Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Θεογνωσία, άκτιστη φύση και ακαταληψία του Θεού

Εισαγωγή στη γνώση του Θεού, επιχειρηματολογία για τη διαφορά κτιστής και άκτιστης φύσης και ανάπτυξη περί της ακαταληψίας και του ασώματου της θείας ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 6

DE SACROSANCTA TRINITATE LIBER SANCTO CYRILLO ASCRIPTUS ΚΕΦΑΛ. Αʹ. Ἐπειδὴ πρώτιστον ἡμῖν τοῖς Χριστιανοῖς καὶ πάντων ἀναγκαιότατον εἰδέναι τὴν εὐσέβειαν, καὶ ταύτην ἀσπάζεσθαι, καὶ ταύτῃ συζῇν, καὶ ζωῆς τῆς παρούσης συνεκδημεῖν· ἄξιόν ἐστι πιστεύειν καὶ ὁμολογεῖν καὶ κηρύττειν ἡμᾶς, ὅτι Θεὸς εἶς ἐστιν, ἤγουν μία Θεότης, οὐσία ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ προαιώνιος, ἀγέννητος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἀκατάληπτος, ἀπερινόητος, ἀπερίγραπτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀναφὴς, ἀόρατος, ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἄῤῥητον οὖν τὸ Θεῖον καὶ ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ.» Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὔτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεὸν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν· οὐκ ἀνθρώπων μόνον, ἀλλ᾽ οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ. Πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ᾽ αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις, καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως.

Καὶ διὰ νόμου μὲν καὶ προφητῶν πρότερον· ἔπειτα δὲ καὶ διὰ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὸ ἐφικτὸν ἡμῖν, τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων δεχόμεθα καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν, οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες.

Ἀδύνατον γὰρ παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡμῖν εἰρημένα εἰπεῖν τι περὶ Θεοῦ, ἢ ὅλως ἐννοῆσαι. Ὅτι μὲν οὖν ἔστι Θεὸς, τοῖς μὲν τὰς ἁγίας δεχομένοις Γραφὰς, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην φημὶ, οὐκ ἀμφιβάλλεται, οὐδὲ τοῖς τῶν Ἑλλήνων πλείστοις.

Ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ Πονηροῦ κακία κατὰ τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον, καὶ πάντων τῶν κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεὸν (ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ προφήτης ἔφη Δαβίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός.») Οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ φωτισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι, τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνήγαγον.

Ὁμοίως καὶ οἱ τούτων τῆς τε χάριτος καὶ τῆς ἀξίας διάδοχοι ποιμένες τε καὶ διδάσκαλοι τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι, τῇ τε τῶν θαυμάτων δυνάμει, τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον, καὶ τοὺς πεπλανημένους ἐπέστρεφον.

Ἡμεῖς δὲ οἱ μήτε τῶν θαυμάτων, μήτε τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν)· φέρε ὀλίγα παρὰ τῶν δεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα, τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλεσάμενοι.

ΚΕΦΑΛ. Βʹ. Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως, ἢ φθειρόμενα, ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα.

Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα. Ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πως εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται, πάντα τὰ ὄντα τρεπτὰ, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν· ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι, καὶ ἀλλοιοῦσθαι, καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; τὰ μὲν νοητὰ, ἀγγέλους φημὶ καὶ δαίμονας, καὶ ψυχὰς, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν, καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν ἐπιτεινομένην τε καὶ ὑφιεμένην· τὰ δὲ λοιπὰ κατά τε γέννησιν καὶ φθορὰν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν, καὶ τὴν τοπικὴν κίνησιν; Τρεπτὰ τοίνυν ὄντα, πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα, πάντως ὑπό τινος ἐδημιουργήθησαν. Δεῖ δὲ τὸν Δημιουργὸν ἄκτιστον εἶναι. Εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον.

Ἄκτιστος οὖν ὢν ὁ Δημιουργὸς, πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ Θεός; Καὶ αὐτὴ δὲ τῆς κτίσεως συνοχὴ, καὶ συντήρησις, καὶ κυβέρνησις διδάσκει ἡμᾶς, ὅτι ἔστι Θεὸς, ὁ τόδε τὸ πᾶν συστησάμενος, καὶ συνέχων, καὶ συντηρῶν, καὶ ἀεὶ προνοούμενος. Πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς, λέγω, καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθεισαν, καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα; Τί τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα δι᾽ ἀέρος, καὶ ὅσα καθ᾽ ὕδατος· μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα, καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε, καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν, καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ᾽ οὐχ ὁ τεχνίτης τούτων καὶ ὁ λόγον ἐνθεὶς πᾶσι καθ᾽ ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ᾽ οὐχ ὁ πεποιηκὼς ταῦτα, καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου, τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν, τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ᾽ οὓς πρῶτον ὑπέστη λόγους;

Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο ἄλλο τί ἐστιν, εἰ μὴ Θεός;

ΚΕΦΑΛ. Γʹ. Ὅτι μὲν οὖν ἔστι Θεὸς, δῆλον. Τί δέ ἐστι κατ᾽ οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφὲς, καὶ ἀόρατον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον;

Πῶς ἄτρεπτον, εἰ περίγραπτον καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον, καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως, λύσις δὲ ἀλλότριον Θεοῦ παντελῶς. Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν, καὶ πληροῦν τὰ πάντα Θεὸν, ὥς φησιν ἡ Γραφή· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον· ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκιρνᾶται. Εἰ δὲ καί τινές φασιν ἄϋλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον· κινούμενον ἔσται πάντως, ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον, ὑφ᾽ ἑτέρου κινεῖται· κἀκεῖνο τίς;

Καὶ τοῦτο ἐπ᾽ ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον. Τὸ γὰρ πρῶτον κινοῦν, ἀκίνητον· ὅπερ ἐστὶ τὸ Θεῖον. Πῶς δὲ οὐ καὶ τόπῳ περίγραπτον, τὸ κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι᾽ ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ Θεῖον. Ἀλλ᾽ οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ Θεοῦ, ἢ περὶ Θεὸν εἶναι λέγομεν. Ταῦτα γὰρ αὐτῷ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν τί ἐστι φράσαι, οὐ τὸ τί οὐκ ἐστιν. Ὅμως ἐπὶ Θεοῦ τί ἐστιν εἰπεῖν ἀδύνατον κατ᾽ οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον. Οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν, οὐχ ὡς μὴ ὢν, ἀλλ᾽ ὡς ὑπὲρ πάντα τὰ ὄντα, καὶ ὑπὲρ αὐτὸ δὲ τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὅντων ἡ γνῶσις, τὸ ὑπὲρ γνῶσιν, πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται· καὶ τὸ ἀνάπαλιν, τὸ ὑπὲρ οὐσίαν, καὶ ὑπὲρ γνῶσιν ἔσται. Ἄπειρον οὖν τὸ Θεῖον, καὶ ἀκατάληπτον· καὶ τοῦτο μόνον αὐτοῦ καταληπτὸν, ἡ ἀπειρία, καὶ ἡ ἀκαταληψία· ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ· κἂν ἀγαθὸν, κἂν δίκαιον, κἂν σοφὸν, κἂν ὅ τι ἂν ἄλλο εἴπῃς, οὐ φύσιν λέγεις Θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν.

Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα, δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα· οἷον σκότος λέγοντες ἐπὶ Θεοῦ, οὐ σκότος νοοῦμεν, ἀλλ᾽ ὅτι οὐκ ἔστι φῶς, ἀλλ᾽ ὑπὲρ τὸ φῶς· καὶ φῶς, ὅτι οὐ σκότος ἐστίν.