Οἱ μὲν γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ Πατέρα τὸν τῶν ὅλων ἐπιγραφόμενοι Θεὸν, ὡς υἱοὶ προσεύχονται, λέγοντες· «Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν εἰ καὶ ἐνυπάρχῃ, φησὶ, γεννητῷ γυναικὸς τὸ ἐν ἔργοις ἐξαίρετον, ἀλλ᾽ ἕξει τὸ μεῖζον ὁ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν κεκλημένος διὰ τὸ μηκέτι χρηματίζειν υἱὸν γυναικὸς, ἀλλὰ θείας μὲν φύσεως γενέσθαι κοινωνὸν, τέκνον δὲ ἤδη καλεῖσθαι Θεοῦ, καὶ εἰ μικρότερος εἴη τῶν ἐν ἕξει τελειοτέρων, βρέφος τε ἔτι νοοῖτο βραχὺ καὶ ἀρτιγενές. Ὅτι δὲ τῶν Ἰωάννου μέτρων, ἢ καὶ παντὸς γεννητοῦ γυναικῶν ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις οὐκ ὀλίγῳ διοίσει τόπῳ, οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, ἀλλ᾽ αὐτὸς ἀσεβήσεται λέγων πρὸς τὸν Ἰησοῦν· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Ἰδοὺ γὰρ, ἰδοὺ καίτοι τὸ τέλειον ἔχων ἐν ἀρετῇ, τῆς διὰ τοῦ Πνεύματος ἀναγεννήσεως τὴν χάριν αἰτεῖ, ὡς εἰς τὸ μεῖζον ἢ καθ᾽ ἑαυτὸν δι᾽ αὐτῆς ἀναβησόμενος, καὶ τὸ μὲν εἶναι γεννητὸς γυναικὸς οὐχ ἕξων ἔτι, πρὸς δὲ τὴν θείαν εὐγένειαν ἀναμορφούμενος. Βεβαιοῖ δὲ μάλιστα τὴν ἐπὶ τούτῳ πίστιν ὁ Σωτήρ· Ἔχεις, ὦ οὗτος, τὸ τέλειον ἐν ἀγαθοῖς, οὐκ εἰπὼν, καὶ δίχα τοῦ διὰ βαπτίσματος ἁγιασμοῦ, ἀλλ᾽ ὡς ἐν χρείᾳ μὲν αὐτοῦ καὶ λίαν ὑπάρχοι συννεύων καὶ συντιθέμενος, οἰκονομικῶς δὲ τὴν χάριν ἑτέρῳ φυλάττων καιρῷ. Τοῦτο γὰρ δὴ καὶ νομίζω τὸ, «Ἄφες ἄρτι,» δηλοῦν.