Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος ΚΑ': Ο Υιός δεν είναι κτίσμα ή ποίημα

Αναίρεση των παρερμηνειών αποστολικών χωρίων και απόδειξη της προαιώνιας βασιλείας και κυριότητας του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 13 από 22

ΛΟΓΟΣ ΚΑ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·» τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, ἕν τι καὶ αὐτὸν εἶναι τῶν πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεότητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι᾽ Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι;

Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα.

ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται.

ΑΛΛΟ. Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ.

ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός.

Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός.

ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέντος, λέγει δὲ περὶ ἑαυτοῦ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν, λέγει· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μηδὲν ἕτερον παρ᾽ ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἐν ποιήματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών.

ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν·» οὐδὲν ἄρα περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα.

ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ᾽ ὡς Πατέρα δηλοῦν.

ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρηκεν αὐτὰ φορεῖν ποίημα ὢν καθ᾽ ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημάτων, ἀλλ᾽ ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πατρός.

ΑΛΛΟ. Εἰ πάντα δι᾽ Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ, ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιητὴς, οὐκ ἔχων δι᾽ οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ᾽ ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι᾽ οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύγων ὡς Θεός.

ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν δι᾽ ἐναντίας. Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν.

Πρὸς τοῦτο λύσις. Ἀλλ᾽ ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθω περὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φωτισμόν;

Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος χωρίζεται; Ἀεὶ γὰρ αὐτῇ συμπέφυκέ τε καὶ ἐνυπάρχει. Εἰ δὲ κατ᾽ ἐκείνους ξηρὰ καὶ ἄκαρπός ἐστιν ἡ τοῦ Θεοῦ φύσις, τίς ἡ ἐξ αὐτοῦ προελθοῦσα βούλησις ἐνεργὴς, ἣ καὶ τὸν Υἱὸν κατ᾽ ἐκείνους ὑπέστησε, δημιουργική τις οὖσα καὶ τῶν οὐκ ὄντων ποιητική; Φεύγοντες γὰρ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαι λέγειν τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐκ τῆς ἀληθείας εἰς αὐτὸ συνελαύνονται. Ἔστι γὰρ Υἱὸς ἡ ζῶσα καὶ ἐνούσιος τοῦ Πατρὸς βούλησις, καὶ ὁ Λόγος αὐτοῦ, δι᾽ οὖ τὰ πάντα ἐργάζεται.

Ἐπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι καὶ ἐπὶ τῶν φύσει υἱῶν, τὸ «ἐγένοντο» ἢ καὶ «ἐποιήθησαν» κεῖται ἀδιαφόρως. Οὐδὲν αἱ λέξεις ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα. Ἐπὶ γὰρ τῶν φύσει υἱῶν, κἂν τὸ τῆς δουλείας ὄνομα τάττηται, οὐ παραιτεῖται τῆς φυσικῆς εὐγενείας τὸ ἀξίωμα. Κἂν ὁ γεννηθεὶς πεποιῆσθαι λέγηται, ἕως ἂν αὐτῷ περισώζηται τὸ ἀληθέστερον, οὐδὲν ἀπὸ τῆς λέξεως ὑπομένει τὸ ἀδίκημα. Ἡ γὰρ φύσις, οὐ πάντως ἡ λέξις ἐξετάζεται. Ὅταν τοίνυν ἐπὶ τοῦ γεννηθέντος Θεοῦ Λόγου φέρηται τὸ, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸ, μὴ συκοφαντείσθω τὸ γνήσιον τῆς ὑπάρξεως αὐτοῦ, ἀλλ᾽ ἢ νοείσθω περὶ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἢ μηδὲν ἀδικείτω τὴν ἀλήθειαν τὸ τῆς λέξεως ἀδιάφορον. Βηρσαβεὲ τὸν Σολομῶνα δοῦλον ἐκάλει τοῦ Δαβὶδ, λέγουσα· «Τὸν δοῦλόν σου Σολομῶνα.» Καὶ πατέρες πολλάκις τοὺς ἐξ ἑαυτῶν γεννηθέντας δούλους ἀποκαλοῦσι, καὶ τοὺς οἰκέτας υἱούς. Ἀλλ᾽ οὐχ αἱ λέξεις τὴν φύσιν ἀλλάττουσι, μᾶλλον δὲ τὴν ἐξουσίαν τῶν οὕτω βουλομένων ἀποκαλεῖν ἐπιδεικνύουσιν. Ὅτι δὲ καὶ ἐπὶ τῶν γεννωμένων εὑρίσκεται τὸ «ἐποίησε,» δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ Ἐζεχίας φησίν· «Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω.» Περὶ δὲ τοῦ Ἰὼβ γέγραπται, ὅτι «Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.»

Εἰ τοίνυν ἐπ᾽ ἀνθρώπων οὐ ταῖς ἀκριβείαις τῶν λέξεων, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἐνορῶντες ἐκδεχόμεθα τὸ λαλούμενον· πῶς οὐκ ἀναγκαίως τὸν αὐτὸν διακεισόμεθα τρόπον ἐπὶ τοῦ θείου γεννήματος;

ΑΛΛΟ. Τὸ υἱὸς ὄνομα τὴν ἐκ πατρὸς σημαίνει γέννησιν· τὸ δὲ ποίημα, τὸ ἔξωθεν συνιστάμενον. Εἰ τοίνυν Υἱός ἐστι, μὴ καλείσθω ποίημα· εἰ ποίημά ἐστι, μὴ καλείσθω ψευδώνυμος Υἱός. Ἀλλ᾽ Υἱὸς καλεῖται καὶ ἔστιν· οὐκοῦν οὐ ποίημα.

ΑΛΛΟ, λόγος πιθανὸς δεικνύων, ὅτι οὐ ποίημά ἐστιν ὁ Υἱός. Εἴρηκέ που Σολομῶν ὁ σοφώτατος, ὅτι «Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν.» Εἰ τοίνυν ἓν τῶν ποιημάτων ἐστὶν ὁ Υἱὸς, ἀχθήσεται καὶ αὐτὸς εἰς κρίσιν. Καὶ πῶς ἀληθεύσει λέγων περὶ ἑαυτοῦ, ὅτι «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;» Ἢ πῶς ὁ Δανιὴλ οὐ ψεύσεται λέγων ὅτι αὐτῷ ἐδόθη ἡ κρίσις; Ἀληθεύει δέ· αὐτὸς γάρ ἐστιν ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς.

Οὐκοῦν οὐ ποίημα, οὐδὲ τῶν πάντων ἓν, ἵνα μὴ ἄγηται καὶ αὐτὸς εἰς κρίσιν.

ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ, «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·» καὶ ἐξῆς ἡ διάνοια τοῦ ῥητοῦ. Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ Ἀπόστολος, τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν.

Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Ἦ ὅτε δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνὴν, «Ὁ Λόγος σὰρξ ἐγένετο.» Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄνθρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι᾽ αὐτοῦ καθαρίσῃ. Ἂν τοίνυν λέγηται περὶ Υἱοῦ ὅτι γέγονε πιστὸς, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος.

Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα μορφῶν. Ὅνπερ γὰρ τρόπον ὁ Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.»

Ὅτι οὐδὲν ἕτερον σημαίνειν βούλεται τὸ πιστὸς, ἢ ὅτι ἀληθινὸς καὶ ἀναλλοίωτος. Πιστὸς ὁ Σωτὴρ καλεῖται δικαίως, μίαν ὑπὲρ πάντων θυσίαν προσενεγκὼν, τὴν αὐτὴν ἀεὶ καὶ οὐκ ἀλλαττομένην. «Ἅπαξ γὰρ ἀποθανὼν ὑπὲρ ἡμῶν· οὐκ ὄψεται θάνατον ἐκ δευτέρου.» Καὶ πάλιν ὁ Ἀπόστολος ἐπιστέλλων τισὶ λέγει· «Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Πέτρος ὁμοίως· «Ὥστε καὶ οἱ πάσχοντες πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.» Ὁ Ἀπόστολος Θεσσαλονικεῦσι· «Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει.» Καὶ ὁμοίως πρὸς ἑτέρους· «Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει.» Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Πιστὸς οὖν ὁ Χριστὸς, ὅτι καὶ ἄνθρωπος γεγονὼς, ἔμεινεν ὁ αὐτὸς, χθὲς, καὶ σήμερον, καὶ εἰς τοὺς αἰῶνας· καὶ πιστὸς οὕτως, ὡς καὶ ὁ Πατὴρ εἶναι λέγεται πιστὸς παρὰ ταῖς θείαις Γραφαῖς.

Εἰς τὸ, «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Χρὴ πάλιν ἐνθάδε τὸ, «ἐποίησε,» μὴ εἰς τὴν οὐσίαν ἀναφέρειν τοῦ Λόγου, μηδὲ τῆς ὑπάρξεως τοῦ Υἱοῦ διὰ τὴν λέξιν καταθρασύνεσθαι. Ἀλλὰ τὸ, «ἐποίησεν,» εἰ μὲν φυσικῶς ἐθέλοις, ἐκλήψῃ καλῶς ἐπὶ τοῦ ἐκ Μαρίας ποιηθέντος ναοῦ· εἰ δὲ πραγματικῶς πάλιν, οὐδὲν πρὸς τὸν Λόγον, οἷον φέρε εἰπεῖν· Πένης τις πάλαι τυγχάνων, χρημάτων γέγονε κύριος· ἢ προφήτης οὐκ ὢν ἐξ ἀρχῆς, εἰς προφήτην προεχειρίσθη παρὰ Θεοῦ. Ἀλλ᾽ ἐν τοῖς τοιούτοις τὸ «ἐγένετο,» οὐ τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλ᾽ εἰς ποῖόν τι πρᾶγμα καὶ ἀπὸ τίνος ἑτέρου μετέστη τὸ σημαινόμενον. Πῶς οὖν Κύριον ἐποίησε τὸν Ἰησοῦν ὁ Θεὸς, πῶς δὲ Χριστὸν, ἀναγκαῖον ζητεῖν εὐσεβῶς.

Ἐπειδὴ γὰρ Θεὸς Λόγος ὢν καὶ πάντων ὑπάρχων Δεσπότης, ἐνανθρωπήσας γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, χρίεται μὲν, ἢ κεχρίσθαι λέγεται διὰ τὸ ἀνθρώπῳ πρέπον. Ἀναβαίνει δὲ εἰς τὴν τῆς κυριότητος ἐξουσίαν πάλιν ὡς ἄνθρωπος, καίτοι Κύριος ὢν ὡς Θεός. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα τὴν ἐλευθέραν τοῦ Θεοῦ φύσιν τῇ τοῦ δούλου καταχώσῃ μορφῇ, οὐδὲ ἵνα τὸ οἰκεῖον ἀφεὶς, τοῖς τῆς ἀνθρωπότητος ἰδιώμασι κρατηθῇ· ἀλλ᾽ ἵνα τὸ δοῦλον εἰς τὴν τῆς κυριότητος ἀναρπάσῃ τιμὴν, καὶ εἰς τὴν οἰκείαν εὐγένειαν μετασκευάσῃ τὸ ἠτιμωμένον.

Ἐπεὶ πῶς ἀδελφοὶ καλούμεθα Χριστοῦ, πῶς δὲ υἱοὶ χρηματίζομεν, εἰ μηδὲν ἡμᾶς ὠφέλησεν ἄνθρωπος γεγονὼς ὁ τοῦ Θεοῦ Λόγος; Ἐὰν δὲ λεγούσης ἀκούσῃς τῆς θείας Γραφῆς ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν εἰς τὸ τοῦ Πατρὸς πρόσωπον ἀναφέρῃς, συνομολογεῖς μὲν καὶ οὕτως ὅτι τοῖς θελήμασι τοῦ Υἱοῦ συνευδοκεῖ καὶ ὁ Πατήρ. Καὶ Κύριον οἶδεν αὐτὸν καὶ ὅτε γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ· οὐκ ἔξω δὲ ὅμως οὐδὲ τοῦ ταῦτα ποιεῖν ὁ Υἱὸς εὑρεθήσεται. Ἃ γὰρ ἂν ἐργάζηται ὁ Πατὴρ, ταῦτα πάντως ἐστὶν ἔργα τοῦ Υἱοῦ, καὶ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, ταῦτα πάντως ὁ Πατὴρ ἐργάζεται. Διὰ τοῦτό φησιν ὁ Σωτήρ· «Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτός.» Γίνεται τοίνυν Κύριος καὶ Χριστὸς, ὅτε καὶ ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο χρηματίσας δοῦλος, ἐκλήθη καὶ Ἰησοῦς.

Οὐ γὰρ ἀπαρατηρήτως ὁ ἅγιος ἔφη μαθητής· «Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός·» ἀλλὰ προσέθηκεν, ὅτι «Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» Χρὴ δὲ πάλιν εἰς τὴν τῶν γεγραμμένων ἀκρίβειαν ἐφορᾷν. Οὐ γὰρ εἶπεν ὅτι πεποίηκεν ἑαυτῷ Λόγον ἢ Υἱὸν, ἀλλὰ Κύριον καὶ Χριστὸν, ὅπερ οὐκ ἀρχὴν σημαίνει τοῦ εἶναι, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ὅπως δὲ γέγονε Κύριος ἢ Χριστὸς, ἐν τοῖς ἀνωτέρω προείρηται.

Ἄλλως τὸ αὐτό. Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ «ἐποίησεν» ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ «ἐποίησεν,» ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰουδαίοις προσδιαλεγόμενος ἔφασκεν· «Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ οἴδατε.» Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. Διὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἕργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.» Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν Πατρὶ, Θεὸς ὣν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πεποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς.

Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιόν τε καὶ ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπειθούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδὴ γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱὸς, γέγονε καὶ Κύριος, οὐ τότε πρῶτον τοῦ εἶναι Κύριος ἀρξάμενος (ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ᾽ ὅτε παρὰ τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ᾽ αὐτοὺς Κύριος.

Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὁ Λόγος ἦν ἀεὶ Κύριος καὶ βασιλεύς. Ὁ Ἀβραὰμ αὐτὸν προσεκύνει, Κύριον ἀποκαλῶν. Ὁ Μωσῆς ὁμοίως φησί· «Καὶ Κύριος ἔβρεξε παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα.» Ὁ Ψαλμῳδὸς πάλιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Καὶ πάλιν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Διὰ τοῦτο ἔχρισέ σε· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Καὶ πάλιν· «Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων.» Εἰ τοίνυν καὶ πρὸ τῆς σαρκώσεως βασιλεύς τε καὶ Κύριος ἦν ὁ τοῦ Θεοῦ Λόγος, πῶς οὐκ ἄν τις ἔνοχος εἴη τοῖς τῆς δυσφημίας ἐγκλήμασι, κατὰ τῆς οὐσίας αὐτοῦ φέρων τὸ πεποιῆσθαι; Γέγονε γὰρ ἡμῶν Κύριος τῶν ἐπεγνωκότων τὸν ἑαυτῶν Δεσπότην, ὅτε τῷ οἰκείῳ αἵματι πάντας ἀγοράσας, ἀνεδείχθη Χριστὸς καὶ Κύριος.

Ἄλλως τὸ αὐτὸ, ἐκ τῶν καθ᾽ ἡμᾶς ἔχον τὸ ὑπόδειγμα. Εἰ ἐπ᾽ ἀνθρώπου λέγοιτο τυχόν· Γέγονεν ὅδε τοῦδε τοῦ κτήματος κύριος, τίς οὕτως ἂν εἴη ληρῶν, ὡς τότε τὴν οὐσίαν αὐτοῦ πεποιῆσθαι νομίζειν, ὅτε καὶ κύριος ἐδείχθη τινός; Γέγονε γὰρ οὐκ αὐτὸς εἰς σύστασιν τοῦ εἶναι τότε προελθὼν, ἀλλ᾽ ὑφ᾽ ἑαυτῷ τι ποιησάμενος. Οὕτω μοι νόει καὶ ἐπὶ Χριστοῦ.

Ἐδουλεύομεν πάλαι τοῖς μὴ οὖσι θεοῖς· ὑπεκείμεθα τῇ φθορᾷ· ἀλλὰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος εὐδοκήσαντος τοῦ Πατρὸς, ἵνα τῆς πλάνης ἡμᾶς ἀπαλλάξας γένηται πάντων Κύριος. Ἔχρισε δὲ αὐτὸν ὁ Πατὴρ, ἵνα δι᾽ αὐτοῦ φθάσῃ καὶ εἰς ἡμᾶς ἡ τοῦ χρίσαντος δύναμις. Γέγονε γὰρ ἐν πρώτῳ Χριστῷ τὰ τῆς φύσεως ἡμῶν ἀγαθὰ, καὶ ἀπαρχὴ τῶν θείων ἡμῖν χαρισμάτων ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ ὡς ἀνθρώπῳ καὶ παρὰ Θεοῦ· Θεὸς γὰρ ἦν ἐν σαρκί.

Ἄλλως τὸ αὐτό. Ψάλλει που καί φησιν ὁ μακάριος Δαβίδ· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν· «Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι.» Ἀλλ᾽ ἐν τούτοις, οὐκ ἄν τις εἴποι τότε πρὸς οὐσίαν κεκλῆσθαι τὸν Θεὸν, ὅτε τῷ πένητι γέγονε καταφυγή. Ἀεὶ γὰρ ὢν τοῦτο καὶ σώζων τοὺς ἀδικουμένους, γέγονε τῷ μὲν Δαβὶδ εἰς Θεὸν ὑπερασπιστὴν, τῷ δὲ πένητι καταφυγή.

Ὥσπερ οὖν ὅπερ ἦν ἀεὶ, τοῦτο γίνεται πάλιν τῷ αἰτοῦντι καὶ προσευχομένῳ· οὕτω καὶ ὁ Χριστὸς, Κύριος ὢν ἀεὶ καὶ βασιλεὺς ὡς Θεὸς, γέγονε καὶ ἐν ἡμῖν Κύριος, ὅτε τοῦ συνέχοντος ἡμᾶς διαβόλου τὴν τυραννίδα μισήσαντες, ἐβοήσαμεν πρὸς τὸν Πατέρα· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου.» Θεῷ δὲ τὸ ἔργον ἀνατίθησιν ἡ θεία Γραφή. Πάντα γὰρ ὅσα τὴν ἀνθρώπου φύσιν ἐξάλλεται, ταῦτα δικαίως ἔργα καλεῖται Θεοῦ.