ΛΟΓΟΣ ΚΔʹ.
Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυσε·» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο·» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου·» καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπουσαι τὴν κακόνοιαν.
Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψιλοῦ τὰς τοιαύτας εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέτω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, «Ἐγώ εἰμι ἡ ζωὴ,» κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον, ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;» Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι;»