ΑΛΛΟ, διηγηματικῶς, δι᾽ οὗ τὴν αἰτίαν ὥσπερ μανθάνομεν τοῦ προωρίσθαι ἐν Χριστῷ, καὶ εἰς υἱοθεσίαν ἡμᾶς κατατετάχθαι ἐξ ἀγάπης Θεοῦ καὶ Πατρός.
Τὰ συμφέροντα τῇ ἀνθρώπου φύσει προνοήσας ὁ Θεὸς καὶ Πατὴρ, καὶ γινώσκων μὲν ὅτι πεσεῖται πάντως εἰς φθορὰν, τρόπον δὲ αὐτῇ ζητήσας ἀνανεώσεως καὶ τῆς εἰς ἀφθαρσίαν ἐπανόδου, ῥίζας ὥσπερ αὐτῇ τῆς τοιαύτης ἐλπίδος ἐν τῷ ἰδίῳ κατεβάλετο γεννήματι, καὶ εἰς υἱοθεσίαν ἡμᾶς προορίζει δι᾽ αὐτοῦ, καὶ πάσης εὐλογίας πνευματικῆς ἀξιοῖ, καίτοι οὔπω γενομένους· ἵν᾽ ὅταν συμβῇ πεσεῖν εἰς θάνατον διὰ τὴν παράβασιν, ὥσπερ ἐξ ἀρχαίας ῥίζης πάλιν εἰς ζωὴν ἀναβλαστήσῃ, καὶ ὡς ἤδη προευλογηθεῖσα, μὴ παντελῶς ὑπὸ τὴν κατάραν γένηται, ὅταν ἀκούσῃ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Προθεμελιοῦται τοίνυν ἡμῶν ὁ Χριστὸς, καὶ ἐν αὐτῷ πάντες ἡμεῖς ἐποικοδομούμεθα, καὶ τοῦτο πρὸ καταβολῆς κόσμου κατὰ πρόγνωσιν τοῦ πάντα εἰδότος Θεοῦ· ἵνα, καθάπερ ἤδη προείπομεν, ἀρχαιοτέραν ἔχωμεν τῆς κατάρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νικήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι᾽ Υἱοῦ.