ΑΛΛΟ.
Τὰς τῶν θείων χαρισμάτων διανομὰς ὁ μακάριος Παῦλος τῇ τοῦ ἁγίου Πνεύματος ἀναθεὶς ἐνεργείᾳ, γράφει πάλιν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ἀλλ᾽ εἰδὼς ὅτι τὸ Πνεῦμα Θεός ἐστιν, ἐν τῇ αὐτῇ Ἐπιστολῇ πάλιν φησί· «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.» Τί τοίνυν ἀμφιβάλλουσιν, εἰ Θεὸς τὸ Πνεῦμα ὑπάρχει κατ᾽ οὐσίαν, οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, Παύλου σαφέστατα διειπόντος μὲν, ὡς τὸ Πνεῦμά ἐστι τὸ διαιροῦν μὲν καθὼς ἂν αὐτὸ βούληται τὰ τῶν θείων χαρισμάτων εἴδη; εἶτα πάλιν φάσκοντος, Θεὸν εἶναι τὸν ἐν ταῖς Ἐκκλησίαις τὰ τοιαῦτα χορηγοῦντα τοῖς ἀξίοις; Πῶς δὲ οὐκ ἄτοπον τοὺς ὀρθῶς ἐθέλοντας φρονεῖν, μὴ ταῖς τοῦ Παύλου φωναῖς, ἀλλὰ ταῖς ἄλλων προσέχειν ἀβουλίαις; Θεὸς οὖν τὸ Πνεῦμα, κἂν οἱ ἀμαθεῖς μὴ βούλωνται.