ΑΛΛΟ, διηγηματικῶς.
Οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶ καὶ σοφία τοῦ Πατρὸς, τὸ, Οὐκ οἶδα, φησὶν, ἀλλὰ δεικνύων ἐν ἑαυτῷ καὶ τὸ ἀνθρώπινον, ᾧ μάλιστα πρέπει τὸ ἀγνοεῖν· ἴδιον γὰρ ἀνθρωπότητος τοῦτό γε. Ἐπειδὴ γὰρ τὴν ἡμῶν περιεβάλετο σάρκα, διὰ τοῦτο καὶ τὴν ἡμῶν ἄγνοιαν ἔχειν ἐσχηματίζετο. Ὅτι γὰρ τῇ ἀνθρωπότητι καὶ οὐ τῇ οἰκείᾳ φύσει τὸ ἀγνοεῖν περιτίθησιν, ἐντεῦθεν ἔξεστι μαθεῖν. Παραγαγὼν γὰρ εἰς μέσον τὴν ἱστορίαν τῶν κατὰ τοὺς χρόνους τοῦ Νῶε γεγονότων ἀνθρώπων, καὶ εἰρηκώς· «Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας,» ἐπήγαγεν εὐθύς· «Γρηγορεῖτε οὖν καὶ ὑμεῖς, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται·» καὶ πάλιν· «ᾟ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Ἐχρῆν, δὲ εἴπερ αὐτὸς ἦν ὁ ἀγνοῶν, καθὸ Λόγος ἐστὶν, ἐκεῖνο μᾶλλον εἰπεῖν· Οὐκ οἶδα ποίᾳ ἡμέρᾳ ἔρχομαι, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ πεμφθήσομαι. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις, τὸ μὴ εἰδέναι τὸν καιρὸν ἢ τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ περιτέθεικε, δῆλός ἐστιν αὐτὸς μὲν εἰδὼς ὡς Λόγος. Ἀγνοεῖν δὲ λέγων, καθὸ τῶν ἀγνοεῖν πεφυκότων, δηλονότι ἀνθρώπων, τὴν ὁμοίωσιν ἐνεδύσατο.