Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγοι Α'-Γ': Το αγένητο, το γενητό και η διάκριση της θείας ουσίας

Εξέταση των εννοιών του γενητού και αγενήτου, και απόδειξη ότι το αγένητο υποδηλώνει την αδημιούργητη φύση του Θεού και όχι την ίδια την ουσία Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 22

Η ΒΙΒΛΟΣ ΤΩΝ ΘΗΣΑΥΡΩΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Περὶ γενητοῦ καὶ ἀγενήτου. Εἰ διερωτᾷν ἡμᾶς ἐπιχειροῖεν Ἀρειανοὶ, ἓν τὸ ἀγένητον ἢ δύο, ἵνα δῆθεν ἓν εἰπόντες αὐτὸ, καὶ εἰς τὸν Πατέρα φέροντες, ἐν τοῖς γενητοῖς καταριθμήσωμεν τὸν Υἱὸν, ἀποκρίνασθαι χρὴ τοιῶσδε· πρῶτον μὲν οὖν ἀμαθὴς καὶ ἀπαίδευτος ἡ ἐρώτησις· κατὰ πολλὰ γὰρ σημαινόμενα τὸ ἀγένητον ἐκλαμβάνεται.

Ἀγένητόν ἐστι τὸ μήπω μὲν γενόμενον, ἐνδεχόμενον δὲ γενέσθαι, ὡς ἀπὸ ξύλου σκάφος, ἢ ἐκ χαλκοῦ ἀνδριάς. Καὶ πάλιν ἀγένητον λέγεται τὸ μήτε γενόμενον πώποτε, μήτε μὴν γενέσθαι δυνάμενον· φέρε εἰπεῖν, τὸ τρίγωνον σχῆμα οὐ γέγονέ ποτε τετράγωνον, οὔτ᾽ ἂν γένοιτό ποτε· ἅμα γὰρ ἀφανίζεται τοῦ τριγώνου τὸ σχῆμα, ἕτερόν τι παρ᾽ ὅπερ ἦν γίνεται.

Λέγεται πάλιν ἀγένητον, τὸ ὑπάρχον μὲν καὶ ὑφεστηκὸς, μὴ μὴν γεγενημένον ὑπό τινος. Κατὰ πολλοὺς τοιγαροῦν νοουμένου τρόπους τοῦ ἀγενήτου, τί ἄρα σημαίνειν ἐπὶ Θεοῦ βούλονται τὸ, ἀγένητον; Ἀλλ᾽ ἴσως τὸ μὴ γεγενῆσθαι φήσουσιν, ὁμολογήσαντες πρότερον ἀπαιδεύτως πεποιῆσθαι τὴν ἐπερώτησιν.

Λεγέσθω τοίνυν καὶ παρ᾽ ἡμῶν ὅτι ἓν τὸ ἀγένητον. Εἰ δὲ πρὸς τοῦτο φαῖεν, Οὐκοῦν ἀνάγκη πᾶσα συνομολογεῖν γεγενῆσθαι τὸν Υἱὸν, ἐπειδὴ τὸ ἀγένητον ἓν, ὅπερ ἐστὶν ὁ Πατὴρ, ἀντακούσονται πάλιν· Εἰ σοφία καὶ δύναμις, καὶ λόγος τοῦ Πατρός ἐστιν ὁ Υἱός· ἦν δὲ ἀεὶ ἐν Πατρὶ λόγος, καὶ σοφία, καὶ δύναμις, οὐκ ἐπιγέγονεν οὖν ὁ Υἱὸς, ὃς ταῦτά ἐστι καὶ καλεῖται. Ἀλλ᾽ ὥσπερ ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ φωτὸς ἐξέλαμψε φῶς, οὕτω καὶ ἐξ ἀγενήτου ἀγένητος. Δεῖ γὰρ εἶναι τοιοῦτον τὸν Λόγον, ὁποῖός ἐστι καὶ ὁ γεννήσας αὐτόν. Οὕτω γὰρ ἂν τὸ τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ἐπαληθεύοιτο τῷ ἐξ αὐτοῦ γεννωμένῳ. Κωλύει τοίνυν οὐδὲν ἑνὸς ὄντος τοῦ ἀγενήτου Πατρὸς, ἀγένητον εἶναι καὶ τὸν ἐξ αὐτοῦ Λόγον, ὡς ἕν τι μετὰ Πατρὸς καὶ ἐν Πατρὶ νοούμενον διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον· ὃ δὴ καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν· »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» διὰ μὲν τοῦ, ἓν, τὴν ταυτότητα τῆς οὐσίας σημαίνων· διὰ δὲ τοῦ, ἐσμὲν, εις δυάδα τέμνων τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγων Θεότητα.

ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτός ἐστιν ὁ Υἱὸς, ὡς ἐκεῖνον ἐν αὐτῷ φαίνεσθαι, κατὰ τὸ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα,» ἀνάγκη λέγειν, ἀγένητον εἶναι τὸν ἐξ ἀγενήτου προελθόντα Πατρός· ἐπεὶ πῶς ἂν ἐν τῷ γενητῷ ὀφθείη ποτὲ τὸ ἀγένητον;

Εἰ γὰρ τὸ ἀρχέτυπον ἐν τῷ μιμήματι φαίνοιτο, ἔσται πάντως κατὰ τοῦτο κἀκεῖνο. Ὥρα λέγειν οὖν γενητὸν εἶναι καὶ τὸν Πατέρα, καθ᾽ ὃν ἡ εἰκὼν ἐμορφώθη. Εἰ δὲ τοῦτο ἄτοπον, ἔσται πάντως ἀγενήτου τὸ ἀγένητον εἰκών.

ΑΛΛΟ. Ὁ μακάριος Μωσῆς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἐξηγούμενος, εἰσφέρει λέγοντα Θεόν· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν·» ἐν δὲ τῷ λέγειν, ἡμετέραν, πάλιν ἡ δυὰς σημαίνεται· συνόντος δηλονότι καὶ συνθεολογουμένου τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ ἐν ἑνὶ τῷ ἀνθρώπῳ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φαίνεται εἰκὼν, κατ᾽ οὐδὲν ἄρα τῆς πρὸς ἀλλήλους διαλλάττουσιν ὁμοιότητος.

Ἀνόμοιον δὲ γενητῷ τὸ ἀγένητον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, ἵνα μὴ ἀνόμοιος φαίνηται.

ΑΛΛΟ. Λέγεται παρὰ ταῖς θείαις Γραφαῖς παντοκράτωρ καὶ Κύριος ὁ Πατήρ· ἀλλ᾽ οὐχ ὡς ἕν τι τῶν κρατουμένων ἢ κυριευομένων νοεῖται καὶ ὁ Υἱὸς, διὰ τὸ πάντων κρατεῖν τε καὶ κυριεύειν ἐκεῖνον· κρατεῖ γὰρ πάντων καὶ κυριεύει μετὰ Πατρὸς, παντοκράτωρ καὶ αὐτὸς ὑπάρχων καὶ Κύριος. Ὥσπερ οὖν ἐν τούτοις οὐχ ὡς ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἀλλ᾽ ἐπὶ τὴν τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται, οὕτω καὶ ἐπὶ ἀγενήτου, οὐ πρὸς τὸν Υἱὸν, ἀλλὰ πρὸς τὴν κτίσιν ἡ σύγκρισις, κἂν ἓν εἶναι λέγηται τὸ ἀγένητον· διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ.

Ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἐν ἑαυτῷ συνεισφέρει· τὰ γὰρ τοιαῦτα δι᾽ ἀλλήλων σημαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην.

Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι᾽ ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ᾽ ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη, συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος οὐδέν.

Καὶ ὁ μὲν Πατέρα λέγων, ἀφ᾽ ὧν ἔστι σημαίνει Θεόν· ὁ δὲ ἀγένητον εἰπὼν, ἀφ᾽ ὧν οὐκ ἔστιν· ἔστι μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι. Ὅτι δὲ μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον σημαίνεται Θεὸς, ἐκ τοῦδε γένοιτ᾽ ἂν παντί τῳ σαφές.

Εἴ τις γὰρ ἐκείνην τὴν ἄφραστον καὶ ἀκατάληπτον φύσιν καλοίη Θεὸν, ἀφ᾽ ὧν ἔστιν ὀνομάζει καλῶς, καὶ Θεὸν εἰπὼν, πάντως ἐκείνην ἐσήμηνεν· εἰ δέ τις ἀφ᾽ ὧν οὐκ ἔστιν ἐπιχειροίη σημαίνειν αὐτὴν, ἄκακον καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ἐν αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ᾽ οὐ πάντως μηνύει τὸν Θεόν· εἰσὶ γὰρ καὶ ἐν ἀνθρώποις ἄκακοι καὶ ἀπόνηροι.

Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους ἀγγέλους. Οὐκοῦν ἀφ᾽ ὧν ἔστιν, ἢ ἀφ᾽ ὧν οὐκ ἔστιν, ἀληθέστερον καὶ οἰκειότερον σημανθήσεται.

ΑΛΛΟ. Ὁ μακάριος Δαβὶδ ψάλλει, καί φησι πρὸς τὸν Υἱόν. «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἰ τοίνυν ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενον· ἄλλο γὰρ ἐν ἄλλῳ νοεῖσθαι χρή· μετέχει δὲ ἡ κτίσις τοῦ Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτίσιν· οὐκοῦν οὐδὲ γενητός. Εἰ δὲ οὐκ ἔστιν ἕτερος παρ᾽ ἐκείνην ὁ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημένος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετάσχοι τοῦ ὅπερ ἐστὶν αὐτός;

ΛΟΓΟΣ Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ᾽ οὐσίας σημαντικόν. Τὸ ἀγένητον ὡς ἀρχὴ καὶ αἴτιον νοεῖταί τε καὶ ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι ἑαυτῇ ἢ ἀνόμοιον σημαίνει. Ἡ δὲ ἀγένητος φωνὴ σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ· τοῦτο γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία, ἀλλὰ τοῦ μὴ τοιῶσδε εἶναι τὴν οὐσίαν, καθ᾽ ἧς ἂν τάττοιτο τὸ σημαντικόν.

ΑΛΛΟ. Ὅτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται. Ἀλλ᾽ ἐρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν δέ· ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. Εἰ γὰρ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγκης ἂν εἴη τὴν οὐσίαν, ἧς ἔσται διαφορὰ τὸ ἀγένητον.

Οἷον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳ· Οὐσία ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος· τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκειμένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. Εἰ τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία. τίνος ἔσται διαφορά· ἀμήχανον γὰρ οὐσίας φορέσαι λόγον τὴν διαφοράν.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ; Εἰ γὰρ μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντιδιαστολὴν, μηδὲ ἀλλήλοις μάχεται κατὰ τὸ ἐξ ἀμφοῖν σημαινόμενον, οὐδὲν κωλύσει κατ᾽ οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τοῦ ἀγενήτου εἰς οὐσίαν λαμβανομένου, ὁμοίως δὲ καὶ τοῦ γενητοῦ. Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, οὐκ ἔσται ἐναντία, καθὸ οὐσίαι ἀμφότεραι.

ΑΛΛΟ. Εἰ πᾶν ἀγένητον παντὶ γενητῷ ἀνόμοιον, ἀληθεύσει τις λέγων, ὅτι καὶ πᾶν γενητὸν παντὶ γεννητῷ ὅμοιον. Γεννητὸς δὲ ὑπάρχων ὁ Υἱὸς, οὐδεμίαν ἔχει τὴν ὁμοιότητα πρὸς τὰ ὄντα γεννητῶς· ἔστι γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Οὐκ ἄρα διὰ τὸ ἀγένητον εἶναι τὸν Πατέρα, ἀνόμοιος ἔσται κατὰ φύσιν αὐτῷ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ Υἱός. Ὥσπερ γὰρ τὴν πρὸς τὰ γενητὰ γεννητὸς ὑπάρχων ἀναβέβηκεν ὁμοίωσιν· οὕτω τῆς πρὸς τὸ ἀγένητον ἐμφερείας οὐ καταβήσεται, κἂν ὑπάρχῃ γεννητός.

Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Τὸ ἀγένητον, φασὶν, ἐπὶ Θεοῦ, οὐσίαν εἶναί φαμεν· καὶ ἔσται τὸ ὄνομα ὁρικὸν, ὥσπερ ἂν εἴ τις ὁρίσαιτο καὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου λέγων· Ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν.

Πρὸς τοῦτο λύσις. Ἀμαθῶς καὶ τοῦτο προτείνοντες ἐλεγχθήσονται· εἰ γὰρ ὁρικὸν εἶναι βούλεσθε τὸ ἀγένητος ὄνομα, ἐκ γένους ἔστω καὶ διαφορᾶς, ἤτοι διαφορῶν· χωρὶς γὰρ τούτων ὅρος οὐκ ἂν γένοιτό ποτε. Τὸ δὲ τοιοῦτον ἀγένητον, εἰς οὐδὲν οὐσίας ὑπάρχον γένος, ὅρος οὐκ ἂν εἶναι δύναιτο· πρὸς δέ γε τούτῳ, τὰ γένη φιλοσόφως ὁριζόμενα παρ᾽ ἐκείνων ὁρῶμεν, οὐκ ἐν μιᾷ λέξει καὶ μόνῃ, ἀλλ᾽ ἐν πλείοσιν· ὡς τὸ οὐσία ἔμψυχος αἰσθητικὴ, ἢ ζῶον λογικὸν θνητόν. Καὶ εἰ ἑνὸς ὀνόματος ἀπόφασις οὐκ ἐξαρκέσει πρὸς οὐσίας δήλωσιν, οὐκ ἄρα ὁρικὸν τὸ ἀγέννητος.

ΑΛΛΟ. Εἰ πᾶς ὅρος τὸ τί ἐστι κατὰ φύσιν τῶν σημαινομένων ἕκαστον εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν· ἡ δὲ ἀγέννητος φωνὴ, οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα.

ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ᾽ ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον.

ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ᾽ ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον.

ΑΛΛΟ. Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξεται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστροφήν· εἰ γὰρ τὸ ἀγένητον οὐσία, καὶ ἡ οὐσία ἀγένητον· ἀλλ᾽ οὐκ ἀντιστρέφει. Οὐ γὰρ πᾶσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος· μόνῳ δὲ Θεῷ κατ᾽ ἐξαίρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον· ἀλλ᾽ ὅτι μὴ γεγένηται μόνον σημαίνει.

ΛΟΓΟΣ Γʹ. Ἀπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν, σημαντικόν. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ᾽ οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐσίαν, ἀλλ᾽ οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων, ἀλλ᾽ ἢ μόνον οὐσίαν;

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συνωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐσιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ᾽ αὐταῖς. Εἰ δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον·

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ ἀγένητον, ἀλλ᾽ οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία· εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ᾽ οὐ τὸ μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαίνει, ἀλλ᾽ ἢ μόνον οὐσίαν Θεοῦ.

ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ᾽ οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ᾽ οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς· ἵν᾽ οἰκείως αἱ φωναὶ κατ᾽ αὐτῆς λέγωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ᾽ οὐ καθ᾽ αὑτὰ οὐσίας.

ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ οὐ διά τι λέγεται (ἔστι γὰρ δι᾽ οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὐτὸν εἶναι κρείττω καὶ ὑπερέχειν· οὐκ ἔσται ἄρα ταυτὸν ἡ μὴ διά τι λεγομένη τῷ δι᾽ αἰτίαν λεγομένῳ.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀναφορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέσιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς μηδὲν ἐχούσῃ οὐσίᾳ;

ΑΛΛΟ. Εἰ τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον;

ΑΛΛΟ. Εἰ πᾶσα οὐσία ῥηθεῖσα θατέρα πρὸς θατέραν, οὐ δηλοῖ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντος τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυτὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι;

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον, ὅπερ ἀσεβές.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένητον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουργεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ ἀγενήτῳ· οὐ γὰρ συνέβη αὐτῷ τὸ γεγονέναι)· οὐκ ἄρα ἔσται οὐσία τὸ ἀγένητον.

ΑΛΛΟ. Εἰ οὐσίαν λέγοντες ἐπὶ Θεοῦ, τῇ τῶν φιλοσόφων ἕπονται δόξῃ, ἴδιον ἔσται Θεοῦ, τἀναντία δέχεσθαι. Εἰ δὲ εἶναι τὸν Θεὸν σημᾶναι βουλόμενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγένητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ᾽ οὐκ αὐτὸ οὐσία.

ΑΛΛΟ. Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβεβηκότων, τοῦτο οὐσία κυρίως, ὑπ᾽ οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ᾽ αὐτοῦ (οὐ γὰρ γέγονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον;

ΑΛΛΟ. Εἰ τὸ κυριώτατον καὶ πρῶτον οὐσία λέλεκται, διὰ τὸ πᾶσι τοῖς συμβεβηκόσιν αὐτὸ ὑποκεῖσθαι· οὐκ ἔστι δὲ συμβεβηκὸς, ᾧ καθυποκεῖται Θεός· οὐδὲ οὐσία ἄρα κυρίως λέγεται ἐπὶ Θεοῦ. Ἔστι γὰρ ὑπερούσιος.

Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ᾽ αὐτοῦ (ἔστι γὰρ μὴ γενόμενος), οὐκέτι δὲ καὶ ἡ οὐσία· οὐ ταυτὸν οὐσία καὶ ἀγένητον.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, ἐκ παραλλήλου οὐσίας σημαίνουσιν, οὐκ εἰσὶ δὲ ταυτὰ τοῖς σημαίνουσι τὰ σημαινόμενα· οὐκ ἔσται ἄρα ταυτὸν οὐσία καὶ ἀγένητον· ὡς οὐδὲ τῷ σημαίνοντι τὸ σημαινόμενον.

ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐ διὰ τὸ μὴ γεγονέναι, ἀλλὰ διὰ τὸ εἶναι οὐσίαν τοῦ Θεοῦ, λέλεκται, καὶ τῶν οὐσιῶν ἑκάστη ἂν εἴη ἀγένητον. Εἰ δὲ εἰσὶ μὲν οὐσίαι πολλαὶ, οὐκέτι δὲ καὶ ἀγένητοι· οὐκ οὐσίαν ἄρα ἐμφαίνει τὸ ἀγένητον, ἀλλὰ τῆς οὐσίας τὴν ὑπεροχήν.

ΑΛΛΟ. Εἰ ἐπὶ Θεοῦ μόνον τὸ ἀγένητον, ὥς φασιν, οὐσία ἐστὶν, εἴη ἂν αὐτῆς καὶ ὅρος, ἧς μόνον ἴδιον τὸ ἀγένητον. Εἰ δὲ μηδείς ἐστιν ὅρος ᾧ ὑποβάλλεται οὐσία Θεοῦ, οὐδ᾽ ὄνομα ἄρα κύριόν ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγένητον, ὡς μηδὲν ἄλλο αὐτὸ ἐμφαίνειν, ἀλλ᾽ ἢ μόνον οὐσίαν Θεοῦ.