Πρὸς τοῦτο λύσις.
Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἀκούσῃ πάλιν, αἱρετικέ. Ἐπειδὴ, φησὶν, «ἐμίσησας ἀδικίαν, καὶ ἠγάπησας δικαιοσύνην, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,» οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρίσμα δεδόσθαι τις ὑπολάβῃ, ἀλλ᾽ ἵνα τοιῶσδε νοήσωμεν τὸ λεγόμενον. Τρεπτῆς ὑπάρχων φύσεως ὁ προπάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ἔσθ᾽ ὅτε ποτὲ μὲν τὴν δικαιοσύνην ἀγαπᾷν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν, καὶ ἀγαπᾷν μὲν τὴν ἀδικίαν, μισεῖν δὲ τὴν δικαιοσύνην (τοῦτο γὰρ τῶν τρεπομένην ἐχόντων τὴν φύσιν ἴδιον), παρηνέχθη παρὰ τοῦ διαβόλου. Ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν᾽ ὥσπερ διὰ τῆς ἐκείνου τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται ὡς ἀεὶ καὶ [ἀ]παραλλάκτως δικαιοσύνην ἀγαπῶν, καὶ μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. Ὅταν οὖν λέγῃ, «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,» τοιαύτην τινὰ δέχου διάνοιαν· Ἐπειδὴ πάντων τῶν γενητῶν τρεπομένην ἐχόντων τὴν φύσιν οὐδὲν ἠδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὢν, Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τήν τε ἀδικίαν μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἐν σοὶ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν παρ᾽ αὐτὰ νικῶσαν θεάσηται.