Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι Ε'-ΣΤ': Η αμέριστη και άχρονη γέννηση του Υιού

Αναίρεση των ευνομιανών θέσεων περί χρονικής αρχής του Υιού και απόδειξη ότι η γέννησή Του από τον Πατέρα συντελέστηκε αδιαίρετα, απάθως και άρρευστα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 22

ΛΟΓΟΣ Εʹ. Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγένητος ᾖ, ἀλλ᾽ ἦν αὐτῷ συναΐδιος γεννητὸς ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ ἔστιν ἀνάρχως καὶ ἀγενήτως ἀεὶ ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἐγεννήθη δὲ ὁ Υἱὸς, πῶς οὐκ ἀνάγκη πᾶσα τὸ γεννηθὲν ἀρχῇ περιγράφεσθαι;

Πρὸς τοῦτο λύσις. Οὐδεὶς ἀναγκάσει λόγος ἀνύπαρκτον εἶναι πάντως πρὸ τῆς γενήσεως τὸ γενηθὲν, ἢ καὶ ἀρχῇ περιγράφεσθαι, κἂν ὁ γεννῶν ἀγένητος ἦν. Οὐ γὰρ περί τινος τῶν καθ᾽ ἡμᾶς ὁ λόγος ἡμῖν, ὦ οὗτος, ἵνα δὴ καὶ ἐν χρόνῳ τὸ γεννώμενον φαίνοιτο καὶ καθάπερ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι βαδίζον, ἀρχῇ περιγράφοιτο· ἀλλὰ περὶ τῆς θείας τε καὶ ἀπερινοήτου φύσεως, ἀῤῥήτως πάντα ποιούσης καὶ θεοπρεπῶς. Οὐκοῦν ὑπερβήσεται τὴν καθ᾽ ἡμᾶς γνῶσιν καὶ ὁ τῆς θείας γεννήσεως τρόπος, καὶ οὐ τοῖς ἀνθρωπίνοις θεσμοῖς ὑπόκειται· ἀλλ᾽ ὅσον τῆς ἐν ἡμῖν σμικροπρεπείας ἡ θεία φύσις ἀπῴκισται, τοσοῦτον ἐν τοῖς καθ᾽ ἑαυτὴν ὑπερέχει τὰ ἡμέτερα. Παυέσθωσαν τοίνυν ἀνάγκῃ καὶ ἀρχῇ περιγράφοντες τὸν ἀνάγκης κρείττονα, καὶ ἀρχὴν μὲν τὴν ἐν χρόνῳ παραιτούμενον· λέγοντα δὲ πρὸς Μωσέα τὸν σοφώτατον· «Ἐγώ εἰμι ὁ ὤν.» Τῷ δὲ ἀεὶ ὄντι (τοῦτο γὰρ σημαίνει τὸ ὢν), ποίαν τις δοίη τὴν τοῦ εἶναι κατὰ χρόνον ἀρχήν; Ἄλλως τε οὐ πάντως ὅπερ ἂν τοῖς τοῦ γεννήσαντος ἰδιώμασιν ἐναντίον εἶναι δοκῇ, τοῦτο τῷ γεννηθέντι φαίνεται προσόν. Ὡς γοῦν ἔστιν ὁ Θεός· τὸ δὲ ἀντιπίπτον τούτῳ καὶ ἀντικείμενον οὐ Θεός. Ἀλλ᾽ ἔστι Θεὸς καὶ ὁ Υἱὸς, καίτοι τοῦ Πατρὸς ὄντος Θεοῦ, βασιλέως τε ὄντος ὁμοίως τοῦ Πατρὸς, βασιλεύς ἐστι καὶ ὁ Υἱός.

Ὁ δὲ αὐτὸς σώζεται λόγος ἐπί τε τοῦ ἀφθάρτου καὶ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ὅσα τοιαῦτα πρόσεστι τῇ θείᾳ φύσει. Εἰ τοίνυν οὐ πάντως τὰ ἀντικείμενα τοῖς προσεῖναι λεγομένοις τῷ Πατρὶ, πρόσεστι τῷ Υἱῷ, οὐδὲν ἀδικήσει τοῦ Υἱοῦ τὴν οὐσίαν ἡ γέννησις, κἂν ἀγέννητος ὁ Πατὴρ τυγχάνῃ. Ἔσται δὴ αὐτῷ συναΐδιος οὐ πάντως ἔχων τὰ ἐναντία τῶν φυσικῶν ἰδιωμάτων αὐτοῦ, καθὰ δέδεικται.

Ἀπόδειξις ἐφεξῆς, Ὅτι τὰ ἀντικείμενά πως πρὸς ἄλληλα κατὰ τὴν ὀνομασίαν, κοινὰ πολλάκις ἔχει τινὰ τῶν φυσικῶν. Οὐ πάντως ὅσα κατὰ τὴν πρόχειρον φωνὴν ἤτοι τὸ ἐν λέξει σημαινόμενον ἐναντίως ἔχει πρὸς ἄλληλα, ταῦτα καὶ κατ᾽ οὐδένα τρόπον τῶν ὅσα ταῖς οὐσίαις πρόσεστιν ἀλλήλοις ἐπικοινωνοῦντα φαίνεται. Καὶ γοῦν τὸ ζῶον ἀντίκειται τῷ μὴ ζώῳ· ἀλλ᾽ αὔξην ἐπιδέχεται τό τε ζῶον καὶ τὸ μὴ ζῶον, οἷον ὁ ἵππος καὶ τὸ φυτόν. Εἰ δὲ τούτοις καίτοι τὴν διαφορὰν ὁμοίαν οὐκ ἔχουσι κοινωνία τις περί τι πρᾶγμα γέγονε, τίς ἀναγκάσει λόγος Θεῷ καὶ Πατρὶ μηδένα κοινότητος εἶναι τόπον πρὸς Υἱὸν καὶ Θεὸν, ἐπειδὴ ὁ μὲν ἔστιν ἀγενήτως, ὁ δὲ γεννητῶς, καὶ τοῖς ὀνόμασιν ἀντιδιαστέλλεσθαί πως δοκεῖ; Οὐδὲ γὰρ τὸ εἶναι τοιῶσδε τὸν Υἱὸν, εἰ καὶ ὁ Πατὴρ μὴ οὕτως ἔχει, τὸ τῆς οὐσίας αὐτοῦ γνήσιον ἀναιρεῖ. Σημαίνει δὲ μόνον ἡ γέννησις τὸ πῶς ἐστιν, οὐδὲν εἰς ἀϊδιότητα βλάπτουσα τὸν ἀεὶ ὄντα ἐν τῷ Πατρί.

ΑΛΛΟ. Ἐκ τοῦ ἀντικειμένου δεικνύον ὅτι ἄναρχος ἐν χρόνῳ ὁ Υἱός. Εἰ πᾶν ὅπερ ἂν ἐκ θνητοῦ καὶ φθαρτοῦ γεννηθείη, τοῦτο πάντως ἔσται τῷ φύσαντι προσεοικὸς, γενητὸν δηλαδὴ καὶ φθαρτὸν, ἀνάγκη πᾶσα καὶ τὸ ἐναντίον, ὅπερ ἂν ἐξ ἀγενήτου καὶ ἀφθάρτου γεγέννηται, τοῦτο πάντως ἄφθαρτον εἶναι καὶ ἀγένητον. Ἕξει τοιγαροῦν οὕτω φύσεως ὁ Υἱὸς ὅπως ἂν ἔχοι καὶ ὁ γεννήσας αὐτόν. Οὐ γέγονεν δὲ ὁ Πατήρ· οὐ γέγονεν ἄρα οὐδὲ ὁ Υἱὸς, ὁ δὲ μὴ γεγονὼς, ποίαν ἔχει τοῦ εἶναι τὴν ἀρχήν; Ἦν οὖν ἄρα τῷ Πατρὶ συναΐδιος,

ΑΛΛΟ, διηγηματικῶς. Οἱ ἀπό τινος ἀρχῆς ἄρχεσθαι τοῦ γεννᾷν οἰόμενοι τὸν Θεὸν, λίαν ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, οὐδὲν αὐτῷ διδόντες πλέον ἡμῶν. Ἄνθρωπος μὲν γὰρ ἐπειδὴ τοῦ εἶναι ἤρξατο ἀναγκαίως καὶ τοῦ τίκτειν ἄρχεται, καὶ τὸ ἐξ ἑαυτοῦ γενητὸν ἔχει· ὁ δὲ Θεὸς, ἀγένητος ὢν, οὐκ ἐν χρόνῳ γεννᾷ, οὐδὲ γενητὸν ἔχει τὸν ἐξ ἑαυτοῦ· ἀλλ᾽ ὥσπερ αὐτὸς ἄναρχός ἐστι καὶ ἀγένητος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος, ἄναρχος, ἄχρονος ἔσται καὶ ἀγένητος ὥσπερ ὁ ἀποκυήσας αὐτόν.

Ἐρώτησις ὡς ἐκ τῶν Εὐνομίου. Λεγέτωσαν ἡμῖν, φασὶν, οἱ τῷ Πατρὶ τὸν Υἱὸν συναΐδιον εἶναι φάσκοντες, ἐπαύσατο τοῦ γεννᾷν ὁ Πατήρ; Ἐπαύσατο δέ. Ἀρχὴν οὖν ἔχει τοῦ εἶναι ὁ Υἱὸς, τὴν ἐν τῷ γεννᾷν κατάπαυσιν τοῦ Πατρός.

Πρὸς τοῦτο λύσις. Εἰ παντὸς ἀνωτέρω χρόνου καὶ ἀρχῆς ἢ διαστήματος ἡ οὐσία τοῦ Θεοῦ, ἀνωτέρα τούτων ἔσται καὶ ἡ γέννησις, καὶ οὐ πάντως ἀποστερήσει τὴν θείαν φύσιν τοῦ δύνασθαι γεννᾷν, τὸ μὴ ἐν χρόνῳ τοῦτο ποιεῖν.

Ἕτερος γὰρ παρὰ τὸν ἀνθρώπινον ὁ τρόπος τῆς θείας γεννήσεως. Ὁμοῦ γὰρ τῷ εἶναι τὸν Θεὸν καὶ τὸ γεννᾷν αὐτῷ συνεπινοεῖται, καὶ ἦν ἐν αὐτῷ γεννητῶς ὁ Υἱὸς, οὐ προτρέχουσαν ἔχων τὴν γέννησιν τῆς ὑπάρξεως, ἀλλ᾽ ἅμα καὶ ὢν ἀεὶ γεννητῶς.

ΑΛΛΟ. Ὁ τολμήσας εἰπεῖν· Κατέπαυσεν ἄρα τοῦ γεννᾷν ὁ Πατὴρ, ἀφύκτῳ δυσφημίας ἐγκλήματι περιπεσεῖται δικαίως. Τρεῖς γὰρ ἀλλοιώσεις εἰσφέρει περὶ τὴν θείαν φύσιν. Ἀνάγκη γὰρ πᾶσα τῇ διαστηματικῇ γεννήσει τρεῖς δοῦναι χρόνους. Ἕνα μὲν, τὸν πρὸ τῆς γεννήσεως· δεύτερον δὲ, τὸν ἐν αὐτῷ τῷ γεννᾷν· τρίτον δὲ, τὸν μετὰ τὴν γέννησιν. Εἰ δὲ ἐν τούτοις γέγονε Θεὸς ἀρχόμενος τοῦ γεννᾷν, καὶ γεννήσας, καὶ καταπαύσας, πῶς οὐκ ἠλλοιώθη· πῶς δὲ αὐτὸς ἔσται τῶν αἰώνων ποιητής; ἢ πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ Χριστοῦ, ὅτι «Δι᾽ αὐτοῦ γέγονε τὰ πάντα,» καιροῦ μεσολαβοῦντος καὶ ἀνωτέρω κειμένου τῆς γεννήσεως αὐτοῦ, κατὰ τὴν τῶν χριστομάχων μανίαν;

ΑΛΛΟ. Ἐν χρόνῳ μὲν οὐ τίκτει Θεὸς, ὁ χρόνων ἀνωτέρω κειμένην ἔχων τὴν φύσιν· οὐδὲ ἀνάγκαις ὑποκείσεταί τισιν, ὁ πάντα ὑπεραναβεβηκώς. Οὐ πάντως δὲ τὸ τίκτειν πεφυκὸς, ἐκ τοῦ μὴ τίκτειν εἰς τοῦτο πρόεισιν, οὐδὲ ἐπειδὴ τίκτειν οἶδε, πάντως καὶ καταπαύει.

Καὶ γοῦν γεννᾷ μὲν ἐξ ἑαυτοῦ τὸ πῦρ τήν τε κατὰ φύσιν αὐτῷ προσοῦσαν θερμότητα καὶ τὸν φωτισμόν· οὔτε δὲ ἐκ τοῦ μὴ εἶναι θερμὸν εἰς τοῦτο προῆλθεν, οὔτε πεπαύσεται γεννῶν τὸ κατὰ φύσιν αὐτῷ προσόν· ἀλλ᾽ ἅμα γέγονε πῦρ, καὶ ἦν αὐτῷ τὰ αὐτοῦ. Εἰ τοίνυν καὶ ἐπὶ τῶν πεποιημένων παρὰ Θεοῦ τοιοῦτος φαίνεται γεννήσεως τρόπος, πῶς οὐκ ἀσεβὲς μὴ τὰ μείζω παραχωρεῖν αὐτῷ, κἂν μὴ φθάνῃ πρὸς κατάληψιν τῆς μεγάλης αὐτοῦ φύσεως ὁ ἀνθρώπινος νοῦς;

ΑΛΛΟ. Τὸ γενητὸν πρὸς τὸ ἀγένητον, καὶ τὸ ποιηθὲν πρὸς τὸ μὴ πεποιημένον πολλὴν ἔχει τὴν διάστασιν· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται. Εἰ τοίνυν πᾶν ὅπερ ἂν ἐκ γενητοῦ γένηται, ἀκολουθεῖ πάντως τῇ οἰκείᾳ φύσει, καὶ ἔστι γενητὸν διὰ τὸ ἐκ τοιούτου τὴν ὕπαρξιν ἔχειν, ἀναγκαίως ἔσται καὶ τὸ ἐναντίον, καὶ πᾶν ὅπερ ἂν ἐξ ἀγενήτου γεννηθῇ, τοῦτό ἐστιν ἀγένητον.

Ἐγενήθη δὲ ὁ Υἱὸς ἐξ ἀγενήτου Πατρός· ἀγένητος ἄρα καὶ αὐτὸς καὶ τῷ τεκόντι συναΐδιος, σώζων ἐν ἑαυτῷ τῆς πατρῴας φύσεως τὸ ἀξίωμα.

Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτό φαμεν καὶ αὐτοὶ συναΐδιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, οὐ καθὸ ἦν ἀεὶ σὺν αὐτῷ, ἀλλ᾽ ὅτι τὸ θέλειν ἀεὶ τὸν Υἱὸν εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ.

Πρὸς τοῦτο λύσις. Ἀλλ᾽ ἔστι τοῦτο φλυαρία πολλὴ, καὶ ἀνοίας ἀσυγκρίτου σαφὴς ἀπόδειξις. Τίνι γὰρ οὐκ ἔστι δῆλον ὅτι δὴ καὶ περὶ ἑκάστου τῶν πεποιημένων ἦν ἐν τῷ Θεῷ τὸ θέλειν; Θελήσας γὰρ τὰ πάντα πεποίηκεν ὁ δημιουργός· καὶ οὐκ ἀθέλητά ἐστιν αὐτῷ τὰ παρ᾽ αὐτοῦ πεποιημένα. Τίς οὖν ἡ διαφορὰ Υἱοῦ καὶ ποιήματος, κτίσεως καὶ γενήματος, εἰ τὸ θέλειν ἐν Θεῷ κεῖται περὶ ἀμφοῖν; Οὐκ ἄν τις εὐλόγως τῶν τοῦτο φρονούντων καταβοήσειεν, ὅτι τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὸν τῆς φύσεως λόγον ἐν ἴσῳ μέτρῳ τιμᾷν ἐπιχειροῦσιν, ἐν μόνῃ προγνώσει τοῦ Θεοῦ κεῖσθαι διδόντες ἀμφότερα, καὶ πλέον οὐδὲν ἔχειν τῶν γενητῶν παραχωροῦντες τῷ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθόντι Λόγῳ;

ΑΛΛΟ. Εἰ μὴ συνῆν ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ ἐξ αὐτοῦ τε ὢν κατὰ φύσιν καὶ συναΐδιος, συμβέβηκε δὲ αὐτῶ τὸ εἶναι, συνέβη δηλονότι καὶ τῷ τεκόντι τὸ γενέσθαι Πατέρα. Καὶ μεταβολή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις γενομένη φαίνεται. Ὃ γὰρ οὐκ ἦν πρότερον, καθ᾽ ὑμᾶς, τοῦτο γέγονεν ὕστερον. Τροπῆς δὲ ἁπάσης καὶ ἀλλοιώσεως ἀνεπίδεκτος ἡ θεία φύσις. Οὐκ ἄρα συνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα· ἀλλ᾽ ἦν αὐτῷ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, καθάπερ ἡ θερμότης ἐν πυρὶ, γεννητῶς ἐξ αὐτοῦ προϊοῦσα καὶ ἀεὶ συνυπάρχουσα, καὶ ἐκ φωτὸς ὁ περὶ τὰ ἔξω φωτισμός.

ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τέλειος, φησὶν, ἔστιν ὁ Πατὴρ ἐν τῇ οἰκείᾳ μεγαλειότητι καὶ οὐδὲν ἐλλείπει πρὸς τοῦτο τῇ αὐτοῦ φύσει, περιττῶς ὡς πλήρωμα τῆς θεότητος αὐτοῦ ὁ Υἱὸς ἐπεισφέρεται.

Πρὸς τοῦτο λύσις. Τέλειος μὲν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ μεγαλειότητι· καὶ οὐκ ἄν τις τοῦτο τῶν εὖ φρονούντων ἀρνήσεται τέλειος δὲ, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς, ἀλλ᾽ ὅτι καὶ Πατήρ. Εἰ γὰρ ἀφέλοις τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, ἀναιρήσεις τῆς θείας φύσεως τὸ καρπογόνον, ἵνα μηκέτι τὸ τέλειον ἔχοι, λείποντος αὐτῇ τοῦ γεννᾷν. Γνώρισμα τοίνυν τῆς τελειότητος, ἡ καρπογονία, καὶ σφαγὶς τῷ Πατρὶ τοῦ εἶναι τέλειον, ὁ ἐξ αὐτοῦ προελθὼν ἀχρόνως Υἱός.

ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν πρόσεστι τῇ τοῦ Πατρὸς οὐσίᾳ τὸ καρπογόνον, τέλειος δέ ἐστι καὶ δίχα τοῦ δύνασθαι γεννᾷν, περιττὸν ἄρα καὶ ἐπείσακτον ἐγγέγονεν αὐτῷ τοῦτο· μᾶλλον δὲ ἐδεήθη τούτου. Καὶ πῶς ἐστι τέλειος ὁ δεηθείς τινος; πῶς δὲ οὐκ ἄτοπον τὸ ἐπεισάγεσθαί τι τῇ θείᾳ φύσει, ὡς οὐκ ἐχούσῃ τὸ τέλειον ἐξ ἑαυτῆς; Φυσικὸν οὖν τῷ Πατρὶ τὸ καρπογόνον, καὶ διὰ τοῦτο τέλειος, ὅτι καὶ τέτοκεν οὐδενὸς τῶν ἀγαθῶν λειπόμενος.

ΑΛΛΟ, διηγηματικώτερον. Εἰ τέλειός ἐστιν ὁ Πατὴρ ἐν τῇ αὐτοῦ μεγαλειότητι κἂν μηδένα καρπὸν ἔχῃ καθ᾽ ὑμᾶς, ἔξωθεν ἄρα καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γέγονεν ὁ Υἱὸς, ὥσπερ καὶ τὰ ποιήματα· περιττὴ δὲ ἴσως καὶ οὐδὲ ὅλως ἀναγκαία ἡ εἰς τὸ εἶναι πάροδος αὐτοῦ, καθάπερ ἡ ἀνθρώπων τυχὸν καὶ ἡ τῶν ἄλλων ποιημάτων. Καὶ γὰρ καὶ πρὶν ἡμῶν γενέσθαι, ἦν τοῦτο Θεὸς ὅπερ νῦν ἐστι, καὶ γενομένων ἡμῶν, ἐν ταυτότητι μένει. Οὐδὲν γὰρ αὐτῷ προστίθεμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλούμενοι· οὔτε μὴν ἀφαιρησόμεθά τι τὴν θείαν φύσιν αὐτοῦ, οὔπω τὸ εἶναι λαχόντες. Ὥσπερ οὖν ἡμεῖς, ἐπειδὴ πεποιήμεθα, χάριν ἔχομεν τῷ Δημιουργῷ, ὁμολογείτω καὶ ὁ Υἱός· καὶ ἔστω πάλιν ἡμῖν κἀν τούτῳ παραπλήσιος, ἔξωθεν καὶ αὐτὸς γεγονὼς, καθάπερ ἡμεῖς. Ἀλλ᾽ ἔστι τοῦτο βυθὸς δυσφημίας.

Φεύγειν οὖν ἀναγκαῖον αὐτὸ, καὶ τῷ γεννήματι σώζειν τὸ ἐκ τῆς τοῦ γεγεννηκότος οὐσίας ὑπάρχειν· οὕτω γὰρ ἂν εἴη καὶ γέννημα. Ἀγένητος δὲ ἡ οὐσία τοῦ Πατρός· ἀγένητον ἄρα καὶ τὸ ἐξ αὐτῆς προελθὸν, τουτέστιν ὁ Υἱός.

ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐ πάντως, φησὶ, διὰ τὸ εἶναι καρπογόνον, τέλειός ἐστιν ὁ Θεός. Ἀλλὰ Θεὸς ὢν, καὶ διὰ τοῦτο τέλειος, γέγονε καὶ Πατήρ.

Πρὸς τοῦτο λύσις. Εἴπατε τοιγαροῦν ἡμῖν οἱ πρὸς τοσαύτην ἀσέβειαν ἐκβαίνειν οὐ παραιτούμενοι, εἰ ἐπισυνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, τί ἦν ἄρα πρὶν γένηται Πατήρ; Τὸ γὰρ ὅλως ὂν, ἔστι τι πάντως· ἢ γὰρ λέγοντες οὐκ εἶναί ποτε Πατέρα τὸν Θεὸν, μαχόμενοι πάσαις εὑρεθήσεσθε ταῖς Γραφαῖς· οὐ γὰρ ἴσασι τὸν Θεὸν οὐκ ὄντα Πατέρα· ἢ καὶ αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ.

ΑΛΛΟ. Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεννήματος εἶναι, καὶ τοσοῦτον, ὅσῳ ποιήματος Υἱὸς διαφέρει. Ἐφ᾽ ἡμῶν μὲν γὰρ λέγεται· «Ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ.» Περὶ δὲ Υἱοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» καὶ πάλιν πρὸς αὐτόν· «Κάθου ἐκ δεξιῶν μου.» Ὅση τίς οὖν ἐστιν ἡ διαφορὰ ποιήματος καὶ Υἱοῦ, καὶ διὰ τούτων εἰσόμεθα.

ΑΛΛΟ. Ὥσπερ τὸ Πατὴρ ὡς πρὸς Υἱὸν λαμβάνεται, οὕτω καὶ Θεὸς ὡς πρὸς τὰ δοῦλα καὶ τὰ μὴ τοιαύτην ἔχοντα τὴν φύσιν ὁποίαν αὐτός. Ἀνάγκη τοιγαροῦν ὁμοῦ καὶ Θεὸν καὶ Πατέρα νοεῖσθαι τὸν τοῦ Λόγου γεννήτορα· ἢ εἴπερ ἐν χρόνῳ γέγονε Πατὴρ, ὕστερον τὸν Υἱὸν ἀπογεννήσας, ἐν χρόνῳ γέγονε καὶ Θεὸς, ὅτε διὰ τοῦ Λόγου πρὸς τὸ εἶναι παρήχθη τὰ πάντα ὧν ἐστι καὶ Θεός. Καὶ εἰ φαίνεται πάντα γεγονότα μετὰ τὸν Υἱὸν (δι᾽ αὐτοῦ γὰρ γέγονε), πρὸ τοῦ εἶναι Θεὸς, ἕξει τὸ εἶναι Πατὴρ ὁ γεννήσας αὐτόν. Δέδεικται γὰρ ὅτι μετὰ τὸν Υἱὸν ἡ κτίσις, ἧς ἐστι Θεὸς, καὶ πρὸς ἢν νοεῖται εἰκότως τὸ τῆς θεότητος ὄνομα.

ΑΛΛΟ. Ἀποδεικτικῶς. Ὅτι πρεπωδέστερον τὸ Πατέρα μᾶλλον καλεῖν τὸν Θεὸν, ἢ τοῦτο αὐτὸ μόνον Θεόν. Εἰ μὴ τὸ Πατὴρ ὄνομα κυριώτερόν πώς ἐστι καὶ ἀξιολογώτερον ἐπὶ Θεοῦ ἢ αὐτὸ δὴ τοῦτο τὸ Θεὸς, ὅτου δὴ χάριν ἐπὶ τὸ βαπτίζειν ἀποστέλλων. τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, οὐκ ἐκέλευσε βαπτίζειν τὰ ἔθνη εἰς ὄνομα Θεοῦ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ἀλλὰ τὸ ἀληθέστερον σημαίνων τῆς θείας φύσεως ἀξίωμα· «Εἰς Πατέρα, φησὶ, καὶ εἰς Υἱὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ὁ δέ γε Φίλιππος τὴν θείαν, ἵν᾽ οὕτως εἴπω, περιεργαζόμενος φύσιν, ἔφασκε πρὸς αὐτόν· »Δεῖξον ἡμῖν τὸν Πατέρα.» Ὁρᾷς ὅπως οὐ Θεὸν ὀνομάζει πάλιν, ἀλλὰ Πατέρα καλεῖ; Καὶ αὐτὸς δὲ πρὸς τοῦτό φησιν ὁ Σωτήρ· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Πάλιν οὐκ εἶπεν, Ἑώρακε τὸν Θεὸν, ἀλλὰ τὸν Πατέρα, τὸ μεῖζον ἀπονέμων αὐτῷ, καὶ οὐ τὸ ἔλαττον. Ὅτε μὲν γὰρ καλεῖται Πατὴρ, ἐκ τοῦ μείζονος καὶ ἀξιολογωτέρου σημαίνεται, τουτέστιν ἐκ τοῦ Υἱοῦ· ὅτε δὲ Θεὸς, ἐκ τῶν ποιημάτων· ὅπερ ἐστὶν ἔλαττον· καὶ τοσοῦτον ὅσον ἐστὶ τὸ μεταξὺ δούλου καὶ δεσπότου, ποιητοῦ καὶ ποιήματος.

ΑΛΛΟ. Μετὰ σαφοῦς ἀποδείξεως, ὅτι πρῶτόν ἐστι Πατὴρ, εἶτα Θεὸς, εἰ καὶ ἅμα ἀμφότερα. Ὅτε τὴν καθ᾽ ἡμῶν ἀποπληρώσας οἰκονομίαν ὁ Σωτὴρ ἠπείγετο μετὰ τὸν σταυρὸν εἰς οὐρανοὺς, λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Ὁρᾷς ἐν τούτῳ σαφῆ τὴν τῶν ὀνομάτων διαστολήν; Ὁρᾷς ὅτι ὁ Πατὴρ μὲν ὡς πρὸς Υἱὸν νοεῖται, Θεὸς δὲ, ὡς πρὸς τὰ δοῦλα καὶ πεποιημένα; Οὐκοῦν εἰ δεύτερα τῆς γεννήσεως τοῦ Υἱοῦ τὰ ποιήματα, πρῶτον ἔχει τὸ εἶναι Πατὴρ, ἐπακολουθοῦν δὲ ἅμα καὶ τὸ εἶναι Θεός. Δειχθήσεται δὲ ἀκριβέστερον ἐντεῦθεν ἡ τοῦ νοήματος δύναμις.

Τὸ γὰρ προσὸν αὐτῷ κατὰ φύσιν ἀξίωμα χαριζόμενος ἡμῖν διὰ πολλὴν φιλανθρωπίαν, προστέθεικεν ὅτι, «καὶ Πατέρα ὑμῶν·» κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν δι᾽ αὐτοῦ, καὶ γέγονεν ἡμῶν κατὰ χάριν Πατὴρ ὁ αὐτοῦ κατὰ φύσιν. Ἀναλαμβάνων δὲ εἰς ἑαυτὸν τὰ ἡμῶν, καὶ ὡς τὴν τοῦ δούλου φορέσας μορφὴν τὰ τῶν δούλων οἰκειούμενος, λέγει· «Καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Οὐκοῦν αὐτοῦ μὲν φύσει Πατὴρ, ἡμῶν δὲ Θεός. Καὶ ἐπειδὴ, καθάπερ ἤδη προεῖπον, δι᾽ Υἱοῦ πεποιήμεθα, πρῶτον ἔσται Πατὴρ, εἶθ᾽ οὕτως Θεὸς, εἰ καὶ ἅμα καὶ συνημμένως.

ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Συναΐδιον, φησὶ, καὶ αὐτοὶ τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦμεν εἶναι, καθὸ τὴν τοῦ δύνασθαι τεκεῖν αὐτὸν ἐξουσίαν εἶχεν ἐν ἑαυτῷ καὶ πρὶν αὐτὸν τέκῃ.

Πρὸς τοῦτο λύσις. Εἰ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα συναΐδιον αὐτῷ τὸν Υἱὸν εἶναι ποιεῖ, καὶ οὐχ ὅτι συνῆν αὐτῷ γεννητῶς, τί κωλύσει λέγειν ὅτιπερ, ἐπειδὴ τὸ δύνασθαι κτίζειν ἦν ἐν Θεῷ, ἔσται πάντως αὐτῷ καὶ τὰ ποιήματα συναΐδια; Εἰ γὰρ τὸ δύνασθαι μόνον τὸ ἐν τοῖς πράγμασιν ἀποτέλεσμα φορεῖ, ἦν ἄρα καὶ πρὶν γένηται τὰ ποιήματα. Ἦν γὰρ ἐν τῷ Ποιητῇ τὸ δύνασθαι ποιεῖν αὐτά. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὐ τὸ δύνασθαι κτίζειν τὸν Θεὸν τοῦτό ἐστι καὶ γενέσθαι τὰ ποιήματα· οὐκ ἄρα τὸ δύνασθαι τεκεῖν τὸν Πατέρα, τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ᾽ ὅτι γεννητῶς καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ἅμα καὶ συναΐδιος· ὡς ἐκ πυρὸς θερμότης, ἢ καὶ ἐξ ἄνθους εὐωδία.

ΑΛΛΟ. Τὸ δύνασθαι γεννᾷν οὔπω τὴν ἐπ᾽ αὐτῷ ἐνέργειαν ἔχει. Ὅτε γάρ τις τίκτει, τότε καὶ ἐνεργεῖ. Οὐκοῦν οὐ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ᾽ ἐκ τοῦ εἶναι Πατέρα τὸν Θεὸν, τὸ ἐξ αὐτοῦ συνεπινοεῖται, διὸ καὶ Πατήρ ἐστιν. Εἰ δὲ ἅμα Πατὴρ καὶ Θεὸς, ἅμα καὶ Υἱὸς, συντρέχων τῇ τοῦ Πατρὸς ἀϊδιότητι καὶ συνεκτεινόμενος, ἵνα σώζηται τῷ γεννήσαντι τὸ εἶναι Πατέρα.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ καθ᾽ ὑμᾶς, φησὶ, τοὺς ὀρθὰ φρονεῖν λέγοντας συναΐδιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδέ ποτε ἄρα γέγονεν ἐνεργὸς ὁ Πατὴρ περὶ τὸ τίκτειν αὐτὸν, ἀεὶ δὲ ἀργὸς, πῶς οὖν ἐγεννήθη; Εἰ δὲ γέγονεν ἐνεργὸς καὶ ἔτεκεν, ἀρχὴν ἕξει πάντως τοῦ εἶναι τὸ γεννηθέν.

Πρὸς τοῦτο λύσις. Εἰ μὲν περί τινος τῶν πεποιημένων ὁ λόγος ἦν, ὦ οὗτοι, καλῶς ἐργάτην ἡμῖν εἰσφέρετε τὸν Θεὸν, καὶ οὐχὶ μᾶλλον γεννήτορα. Ἐπειδὴ δὲ οὐκ ἐργασίαν τινὰ γεγενῆσθαι παρὰ τοῦ Πατρὸς ὁμολογοῦμεν εἰς τὸν Υἱὸν (γεγενῆσθαι γὰρ αὐτὸν ἐκ τῆς οὐσίας, οὐκ ἔξωθεν πεποιῆσθαί φαμεν), πῶς οὐ διαῤῥήδην βλασφημεῖτε, λέγοντες ἐνεργὸν γεγενῆσθαί ποτε τὸν Πατέρα περὶ τὴν γέννησιν τοῦ Υἱοῦ, τοῦτον οὐκ ἐχούσης τὸν νόμον τῆς γεννήσεως οὐδὲ ἐφ᾽ ἡμῶν; Τὰ μὲν γὰρ ἔξωθεν, ἐργαζόμεθα· τίκτομεν δὲ τὰ ἐξ ἑαυτῶν. Οὐκοῦν ἐπειδήπερ οὐκ ἔργον ἐστὶν ὁ Υἱὸς, γέννημα δὲ μᾶλλον ἀϊδίου Πατρὸς, ἕξει δηλαδὴ τοῦ τεκόντος τὴν εὐγένειαν, ἀΐδιος ὢν ὡς ἐκεῖνος.

ΑΛΛΟ. Ἵνα μὴ σφόδρα φιλόνεικοί τινες εἶναι δοκῶμεν, συνθησόμεθα τοῖς χριστομάχοις ἐνεργητικὴν εἶναι λέγουσι τὴν γέννησιν τοῦ Υἱοῦ, διὰ τὸ μὴ ἐκ πάθους τετοκέναι τὸν Πατέρα. Ἀλλ᾽ ὥσπερ ἐστὶν ἐνεργητικὴ, οὕτω δὴ φυσική τε καὶ οὐσιώδης, καὶ τῆς ὑποστάσεως ἀχώριστος. Ἀνάγκη τοιγαροῦν, κἂν τέκῃ τὸν Υἱὸν ἐνεργητικῶς ὁ Πατὴρ, εἶναι πάντως αὐτὸν συναΐδιον· προείρηται γὰρ ὅτι τῆς ἰδίας ὑποστάσεως ἀχώριστον ἔχει τὸ τίκτειν. Οὔσης δὲ ἀεὶ τῆς ὑποστάσεως αὐτοῦ, εἶναι δεῖ πάντως καὶ τὸ ἐξ αὐτῆς προελθὸν φύσεως ὑπάρχον καρπός. Πῶς οὖν οὐκ ἔσται συναΐδιος ὁ Υἱός;

ΑΛΛΟ. Ὁρῶμεν ἐν τοῖς πεποιημένοις παρὰ Θεοῦ, ὅτιπερ ὅσα τοῦ γεννᾷν τὴν δύναμιν ἔχει μεμερισμένως (οὗτος γὰρ σωμάτων νόμος), καὶ ὅταν εἰς μέτρον ἡλικίας ἔλθῃ φανερὸν, τότε καὶ ἐνεργὸν ἴσχει τὸ τίκτειν, οἷον ἄνθρωπος, ζῶον ἄλογον, καὶ φυτόν. Ταῦτα γὰρ μικρὰ ὄντα, τίκτειν οὐ δύναται· τελειούμενα δὲ, καὶ τοῦτο ποιεῖ. Τί οὖν ἐκώλυε τελείαν οὖσαν τὴν οὐσίαν τοῦ Πατρὸς τίκτειν τὸ ἐξ αὐτῆς ἀχρόνως ὡς συναΐδιον αὐτῇ; Οὐ γὰρ δήπου φήσειεν ἄν τις ὡς ἐν χρόνῳ τὸ τέλειον ἔσχεν ἡ τοῦ Πατρὸς οὐσία, ἀεὶ ὡσαύτως ἔχουσα, καὶ οὔτε προσθήκης τινὸς δεομένη, οὔτε μείωσιν ὑποστῆναι δυναμένη. Ἔδει τοιγαροῦν ἀποθαυμάζειν αὐτοὺς, εἰ μὴ συναΐδιον ἦν τῷ Θεῷ τὸ ἐξ αὐτοῦ, οὐκ ἐκ τῶν ἐναντίων ἐπερωτᾷν τὸ, Πότε γεγέννηκε τὸν Υἱόν; Τῷ γὰρ ἀεὶ τελείῳ Πατρὶ τὸ γεννᾷν ἀχρόνως πρεπωδέστατον.

ΑΛΛΟ. Τοῖς διερωτῶσι φιλονεικώτερον, πότερόν ποτε γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον ἀντιθεῖναι καὶ λέγειν· Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ᾽ οὐχ εὑρήσουσι δεῖξαι τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ ἐγένετο πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τοιῶσδε εἶναι ὑπάρχει, τί κωλύσει μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι, καὶ τὸν Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;

ΛΟΓΟΣ ϛʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱόν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, οὐκ ἀναγκαῖον ὁμολογεῖν ἠλαττῶσθαι τοῦ Πατρὸς τὴν οὐσίαν, εἴπερ ἐξ αὐτῆς προῆλθεν ὁ Υἱὸς μέρος ὥσπερ τι τυγχάνων αὐτῆς; Εἰ δὲ βούλεσθε τὸ ἄτρεπτον τηρεῖν τῷ Πατρὶ καὶ τὸ ἄνω κεῖσθαι τῆς ἐλαττώσεως, οὐ παραιτήσεσθε φρονεῖν ὡς οὐκ ἂν εἴη μέρος ὁ Υἱὸς τῆς οὐσίας αὐτοῦ, οὐδὲ ἐξ αὐτοῦ, ἀλλ᾽ ἔξωθεν, καὶ κατὰ δύναμιν τὴν ἐν βουλήσει μόνῃ τὴν συνύπαρξιν ἔχει.

Πρὸς τοῦτο λύσις. Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχε καὶ τῶν περὶ τὰ σώματα παθῶν· περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα τὸν Θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζημίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσπερ εἰς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσαι τὴν αὐτὴν ἐπαγαγεῖν βλασφημίαν, καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς δημιουργεῖ), οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει, ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἀν τούτῳ πάλιν ἀναβήσεται, γεννῶν ἀμερίστως.

ΑΛΛΟ. Εἰ καθάπερ ἄνθρωπος τίκτει Θεὸς, ἐργάζεται καὶ ὡς ἄνθρωπος. Καὶ ἐπειδήπερ ἡμεῖς ὕλης παρακειμένης τινὸς διὰ κινήσεως χειρῶν ἀποτελοῦμέν τι τῶν ὅσα ποιεῖν βουλόμεθα, οὕτω καὶ Θεός. Εἰ δὲ δίχα χειρῶν καὶ ὕλης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα λόγῳ παράγει, τὴν ἀνθρώπου φύσιν νικῶν, νικήσει πάντως αὐτὴν καὶ περὶ τὸν τοῦ γεννᾷν τρόπον.

ΑΛΛΟ. Τὰ συνέχοντά τινα, οἱονεὶ κύκλῳ περιτετάσθαι πάντως ἀναγκαῖον τῶν ὅσα συνέχει. Τὸ δὲ εἰς κύκλον ἐκτείνεσθαι σωμάτων ἴδιον. Πῶς οὖν τὰ πάντα συνέχει ὁ Θεὸς ἀσώματος ὢν, καὶ διὰ τοῦτο μηδὲ ἐν τόπῳ νοεῖσθαι δυνάμενος; Ἀλλὰ συνέχει τὴν ἐν τούτοις ἀκολουθίαν, ὡς Θεὸς, ἀναβαίνων. Οὐκ ἄρα τοῖς σωματικῶν ὑποκείσεται νόμοις· οὐκοῦν οὐδὲ ὡς σῶμα γεννήσει.

ΑΛΛΟ. Τὸ ἐν πᾶσιν ὂν καὶ διὰ πάντων διῆκον, συμπλέκεσθαι τοῖς πᾶσιν ἀναγκαῖον. Οὔτω γὰρ ἂν εἴη καὶ ἐν πᾶσιν. Ἀλλ᾽ οὐ συμπεπλέχθαι μὲν τὴν οὐσίαν τοῦ Θεοῦ τῇ ποικιλίᾳ τῶν ἐν κόσμῳ σωμάτων ὁμολογήσομεν· μένει γὰρ ἐφ᾽ ἑαυτῆς καθαρά τε καὶ τῆς πρὸς ἔτερον κοινωνίας, ἀσύμπλοκος φυσικῶς· διήκει δὲ ὁ μὲν διὰ πάντων παραδόξως καὶ ἀῤῥήτως. Οὐκ ἄρα ταῖς σωμάτων ἀκολουθίαις ὑποκείσεται. Διόπερ οὐδὲ κατὰ τὴν τῶν σωμάτων φύσιν γεννήσει.

ΑΛΛΟ. Εἰ ἁπλοῦς καὶ ἀσύνθετός ἐστι καὶ νοεῖται Θεὸς, πῶς διαφόρους καὶ ποικίλας ἔχει τὰς ἐνεργείας, πολλὰ ποιημάτων εἴδη κατὰ καιροὺς ἐργαζόμενος; Εἰ δὲ οὐδὲν εἰς τὸ ἁπλοῦς εἶναι βλαβήσεται διαφόρως ἐν ἑκάστῳ τῶν ὄντων ἐνεργῶν, ἐπεὶ μὴ κατὰ σῶμά ἐστιν, ἄνω σωμάτων καὶ ἐν τῷ γεννᾷν κείσεται.

Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ βούλεσθε, φησὶ, τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προεληλυθότα λέγειν, ἀνάγκη πρότερον ὁμολογεῖν προϋποκεῖσθαι τοῦτον ἐν αὐτῷ. Οὕτω γὰρ δὴ καὶ ἐξ αὐτοῦ προελθὼν φαίνοιτο. Καὶ εἰ τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ ἕτερον ἐπ᾽ αὐτῷ οὐδένα τέξεται (μονογενὴς γὰρ), ἀφῃρῆσθαι καὶ αὐτὸν ἀνάγκη λέγειν τῆς γεννητικῆς δυνάμεως, ἠλαττῶσθαι δὲ καὶ ἐκ μέρους, γεννηθέντος ἅπαξ τοῦ Υἱοῦ καὶ μηκέτι ὄντος ἐν αὐτῷ καθάπερ καὶ πρότερον.

Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ τοῦ Θεοῦ φύσει περιτιθεὶς οὐκ ἐρυθριᾷς; Οὐ γὰρ καθάπερ σῶμα ἐν σώματι τὸν Υἱὸν ἐν Πατρὶ κεῖσθαι δίκαιον ἐννοεῖν. Οὐδὲ ὥσπερ τὰ ἐξ ἡμῶν γεννώμενα τῇ τῶν γεννώντων ὀσφύϊ περιέχεσθαι πιστεύειν εὐπρεπὲς, οὕτω καὶ ἐπὶ τοῦ θείου γεννήματος φρονητέον. Εἰ γάρ τις εἰς τοῦτο προβαίνει τόλμης ὡς εἰς τὴν τῶν σωμάτων ἀθλιότητα τὴν ἄῤῥητον τοῦ Θεοῦ καταφέρειν οὐσίαν, τί κωλύσει λέγειν μηδὲ ὅλως γεγεννηκέναι τὸν Πατέρα; Ἐπεὶ τὸ τίκτειν μητρὶ μᾶλλον ἢ ἀνδρὶ πρεπωδέστερον;

Ἐπειδὴ δὲ οὔτε σῶμα Θεὸς, οὔτε μὴν τὴν ἐν τοῖς σώμασιν ἔχει διαφορὰν (ἄρσεν γὰρ καὶ θῆλυ μόνον ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασιν), ἁπλοῦς δὲ καὶ ἀσώματος, καὶ αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων καθαρώτατος, διὰ ταύτην οἶμαι τὴν αἰτίαν χρῆναι δεῖν τοὺς ὅσοι τὴν ἐπ᾽ αὐτοῦ γέννησιν ἐξετάζειν βούλονται, τὰς ἐκ νοῦ καρποφορίας ζητεῖν, καὶ ταύταις μᾶλλον ἐξομοιοῦν ἐπείγεσθαι τοῦ Λόγου τὴν γέννησιν, καὶ μὴ λέγειν σωμάτων ἀγονώτερον εἶναι Θεὸν, ἐπεὶ μὴ ὡς σῶμα γεννᾷ. Γεννᾷν μὲν γὰρ καὶ τὸν ἀνθρώπινον νοῦν πάντως ἂν ὁμολογήσαιμεν διαλογισμοὺς ἀγαθούς. Ἀπὸ γὰρ τῆς καρδίας ὁ ἀγαθὸς ἄνθρωπος, καθά φησιν ὁ Σωτὴρ, προφέρει τὰ ἀγαθά. Εἰ τοίνυν ἀσεβὲς εἰπεῖν τὸν ἀνθρώπινον νοῦν καρπὸν οὐκ ἔχειν, καὶ τοῦ Κυρίου φάσκοντος καὶ αὐτοῦ δὲ βοῶντος τοῦ πράγματος, πῶς οὐκ ἄτοπον τὸν ὑπὲρ πάντα νοῦν ἄκαρπον εἶναι λέγειν, καὶ τῆς πρεπούσης αὐτῷ καρποφορίας ἀποστερεῖν; ἢ εἰ λέγονται γεννᾷν, ὑποκεῖσθαι ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπολαμβάνειν, καὶ οὕτως αὐτὸν ὡς σῶμα γεννᾷν, οὐδὲ τοῦ ἐν ἡμῖν ὑπάρχοντος νοῦ κατὰ τὸν τῶν σωμάτων γεννῶντος νόμον;

Ὁ δὲ ἄνω πάντων ἀναβεβηκὼς καὶ πάντα ὑπερκείμενος Θεὸς, πῶς οὐ γεννήσει καὶ ὑπὲρ νοῦν, οὐκ ἀποβολὴν ἢ ἀπόῤῥοιαν προϋποκειμένου τινὸς ὑπομένων, ἀλλ᾽ ἐκλάμψας ἀμερίστως ἐξ ἑαυτοῦ τὸν Υἱὸν, κατὰ τὸν ἄῤῥητόν τε καὶ ἄφραστον τῆς θείας γεννήσεως τρόπον;

ΑΛΛΟ. Πᾶν ὅπερ ἂν καθ᾽ ὁμοίωσιν γένοιτό τινος, ἀπολείπεται πάντως τῆς πρὸς τὸ πρωτότυπον ἰσότητος, καὶ τῆς ἐκείνου δόξης ἐστὶ δεύτερον. Ἄγεται τοίνυν διὰ δυνάμεως Θεοῦ πρὸς καρπογονίαν ἡ γενητὴ φύσις, πρὸς ἐκείνην μορφουμένη διὰ χάριτος τὴν ὄντως καὶ ἀληθῶς καρπογόνον. Ἄρ᾽ οὖν ἀπολειφθήσεται πάντως καὶ τῆς ἐκείνῃ προσούσης ἀληθείας περὶ τὸν τοῦ γεννᾷν τρόπον· καὶ γεννήσει μὲν, οὐχ ὡς ἐκεῖνο δὲ, πρὸς ὃ καὶ μεμόρφωται. Εἰ δὲ τοῦτο ἀληθὲς, γεννήσει μὲν ὁ Θεὸς, οὐχ ὡς ἡ κτίσις δὲ κατὰ χάριν καὶ ταύτην λαβοῦσα τὴν πρὸς αὐτὸν ὁμοίωσιν, ἀλλ᾽ ὑπὲρ πάντα τὰ γενητά.

ΑΛΛΟ. Ἐρώτησις ὡς ἐκ τοῦ Εὐνομίου. Ὁ Πατὴρ ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καθάπερ ὑμεῖς φατε οἱ ἐπὶ πολλῇ λίαν ὀρθότητι δογμάτων ἀποσεμνυνόμενοι· ἀλλ᾽ ὁρᾶτε καὶ τοῦτο. Τέλειος ἦν ὁ Πατὴρ πρὸ τῆς γεννήσεως τοῦ Υἱοῦ, ἀλλ᾽ εἰ γεννήσας εἰς δυάδα μεμέρισται, πῶς ἔτι τὸ τέλειον ἕξει; εἰ μὴ ἄρα γέγονε περὶ τὴν οὐσίαν αὐτοῦ πληθυσμὸς, οἱονεὶ τὸ κενωθὲν ἀναπληρῶν. Ἀνάγκη γὰρ πᾶσα τὸ ἐξ ἑνάδος εἰς δυάδα τεμνόμενον, ἔλαττον ἑαυτοῦ φαίνεσθαι, εἰ μή τις αὔξη παρεισδραμοῦσα προσθείη τὸ ἐκλελοιπός. Εἰ δὲ τοιοῦτον οὐδὲν περὶ τὴν θείαν οὐσίαν συμβαίνειν δύναται, οὐκ ἐγέννησεν ἄρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, ἵνα μὴ φαίνηται μεριζόμενος· ὑπέστησε δὲ αὐτὸν ὅμοιον ἑαυτῷ κατὰ πάντα.

Πρὸς τοῦτο λύσις. Ἔστι μὲν καὶ ἐξ ἑτέρων ἰδεῖν ὅτι πολλὴν οἱ χριστομάχοι νοσοῦσι φρενῶν ἐρημίαν, οὐδὲν δὲ ἧττον καὶ διὰ τούτων. Πλανῶνται γὰρ ὄντως, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Πῶς γὰρ ὅμοιον ἕσται κατὰ πάντα τῷ ἀκτίστῳ καὶ ἀεὶ ὄντι Θεῷ καὶ Πατρὶ, τὸ ἐξ οὐκ ὄντων εἰς ὑπόστασιν ἐνεχθέν; Εἰ γὰρ ὅλως ὑπέστη, οὐκ ἦν δηλονότι ποτέ. Πῶς δὲ οὐκ αἰσχύνονται μερισμοὺς καὶ ἀποτομὰς περὶ τὴν θείαν γέννησιν εἰσφέροντες, καὶ τοῖς τῆς γενητῆς φύσεως νόμοις ὑποτιθέντες τὴν ἄῤῥητον οὐσίαν; Οὐ γὰρ δή που τοῖς οἰκείοις ποιήμασιν ἴσος ἔσται Θεὸς, οὐδὲ οὕτω γεννήσει καθάπερ ἐκεῖνα· ἀλλ᾽ ὥσπερ ἐν ἅπασιν ὑπερέχει αὐτῶν, οὕτως ὑπερέξει κἀν τούτῳ.

Καὶ εἰ πάσης ἄνω γενητῆς οὐσίας ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἄνω πάλιν αὐτῆς ἔσται καὶ κατὰ τὸν ἐν τῷ γεννᾷν τρόπον, ἀῤῥήτως τοῦτο ποιῶν καὶ θεοπρεπῶς.

ΑΛΛΟ. Μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀποῤῥοίας σωμάτων, ἴδιον καὶ τῶν ὅσα τῆς γενητῆς οὐσίας ἐστίν. Εἰ τοίνυν οὕτω τίκτει Θεὸς, ὥσπερ καὶ τὰ σώματα, καὶ κρατήσει νόμος ἐπ᾽ αὐτοῦ τοιοῦτος ὁποῖος ἐν τοῖς πεποιημένοις, οὕτω καὶ δημιουργήσει καθάπερ καὶ τὰ σώματα, ὀργάνοις δηλαδὴ καὶ χερσὶ κεχρημένος. Εἰ δὲ τῆς σωματικῆς καὶ γενητῆς φύσεως οὕτω δυναμένης δημιουργεῖν καὶ οὐχ ἑτέρως, λόγῳ τὰ πάντα Θεὸς ἐργάζεται, καὶ ἐν τῇ αὐτοῦ βουλήσει τὰ ὄντα τὴν σύστασιν ἔχει, πῶς οὐ γελοῖον ἐν τοῖς ἀξιολογωτέροις καὶ μείζοσι μὴ ἄνω κεῖσθαι πάθους τὸν Θεὸν, μηδὲ ἐξάλλεσθαι τὰ τοῖς σώμασιν εἰωθότα συμβαίνειν περὶ τὸ γεννᾷν, ἀλλ᾽ ὡς ἐξ ἀνάγκης οὕτως εἶναι περὶ τὸ γεννᾷν, καθάπερ καὶ τὰ σώματα. Ὥσπερ οὖν δημιουργεῖ μὲν οὐχ ὡς ἄνθρωπος, οὐδὲ ὡς σῶμα, οὕτω καὶ γεννᾷ ταῖς τῶν σωμάτων συνηθείαις οὐχ ὑποκείμενος.

ΑΛΛΟ, διηγηματικῶς. Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερίστως τε καὶ ἀδιαστάτως, ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ᾽ ἐκεῖνο μὲν οὐκ ἰδιοσύστατον οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ᾽ αὑτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι· τὸ δὲ θεῖον γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς, ἀλλ᾽ ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην καὶ ὑπάρχουσαν.

Τὸ δὲ λέγειν ὅτι τομὴ καὶ ἀποκοπὴ περὶ τὴν γέννησιν αὐτοῦ γέγονε, μανίας ἀμέτρου σημεῖόν ἐστιν. Ἐπειδὴ γὰρ οὐκ ἐν τόπῳ περιείληπται τὸ θεῖον, οὐδὲ ἐν τόπῳ τοιούτῳ τὸ ἐξ αὐτοῦ. Τὸ δὲ μὴ ὂν ἐν τόπῳ, ἢ καὶ μὴ εἶναι δυνάμενον, πῶς ἐπιδέχεται μερισμόν; Ποῖ γὰρ χωρήσει τὸ τεμνόμενον; ἢ ἐκ τίνος εἰς τί μετοιχήσεται; ταῦτα γὰρ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως παντελῶς ἀλλότρια.

Μὴ τοίνυν δυσσεβῶς ἀναπλάττωσάν τινες περὶ τὴν θείαν γέννησιν τάς τε καλουμένας ἀποῤῥοίας, καὶ μερισμοὺς, καὶ ὅσα πρὸς ταῦτα τὴν συγγένειαν ἔχει. Ἄνω γὰρ πάθους καὶ μερισμοῦ καὶ τομῆς, ἡ τῶν πάντων ὑπερκειμένη φύσις, καὶ οὐκ ἐπιδέξεται τὰ σωμάτων ἴδια. Ἀλλ᾽ ὥσπερ δημιουργεῖ παραδόξως, οὐ κατὰ τὸν τῆς κρατούσης παρ᾽ ἡμῖν συνηθείας νόμον, οὕτω καὶ γεννήσει τὸ ἐξ αὐτῆς ξένως ἢ καθ᾽ ἡμῶν.

Ὑποδείγματα μερικῶς σημαίνοντα τὸ, πῶς ἀμερίστως ἐκ Πατρὸς προῆλθεν ὁ Υἱός. Ὁ λόγος οὗτος ὁ προφορικὸς ᾧ κεχρήμεθα, εἰς νοῦν καὶ ἐκ νοῦ γεννᾶται, καὶ δοκεῖ μὲν ἕτερος εἶναι παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στόματος γίγνεται πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς. Ἔστι δὲ πάλιν ἐν αὐτῷ, καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. Ἔστι γὰρ ἰδεῖν ἐν αὐτῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. Οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἰδιότητος αὐτοῦ, Λόγος ὢν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός.

ΑΛΛΟ. Οὕτως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ ἀμερίστως, ὡς ἂν εἰ σοφὸς ἀποτέκοι νόημα σοφὸν, μηχανικὴν τυχὸν, ἢ γεωμετρίαν, ἢ ἕτερόν τι τῶν τοιούτων. Δοκεῖ μὲν γάρ πως σοφίας εἶναι καρπὸς τὰ τοιαῦτα, καὶ οὕτως ἔχει τὴν φύσιν· ἀλλ᾽ οὐ μεμέρισται τῆς σοφίας ἡ ἐξ αὐτῆς ἐπινοηθεῖσα τέχνη· ἀλλ᾽ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ τὴν τεκοῦσαν ἐξεικονίζουσα, καὶ ἀμερίστως ἕτερόν τι παρ᾽ αὐτὴν εἶναι δοκοῦσα. Οὕτως ἡ Υἱοῦ γέννησις, ἀμερίστως οὖσα ἐκ Πατρὸς, ἐν ἰδίᾳ ὑποστάσει σώζεται, τὴν τοῦ παραδείγματος ὑπεραίρουσα δύναμιν.

ΑΛΛΟ. Οἱ τὴν ἐν τοῖς θείοις δόγμασι ζητοῦντες ἀκρίβειαν, οὐ ταῖς ἀνθρωπίναις ἐνατενίζουσιν ἀκολουθίαις. Οὐδὲ ἐπειδὴ γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἠλαττῶσθαι φήσουσιν αὐτὸν, ὡς εἰς δυάδα μεμερισμένον (οὗτος γὰρ τοῖς χριστομάχοις ὁ λόγος), οὔτε μὴν ἀπόῤῥοιάν τινα γίγνεσθαι περὶ τὴν οὐσίαν αὐτοῦ νομιοῦσι.

Ταῦτα γὰρ ἐφ᾽ ἡμῶν μὲν ἀκόλουθον ἐννοεῖν· ἐπὶ δὲ Θεοῦ λίαν ἀσεβές. Φευκτέον τοιγαροῦν τὴν ἐν τούτοις ἀτοπίαν, καὶ νοητέον οὕτω γεγεννῆσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς, ὡς σοφίαν ἐκ νοῦ, ἣ καὶ τοῦ γεννήσαντος ἔξω πως γενέσθαι δοκοῦσα κατὰ τὴν ἔκφανσιν αὐτῆς, πάλιν ἔστιν ἐν αὐτῷ, οὐ μεμερισμένως προελθοῦσα.

Οὔτε μὴν ἀπόῤῥοιάν τινα γενέσθαι παρασκευάσασα περὶ τὸν νοῦν τὸν ἀπογεννήσαντα αὐτὴν, ἀλλ᾽ ἐν ὁλοκλήρῳ καταστάσει τηρήσασα, καὶ ὅλον ἐν ἑαυτῇ ζωγραφοῦσα, καὶ ὁρωμένη πάλιν ἐν αὐτῷ.

ΑΛΛΟ. Τοιοῦτον ἔσται τὸ γεννητικὸν τοῦ Θεοῦ, ὁποῖον ἄν τις ὑπολάβοι καὶ τὸ δημιουργικόν. Ὅνπερ γὰρ τρόπον πολλὰ καὶ διάφορα δημιουργῶν, οὐκ εἰς ἕκαστα τῶν γινομένων μερίζεται κατὰ τὴν οὐσίαν, καίτοι διαφόρως ἐνεργῶν ἐφ᾽ ἑκάστῳ, ἀλλὰ διὰ μιᾶς καὶ ἀῤῥήτου δυνάμεως τὰ πάντα δημιουργεῖ, οὕτω καὶ γεννᾷ, οὐ μεριζόμενος, ὡς ἐκεῖνοί φασι. Καὶ πάλιν· Ὥσπερ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομένει περὶ τὴν οὐσίαν, διαφόρους ἐκπέμπον τοὺς ἐν τοῖς χαρίσμασι τρόπους καὶ πρὸς τὸ ἑκάστου μέτρον τοῖς ἀξίοις χορηγοῦν, ἀλλ᾽ ἔστιν ἓν καὶ τὸ αὐτὸ ποικίλως καὶ ἀπαθῶς ἐν πᾶσιν ἐνεργοῦν, οὕτω καὶ τὴν γεννητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὖ φρονούντων ἀδικεῖσθαι φήσειεν ἢ μερισμὸν, ἢ ἀπόῤῥοιάν τινα παθεῖν, ἕνα καὶ μόνον ἐξ ἑαυτῆς ἐκλάμψασαν Υἱόν.

ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ γεγέννηκε, φησὶν, ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, καὶ ἔστιν ἕτερος παρ᾽ αὐτὸν ἐν ἰδίᾳ τε ὢν ὑποστάσει, καὶ Υἱοῦ Πατὴρ νοούμενος, μεμέρισται δηλαδὴ καὶ πάντα τὰ τοῦ Πατρὸς, καὶ οὐκ ἐν αὐτῷ μείναντα μόνῳ, ἀλλὰ καὶ εἰς τὸν Υἱὸν, διαβεβηκότα φαίνεται. Οὐκοῦν ἢ οὐκέτι τελείαν ἔχει τὴν δόξαν ὁ Πατὴρ, μεμερισμένης καὶ αὐτῆς ἐν τῷ Υἱῷ, ἢ εἰ τελείαν ἔχει τὴν δόξαν, ἀποστερεῖ τὸν Υἱὸν, τὸ δοθὲν ὥσπερ εἰς ἑαυτὸν αὖθις ἐπανακλίνων· καὶ ἡ πρότερον ἐν μονάδι θεότης τελείαν ἔχουσα δόξαν, νῦν ἐν δυάδι γενομένη, τὸ τέλειον οὐκ ἔχει. Μόλις δὲ ἐξ ἑαυτῆς ἐρανίζεται τοῦτο, κιχρῶντος τρόπον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρωμένου παρ᾽ αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ.

Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι᾽ αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· «Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον.

Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τελείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός.