μὴ τοῦτό ἐστι, προσκυνοῦντες ἁλωσόμεθα ποίημα, καὶ κτίσματι παρὰ τὸν κτίστην δουλεύοντες. Ἔχει δὲ οὐχ οὕτω τὰ καθ᾽ ἡμᾶς· ἀληθινὸς γὰρ Θεὸς ὁ Υἱός.

Οὐκ ἄρα ἐστὶ κτίσμα ἢ ποίημα.

ΑΛΛΟ. «Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστί.» Καὶ πλέον ἔχει τὸ σέβας τοῦ ἐκ λίθων διηρτισμένου ναοῦ, Θεὸς ὁ κατοικῶν ἐν αὐτῷ καὶ ἁγιάζων αὐτὸν, οὗ καὶ εἰς δόξαν ἡ τοῦ ἱεροῦ γέγονε κατασκευή.

Πλείονα πῶς οὖν τοῦ ἱεροῦ τὴν τιμὴν ἔχει Χριστὸς, εἴπερ οὐκ ἔστι Θεὸς ὁ ἐν αὐτῷ τῷ ἱερῷ προσκυνούμενος; Ἀλλ᾽ ἔχει τὸ πλέον καὶ ἀληθεύει· πῶς γὰρ οὔ; Θεὸς ἄρα ἐστὶν ὡς Υἱὸς ἐκ Θεοῦ Πατρὸς πεφηνώς. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα ἐστίν. Οὐ γὰρ ἐπλανᾶτο λατρεύων αὐτῷ καὶ προσκυνῶν ὁ Ἰσραὴλ ἐν τῷ ἱερῷ, πρὸς ὂν εἴρηταί που· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.»

ΑΛΛΟ. «Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» Καρπὸς δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός· τοιοῦτος ἂν εἴη πάντως αὐτὸς, ὁποῖόν περ ἂν ὑπάρχοι τὸ ἐξ αὐτοῦ γεννηθέν. Οὐκοῦν εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Υἱὸς, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Εἰ δὲ ἀγένητος ὁ Πατὴρ, ἀγένητος ἔσται καὶ ὁ Υἱὸς, ἐπεὶ κατά τινα τρόπον ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγνωσθήσεται.

ΑΛΛΟ. Ἐβασανίζετό ποτε τῶν ἀποστόλων τὸ σκάφος, χειμῶνος ὄντος κατὰ τὴν λίμνην σφοδροῦ, καὶ πνευμάτων ἀφορήτου βίας τῶν ὑδάτων καταῤῥηγνυμένων. Τετάρτῃ δὲ φυλακῇ, ὡς ἐπὶ ξηρᾶς βαδίζων ἐπὶ τοῦ κύματος ὁ Σωτὴρ, κατὰ μέσην τὴν λίμνην τοῖς μαθηταῖς ἐπιφαίνεται. Οἱ δὲ φάντασμα βλέπειν οἰηθέντες, ὑπὸ τοῦ δέους ἔκραζον. Ὡς δὲ παρεθάρσυνεν αὐτοὺς ὁ Σωτὴρ λέγων, «Ἐγώ εἰμι, μὴ φοβεῖσθε,» μόγις μὲν τὸν φόβον ἐξέπτυσαν, εἰσδέχονται δὲ αὐτὸν εἰς τὸ σκάφος, καὶ παραχρῆμα, φησὶν, ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Τί οὖν πάλιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι, καὶ μόνοις τοῖς ἰδίοις ἀκολουθοῦντες θελήμασιν, ὅταν ἴδωσιν ὅλον ὁμοῦ τὸν τῶν ἀποστόλων χορὸν ὡς Θεῷ προσκυνοῦντα τῷ Υἱῷ, καὶ μεθ᾽ ὅρκου λέγοντα, ὅτιπερ ἀληθῶς Υἱὸς εἴη Θεοῦ; Δῆλον δὲ ὅτι καὶ Θεός. Εἰ γὰρ ἓν τῶν κτισμάτων ἐστὶ κατὰ τὴν αὐτῶν ἀμαθίαν, πῶς ἀληθῶς Υἱός ἐστι τοῦ Θεοῦ; Ἀμήχανον γὰρ τὸν μὴ ἔκ τινος κατὰ φύσιν προεληλυθότα καὶ τὸ ἴδιον τῆς τοῦ γεννήσαντος οὐσίας ἐπαγόμενον, ἀληθῶς εἶναι υἱόν.

Πῶς δὲ, εἴπερ ἐσφάλ[λ]οντο τοῦτο λέγοντες οἱ μαθηταὶ, σεσιώπηκε ὁ Σωτὴρ, καίτοι σφαλλομένους οὐ δυσωπούμενος; Καὶ γοῦν τῷ Πέτρῳ φησὶ οὐκ ὀρθῶς ἀποκριναμένῳ· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Ἐπειδὴ σεσιώπηκε, ἀληθῶς Υἱὸς εἶναι Θεοῦ λεγόμενος, δι᾽ ὧν ὡς σφαλέντας οὐκ ἤλεγξεν, δῆλός ἐστιν ὡς ὀρθῶς λέγοντας ἀποδεχόμενος. Υἱὸν οὖν αὐτὸν καὶ ἀληθῶς εἶναι φασκόντων τῶν ἁγίων ἀποστόλων, καὶ αὐτοῦ δὲ τούτῳ συνεπινεύοντος τοῦ Χριστοῦ, τίς τῶν ἕτερα θρυλλούντων ἀνέξεται;

ΑΛΛΟ, ὡς ἐκ τοῦ αὐτοῦ. Καὶ πῶς οὐ πάσης ἔξω κείσονται φρενὸς ἀγαθῆς οἱ τολμῶντες ποίημα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ; Εἰ γὰρ ἀληθῶς Υἱός ἐστι, πῶς ἂν εἴη γενητὸς, ὁ ἐκ τῆς πατρῴας προελθὼν οὐσίας; Τοῦτο γὰρ σημαίνει τὸ τῆς υἱότητος ὄνομα, φυσικῶς κατά τινος τεταγμένον.

Ἕτερον δὲ τὸ σχῆμα τῶν κατὰ θέσιν υἱῶν. Ἐπειδὴ οὐκ ἐν τούτῳ Χριστὸς, ἀληθῶς ἄρα Υἱός ἐστιν, ὡς διὰ τοῦτο τοῖς κατὰ θέσιν ἡμῖν ἀντιδιαστέλλεσθαι· οὐκ ἂν γὰρ εἴη τὸ κατὰ θέσιν καὶ ὁμοίωσιν, μὴ προϋποκειμένου πρότερον τοῦ ἀληθοῦς, πρὸς ὃ καὶ μορφοῦται τὸ εἰς ὁμοίωσιν αὐτοῦ διά τινος τέχνης καὶ χάριτος καλούμενον.

ΑΛΛΟ. «Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν.

Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐκ τῶν προκειμένων ἔξεστιν ὁρᾷν, καὶ αὐτῆς δὲ μάλιστα τῆς τοῦ Κυρίου φωνῆς, ὡς ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ, καὶ οὐκ ἀνθρωποδίδακτος ἦν, Υἱὸν ὁμολογῶν τὸν τοῦ Θεοῦ Λόγον. Καίτοι μετὰ σαρκὸς ὁρῶν ἐπὶ γῆς ἀνθρώποις συνδιαιτώμενον, καὶ τό γε παραδοξώτερον, Υἱὸν ὁμολογῶν, οὐκ ἐν τοῖς κατὰ χάριν εἰς τοῦτο τεθειμένοις ὁρίζεται. Οὐ γὰρ εἶπεν· Εἷς ὑπάρχει τῶν υἱῶν τοῦ Θεοῦ· ἀλλ᾽ ἕνα καὶ μονοειδῶς, ὡς δὴ καὶ κυρίως κατὰ φύσιν ἐστὶν Υἱὸς τῆς τοῦ Πατρὸς οὐσίας ἐξαστραφεὶς, αὐτὸν εἶναί φησι τὸν Χριστόν. Μακαρίζεται δὲ ὡς ἀληθεύων, καὶ τὰ ὑπὲρ ἀνθρώπου διάνοιαν θεόθεν ἐκδιδαγμένος.

Πῶς οὖν ποίημα ἢ κτίσμα τολμῶσι λέγειν ὃν οἶδεν Υἱὸν ὁ Πατὴρ, καὶ οὗτος αὐτὸν τοῖς ἀξίοις ἀποκαλύπτει;

ΑΛΛΟ. «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Εἰ ἀληθεύει λέγων ὁ Θεὸς καὶ Πατήρ· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·» πῶς αὐτὴν δίδωσι τῷ Υἱῷ, εἴπερ ὄντως διὰ τὸ εἶναι γενητὸς, ἑτεροφυής τέ ἐστι καὶ τῆς πρὸς αὐτὸν φυσικῆς κοινωνίας διωρισμένος, Ἀλλὰ μὴν καὶ ἀληθεύειν ἀνάγκη συνομολογεῖν τὸν Πατέρα. Καὶ δέδωκε τὴν ἑαυτοῦ δόξαν τῷ Υἱῷ, οὐκ ἔξω τῆς μιᾶς θεότητος ταύτην τιθείς. Οὕτω γὰρ ἀληθεύσει· φύσεως ἄρα κοινωνὸν, καὶ τῆς αὐτῆς οὐσίας οἶδεν ὄντα τὸν Υἱόν. Οὕτω γὰρ εἰς μίαν θεότητα σύμπαν ὁρᾷ διὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀποπληρωμένην. Πῶς οὖν ποίημα ἢ κτίσμα ὁ Υἱὸς ὁ τῷ Πατρὶ κατ᾽ οὐσίαν ὁ αὐτὸς ὡς Υἱὸς ἐκ Πατρὸς ἀληθινός;

ΑΛΛΟ. «Καὶ ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασε αὐτούς· καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· »Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Εἰ μὴ πολύ τι τὸ μεταξὺ φαίνεται ποιήματος καὶ Υἱοῦ, ταυτὸν δὲ εἶναι δοκεῖ παρά τισιν, πᾶν ὅπερ ἐστὶ ποίημα, τοῦτο πάντως ἔσται καὶ Υἱός. Καὶ εἴ τί ἐστιν Υἱὸς, τοῦτο καὶ ποίημα. Εἰ δὲ τίκτομεν μὲν ἐξ αὐτῶν τὰ γεννώμενα, ποιοῦμεν δέ τι τῶν ἔξωθεν, ἀλλοτρίαν τῆς ἑαυτῶν φύσεως ὕλην λαμβάνοντες, πῶς οὐ πολὺ τὸ διάφορον Υἱοῦ καὶ ποιήματος; Ὅπερ οὖν ἐστιν ἐφ᾽ ἡμῶν ἀληθὲς, σωζέσθω τοῦτο καὶ ἐπὶ Θεοῦ. Εἶτα πῶς ἐνδέχεται τὸν ὄντως Υἱὸν ποιητὸν ἢ κτιστὸν ὑπολαμβάνειν, καὶ ταῦτα τοῦ Θεοῦ καὶ Πατρὸς ἄνωθεν ἐπιβοῶντος· «Οὗτός ἐστιν ὁ Υἱός μου;» Οὐχ εἷς τῶν υἱῶν, ἀλλ᾽ ὁ κυρίως καὶ κατὰ φύσιν Υἱὸς, οὗ κατὰ μίμησιν οἱ κατὰ θέσιν υἱοὶ, διὰ τὸ δύνασθαι βοᾷν ἐν τῷ Πνεύματι τοῦ Υἱοῦ· «Ἀββᾶ, ὁ Πατήρ.»

ΑΛΛΟ. «Διδάσκαλε, τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Τὸ κυρίως ἀγαθὸν, οὐ κατὰ μετοχὴν τὴν ἐξ ἑτέρου τοῦτό ἐστιν, ἀλλ᾽ ἐν τῇ οἰκείᾳ φύσει κειμένην ἔχει τὴν ἀρετὴν, καὶ ὥσπερ ἐξ ἑαυτοῦ πηγάζουσαν· μᾶλλον δὲ αὐτὸ δὴ τοῦτο κατὰ φύσιν ὑπάρχει ὅπερ εἶναί φαμεν τὸ ἀγαθόν. Ὄντος οὖν ἐν ἰδίᾳ μὲν ὑπάρξει τοῦ Πατρὸς, ὄντος δὲ πάλιν ἐν ἰδίᾳ ὑπάρξει τοῦ Υἱοῦ, τίνι καὶ μόνῳ τὸ ἀγαθὸν περιθήσομεν; Ἢ ποῖον ὄντως ἔσται τὸ ἀγαθόν; Ἀλλ᾽ ἴσως φήσειεν ἄν τις πρέπειν αὐτὸ τῷ Πατρί. Καλῶς ἐχέτω καὶ τῇδε· συνθησόμεθα γὰρ, ὡς ἔτι γυμνάζοντες τὸ θεώρημα.

Εἶτα τίς ἀποτολμήσει λέγειν οὐκ εἶναι φύσει τὸν Υἱὸν ἀγαθὸν, ὅταν ἀκούσῃ λέγοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Εἰ γὰρ μὴ ἀγαθὸς κατὰ φύσιν ὁ Υἱὸς, πῶς ἡμῖν ἐν ἑαυτῷ δεικνύει τὸν κατὰ φύσιν ἀγαθὸν ὄντα Πατέρα;

Ἀλλ᾽ ἔστιν εἰκὼν καὶ κατὰ τοῦτο τοῦ Πατρός. Ἀγαθὸς ἄρα καὶ αὐτὸς, ὥσπερ οὖν καὶ ὁ Πατήρ. Πῶς οὖν εἷς ἐστιν ἀγαθὸς κατὰ τὴν αὐτοῦ φωνήν; Δῆλον ὅτι τῆς ἁγίας Τριάδος διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰς μίαν θεότητα δι᾽ ἑαυτῆς ἀναπλεκομένης, ὡς εἶναι μόνην τὴν θείαν οὐσίαν τὸ κυρίως ἀγαθόν. Ὁ δὲ εἰς τοσαύτην ἑνότητα τῷ Πατρὶ περισφιγγόμενος φυσικῶς Θεὸς Λόγος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος;

ΑΛΛΟ. Ἐρωτώμενος ὑπὸ τῶν ἀρχιερέων ἐπὶ Ποντίου Πιλάτου Χριστὸς, εἰ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, «Σὺ εἶπας,» φησὶν, οὐκ ἀρνούμενος. Εἶτα προστιθεὶς λέγει· «Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Τί οὖν ἡμῖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι [ὅταν] ἐπὶ Θεοῦ λέγηται τὸ καθέζεσθαι καὶ θρόνος, τό τε ἀρχικόν τε καὶ δεσποτικὸν, βασιλικόν τε ὁμοῦ καὶ πάντων κρατοῦν ἀξίωμα σημαίνεται. Οὐ γὰρ δήπου φήσειεν ἄν τις τῶν σοφῶν κατὰ τὰς ἐν τοῖς πίναξιν ὁρωμένων γραφὰς χρῆναι νοεῖσθαι περὶ Θεοῦ· οὐδὲ θρόνον μέν τινα λογιούμεθα κεῖσθαι, τῶν δὲ ἁπάντων Κύριον ἀνακεκλίσθαι πιστεύομεν ἐπ᾽ αὐτῷ, ἀλλ᾽ οὐδὲ ὄλως εἶναι δεξιόν τε καὶ ἀριστερὸν ἐπὶ τῆς θείας καὶ ἀπερινοήτου φύσεως. Σωμάτων γὰρ οἰκεῖον καὶ σχῆμα καὶ τόπος, ἵδρυσίς τε καὶ ἔγερσις. Ταύτην οὖν ἐχόντων τὴν δύναμιν ἐπὶ Θεοῦ, τῶν τε ὀνομάτων καὶ τῶν λέξεων, ὅσαι δηποτοῦν τὰ τοιαῦτα σημαίνουσι· κατὰ τίνα τρόπον ὁ Υἱὸς ἐκ δεξιῶν τῆς δυνάμεως καθεζόμενον ἑαυτὸν ὀφθήσεσθαι λέγει, ἢ ὡς ὁμόθρονον δηλαδὴ καὶ οὐ δεύτερον εἰς τιμὴν, ὥσπερ ἂν εἴ τις οἰηθείη, τοῦ Πατρός; Τοῦτο γὰρ τὸ «ἐκ δεξιῶν» ἔοικε δηλοῦν, ἀπὸ τῆς παρ᾽ ἡμῖν συνηθείας τὸ ὑπὲρ ἡμᾶς ἀνατυποῦν.

Πῶς οὖν ὁμότιμός τε καὶ ἐν τοῖς αὐτοῖς τῷ Πατρὶ θρόνοις ὁ Υἱὸς ὢν εὑρεθήσεται, εἴπερ οὐκ ἔστι κατὰ φύσιν Υἱὸς τὴν τοῦ Πατρὸς ἰδιότητα φυσικῶς ἔχων ἐν ἑαυτῷ, ποίημα δὲ μᾶλλον, ὡς ἐκεῖνοι ληροῦντες φασίν; Ἢ γὰρ ἀνάγκη συνομολογεῖν μὴ ὑπὸ μόνου τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ βασιλεύεσθαι τὴν κτίσιν, ἐπιστατεῖν δὲ αὐτῇ καὶ ἕτερόν τινα γενητὸν καὶ ἐπείσακτον Θεὸν, καὶ οὐκ ἔτι Θεὸς εἷς ἐφ᾽ ἡμᾶς, κατὰ τὴν Γραφήν· ἢ εἴπερ εἷς ἐστιν ὁ Θεὸς, συμβασιλεύει δὲ αὐτῷ Θεὸς ὢν ὁ Υἱὸς, τῆς αὐτῆς ἂν εἴη φύσεως εἰκότως, ἧσπερ ἂν ὢν ὑπάρχει καὶ ὁ Πατήρ. Οὕτω γὰρ εἷς ἔσται Θεὸς, τῇ τῆς φύσεως ταυτότητι πρὸς θεότητα μίαν τρεχούσης τῆς ἁγίας Τριάδος, εἰ καὶ ἐν τῇ καθ᾽ ἕκαστον τῶν ὀνομάτων θέσει καὶ ἰδιαζόντως ἐν ὑπάρξει μοναδικῇ νοουμένη, τὸν τριττὸν εὐρύθμως ἀριθμὸν ἐπιδέχοιτο.

Ὅτε τοίνυν τῆς αὐτῆς οὐσίας ἐστὶν ὁ Υἱὸς τῷ ἀκτίστῳ Πατρὶ, πῶς ἂν αὐτὸς ὡς κτίσμα νοοῖτο, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν, καὶ οὐχὶ μᾶλλον ὡς γνήσιον γέννημα, ὅπερ ἐστὶ καὶ ἀληθές;

Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Εἰ ἦν ἐν ἀρχῇ τῇ κατ᾽ ἐπίνοιαν χρονικῇ (οὕτω γὰρ ἡμῖν ἐσχηματίσθω πρὸς τὸ παρὸν οἰκονομικῶς ὁ λόγος), πῶς ἂν ἐγένετο μετ᾽ αὐτήν; Τὸ γὰρ ὅλως διὰ τοῦ πεποιῆσθαι πρὸς τὸ εἶναι κεκλημένον, οὐκ ἂν ὑπάρχειν ἐν ἀρχῇ νοοῖτό ποτε, ἀλλ᾽ οὐδ᾽ ἂν ὅλως ἀρχὴ καλοῖτο, χρόνου μὲν αὐτῆς προβαδίζοντος, φαίνεσθαι δέ τι πρὸ αὐτῆς ἐπιτρέποντος. Ἢ τοίνυν οὐδὲν ὅλως εἶναι πρὸ αὐτῆς λεγέτωσαν, καὶ λελύσθω διὰ τούτου τὸ ζητούμενον· ἢ εἴπερ ἀρχήν τινα τῆς ἀρχῆς ἑτέραν εἶναί φασιν, ἴστωσαν μὲν τοῦτο λέγοντες ἀμαθῶς, πλὴν καὶ παρ᾽ ἡμῶν ἀκουέτωσαν, ὡς ἤνπερ ἂν ἀνωτάτω δοῖεν ἀρχὴν, ταύτην εἶναί φαμεν καθ᾽ ἢν ἦν ὁ Λόγος. Πῶς δὲ ἡμῖν οὐκ ἀρκέσει τὸ, ἦν, πρὸς ἀνατροπὴν τῶν πεποιῆσθαι λεγόντων αὐτόν; Εἰ γὰρ ἦν, οὐκ ἐγένετο· εἰ ἐγένετο, οὐκ ἦν. Ἐπειδὴ δὲ ἦν, οὐκ ἐγένετο· τὸ γὰρ ὂν καὶ ὑπάρχον ἤδη, καὶ τοῦτο ἐν ἀρχῇ, οὐκ ἂν λέγοιτο πεποιῆσθαί ποτε.

ΑΛΛΟ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Φαίνεται λοιπὸν ὁ μακάριος εὐαγγελιστὴς σαφέστερον ἡμῖν ἑρμηνεύων τὸ τῆς ἀρχῆς ὄνομα. Οὐδὲν γὰρ ἕτερον, ὡς εἰκὸς, τὴν ἀρχὴν εἶναί φησιν, ἢ αὐτὸν τὸν Πατέρα, ἀφ᾽ οὗπερ ὁ ζῶν ἐξέλαμψε Λόγος, καθάπερ ἐξ ἡλίου τὸ φῶς. Ἕτερον μέντοι παρ᾽ αὐτὸν εἶναι νοούμενον, οὐκ ἔξω δὲ ὅμως τῆς τοῦ ἐκπέμποντος οὐσίας κείμενον.

Οὐκοῦν ἀρχὴ τῷ Υἱῷ ὁ Πατήρ. Ἀρχὴν δὲ οὐ τὴν ἐν διαστήμασι χρονικοῖς μετρουμένην φαμὲν, ἀλλὰ μᾶλλον τὴν τοιαύτην, ἐφ᾽ ἧς τό τε ἅμα καὶ τὸ ἐξ αὐτῆς νοεῖται. Οἷον ἡ ἐκ πυρὸς θερμότης, ἀρχὴν ἔχει τὸ πῦρ· ἀλλ᾽ ἅμα καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νοεῖται καὶ ἀχωρίστως· ἡ ψύξις ἡ ἐξ ὕδατος, ἀρχὴν ἔχει τὸ ὕδωρ· ἀλλ᾽ ἅμα καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν ἀχωρίστως. Ἀμήχανον γάρ τι τῶν εἰρημένων δίχα τῶν προσόντων αὐτῷ φυσικῶν, ἢ εἶναι, ἢ φαίνεσθαι· εἴ γε μὴ διά τινος μηχανῆς ἑτέρας ἐκβιασθὲν, τῆς ἐξ ἔθους αὐτῷ καὶ φίλης ἐνεργείας παρασαλεύοιτο· ὥσπερ ἀμέλει τὸ ὕδωρ ἐκ πυρὸς εἰς θερμότητα συνωθούμενον. Ἡ θεία καὶ ἀκήρατος φύσις πολὺ τῶν παρενεχθέντων ὑποδειγμάτων τὴν δύναμιν ἀναβαίνουσα, πάντως που στήσεται μὲν ἐφ᾽ ἑαυτῇ, ἕξει δὲ ἀεὶ ὡσαύτως, ἐπεὶ καὶ παντὸς ἐλευθέρα πάθους ἐστίν. Οὐκοῦν ὡς ἐν ἀρχῇ τῷ Πατρὶ ἦν ὁ Λόγος, ἵνα νοῇς ἅμα τε ὄντα τὸν Πατέρα, καὶ τὸν ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ Λόγον, οὐδενὸς μεσολαβοῦντος χρόνου τὴν ὕπαρξιν αὐτοῦ. Τὸ γὰρ, ἦν, οὕτω νοεῖν ἡμᾶς ἀναγκάζει.

ΑΛΛΟ. «Καὶ Θεὸς ἧν ὁ Λόγος.» Ἐνταῦθα σαφῶς ἀναιρεῖται τὸ πρόσφατον εἶναι Θεὸν τὸν Υἱόν. Ἦν γὰρ Θεὸς ὢν, φησὶν ὁ ἅγιος εὐαγγελιστής. Ὁ δὲ τοῦτο ὢν ἐν ἀρχῇ, πῶς ἂν εἴη πεποιημένος; Ἄλλως τε κἀκεῖνο πρὸς τούτοις εἰδέναι καλὸν, τὸ ἐν χάριτος μέρει θεοποιούμενον, καὶ Θεὸς κατὰ φύσιν οὐκ ὂν, ἀνάγκη καθ᾽ ἑαυτὸ καὶ ἰδιαζόντως ὑπάρχειν τι καὶ ὑφεστάναι, εἶθ᾽ οὕτω προσθήκην ὥσπερ τινὰ τὴν τοῦ ἀξιώματος δέχεσθαι περιβολήν· ὥσπερ οὖν καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὑπάρχοντες, χάριτι πλουτοῦμεν τὸ καλεῖσθαι θεοί. Ἢ τοίνυν λεγέτωσαν τί μὲν πρότερον ἦν ὁ ἐκ Πατρὸς Θεὸς προελθὼν Λόγος, πῶς δὲ καὶ ὕστερον ἐκλήθη Θεός· ἢ εἴπερ αἰσθάνονται δυσσεβοῦντες ἀμέτρως, τῆς κατὰ φύσιν θεότητος ἀπογυμνοῦντες τὸν Υἱὸν, παυέσθωσαν ἀμαθῶς πεποιῆσθαι λέγοντες τὸν κατὰ φύσιν ὄντα Θεὸν, οὐδενὸς αὐτοῖς τοῦτο φρονεῖν ἐπιτρέποντος λόγου.

ΑΛΛΟ. «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Οὐκ ἔξωθεν ὄντα τῆς τοῦ Πατρὸς οὐσίας ἐπιδεικνύει τὸν Υἱὸν, ἀλλ᾽ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχοντα. Καὶ τοῦτο πάλιν, οὐκ ἐν χρόνῳ φησὶ λαβεῖν τὸ ἀξίωμα, ἀλλ᾽ οὕτως εἶναι ἐν ἀρχῇ. Ὁ δὲ τῆς τοῦ γεννήσαντος οὐσίας καρπὸς ἀληθὴς, κατὰ τίνα τρόπον ἑτεροφυὴς εὑρεθήσεται; Ὥσπερ γὰρ ἐξ ἀκανθῶν οὐκ ἄν τις τρυγήσαι σταφυλὰς, οὕτως ἀδύνατον ἐξ ἀμπέλου τεχθῆναι τὴν ἄκανθαν. Οὐκοῦν ἐπειδήπερ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὕτως ἡμῖν ἕξει καὶ ὁ Υἱὸς, ἵνα μὴ φαίνηται τῶν ἑαυτοῦ ποιημάτων ἐλάττων ὁ Θεὸς καὶ Πατήρ· εἴ γε τὰ μὲν οὐκ ἔκφυλον τὸν ἐξ ἑαυτῶν ἀποτίκτει καρπὸν, ὁ δὲ τοῦτο φαίνοιτο παθὼν διὰ τὸ γεννᾷν τὸν μὴ φύσει Θεόν.

Τοῦτο γὰρ τὸ πεποιῆσθαι δίδωσι νοεῖν καθ᾽ οὗπερ ἂν φέροιτο. Οὐ γὰρ ἂν εἴη φύσει Θεὸς ὁ πεποιημένος.

ΑΛΛΟ. «Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Εἰ ἐν τῷ πάντα εἰπεῖν, οὐδὲν ὅλως καταλελοιπὼς εὑρίσκεται, ὃ μὴ τῷ τῶν γεγονότων ἀριθμῷ συγγράφεται, ἕτερος ἄρα ἐστὶ παρὰ πάντα λοιπὸν, ὁ πάντα πρὸς τὸ εἶναι κεκληκὼς Θεὸς Λόγος.

Πῶς οὖν ἕτερος, εἴπερ ἐστὶν ὁμογενής τε αὐτοῖς καὶ συμπεποιημένος; Ἐπειδὴ δὲ ἕτερος, οὐκ ἄρα ὁμογενής. Οὐκοῦν οὐδὲ ποίημα, ποιητὴς δὲ μᾶλλον καὶ κτίστης, ὡς Θεός.

ΑΛΛΟ. Γέγραπται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Πῶς οὖν, εἴπερ ἐστὶ ποίημα, κατ᾽ ἐκείνους, ὁ Υἱὸς, προσκυνεῖται παρ᾽ ἡμῶν τε καὶ τῶν ἁγίων ἀγγέλων; Καὶ μάρτυς ὁ Παῦλος παρέσται λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Πῶς δὲ, εἰπέ μοι, κατὰ τῶν λελατρευκότων τῇ κτίσει παρὰ τὸν κτίσαντα, βαρύ τι τὸ ἔγκλημα φέρεται, εἴπερ ὧδε φύσεως ἔχοντα τὸν Υἱὸν καὶ κτίσμα τυγχάνοντα, κατ᾽ αὐτοὺς, θεραπεύουσιν ὡς Θεὸν καὶ αἱ καθαρώταται τῶν οὐρανῶν δυνάμεις; αἷς δὴ καὶ μάλιστα τὸ μηδαμοῦ πλανᾶσθαι δοίη τις ἂν προσεῖναι δικαίως, ὅσῳ δὴ καὶ μᾶλλόν εἰσι τῶν παρ᾽ ἡμῖν συνετῶν νουνεχέστεραι. Ἀλλ᾽ οὐδεὶς ὁ ἔλεγχος τοῖς λατρεύουσι Χριστῷ, ἐκ δὲ τῶν ἐναντίων πολὺς ὁ μισθός. Οὐκ ἄρα ἐστὶ ποίημα, Θεὸς δὲ μᾶλλον, ἀκατηγορήτως τε καὶ ἀνεγκλήτως παρὰ πάσης ὁμοῦ τῆς κτίσεως προσκυνούμενος.

ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ ποίημα καὶ κτίσμα, κατ᾽ ἐκείνους, ἐστὶν ὁ Υἱὸς, πάντα δὲ δι᾽ αὐτοῦ γεγονότα φαίνεται, ἐαυτὴν ἡ κτίσις δημιουργεῖ, καὶ μάτην ὡς ποιητὴς ἐπικομπάζει, λέγων· «Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Ἀλλ᾽ οὐδὲ[ν] τῶν πεποιημένων φαίνεται δημιουργοῦν, Θεὸν δὲ ἡ κτίσις ἀνακηρύττει τὸν ποιητήν. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ τῶν ποιημάτων ἓν, κατὰ τὴν τῶν πλανωμένων ἀβουλίαν τε ὁμοῦ καὶ ἀσέβειαν.

ΑΛΛΟ. «Ἦν τὸ φῶς τὸ ἀληθινόν.» Εἰ φωτὸς ὄντος ἀληθινοῦ τοῦ Πατρὸς, φῶς ἀληθινόν ἐστι καὶ ὁ Υἱὸς, ποίαν ἕξει τὴν διαφορὰν, κατά γε τὸν τῆς φύσεως λόγον, ὡς πρὸς αὐτὸν ὁ ἐν ἴσῃ τάξει καὶ κατὰ τοῦτο τιθέμενος αὐτῷ; Εἰ δὲ ὑπάρχων ἑτεροφυὴς, κατὰ τὴν τῶν ἀνοσίων αἱρετικῶν ἀβουλίαν, ἀληθινὸν εἶναι δύναται φῶς, τίς ἡ ἐπιτήρησις τοῖς ἁγίοις εὐαγγελισταῖς;

Τί δὲ ὡς μέγα καὶ ἐξαίρετον τῷ Θεῷ καὶ Πατρὶ τὸ εἶναι φῶς ἀληθινὸν ἀπονέμουσι; Φαίνεται γὰρ, καίτοι κατ᾽ ἐκείνους γενητὸς ὢν ὁ Υἱὸς, φῶς ὑπάρχων ἀληθινόν. Εἴπερ οὖν ἄβατα τοῖς γενητοῖς ἐστι τὰ θεῖα πλεονεκτήματα, καὶ οὐκ ἄν τι τῶν πεποιημένων οὐσιωδῶς, ἤτοι κυρίως, τοῦτο ὑπάρχει ποτὲ, ὅπερ ἂν εἴη φυσικῶς κατά τι γοῦν ὁ ἐπὶ πάντων Θεός· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἰρήσθω τῇ κτίσει. Εὑρίσκεται δὲ φυσικῶς ἐνυπάρχοντα τῷ Υἱῷ τὰ τοῦ Πατρὸς ἴδια. Ὁμοούσιος ἄρα ἐστὶν ὡς πρὸς αὐτὸν, καὶ τοσοῦτον τῆς τῶν γενητῶν ὁμογενείας ἀπῳκισμένος, ὅσον ἄν τις ἴδοι καὶ τὸν γεννήσαντα αὐτόν. Διὰ τοῦτο καὶ ἄβατον ἔχει τὸ θεοπρεπὲς ἀξίωμα, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ᾽ ὁλοκλήρως.

ΑΛΛΟ. «Ἧν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Εἰ τὸ ἀποστελλόμενον τῷ κόσμῳ φῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Λόγος ἐστὶν ὁ ἒξ αὐτοῦ προελθὼν, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω·» καὶ πάλιν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα·» πρὸς αὐτὸν ἄρα φησὶ καὶ ὁ μακάριος Ψαλμῳδὸς, τὴν πνευματικὴν ἀνακρουόμενος λύραν· «Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεὸς, φῶς εἰς τὸ σκότος μου.» Ὅτε τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν ὁ μακάριος Δαβὶδ ἐν Πνεύματι Κύριον αὐτὸν ὁμολογεῖ καὶ Θεὸν, πῶς ἔσται ποίημα, κατὰ τίνα δὲ τρόπον γενητὸς ὅλως ὁ φύσει Θεός;

ΑΛΛΟ. «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Περιαθρείτω μοι πάλιν καὶ τοῦτο τοιῶσδε, καὶ ἀκουέτω καὶ νῦν ὁ φιλεγκλήμων αἱρετικός. Τόπος ὥσπερ οἰκεῖός ἐστιν ἑκάστῳ τῶν ὄντων, ὁ ἴδιος τῆς φύσεως λόγος, ἢ καὶ τὸ τοῦ προσόντος ἀξιώματος μέτρον. Οἷον ἐπὶ μὲν τοῦ λόγου τοῦ κατὰ τὴν φύσιν, ἐγὼ μὲν ἄνθρωπος, ἄγγελος δὲ ἕτερος. Τὸ δὲ ὅσον εἰς ἀξίωμα, τὸ μέν τοι δοῦλόν ἐστι, τὸ δὲ οὐ τοῦτο τυχὸν, ἀλλ᾽ ἐλεύθερον. Ἀλλ᾽ ὅταν τι τούτων τῷ βελτιοῦν εἰδότι συμπλακὲν, ἕτερόν τι φαίνηται γεγονὸς παρ᾽ ὅπερ ἦν ἐξ ἀρχῆς, ἐξηλκύσθη τρόπον τινὰ τοῦ οἰκείου τόπου, καὶ πρὸς τὴν τοῦ βελτιοῦντος μετακεχώρηκε θέσιν. Τοῦτο καὶ ἡμεῖς ὑπομείναντες, εἰς υἱότητα τὴν Θεοῦ καὶ Πατρὸς μετέστημεν ἐκ δουλείας, τὸ μὲν οἰκεῖον ἐκβεβηκότες μέτρον, εἰς δὲ τὸ τοῦ χαριζομένου καὶ τοῦτο ἡμῖν μεταπηδήσαντες, εἰ καὶ μὴ τῇ φύσει κατὰ γοῦν τὸ κεκλῆσθαι τέκνα Θεοῦ. Ἆρ᾽ οὖν οὐκ ὠφελῆσθαι τὴν ἀνθρώπου φύσιν κατὰ τοῦτο φήσομεν; Ἀλλ᾽ ἔστιν ὁμολογούμενον. Εἶτα τίς ἔσται τῆς ὠφελείας ὁ τρόπος, εἰ μηδὲν ὅλως τὸ μεταξὺ ποιήματος καὶ Υἱοῦ;

Ποία δὲ ὅλως ἐν ἡμῖν φαίνεται μετάστασις ἡ ἐπὶ τὸ ἄμεινον, εἰ μηδὲν ἐν υἱότητι τὸ πλέον παρὰ τὸ πεποιῆσθαι κείσεται; Ἢ πῶς ἂν αὐτοὶ χρηματίσαιμεν υἱοὶ, ὡς λαβόντες ἐν αὐτοῖς τὸν τοῦ Θεοῦ Λόγον, εἰ μὴ κατὰ φύσιν Υἱὸς ὑπάρχει τοῦ Πατρός; Εἰ δὲ Υἱὸς κατὰ φύσιν ἐστὶ, πῶς ἂν εἴη καὶ ποίημα, οὐκ ἐνδεχομένου μὴ πάντως ἐκ τῆς τοῦ γεννήσαντος εἶναι φύσεως, ὅπερ ἂν εἴη γεννηθὲν ὑπό τινος;

ΑΛΛΟ. «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, θετὸς ἄρα καὶ διεψευσμένος. Ἀλλ᾽ εἴπερ ἀλήθεια καὶ τῆς ἀληθείας ἐργάτης ἐστὶ, πῶς ἂν εἴη καὶ ἐψευσμένος; Οὐκοῦν κατὰ φύσιν Θεός. Ὁ δὲ τοῦτο ὑπάρχων, πῶς ἂν εἴη γενητός;

ΑΛΛΟ. «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Φησί που πρὸς τὸν τῶν ὅλων Δεσπότην ὁ μακάριος προφήτης Ἡσαΐας· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίαν;» Ὅτε τοίνυν Θεοῦ ταῦτα ποιεῖν λεγομένου, Χριστός ἐστιν ἀφαιρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου, πῶς οὐκ ἔστι Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα.

ΑΛΛΟ. «Τῇ ἐπαύριον, φησὶν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.» Ἀναδείκνυσιν ἐν τούτοις μαθητὴν τὸν Φίλιππον ὁ Σωτήρ. Σκόπει δὴ οὖν εἰ μὴ σοφός τις καὶ ἐπ᾽ αὐτῷ διήρτισται λόγος, συναινεῖν ἀναπείθων, ὅτι δὴ καὶ ὑπάρχοι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Πολλῶν ἀεὶ τῷ Σωτῆρι προσεδρευόντων, καὶ μυριάνδρου τοὺς μαθητὰς περιθέοντος πλήθους, ἐπάρας τοὺς ὀφθαλμοὺς, ἔφησεν αὐτοῖς ὁ Σωτήρ· «Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ·» θερισμὸν οὐδὲν ἕτερον εἶναι λέγων, ἢ τοὺς διὰ τῆς πίστεως τῆς εἰς ἑαυτὸν ἀσταχύων δίκην ἀναβλαστῶντας εἰς εὐλάβειαν. Τούτων δὲ τίς ἂν εἴη Κύριος, εἰ μὴ πάντων Θεός; ᾯ δὴ καὶ ὁ Παῦλος διὰ μετανοίας συνάπτεσθαι τοὺς ἔτι κληρονόμους παρακαλεῖ βοῶν· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Ὄτι τοίνυν μόνος ἐστὶ τοῦ θερισμοῦ Κύριος ὁ Θεὸς, ἅτε δὴ πάντων ὑπάρχων Δεσπότης καὶ ποιητὴς, αὐτῷ δὲ προσήκειν μόνῳ καὶ τὴν τῶν ἐργατῶν ἀνάδειξιν ἔφησεν ὁ Σωτήρ· εἶτα τοῦτο ποιήσας αὐτὸς ἐξ οἰκείας αὐθεντίας ὁρᾶται· ἀκολουθεῖν γὰρ αὐτῷ κελεύει τὸν Φίλιππον. Θεὸς ἄρα ἐστὶν ἀληθινὸς, ἅτε δὴ καὶ τοῦ θερισμοῦ Κύριος δι᾽ αὐτοῦ καταληφθεὶς τοῦ πράγματος.

ΑΛΛΟ. «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρὸς, οἶκον ἐμπορίου.» Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, κατὰ χάριν ἔχει δηλονότι καὶ τὸ κεκλῆσθαι Θεὸς, καὶ θετὸν αὐτῷ τὸ τῆς υἱότητος ὄνομα, καθάπερ οὖν καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασιν, οἷς οὐχ ἡ φύσις τὸ ἀξίωμα προξενοῦσα φαίνεται, ἀλλ᾽ ἡ τοῦ λέγοντος χάρις· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Εἰ τοίνυν οὐκ οὐσιωδῶς Υἱός ἐστιν, ἀδελφὸς ἄρα τῶν κεκλημένων εἰς υἱότητα Θεοῦ.

Πῶς οὖν, εἴπῃ τις ἂν εἰκότως, οὐδὲν ἔχων, ὡς πρὸς ἡμᾶς τὸ πλέον εἰς τὸ τῆς υἱότητος ἀξίωμα, τὸν κοινὸν δὴ καὶ πάντων μόνος ἰδιοποιεῖται Πατέρα, λέγων· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου;» Ἐχρῆν γὰρ δὴ τὸν ὄντα δίκαιόν τε καὶ ἀγαθὸν τοῖς ἐμπορευομένοις εἰπεῖν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρὸς ὑμῶν, οἶκον ἐμπορίου. Ἀλλὰ μὴν τοῦτο εἰπὼν οὐ φαίνεται, ἑαυτῷ δὲ μόνῳ τὸ τοῦ Πατρὸς ὄνομα μετὰ πολλῆς τινος ἐπιγράφει τῆς ἐξουσίας.

Οἶδεν ἄρα κυρίως ὄντα ἑαυτὸν καὶ κατὰ φύσιν Υἱὸν, οὗ κατὰ μίμησιν ἡμεῖς εἰς τοῦτο παρὰ Θεοῦ κεκλήμεθα. Ὁ δὲ οὕτως ἕχων φύσεως Υἱὸς, πῶς ἂν εἴη γενητός;

ΑΛΛΟ. «Τί σημεῖον δεικνύεις ἡμῖν ὄτι ταῦτα ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι ναὸν τὸ ἴδιον ἀποκαλεῖ σῶμα Χριστὸς, καὶ αὐτὸς ἡμῖν ὁ εὐαγγελιστὴς καταστήσει φανερὸν εὐθὺς ἐπάγων· «Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.» Ὅτε οὖν ἠγέρθη ἐκ τῶν νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ, ὅτι τοῦτο ἦν ὃ ἔλεγεν αὐτοῖς. Ναὸς τοιγαροῦν οὐκ ἂν λέγοιτό τι κυρίως καὶ ἀληθῶς μὴ ἐνοικοῦντος ἐν αὐτῷ τοῦ Θεοῦ. Ὥσπερ οὖν καὶ ἐφ᾽ ἡμῶν οὐκ ἄν τις ὀνομάσαι τὸ σῶμα ναὸν τῆς ἐνοικούσης ἐν αὐτῷ ψυχῆς· ναοὶ δὲ τότε χρηματίζομεν, ὅτε διὰ τῆς εἰς Χριστὸν πίστεως τὸ Πνεῦμα ἡμῖν τὸ ἅγιον ἐνοικίζεται. Ναὸς δὲ τὸ σῶμα τοῦ Χριστοῦ δικαίως τε καὶ ἀληθῶς· ἐν αὐτῷ γὰρ εὐδόκησεν ἐγκατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ὡς ὁ Παῦλός φησιν· ἀλλ᾽ ἔστι δῆλον ὡς ὁ Θεὸς Λόγος ὁ ἐνοικήσας ἐστί. Πῶς ἂν οὖν ὑπάρχοι γενητὸς, ὁ ναὸν ἀποδείξας ὡς φύσει Θεὸς τὸ ἐν ᾧπερ ἦν ἄγιον σῶμα;

ΑΛΛΟ. «Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευσε αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ ἐν τῷ ἀνθρώπῳ· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Τὴν θείαν ὑπερθαυμάζων φύσιν ὁ Ψαλμῳδὸς, ὡσανεὶ μέγα τι καὶ ἀξιολογώτατον πλεονέκτημα, καὶ αὐτῇ μόνῃ κυρίως προσὸν, προΐσχεται λέγων ὡς πρὸς τὸν τῶν ὅλων Δεσπότην· «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.» Ἔστι δὲ, ὡς οἶμαι, δῆλον ὅτι περὶ ἀνθρώπων τὰ τοιαῦτά φησιν. Ὅτε τοίνυν μόνου τοῦ κατὰ τὴν ἀλήθειαν ὄντος Θεοῦ τὸ εἰδέναι ἐστὶ καρδίαν, καὶ πάντα συνιέναι τὰ ἐν ἀνθρώπῳ κρυπτά· συνίησι καὶ οἶδεν ὁ Υἱὸς, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Θεός; Εἰ δὲ τοῦτο, πῶς ἂν εἴη γενητός;

ΑΛΛΟ. Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ πρὸς Ναθαναὴλ εἰπόντος· «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε·» πάλιν αὐτός φησιν, ὁ Ναθαναὴλ, ὡς Θεὸν ἀποθαυμάζων ἐξ ἑνὸς δὴ τούτου καὶ μόνου σημείου· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Εἴπερ οὖν, κατὰ τὴν ἐπ᾽ αὐτῷ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν, ἀληθῶς Ἰσραηλίτης ὑπῆρχεν ὁ Ναθαναὴλ, ἐν ᾧ δόλος οὐκ ἦν, πῶς ἂν αὐτὸν ἐνδέχοιτο ψεύδεσθαι περὶ τοῦ Χριστοῦ λέγοντα, ὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ;» Εἰ γὰρ οἶδεν ὅλως τὸ ψεύδεσθαι, δόλον ἐπὶ γλώττης φορεῖ. Εἰ δὲ ἀληθὴς ἡ τοῦ Σωτῆρος φωνὴ, δόλον οὐκ εἶχε, ψεύδους καὶ ἀπάτης ἐλεύθερος ὤν. Οὐκοῦν ἀληθὴς, Υἱὸν ἀποκαλῶν τὸν τοῦ Θεοῦ Λόγον καὶ μετὰ σαρκὸς, καὶ τὸ τῷ κατὰ φύσιν Υἱῷ πρέπον ἀξίωμα συνάψας· βασιλέα γὰρ Ἰσραὴλ ὀνομάζει. Ὁ δὲ ὑπάρχων Υἱὸς καὶ βασιλεὺς διὰ τοῦτο, πῶς ἂν εἴη δοῦλός τε ὁμοῦ καὶ πεποιημένος;

ΑΛΛΟ. Εὑρίσκεταί που Χριστὸς ἀπαιδεύτως ἐρωτᾷν ἐπιχειροῦσι τοῖς Φαρισαίοις εἰπών· «Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς·» ἦν γὰρ δὴ καὶ ὄντως διδασκάλῳ σοφῷ πρεπωδέστατον σπούδασμα, καὶ τοὺς οἵπερ ἦσαν ἐπερωτῶντες ἐπανορθοῦν, καὶ τοῖς οὐκ εἰδόσιν ἡγεῖσθαι τὰ κάλλιστα. Οὐκοῦν εἴπερ ὄντως τῆς ἀληθείας ὁ Ναθαναὴλ ἀπεσφάλ[λ]ετο, καὶ Υἱὸν τοῦ Θεοῦ καὶ βασιλέα τοῦ Ἰσραὴλ τὸν Χριστὸν ἀποκαλῶν, τί μὴ παραχρῆμα πρὸς τὴν εὐθεῖαν ἤγετο γνῶσιν, Ἐπλανήθης, ὦ οὗτος, ἀκούων; Ἔχει γὰρ οὐχ οὕτως, καθάπερ αὐτὸς ὑπετόπησας. Εἰ μὴ γὰρ οὐχ Υἱὸς τοῦ Θεοῦ, ποίημα δὲ μᾶλλον· καὶ βασιλεὺς μὲν οὐδαμῶς, δοῦλος δὲ ὡς πεποιημένος. Τοῦτο γὰρ ἦν οὔτως ὠφελῆσαι μάλιστα πρὸς τὰ καιριώτατα τὸν εἰς μαθητείαν ἄρτι κεκλημένον, καὶ πρὸς τοῦτο βαδίζοντα.

Ἄλλως τε καὶ τὴν αὐτῷ πρέπουσαν ἐπιστήμην ὁ διδάσκαλος ἀλοιδόρητον ἂν διεσώσατο, πρῶτον αὐτῷ καὶ σωτήριον ὥσπερ μάθημα παραθεὶς, τῆς οὐκ ἀληθοῦς διαλήψεως τὴν ἀπαλλαγήν. Ἐπεὶ δὲ τοῦτο ποιεῖν εἰθισμένος ἐπὶ τῶν ἄλλων, ἐπὶ ταῖς τοῦ Ναθαναὴλ ὁμολογίαις μονονουχὶ καὶ ἐκπλήττεται, δῆλος ἂν εἴη δήπουθεν ὡς σοφῶς τε καὶ εὐπαιδεύτως νενηκότα τιμῶν. Εἰ δὲ τὸ εἶναι Υἱὸς Θεοῦ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καταδέχεται, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος ᾗ Λόγος ἐστίν; Οὔτε γὰρ εἰς υἱότητα τὸ ποιηθὲν, οὔτε μὴν εἰς βασιλείαν τὴν κατὰ φύσιν κεκλήσεται. Δοῦλα γὰρ τοῦ πεποιηκότος τὰ σύμπαντα, καὶ τὸ ποιηθὲν ὅλως, οὐκ ἂν εἴη γεγεννημένον.

ΑΛΛΟ. «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.» Εἰ τὸ μέγα καὶ ὑπερφυὲς τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς Κύριος ἔχει περὶ τὸν κόσμον, ἐν τούτῳ διαγινώσκεται, ἐν τῷ εἶναι Υἱὸν τὸν ὑπὲρ αὐτοῦ καὶ δι᾽ αὐτὸν σαρκὶ κινδυνεύσαντα, σμικρὸν ἄρα φαίνεται τὸ πρᾶγμα, καὶ τοῦ μηδενὸς ἄξιον, εἰ μὴ Υἱός ἐστιν, ἀλλὰ ποίημα τὸ δοθὲν ὑπὲρ αὐτοῦ.

Εἴη δ᾽ ἂν καὶ ἑτέρως τὸ τοῦ Μονογενοῦς ὄνομα πεπλασμένον τε καὶ οὐκ ἀληθές. Εἰ γάρ ἐστι τῶν ποιηθέντων ὁ Υἱὸς, πῶς ἂν νοοῖτο μονογενής; Ἐπειδὴ δὲ μεγάλη τε καὶ ἐξαίρετος ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, Υἱὸς ἄρα ἐστὶν ὁ ὑπὲρ τῆς τοῦ κόσμου δοθεὶς σωτηρίας. Ἐν τούτῳ γὰρ ὄντως ἐστὶ τοῦ πράγματος τὸ ἀξίωμα. Ἔστι δὲ καὶ μονογενής· οὐκ ἄρα τῶν ποιημάτων εἷς, ἀλλ᾽ ὡς μόνος ἐκ Πατρὸς γεννηθείς. Τοῦτο γάρ τε καὶ πρᾶγμα.

ΑΛΛΟ. «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος.» Τὸ μέγα τοῦ πάντων Δεσπότου πρόσωπον, ἡμῖν εἰσφέρων ὁ προφήτης Ἡσαΐας, φησίν· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων δίκαιος καὶ Σωτήρ.» Εἰ δὲ ταῦτα πάντα ἐστὶν ὁ Υἱὸς καὶ διασώζει τὸν κόσμον, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι λέγεται· αὐτὸς ἄρα ἐστὶν ὁ διὰ τοῦ προφήτου λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Εἶτα πῶς ἂν ὁ τοῦτο ὑπάρχων νοοῖτο καὶ γενητός;

ΑΛΛΟ. Ἰωάννης φησὶν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἄρ᾽ οὖν εἴποι τις ἂν, ὅτῳ δὴ τὸ νοεῖν ἄριστα περισπούδαστον, τήν τε αὔξησιν ἐνθάδε καὶ τὴν ἐλάττωσιν περὶ τὰς τῶν σωμάτων ἡλικίας σημαίνεσθαι· καὶ πῶς οὐκ ἂν φαίνοιτο ληρῶν εἴ γέ τοι τοιοῦτον ἐκλάβοι κατὰ διάνοιαν; Αὔξην μὲν γὰρ ἐπιδέχεται τυχὸν τῶν ἀνθρωπίνων σωμάτων ἡ φύσις· τὸ δὲ κάτω πίπτον καὶ τὸ ἅπαξ ἐξυφανθὲν παρὰ τῆς φύσεως μέτρον, ἀδύνατον ὑφιζάνειν αὐτομάτως καὶ ἀπλεονέκτως· πολλὰ γὰρ τὰ τοῖς ἡμετέροις σώμασιν ἐπισυμβαίνοντα πάθη. Οὐκοῦν ἀπίθανον κομιδῇ περὶ σωμάτων εἰρῆσθαι τὸ, «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Ἀξιόπιστον δέ τι καὶ τῆς Ἰωάννου διανοίας οὐ ξένον ἀκόλουθον ἐννοεῖν.

Αὔξει τοιγαροῦν Χριστὸς ἀεὶ τὸν Ἰωάννην ἐλάττονα δεικνύς· οὐκ ἐν τῷ προφέρειν ὡς ἄνθρωπον ἀνθρώπου, ἢ ὡς ποίημα ποιήματος (μικρὰ γὰρ καὶ οὐ λίαν ἀξιόχρεως ἡ διαφορὰ), ἀλλ᾽ ἐν τῷ διὰ τῶν ἔργων αὐτὸν μὲν ὁρᾶσθαι Θεὸν, καὶ πρὸς τὸ ἐντεῦθεν ἀναβαίνειν ὕψος ἀεὶ, τὸν δὲ ὡς ἄνθρωπον ὑποπίπτειν τοσοῦτον ὅσον τῆς θείας οὐσίας τὸ ἀνθρώπινον ἐλαττοῦται γένος. Εἶτα πῶς οὐ λίαν ἔσται δυσσεβὴς ὁ τὸν εἰς τοῦτο τρέχοντα τὸ ἀξίωμα τῇ τοῦ πεποιῆσθαι σμικροπρεπείᾳ περιβάλλειν ἀποτολμῶν;

ΑΛΛΟ. «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί.» Τὸ ἄνωθεν ἐν τούτοις οὐδὲν ἕτερον οἶμαι σημαίνειν, ἢ τὸ ἐκ τῆς ἀνωτάτω πασῶν οὐσίας. Οὐ γὰρ δήπου σωματικοῖς, ἵν᾽ οὕτως εἴπωμεν, καὶ τοπικοῖς ὑψώμασιν ἐναμβρύνεσθαι τὸν Υἱὸν ἐροῦμέν τε ἡμεῖς, ἢ καὶ τὸν ἅγιον Βαπτιστὴν διισχυρίζεσθαι δώσομεν. Ὅπου τοίνυν τὸ ἄνωθεν οὐκ ἐκ τόπου νοεῖται σωματικοῦ, ἀλλ᾽ οὐδὲ τὴν ἀπό τινος εἰς ἕτερόν τι κίνησιν ἔχει πραγματικῶς, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ ὅπερ εἴπομεν φθάσαντες, αὐτῆς ἄνωθεν οὐσίας, τῆς ἐν τῷ εἶναι, θεοπρεπῶς τὸ τοῦ ἀξιώματος ὕψος ἐχούσης;

Πῶς οὖν ὁ ἐντεῦθεν προεληλυθὼς Θεὸς Λόγος τὴν μὲν ἀπογεννήσασαν αὐτὸν διαψεύσεται φύσιν, ἀνατελεῖ δὲ ἡμῖν ἑτερογενής τε καὶ ἔκφυλος, ποίημα μᾶλλον καὶ οὐχ Υἱὸς, δοῦλος καὶ οὐ Δεσπότης; Πῶς δ᾽ ἂν καὶ ἐπάνω πάντων νοηθείη λοιπὸν, ὁ διὰ τὸ εἶναι τοῖς πᾶσιν ὁμογενὴς, μετὰ πάντων ὑποκεῖσθαι παρ᾽ ἐκείνων ἀναγκαζόμενος, εἴπερ ὄντως ἐστὶ πεποιημένος;

Καὶ γὰρ ἀληθεύει λέγων ὁ Ψαλμῳδὸς, ὡς πρὸς Θεὸν καὶ Πατέρα· «Ὅτι τὰ σύμπαντα δοῦλά σου.» Τοῦτο γὰρ τὸ πρέπον τῇ κτίσει μέτρον· ὁ δὲ Υἱὸς ἐπάνω πάντων ἐστίν. Οὐκ ἄρα τῶν ὑποκειμένων δουλικῶς εἶς ὑπάρχει καὶ αὐτὸς, μᾶλλον δὲ τὸ ἐναντίως ἔχον τῷ τοιῷδε σχήματί τε καὶ πράγματι.

ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ ἐπάνω πάντων ἐστὶν ὁ Υἱὸς, οὐκ ἐν τοῖς πᾶσι τετάξεται, ἀλλ᾽ ἕτερος ἔσται παρὰ πάντα καὶ ἐπάνω, τουτέστιν, ἐν ὑψηλοτέρᾳ τινὶ καὶ ἀῤῥήτῳ φύσει τὴν ὁμοίωσιν ὑπερκειμένῃ τὴν πρὸς τὰ γενητά. Τοῦτο γὰρ πάλιν ἡμῖν τὸ ἐπάνω σημαίνει, τὴν ὡς ἐν τόπῳ σωματικῶς παραιτούμενον θέσιν ἐπὶ Θεοῦ. Εἰ δὲ οὕτως ἔχει φύσεώς τε καὶ λόγων τῶν καθ᾽ ἑαυτὸν ὁ Υἱὸς, πῶς ἂν νοοῖτο καὶ πεποιημένος;

ΑΛΛΟ. Περὶ τοῦ Σωτῆρός φησιν ὁ μακάριος Βαπτιστὴς, ὅτι «Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισε ὅτι Θεὸς ἀληθής ἐστιν.» Εἰ ὁ πιστεύων οἷς ἂν λέγοι καὶ διαβεβαιοῖτο Χριστὸς, ἐσφράγισε ὅτι ὁ Θεὸς ἀληθής ἐστι· Χριστὸς ἄρα ἐστὶν ὁ Θεὸς ὁ ὢν ἀληθὴς παρὰ τῶν ἀκροωμένων πιστευόμενος· Θεοῦ δὲ οὐκ ὄντος ἐν ἡμῖν προσφάτου, πῶς ἂν εἴη γενητός;

ΑΛΛΟ. Φησί που πάλιν ὁ Σωτήρ· «Ἐγώ εἰμι ἡ ζωή.» Καὶ οὕτως ἔχειν περὶ αὐτοῦ πιστευτέον, εἴ γε Θεὸς οὐ ψεύδεται. Ἀλλὰ μὴν οὐ ψεύδεται· ἀληθὴς γάρ ἐστι. Ζωὴ δὲ κατὰ φύσιν ὁ Υἱὸς, οὐκ ἄρα γενητὸς, οὐδὲ πεποιημένος, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς, οὐσιωδῶς ἔχουσα τὸ εἶναι διὰ παντός. Ὅπερ ἐστὶ τῷ γενέσθαι πολεμιώτατον. Τὸ γὰρ ὅλως γεγονὸς ἀνάγκη λέγειν οὐκ εἶναι μὲν διὰ παντὸς, ἦχθαι δὲ χρόνῳ μᾶλλον εἰς γένεσιν.

ΑΛΛΟ. «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν οἱ Ἰουδαῖοι ἀποκτεῖναι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι φαινόμενος ἄνθρωπος, μὴ μᾶλλον Πατέρα κοινὸν, ἀλλ᾽ ἴδιον ἀποκαλεῖ τὸν Θεὸν, λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται.» Ἀπὸ δὲ τοῦ λέγειν αὐτὸν ἴδιον Πατέρα τὸν Θεὸν, πρὸς φυσικήν τινα καὶ ἀληθῆ θεωρίαν καλούμενοι, καὶ τὴν πρὸς Θεὸν ἁρπάζειν ἰσότητά φασιν αὐτὸν, ἐπείπερ τὸ ἔκ τινος φυσικῶς προελθὸν, ἴσον ἐστὶ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον τῷ ἐξ οὗπερ ἐστί.

Ταύτας οὖν ἐχόντων τῶν Ἰουδαίων τὰς ὑπονοίας περὶ Χριστοῦ, τίς δὴ ὁ σφάλ[λ]εσθαι τῆς ὀρθότητος καὶ, τῆς ἀληθείας εἰπὼν τοὺς τῇδε διακειμένους, ὅτι Πατέρα ἴδιον τὸν Θεὸν, ἴσον ἑαυτὸν ἐποίει τῷ γεγεννηκότι;

Ἀλλ᾽ οὐδὲ αὐτὸς ὁ Σωτὴρ, καίτοι τῆς ἀληθείας προστάτης ὑπάρχων ἀεὶ, καὶ διὰ ταύτης τοὺς προσιόντας αὐτῷ χειραγωγῶν εἰς ἀπλανῆ καὶ καθαρωτάτην διάληψιν, τῆς τῶν Ἰουδαίων ὑπονοίας ἐπιλαμβάνεται. Ἐκ δὲ τῶν ἐναντίων φαίνεται καὶ ὅπερ ὑπετόπησαν βεβαιῶν διὰ τοῦ λέγειν ἐφεξῆς· «Ἃ γὰρ ἐὰν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Ἴδιον ἄρα Πατέρα τὸν Θεὸν ἐπίσταται, καὶ ἴσος ἐστὶν αὐτῷ, φυσικὴν ἔχων εἰς πάντα τὴν ὁμοίωσιν.

Ὁ δὲ τοιοῦτος Υἱὸς, πῶς ἂν εἴη καὶ ποίημα;

ΑΛΛΟ. «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Ποῖ ποτε ἄρα δραμεῖται καὶ νῦν τοῖς Χριστομάχοις ὁ λόγος; Ἢ τί καὶ πρὸς ταύτην ἐροῦσι τοῦ Υἱοῦ τὴν φωνήν; Πῶς ἀνίστησι τοὺς νεκροὺς ὁ Πατήρ; Ἆρα ζωῆς τῆς ἐξ ἑτέρου μετέχων, ἢ αὐτὸς ὑπάρχων ἡ ζωὴ κατὰ φύσιν; Ἀλλ᾽, οἶμαι, πάντως αὐτὸν εἶναι δώσουσι τὴν ζωὴν, οὕτω τε δύνασθαι ζωογονεῖν τοὺς ἐν οἶς ἂν γένοιτο μεθεκτός. Οὐκοῦν ἐπειδήπερ οὕτω καὶ ὁ Υἱὸς ζωογονεῖ τοὺς νεκροὺς, ζωὴ πάντως ἐκ ζωῆς κατὰ φύσιν ἐστίν. Ὁ δὲ οὕτως ἔχων ἀπαραλλάκτως πρὸς τὸν Πατέρα, πῶς ἂν εἴη γενητὸς, εἴπερ οὐ τοῦτό ἐστιν ὁ Πατήρ; Ἀλλὰ μὴν οὐ τοῦτο.

Ἦν γὰρ ἀεὶ καὶ ἔστιν ὡς ζωή. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀεὶ ζῶν καὶ ὑπάρχων, ὡς ὁ Πατήρ.

ΑΛΛΟ. «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ ὁμολογουμένως. Ὁ δὲ Υἱὸς κατὰ τὴν τῶν ἑτεροδοξούντων μανίαν, κτίσμα τε ὑπάρχων καὶ ποίημα, Θεὸς εἶναι κατὰ φύσιν οὐ δύναται. Πῶς οὖν, εἴποι τις ἂν, ἰσοστάθμῳ καὶ ἰσοῤῥόπῳ τιμῇ καὶ τὸν Θεὸν καὶ τὸ ποιηθὲν θεραπεύσομεν, καὶ οὐχ ἁμαρτήσομεν;

Ἢ πῶς αὐτὸς ἡμᾶς ὁ Πατὴρ δρᾷν ἐπιτάττει, κελεύει δὲ ὥσπερ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καίτοι διὰ Μωσέως εἰπών· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις;» Ἀλλ᾽ ἔστιν, ὡς φαίνεται, τῶν λίαν ἀτοπωτάτων τῇ κτίσει λατρεύειν ἡμᾶς ἐθέλειν οἴεσθαι τὸν Θεὸν καὶ Πατέρα. Ἐπιτάττει δὲ οὕτω τιμᾶσθαι τὸν Υἱὸν ὥσπερ οὖν καὶ ἑαυτόν. Οἶδεν ἄρα κατὰ φύσιν ὄντα Θεὸν, καὶ τῆς οὐσίας τῆς ἑαυτοῦ καρπὸν ἀληθῆ τε καὶ γνήσιον.

Εἶτα πῶς ἂν λέγοιτο γενητὸς ὁ οὕτως ἔχων φύσεως Υἱὸς, εἰ τοῦ πεποιῆσθαι μακρὰν τὸν ἐξ οὗπέρ ἐστιν ὁμολογοῦμεν Πατέρα;

ΑΛΛΟ. «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, ὥσπερ ἔχει καὶ ὁ Πατὴρ, οὐσιωδῶς ἄρα, καὶ οὐ μεθεκτῶς. Οὐσιώδης γὰρ ἡ ζωὴ ἐν Πατρὶ, μᾶλλον δὲ αὐτοζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατήρ. Μὴ γὰρ δὴ θορυβείτω τοὺς ἀκροωμένους ὁ Υἱὸς δεδόσθαι λέγων ἑαυτῷ παρὰ Πατρὸς τὴν ζωήν.

Ὅμοιον γὰρ ὡς ἂν εἰ καὶ ἡ ἐκ τοῦ πυρὸς προϊοῦσα λέγοι θερμότης· Ὥσπερ τὸ πῦρ ἔχει τὸ θερμὸν ἐν ἑαυτῷ, οὕτω κἀμοὶ δέδωκεν ἔχειν ἐν ἐμαυτῇ. Καὶ οὐ δήπου κατὰ μετοχὴν τοῦ λαμβάνοντος, ἢ κατὰ ἀπομερισμόν τινα καὶ ἀποκοπὴν τὴν ὡς ἐκ τοῦ διδόντος ἐν τοῖς τοιούτοις ἡ λῆξις νοεῖται· ἀλλ᾽ ὡς ἐξ ἑνότητος τῆς πρὸς τὸ ἐκπέμπον οὐσιώδους ἀποτελεῖται τοῦ πεμπομένου φορά. Ἔχων οὖν ὁ Υἱὸς οὕτω ἐν ἑαυτῷ τὴν ζωὴν ὥσπερ ἔχει καὶ ὁ Πατὴρ, καὶ τοῦτο ὑπάρχων ἀπαραλλάκτως ὅπερ ἐκεῖνός ἐστι, πῶς ἃν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐτόν;

ΑΛΛΟ. «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθινὴ αὐτοῦ ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω.» Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ καὶ ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐπειδὴ δὲ ἅπαξ φησὶν ὁ Σωτὴρ, οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν βούλεσθαι λαβεῖν, ἄλλον δὲ εἶναι τὸν ἀληθῆ μαρτυροῦντα περὶ αὐτοῦ, τίς ἄρα οὗτός ἐστιν, ὁ καὶ τῆς Ἰωάννου φωνῆς ἀξιολογώτερος;

Ἦ δηλονότι πάντως πού φησι τὸν Πατέρα, τὸν Ἰωάννῃ λέγοντα· «Ἐφ᾽ ὃν ἂν εἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτος ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ·» ὅτε καὶ ἄνωθεν ἡ τοῦ Πατρὸς ἠνέχθη φωνὴ λέγοντος· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τοῦ Θεοῦ τοιγαροῦν καὶ Πατρὸς Υἱὸν ἀποκαλοῦντος αὐτὸν, καὶ ἀληθῆ ποιουμένου τὴν τοιαύτην ἐπ᾽ αὐτῷ μαρτυρίαν, τίς ὁ ποίημα λέγων αὐτὸν, καὶ οὐ διαῤῥήδην τῇ τοῦ πάντων κρατοῦντος ἀπομαχόμενος γνώσει, ἣν ἔχει περὶ τοῦ ἰδίου γεννήματος;

Ὁ δὲ τοιοῦτος πῶς ἂν ὅλως φαίνοιτο σωφρονῶν;

ΑΛΛΟ. «Ἐγὼ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου. Τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκεν.» Εἰ [fort. εἰς] τὸ δύνασθαι μαρτυρεῖν περὶ αὐτοῦ, μικρὰν μὲν εἶναι τυχὸν τὴν Ἰωάννου φωνὴν διαβεβαιοῦται Χριστὸς, οὐχ ὡς Ἰωάννου τὸ ἀξιόχρεων ἐν τῷ μαρτυρεῖν οὐκ ἔχοντος ἀληθῶς (ἐπεί πως ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ τοῦτο ἀπεσταλμένος παρὰ τοῦ Θεοῦ), ἀλλ᾽ ὅτι παρὰ τοῖς ἀνοσίοις Ἰουδαίοις ἐν τῷ μηδενὶ λελόγισται καὶ αὐτὸς, καίτοι τοσοῦτος ὑπάρχων εἰς ἀρετήν. Ἀξιολογωτάτην δ᾽ οὖν ὅμως τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν ἔσεσθαί φησιν, ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς προελθών. Ἀπὸ γὰρ τῆς ἐν τοῖς ἔργοις μεγαλειότητος ἀξιοῖ γνωρίζεσθαι, καθά φησιν αὐτὸς, ὅτιπερ αὐτοῦ Πατρὸς ἐξῆλθε καὶ ἥκει, ὡς οὐκ ἂν ἰσχύσας ἐργάσασθαί τι τῶν ὅσα μόνῳ πρέπει Θεῷ, εἴπερ ἦν ὄντως ἑτεροφυὴς ὡς πρὸς τὸν γεννήσαντα αὐτόν. Ὅταν οὖν φαίνηται τοσαῦτα ἰσχύων ὅσα καὶ ὁ Πατὴρ, πῶς οὐκ ἀναγκαῖον Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὄντα πιστεύειν, καὶ μὴ ποίημα λέγοντας βλασφημεῖν ἀσεβῶς τε καὶ ἀμαθῶς;

ΑΛΛΟ. «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Πῶς ἐλήλυθεν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ὁ Υἱός; ὡς Θεὸς δηλονότι, ὡς Κύριος, ὡς ζωὴ, ὡς παντοκράτωρ, ὡς φῶς, ὡς ζωογονεῖν τοὺς νεκροὺς δυνάμενος. Ταῦτα γάρ ἐστιν ὁ Πατήρ.

Ἀλλ᾽ εἴπερ ἐστὶν ἀλήθεια κατὰ φύσιν ὁ Υἱὸς, ἔστι δὲ πάντως, οὐδὲν τῶν εἰρημένων ἐν αὐτῷ διεψευσμένον εὑρεθήσεται· ὁ δὲ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατὴρ, πῶς ἂν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐτόν·

ΑΛΛΟ. «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ.» Ἀπεστάλθαι φησὶ παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸν τῆς ὑπακοῆς τε καὶ ἐνανθρωπήσεως τρόπον. Ἑαυτὸν γὰρ ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ γέγονεν ὑπήκοος μέχρι θανάτου· ἢ καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ τικτόμενόν τε καὶ ἐκπεμπόμενον φῶς, ἢ καὶ ἐκ πυρὸς θερμότης, ἀμερίστως τε καὶ ἀδιαστάτως ἐπὶ τὸν μετέχοντα διατρέχουσα, ζῇν δὲ πάλιν διὰ τὸν Πατέρα φησὶν, οὐ ζωῆς μέτοχος, καθάπερ ἡμεῖς, γινόμενος, ἀλλ᾽ ὡς τῆς Πατρὸς ἰδιότητος φυσικῶς διαβαινούσης εἰς αὐτὸν, ἅτε δὴ καὶ Υἱὸν ὄντα, καὶ οὐσιωδῶς ἐξ αὐτοῦ προεληλυθότα. Ἰδιότητος δὲ τοῦ Πατρὸς τὸ ζῇν.

Τοῦτο δὴ οὖν ὑπάρχει καὶ ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ἦν γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως ζῇν τὸν ἐκ ζῶντος Πατρὸς, εἴπερ ἐστὶν ἀπαράλλακτος εἰκὼν τοῦ γεννήσαντος αὐτὸν ὁ Υἱός. Ὥσπερ οὖν ἐκ ζῶντός ἐστι Πατρὸς, ζῶν ἐστι καὶ αὐτὸς, οὕτω τῆς φυσικῆς ὁμοιότητος ἀνασώζων τὸν χαρακτῆρα πανταχοῦ, ἐπείπερ ἐστὶν ἐξ ἀγενήτου Πατρὸς, ἀγένητος ἔσται καὶ αὐτός. Καὶ ἐπείπερ ἐκ Θεοῦ τοῦ κατὰ ἀλήθειαν, ἀληθινὸς ἔσται Θεὸς, καὶ οὐ ποιητὸς ἢ κτιστὸς ἢ πρόσφατος.

ΑΛΛΟ. «Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Ὅρα μοι πάλιν ἐντεῦθεν ἀκριβεστάτην ὄντα τοῦ Πατρὸς εἰκόνα τὸν Υἱόν. Εἰ γὰρ, εἴ τις αὐτὸν εἰδείη, γινώσκει πάντως καὶ τὸν Πατέρα, πῶς οὐ πρόδηλον ὡς ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν ἐκεῖνος; οὐδεμιᾶς τοιγαροῦν μεσολαβούσης παραλλαγῆς, σωζομένης τε τῆς ὁμοιότητος ἀπαραλλάκτου, πῶς ἂν εἴη γενητὸς ὁ Υἱὸς, οὐκ ἔχοντος οὕτω τοῦ Πατρός;

ΑΛΛΟ. Τὰ πρός τί πως ἔχοντα τῶν ὀνομάτων οὐ μόνα νοεῖται καὶ ἰδιαζόντως καθ᾽ ἑαυτὰ, ὥσπερ οὖν καὶ τὰ λοιπὰ, ἀλλ᾽ εἰσφέρει πάντως καὶ τοῦ ἑτέρου τὴν δήλωσιν, καὶ κατασημαίνει κἀκεῖνο πρὸς ὅπερ ἔχει τὴν σχέσιν. Οἷον, ἡμέραν εἰπών τις, οὐδὲ νυκτὸς ἀμνημονεῖ· δεξιὸν ὡσαύτως ὡς πρὸς ἀριστερόν· οὕτω καὶ υἱὸν ὡς πρὸς πατέρα. Οὐκοῦν οὐ ποίημα λέγων τὸν Υἱὸν, οὐκ εὐλόγως αὐτὸν ἀντιδιαστέλλει τῷ Πατρί. Ὁ δὲ Υἱὸν ὁμολογῶν, οἶδεν ὅτι καὶ Πατέρα ἔχει. Ποιήματος γὰρ ὁ ποιητὴς οὐκ ἂν νοοῖτο πατήρ· κτίστης γὰρ μᾶλλον καὶ δημιουργός. Ἐπεὶ οὖν εἰδέναι βουλόμεθα τὸν Θεὸν ὄντα Πατέρα, Υἱὸν κατὰ φύσιν ὁμολογῶμεν τὸν ἐξ αὐτοῦ, ἢ πάντη τε καὶ πάντως μετὰ τῶν ἀπαιδεύτων Ἰουδαίων ἀκουσόμεθα παρ᾽ αὐτοῦ· «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.»

ΑΛΛΟ. «Ἀπεκρίθησαν, φησὶν, οἱ Ἰουδαῖοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν.» Οἱ τὸν ἐκ Θεοῦ Πατρὸς πεφυκότα Υἱὸν οὐκ ἀγαπήσαντες, πῶς ἂν ἀληθεύσειαν λέγοντες ἠγαπηκέναι τὸν ἐξ οὗπέρ ἐστι; Καὶ οἱ τὸν καρπὸν ἀτιμάσαντες, ποίαν καὶ προσοίσουσι τῷ δένδρῳ τιμήν; Εἰ δὲ καρπός ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός· τοῦτο γὰρ σημαίνει τὸ, «Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω,» πῶς ἂν εἴη γενητός; Πῶς δὲ ὅλως ἡ τῆς θεότητος ἄῤῥητος φύσις ἔκφυλόν τι καὶ ἀλλογενὲς ὡς πρὸς ἑαυτὴν ἀποτέξεται, οὐδὲ τῆς γενητῆς οὐσίας ἀνεχομένης τοῦτο παθεῖν; Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου, καὶ βοῦς ἐκ βοός. Οὐκοῦν ἀνάγκη Θεὸν ἐκ Θεοῦ πεφυκέναι τὸν Υἱὸν ὁμολογεῖν, ἵνα μὴ φαίνηται τῶν ἑαυτοῦ κτισμάτων ἐλάττων ὁ Πατήρ.

Ἀπεστάλθαι δὲ παρ᾽ αὐτοῦ φησιν ὁ Υἱὸς, οὐ τόπον ἐκ τόπου μεταμείβων (σωμάτων γὰρ τοῦτό γε), ἀλλ᾽ ὡς ἐκ πυρὸς ἡ αὐτοῦ θερμότης, ἢ καθάπερ ἐκ φωτὸς ὁ ἐξ αὐτοῦ φωτισμός.

ΑΛΛΟ. «Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Εἰ πάντων μείζων ἐστὶν ὁ Πατὴρ, θεοπρεπῆ δηλονότι τὴν ὑπεροχὴν ἔχων ὡς πρὸς τὰ ποιήματα, καὶ ἔξω πάντων καὶ ἐπὶ πάντων ἐστίν. Ὁ δὲ οὕτως ἔχων φύσεώς τε καὶ ἀξιώματος, ἕν ἐστι πρὸς τὸν Υἱόν. Εἶτα πῶς ἔσται γενητὸς, ὁ τῷ ἀγενήτῳ Πατρὶ κατ᾽ οὐσίαν ὁ αὐτός; Ἢ πῶς ἐν τοῖς πᾶσιν ὡς ποίημα λογισθήσεται, ὁ μείζων πάντων μετὰ Πατρὸς, μείζων δὲ ὡσεὶ Θεὸς πρὸς ποιήματα;

ΑΛΛΟ. «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου. Διὰ ποῖον ἔργον αὐτῶν ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Τοῦ Σωτῆρος ἡμῶν διαλεγομένου καὶ φάσκοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι, μὴ νοοῦντες τίς ὁ ταῦτα λέγων ἐστὶ, μόνην δὲ εἰς τὴν σάρκα βλέποντες, εἶτα καταλεύειν αὐτὸν ἐβούλοντό τε καὶ ἐπεχείρουν, ἤδη βλασφημίας ἐγκλήματι περιβάλλοντες. Διὰ γὰρ τοῦ φάναι, φασὶν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» Θεὸν σεαυτὸν κατὰ φύσιν ποιεῖς, τοῦτο μόνον νοοῦντες ὀρθῶς.

Κρείττους οὖν ἄρα τῶν ἀνοσίων Ἀρειανῶν Ἰουδαῖοι, τὸν ὅλως εἰπεῖν θαῤῥήσαντα· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ὥσπερ ἐξ ἀναγκαίου λόγου λοιπὸν πρὸς τὸ τῆς θεότητος ἀναβαίνειν ἀξίωμα διαβεβαιούμενοι. Πῶς γὰρ ἂν ἓν ὑπάρχοι πρὸς τὸν φύσει Θεὸν, ὁ μὴ τοῦτο ὑπάρχων; Ἐπειδὴ δὲ οὐ ψεύδεται, κατὰ φύσιν ἄρα καὶ αὐτὸς ὑπάρχων Θεὸς, ἕν ἐστι πρὸς τὸν Πατέρα. Ὁ δὲ τοιοῦτος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος;

ΑΛΛΟ. «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὂν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι;» Ὁρᾷς ὅπως ἑαυτὸν ἀντιδιαστέλλει σαφῶς τοῖς κατὰ θέσιν θεοῖς, ὡς αὐτὸς δηλονότι κατὰ φύσιν ὑπάρχων, ὅπερ ἐκείνοις ἐν χάριτος μέρει προστίθεται; Πῶς οὖν ἐνδέχεται τὸν οὐσιωδῶς ὄντα Θεὸν μὴ οὐχὶ καὶ πάντως τὸ εἶναι ποίημα διαφεύγειν, εἴπερ ἄνω τοῦ κτίζεσθαι θήσομεν τὴν θείαν τε καὶ ἀπερινόητον φύσιν;

ΑΛΛΟ. «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί.» Ὅτι τὰ κατὰ φύσιν τῆς ἀλλήλων ὁμογενείας διεστηκότα, διάφορον ἔχει καὶ τὴν ἐνέργειαν, σαφέστατα δὲ δεικνύει δι᾽ ὧν ἔφησεν ὁ Σωτήρ. Εἰ γὰρ εἰς τὴν τῆς σαρκὸς εὐτέλειαν ἀποβλέποντες, οὐ πιστεύετε, φησὶν, εἰς ἐμὲ, ἀλλά γε τῶν ἔργων ἡ μεγαλειότης ἀξιόχρεώς τε καὶ ἀξιολογωτάτη πρὸς τὸ δύνασθαι πείθειν ὑμᾶς ὅτιπέρ εἰμι Θεὸς ἐκ Θεοῦ προεληλυθώς. Ὁ γὰρ ἐν ἔργοις ἴσος ὢν τῷ Πατρὶ, πῶς ἂν εἴη δευτερεύων κατὰ τὴν φύσιν αὐτοῦ; Καὶ ὁ τὴν αὐτὴν ἐνέργειάν τε καὶ δύναμιν ἐκείνῳ περικείμενος, πῶς ἂν γένοιτο πρὸς αὐτὸν ἑτεροφυής; Μᾶλλον δὲ πῶς οὐχὶ κατὰ πάντα προσεοικὼς, καὶ οὕτω πρὸς ἐμφέρειαν οὐσιώδη καλῶς ἀπηκριβωμένος, ἔχων τε ὅλον τοῦ γεννήσαντος ἐν ἑαυτῷ τὸ ἰδίωμα φυσικῶς, ὡς εἶναι μὲν αὐτὸν ἐν Πατρὶ, ἔχειν τε ὁμοίως ἐν ἑαυτῷ τὸν Πατέρα; εἶτα τίς ὁ τολμῶν ποίημα λέγειν τοῦ Πατρὸς τὴν εἰκόνα, καὶ οὐχὶ πάντως εἰς αὐτὸν ἀσεβῶν τὸν Πατέρα;

ΑΛΛΟ. «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Εἰ ποίημα καὶ κτίσμα, κατά τινας, ὑπάρχων ὁ Υἱὸς, ἀνάστασίς ἐστι καὶ ζωὴ, μὴ θαυμαζέσθω ταῦτα ὢν ὁ Πατήρ. Τί γὰρ τὸ πλέον ἐν αὐτῷ παρὰ τὰ ποιήματα; Εἰ δὲ τῶν ποιημάτων τοσοῦτον, ὅσον ἴσμεν, ἀπῴκισται κατὰ τὸν τῆς φύσεως λόγον καὶ διὰ τὸ εἶναι ζωὴ, πῶς ἂν εἴη ποίημα ὁ Υἱὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχων, ὥσπερ οὖν ἀμέλει καὶ ὁ γεννήσας αὐτόν; Ζωὴ δὲ ὅλως τῶν ποιημάτων οὐδέν ἐστι, ζωῆς δὲ μᾶλλον τῆς ἀπὸ τοῦ ζῶντος Θεοῦ μέτοχα. Ἐπεὶ καὶ ἐν Θεῷ κινούμεθα καὶ ἐσμὲν, ὡς ὁ Παῦλός φησιν.

ΑΛΛΟ «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με.» Εἰ τοσαύτην ἔχει τὴν ὁμοίωσιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ὡς ἀνακεκράσθαι τρόπον τινὰ κατ᾽ οὐσίαν αὐτῷ καὶ τὴν ἐκείνου φύσιν καθάπερ ἐν εἰκόνι δεικνύειν, πῶς οὐ λίαν ἐστὶ δυσσεβὴς ὁ ποίημα λέγειν αὐτὸν ἀποτολμῶν, εἰ μὴ καὶ αὐτῷ τὸ πεποιῆσθαι δίδωσι τῷ Πατρί; Εἶναι γὰρ ἀνάγκη τοιοῦτον τὸν Υἱὸν ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν ὁ Πατήρ. Ἐπειδὴ δὲ οὐ ποίημα ὁ Πατὴρ, οὐκ ἄρα ἔσται ποίημα ὁ Υἱὸς, ἄκτιστος δὲ μᾶλλον, ὥσπερ ὁ γεννήσας αὐτόν. Οὕτως γὰρ ἕξει καὶ τὸ εἶναι κατὰ ἀλήθειαν ὁ Υἱὸς, καὶ ἐν αὐτῷ τὸν Πατέρα θεωρήσομεν.

ΑΛΛΟ. «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.» Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ, ταῦτά ἐστι καὶ τοῦ Υἱοῦ (πρόδηλον δὲ ὅτι τοῖς φυσικοῖς ἀξιώμασι τοῦ γεννήσαντος ἐναμβρύνεται), πρόσεστι δὲ τῷ Πατρὶ μετὰ τῶν ἄλλων θεοπρεπῶν ἀγαθῶν καὶ τὸ εἶναι ἀγενήτως, ἕξει τοῦτο καὶ ὁ Υἱός. Ἔστι γὰρ οὐ πεποιημένος, ἀλλ᾽ ἦν ἐν ἀρχῇ μετὰ Πατρὸς καὶ ἐν Πατρὶ, Θεός τε ὢν Λόγος, ἄῤῥητον δὲ καὶ ἄφραστον ἔχων τὸν τῆς γεννήσεως τρόπον.

ΑΛΛΟ. «Ἐξῆλθον ἐκ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον, καὶ πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις, ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Ἀξιολογωτάτη λίαν ἡ τῶν ἁγίων ἀποστόλων σφραγίς τε καὶ μαρτυρία διατεθεῖσθαι φασκόντων πεπιστευκέναι τε ἤδη καὶ μάλα γοργῶς, ὅτι περ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Τοῦτο γὰρ οἶμαι σημαίνειν, καὶ οὐχ ἕτερόν τι, τὸ ἐξελθεῖν ἐκ Πατρός. Ζητητέον δὲ ὅμως πόθεν αὐτοῖς τὸ πιστεῦσαι συμβέβηκε, καὶ ἐπὶ τίσιν ἢ ποίαις ἀφορμαῖς ἡ τῆς συνέσεως δέδοται ψῆφος. «Νῦν, φασὶν, οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Ἐν τῷ εἰδέναι τὰ πάντα τὸν Υἱὸν, διετέθησαν οἱ μαθηταὶ ὅτιπερ ὄντως εἴη παρὰ Θεοῦ καὶ Πατρὸς ἐκφανείς. Θεότητος γὰρ ὄντως ἴδιον τὸ μηδὲν ἀγνοεῖν, ὅπερ ἦν ἐν Υἱῷ. Διὸ δὴ καὶ Θεὸν εἶναι πιστεύουσιν αὐτὸν, ἀναπεφάνθαι τε γεννητῶς ἐκ Πατρὸς, ἔχοντα τὰ ἐκείνου φυσικῶς ἐν ἑαυτῷ.

Εἶτα πῶς ἔσται γενητὸς ὁ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκλάμπων, καὶ οὐ μόνον ἔχων τὸ πάντα εἰδέναι, ἀλλὰ γὰρ καὶ μεγάλῃ λέγων τῇ φωνῇ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.»

ΑΛΛΟ. «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Εἰ τοῖς ψευδωνύμοις θεοῖς τῶν ἐθνῶν ἀντιδιαστελλόμενος, μόνος ἐστὶν ἀληθινὸς ὁ Πατὴρ, συνημμένος δηλαδὴ κατὰ τὴν ταυτότητα τῆς φύσεως τῷ Υἱῷ, ὁράτωσαν οἱ ποίημα λέγοντες αὐτὸν, εἰ μὴ πάσης ἀσεβείας ἐπέκεινα βαδιοῦνται, γενητὸν εἶναι φάσκοντες τὸν ᾧ πρόσεστι κατὰ ἀλήθειαν τὸ εἶναι Θεὸν μετὰ τοῦ γεννήσαντος αὐτόν.

ΑΛΛΟ. «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Ἄρα ποῖον ὄνομα τοῦ Πατρὸς φησὶν ὁ Σωτὴρ, ὃ δὴ καὶ φανερὸν τοῖς ἀνθρώποις καταστῆσαι διϊσχυρίζεται; Ἀλλ᾽ ἔστιν εἰπεῖν ὅτι, Θεόν σε παρὰ ἀνθρώποις ἐκήρυξα; Τί δὲ ἄρα τῶν προφητῶν οἱ λόγοι; Θεὸν ἢ οὐχ οὕτω καλοῦσι τὸν ἁπάντων Δεσπότην τοσούτοις ἄνωθεν τῆς ἐνανθρωπήσεως χρόνοις; Τί οὖν τὸ πλέον διὰ Χριστοῦ; ἀλλ᾽ ἴσως, Δημιουργὸν, φησὶ, καὶ τοῦ παντὸς κόσμου ποιητήν τε καὶ φιλοτεχνήμονα καταγγέλλων διατετέλεκα. Καίτοι πρῶτος ὁ μακάριος Μωσῆς, τὸ περὶ τῆς κοσμοποιΐας συντιθεὶς βιβλίον, ὁμοῦ καὶ Θεὸν καὶ ποιητὴν αὐτὸν εἰσφέρει, λέγων, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ποῖον οὖν ὄνομα πεφανερῶσθαί φησιν; Ἦ δῆλον ὅτι τοῦ Πατρός; Ἐπειδὴ γὰρ πεπιστεύκασιν ὡς Υἱὸν, συνωμολόγησαν δηλονότι τὸ εἶναι Πατέρα, καὶ ἔγνωσαν τίς ἐστιν καὶ ὁποῖος ὁ Πατὴρ, ἀπὸ τῆς κατὰ φύσιν ὡραιότητος τοῦ Υἱοῦ πρὸς τὸ τοῦ γεννήσαντος κάλλος χειραγωγούμενοι, καὶ ἀπὸ τῆς ἀκριβοῦς εἰκόνος τὸ ἀρχέτυπον βλέποντες. Τί οὖν ἄρα ἐστὶν τὸ διὰ τούτων κατασκευαζόμενον; Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, οὐκ ἂν ἐξ αὐτοῦ νοοῖτο Πατὴρ ὢν ὁ Θεός· ποίημα γὰρ ὡς πρὸς ποιητὴν, υἱὸς δὲ πρὸς πατέρα νοεῖται· τοιαύτη γὰρ ἡ θέσις ἀεὶ τῶν πρός τί πως ἐχόντων ἐστίν.

Εἰ δὲ χρὴ κατὰ ἀλήθειαν ἐνεργείᾳ καὶ πράγματι Πατέρα νοεῖσθαι Θεὸν, Υἱὸν ὁμολογητέον τὸν ἐξ αὐτοῦ· ὁ δὲ αὐτὸς καὶ ἐφ᾽ Υἱοῦ κρατήσει λόγος.

Γέννημα γὰρ εἶναι καὶ οὐ ποίημα πιστευόμενος, συνεισοίσει πάντως ἑαυτῷ τὴν τοῦ γεννήσαντος γνῶσιν· καὶ οὕτως ἀληθεύει λέγων, «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.»

ΑΛΛΟ. Ὁ Σωτήρ που φησὶ πρὸς τὴν Μαριὰμ, μετὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι· «Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Θέα δὴ πάλιν μικρὸν ἐπιστήσας τοῖς λεγομένοις τὸν νοῦν, ὅτι πάρεστι κατὰ ἀλήθειαν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος, καὶ οὐχὶ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀπόνοιάν τε ὁμοῦ καὶ ἀπαιδευσίαν. Διασκευάσθω δὴ πάλιν ὁμοῦ κατὰ τόνδε τὸν τρόπον ἡ τοῦ θεωρήματος δύναμις· Εἰς τὸ τῆς ἀνθρωπότητος σχῆμά τε καὶ πρᾶγμα καταβεβηκὼς ὁ Θεὸς Λόγος, ἵνα διασώσῃ τὸν ἄνθρωπον, ἅτε δὴ λοιπὸν τοῦτο γεγονὼς ὅπερ ἡμεῖς κατὰ φύσιν ἐσμὲν, λαμβάνει μὲν εἰς ἑαυτὸν τὰ τῆς ἀνθρωπότητος ἴδια· τὰ δὲ οἰκεῖα πάλιν αὐτὸς ἀντιδίδωσιν ἡμῖν, καὶ οὕτως εἰς τὴν αὐτῷ φύσει πρέπουσαν τιμὴν ἀναφέρει τὸν ἄνθρωπον, αὐτῆς ἀρχαίας κατολισθήσαντα δόξης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Ἀναμίξας τοίνυν τρόπον τινὰ καὶ ἀνακεράσας ἡμᾶς ἐν ἑαυτῷ, καὶ πάλιν ἡμῖν ἑαυτὸν, κάτεισι μὲν εἰς τὰ ἡμέτερα αὐτὸς, ἀναρπάζει δὲ ἡμᾶς εἰς τὰ ἑαυτοῦ· οἷον ἄνθρωποι μὲν κατὰ φύσιν ἡμεῖς, αὐτὸς δὲ εἰς τὸ παρὰ φύσιν διὰ φιλανθρωπίαν καταδραμὼν, γέγονεν ἄνθρωπος. Δοῦλοι Θεοῦ κατὰ φύσιν ἡμεῖς ὡς ποιήματα· δοῦλος ἐχρημάτισε καὶ αὐτὸς εἰς τὸ παρὰ φύσιν ἐνεχθεὶς, ὅτε γέγονεν ἄνθρωπος.

Ἀλλὰ καὶ τὸ ἐναντίον, Θεὸς κατ᾽ οὐσίαν αὐτός· θεοὶ καὶ ἡμεῖς εἰς τὸ παρὰ φύσιν ἀναβαίνοντες διὰ τὴν χάριν· ἄνθρωποι γάρ· Υἱὸς κατὰ φύσιν αὐτός· υἱοὶ καὶ ἡμεῖς κατὰ θέσιν, ὡς εἰς ἀδελφότητα τὴν πρὸς αὐτὸν κεκλημένοι.

Οὐκοῦν εἴπερ ἡμεῖς κατὰ θέσιν υἱοὶ καὶ θεοὶ, τοῦτο πάλιν αὐτὸς ἔσται κατὰ ἀλήθειαν ὡς τοῖς κατὰ θέσιν ἀντινοούμενος. Ὁ δὲ ἀληθινὸς Υἱός τε ὑπάρχων καὶ Θεὸς, πῶς ἂν εἴη γενητὸς, οὐδαμόθεν παραδεχομένης τὸ κτίζεσθαι τῆς θείας οὐσίας;

ΑΛΛΟ. Ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φησί που πάλιν· «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον.» Δημιουργικὸν κατὰ φύσιν τὸ Πνεῦμα εἰδὼς καὶ ὁ Ψαλμῳδός, φησὶ πρὸς τὸν ὅλων Δεσπότην Θεὸν καὶ Πατέρα· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον καὶ δημιουργεῖ καὶ ἀνακαινίζει τὰ πάντα, τοιαύτην ἔχον τὴν φύσιν, πῶς ἂν εἴη γενητὸς, ἢ πῶς ἂν κτίσμα νοοῖτο κατὰ φύσιν ὁ Υἱὸς, ὁ τοῦ κτίζειν ἰσχύοντος Πνεύματος χορηγός;

ΑΛΛΟ. Θωμᾶς ὁ μακάριος μαθητὴς ἀπαγγελλόντων αὐτῷ τῶν συναποστόλων, ὅτι δὴ Τεθεάμεθα τὸν Κύριον ἐκ νεκρῶν ἐγηγερμένον, ὀλίγον ἀπιστήσας φησίν· «Ἐὰν μὴ βάλω τὰς χεῖράς μου εἰς τοὺς τύπους τῶν ἥλων, οὐ μὴ πιστεύσω.» Ἐπειδὴ δὲ παρῆν ὁ Σωτὴρ καὶ αὐτὸν ἀποπείσων, καὶ δὴ καὶ τὰς χεῖρας τοῖς τύποις τῶν ἥλων ἐντιθέναι προσέταττεν, ἀνακεκλημένος εἰς πίστιν ὁ μαθητὴς λέγει πρὸς αὐτόν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καὶ τοῦτο εἰπὼν, οὐ μόνον παρὰ τοῖς τὸ τηνικάδε συμβιοτεύουσιν αὐτῷ, ἀλλὰ μέχρι νῦν καὶ παρ᾽ ἡμῖν θαυμάζεται, ὡς ὀρθῶς δηλονότι καὶ ἀληθῶς περὶ τοῦ Σωτῆρος διαλαβών. Εἰ τοίνυν καὶ Κύριός ἐστι καὶ Θεὸς, πῶς ἔσται τῶν ποιηθέντων εἷς; πᾶν γὰρ τὸ πεποιημένον, καὶ δοῦλον τῇ φύσει, καὶ οὐ Θεὸς κατὰ φύσιν· ὁ δὲ Σωτὴρ φύσει Κύριος καὶ Θεὸς, οὐκ ἄρα γενητὸς, ᾧ τὰ τῆς θείας οὐσίας ἐφήρμοσται κάλλη.

ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ κτίσμα κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, οὕτω δὲ ἔχοντι κατ᾽ ἐκείνους φησὶν ὁ Θωμᾶς, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου,» καὶ τὸ ἐκ τῆς δυσφημίας ἔγκλημα διαπέφευγε, ὡς ἐξὸν καὶ κτίσματι ταῦτα καλεῖσθαι, τί κωλύσει καὶ ἀγγέλοις καὶ ἑκάστῳ τῶν ἁγίων τυχὸν τοῦτο λέγειν ἡμῶν, ὅταν αὐτοὺς ἐπί τισι παραδόξοις θαυμάζωμεν; Ἀλλ᾽ οὐκ ἄν τις εἴποι νοῦν ἔχων ἑνὶ τῶν κατειλεγμένων τὴν τοιαύτην φωνὴν, ὡς μόνῳ πρέπουσαν Θεῷ, μακράν τε εἶναί φαμεν τοῦ διεσφάλθαι τὸν μαθητήν. Οὐκοῦν ἀληθεύει Θεὸν αὐτὸν ἀποκαλῶν καὶ Κύριον· ὁ δὲ τοῦτο ὑπάρχων φυσικῶς, καὶ οὕτω κεκλημένος, κατὰ τίνα τρόπον ἔσται γενητός;

ΑΛΛΟ. «Πολλὰ μὲν, φησὶ, οὖν καὶ ἄλλα ἐποίησε σημεῖα ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ.» Λεγέτωσαν ἡμῖν οἱ θεομαχεῖν ἀνοήτως ἀποτολμῶντες Ἀρειανοὶ, εἰ ποίημα λέγοντες τὸν Χριστὸν, καθὸ Λόγος ἐστὶν, Υἱὸν αὐτὸν ὁμολογοῦμεν τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ᾽ οἶμαί γε σφόδρα κατηγορήσειν αὐτοὺς τῆς ἑαυτῶν ἀβουλίας, εἰς τὸν ἐπὶ τούτοις ἀναβλέποντας λογισμὸν, καὶ τί μὲν ἔστι τὸ ποιηθὲν, τί δὲ τὸ γενηθὲν ὑπό του θεωρήσαντας ἀκριβῶς. Τὸ μὲν γὰρ ποιηθὲν οὐκ ἐκ τῆς οὐσίας τοῦ ποιοῦντος λαμβάνεται· τὸ δὲ γεννώμενον, τὴν τοῦ γεννῶντος φύσιν ἀποσυλᾷ. Τοῦτο δὲ φαμὲν ὡς ἐπὶ σωμάτων, ἕτερον ἔχοντος τοῦ πράγματος τύπον ἐπὶ Θεοῦ, ὅμως δ᾽ οὖν ἐκ τῶν καθ᾽ ἡμᾶς ἀληθεστάτην εἰσφέροντος τὴν εἰκόνα. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφορᾶς, καὶ οὕτω μακροῦ διορίζοντος λόγου ποίημα καὶ Υἱὸν, ὅτου δὴ χάριν ὁ μακάριος εὐαγγελιστὴς τὰς ἐκ τοῦ Πνεύματος ἡμῖν διακονῶν ἀληθείας, πολλὰ καὶ ἀξιοθαύμαστα γενέσθαι σημεῖά φησιν, ἵνα πιστεύσωμεν ὅτι Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐχὶ μᾶλλον εἷς τῶν ποιηθέντων παρὰ Θεοῦ, εἴπερ ἐστὶ γενητὸς, ὡς ἐκεῖνοι ληροῦντες φασίν. Ἀλλὰ τοῦτο μὲν οὐ φησὶν, εἰς δὲ τὴν τῆς υἱότητος ἔννοιαν ἀναφέρει τῶν ἀκροωμένων τὸν νοῦν.

Οὐκ ἄρα γενητὸν νοεῖσθαι βούλεται τὸν Υἱὸν, καθὸ Λόγος