Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Το μυστήριο της θείας ενανθρωπήσεως

Δογματική ανάπτυξη περί της υποστατικής ενώσεως των δύο φύσεων, της αναμαρτησίας του Χριστού, της διατήρησης των φυσικών θελήσεων και ενεργειών, και των αδιάβλητων παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 6

ΚΕΦΑΛ. ΙΔʹ. Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι᾽ οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις)· οὗτος δι᾽ ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτὸν, ἐνηνθρώπισεν, ἐν τῷ Πατρὶ ὢν, καὶ μεθ᾽ ἡμῶν γεγονὼς (ἀπερίγραπτος γάρ)· καὶ σάρκα, ψυχὴν, νοῦν, λόγον, θέλησιν, ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν ἀνθρώπῳ προσόντα, προσείληφε· μηδ᾽ αὐτῶν τῶν μετὰ τὴν πρώτην ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν, ὧν οὐ καθικνεῖται μῶμος, μείνας ἀπείρατος· ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος· ἵνα μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρωπότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρωπος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ᾽ ὄντως καὶ ἐναργῶς ὑπάρξας ἄνθρωπος, καθ᾽ ἡμᾶς ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς. Καθ᾽ ἡμᾶς, ὅτι συλληφθεὶς ἐν μήτρᾳ γυναικὸς, ζωοπλασθεὶς ἐν αὐτῇ, κυοφορηθεὶς ἐφ᾽ ὅσον καὶ καθὼς ὁ τῆς φύσεως ἐδίδου νόμος, ἐτέχθη βρεφοπρεπῶς. Ὑπὲρ ἡμᾶς, ὅτι ἡ σύλληψις ἐξ ἁγίου Πνεύματος ἄτερ συνδυασμοῦ, σαρκικῆς ἐκτὸς ἡδονῆς, χωρίς τινος ἐμπαθοῦς ἐννοήματος· ἡ τοῦ σώματος σύμπηξις ἐκ πανάγνων αἱμάτων παρθενικῶν, ὁ τόκος ἄνευ ὠδίνων τὴν τῆς γειναμένης παρθενίαν οὐκ ἐλυμήνατο.

Μεμένηκε γὰρ αὕτη παρθένος καὶ μετὰ τόκον, ὥσπερ ἦν καὶ πρὸ τόκου καὶ πρὸ συλλήψεως, ἡ καὶ διὰ βίου παντὸς ἀειπάρθενος ἄχραντός τε καὶ ἀκηλίδωτος. Τοιαύτην γὰρ ἔπρεπεν εἶναι τὴν τεκοῦσαν Θεόν. Καθ᾽ ἡμᾶς, ὅτι σῶμα χοϊκὸν ἀνελάβετο καὶ φθαρτὸν, ἐκ τῶν τεσσάρων συντεθειμένον χυμῶν, ψυχῇ τριμερεῖ ζωοποιούμενον, ἐμφύτῳ θερμῷ καὶ δυνάμεσι φυσικαῖς διοικούμενον· πείνῃ, καὶ δίψῃ, καὶ τοῖς ἄλλοις ἀνεγκλήτοις τῆς φύσεως ἀσθενήμασιν ὑποκείμενον. Ὑπὲρ ἡμᾶς, ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν, ἀλλ᾽ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Οὐ γὰρ τραπεὶς ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ γενέσθαι ἄνθρωπος, τὴν οἰκείαν ἐνανθρώπησιν ἐξετέλεσεν, ἀλλὰ μείνας Θεὸς ὅπερ ἦν, γέγονεν ἄνθρωπος, ὅπερ οὐκ ἦν· οὐκ εἰς θείαν φύσιν τὴν ἀνθρωπίνην φύσιν μεταβαλὼν, ἣν προσείληφεν· ἀλλ᾽ ἐν τοῖς οἰκείοις ὅροις μείνασαν θεώσας αὐτὴν διὰ τῆς ἄκρας ἑνώσεως. Ὥσπερ γὰρ τῷ σιδήρῳ τὸ πῦρ ἑνούμενον ὁλικῶς, ἐκπυροῖ μὲν αὐτὸν, τῆς δὲ τοῦ σιδήρου φύσεως οὐκ ἐξίστησι (μένει γὰρ οὗτος καὶ μετὰ τὴν ἐκπύρωσιν σίδηρος, καὶ πεπυρωμένος σίδηρος ἔστι τε καὶ λέγεται)· τοιουτοτρόπως τῇ βροτείᾳ φύσει ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἑνωθεὶς, ἐθέωσε μὲν αὐτὴν, τοῦ δὲ βροτείαν εἶναι φύσιν αὐτὴν οὐκ ἐξέστησε.

Μένει γὰρ αὕτη βροτεία φύσις καὶ μετὰ τὴν θέωσιν, καὶ τεθεωμένη φύσις βροτεία καὶ λέγεται καὶ ἔστι· τεθεωμένη σὰρξ μετὰ ψυχῆς νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς.

ΚΕΦΑΛ. ΙΕʹ. Ἐπεὶ δὲ νόθον ἡ ἁμαρτία καὶ παρὰ φύσιν (ἔξωθεν γὰρ ἡμῖν ὅταν μὴ νήφωμεν ἐπεισέρχεται), ταύτην εἰκότως ὁ Θεὸς Λόγος οὐ προσελάβετο. Πάλιν, ἐπεὶ τὴν προσληφθεῖσαν φύσιν ὅλην ἐθέωσεν, ἀνεπίβατος δικαίως ἡ θεωθεῖσα καὶ ἄψαυστος κατὰ πάντα τρόπον τῇ ἁμαρτίᾳ μεμένηκεν. Ἀλλ᾽ οὐδὲ προαίρεσις ἡ ἀμφιῤῥεπὴς ἦν ἐν Χριστῷ. Προαιρετικὸς μὲν γὰρ ἦν ὡς αὐτεξούσιος καὶ κατὰ τὸ ἀνθρώπινον ὁ Χριστὸς, ὅτι καὶ λογικὸς (πᾶν γὰρ λογικὸν, αὐτεξούσιον· πᾶν δ᾽ αὐτεξούσιον, προαιρετικόν)· βουλῆς δὲ καὶ σκέψεως καὶ γνώμης καὶ προαιρέσεως ὥσπερ ἡμεῖς ἔχρῃζεν οὐδαμοῦ· ὥσπερ αὖ οὐδὲ νήψεως. Θεὸς γὰρ ἦν κατ᾽ ἄμφω· τὸ μὲν φύσει, τὸ δὲ θεώσει. Διὸ δὴ καὶ κατὰ τοῦτον τὸν λόγον, πάσης ἁμαρτίας ἀνώτερος ἦν. Ἢ γὰρ ἐξ ἐπισφαλοῦς προαιρέσεως τὸ ἁμαρτάνειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπιγίνεται.

Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπρόσεκτον ἁμαρτία ἐστὶν, ἢ τέως γοῦν ἁμαρτίας ἀρχή. Διά τοι τοῦτο, καὶ τῶν ἀκουσίων ἁμαρτημάτων εἰσπραττόμεθα δίκας. Ὅθεν δ᾽ ἀπέδρα τὸ αἴτιον, ποίαν ἐκεῖ τὸ αἰτιατὸν εἶχε παρείσδυσιν; Προαίρεσις μὲν οὖν ἁπλῶς ἐστι, πρόοδος πρὸς τὸ αἱρετὸν, ἤγουν αὐτεξούσιος ἔλλογος ὁρμὴ πρὸς τὸ θελητὸν, ἥτις πρόσεστι κατὰ φύσιν παντὶ λογικῷ. Προαίρεσις λέγεται πάλιν, ἡ πρὸ ἑτέρου αἵρεσις, ἥτις γίνεται βουλῆς προηγησαμένης· εἶτα κρίσεως, μεθ᾽ ἣν ἡ πρὸς τὸ ἐκ βουλῆς κριθὲν διάθεσις ἕπεται, καὶ λέγεται γνώμη· τὴν γνώμην, ἡ νῦν δηλουμένη προαίρεσις, εἴτουν ἡ ἐπιλογὴ τοῦ δόξαντος καλοῦ, διαδέχεται. Τὴν τοιαύτην προαίρεσιν οὐκ ἂν εἴποι τις εὐφρονῶν ἐπὶ τοῦ Χριστοῦ. Ποίας γὰρ ἦν βουλῆς ἐνδεὴς, ἢ τίνος τῶν ἐκ βουλῆς, ὁ θαυμαστὸς σύμβουλος, ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρός; ἢ πῶς ἂν προαίρεσις ἡ ἐν ἡμῖν, τῷ προεκλεξαμένῳ τὸ ἀγαθὸν, καθὼς μεμαρτύρηται; Καὶ γὰρ Ἡσαΐας προανακέκραγεν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθὸν, τουτέστιν, οὔτ᾽ ἂν γνοίη πονηρὰ συνόλως οὗτος, οὔτ᾽ ἂν προέλοιτο· τὸ δὲ ἀγαθὸν ἐκ πρώτης ἀρχῆς ἐκλέξεται. Καὶ αὖθις· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.»

Ἤγουν πρὸ πάσης γνώσεως τὸ παιδίον ἐν ἄκρᾳ νηπιότητι πρὸς τὸ πονηρὸν ἀπειθῶς ἔχον καὶ ἀῤῥεπῶς, τὸ ἀγαθὸν οἰκειώσεται· τὸ δὲ, πρὶν ἢ γνῶναι, κατὰ τὸ φαινόμενον εἴρηται.

Πότε γὰρ ἦν μὴ γινῶσκον τὸ παιδίον, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι καταλλήλοις καιροῖς ἐφ᾽ ὅσον ἐχρῆν φανερούμενοι; Τοιοῦτόν ἐστι καὶ σοφίᾳ καὶ χάριτι προκόπτειν μετὰ τῆς ἡλικίας τὸν Ἰησοῦν, κατὰ τὸ φαινόμενον δηλαδή.

Τῆς μὲν γὰρ ἡλικίας ἐπίδοσις ἦν, αὐξουμένου τοῦ σώματος φυσικῶς· καὶ σοφίας δὲ καὶ χάριτος τῶν πρωτίστων καὶ ἀκροτάτων οὐκ ἐπίδοσις, ἀλλὰ φανέρωσις εὔκαιρος. Τοιγαροῦν ὁ Χριστὸς, Θεὸς ὢν ἡνωμένος τῇ ἀνθρωπίνῃ οὐσίᾳ καθ᾽ ὑπόστασιν, ἦν ἀγαθὸς ὡς Θεός. Εἶχε δὲ καὶ ὡς ἄνθρωπος αὐτεξουσίως τὸ ἀγαθὸν κατὰ φύσιν ὄν. Ὥσπερ γὰρ τὸ κακὸν καὶ ἡ ἁμαρτία παρὰ φύσιν, οὕτω δὴ τὸ ἀγαθὸν καὶ ἡ ἀρετὴ κατὰ φύσιν ἐστί. Διὰ τοῦτο καὶ ἡ ἁμαρτία τὴν τοιαύτην ἔσχε προσηγορίαν, ὡς ἀποτυχία τοῦ κατὰ φύσιν ἀγαθοῦ.

ΚΕΦΑΛ. Ιϛʹ. Οἱ μὲν οὖν ἄγγελοι, δυσκίνητοι πρὸς τὸ κακὸν καὶ λέγονται καὶ εἰσὶ, τῇ πρὸς Θεὸν προσεδρείᾳ καὶ τῇ ἐκεῖθεν ἐλλάμψει τῇ συνεχεῖ βοηθούμενοι· ἡ δὲ τοῦ Κυρίου ψυχὴ παντελῶς πρὸς τὸ κακὸν ἀκίνητος ἦν, αὐτὸν ἔχουσα τὸν Θεὸν Λόγον ἐν ἑαυτῇ· οὐ κατὰ σχέσιν, ἀλλὰ καθ᾽ ἕνωσιν. Καὶ ἡ μὲν τὴν ἡγεμονίαν ἐνήργει τοῦ σώματος· ὁ δὲ Θεὸς Λόγος ἦν αὐτῆς ἡγεμὼν, αὐτεξουσίως ἑπομένης αὐτῷ καὶ τὴν τοῦ θείου θελήματος αὐτοῦ καὶ λίαν ἐπιποθούσης ἐκπλήρωσιν τῷ τῆς ἁγιότητος ὑπερβάλλοντι. Διὸ καὶ ὁ Κύριος πρὸς τὸν αὑτοῦ Πατέρα προσευχόμενος ἐν τῷ καιρῷ τοῦ πάθους ὡς ἄνθρωπος ἔλεγεν· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· γενηθήτω τὸ θέλημά σου.» Καὶ γὰρ οὗτος ὁ λόγος τῆς τοῦ Κυρίου ψυχῆς ἒν εἰδυίας θέλημα τοῦ ἡνωμένου ταύτῃ Θεοῦ Λόγου καὶ τοῦ Πατρός. Εἶχε μὲν οὖν ὁ Δεσπότης τὰ τῶν δούλων, διὰ τοὺς δούλους· ἀλλ᾽ ὑπὲρ τοὺς δούλους. Δεσπότης γὰρ ἦν, εἰ καὶ δούλου εἴληφε μορφήν. Ἐπείνα κατὰ ἀλήθειαν, ὡς ἡμεῖς, ἐδίψα, νυσταγμὸν ἔφερε, κοπιῶν ἦν, λυπούμενος ἦν, δακρύων, δειλιῶν, ἀγωνιῶν, ἀλλ᾽ ἑκουσίως, ὅτε θέλων αὐτὸς ἐνεδίδου τῇ αὑτοῦ ἀνθρωπότητι τὸ ἴδιον ἀμέμπτως ποιεῖν. Τοῦτο ὑπὲρ ἡμᾶς.

Πάλιν ἤσθιεν, ἔπινεν, ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει· τέλος, ἀπέθανεν, ἀλλ᾽ ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος, καὶ τὸ ἄλγος, καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σὰρξ, ἤλγει φυσικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν (ἐξ αὐτῆς γὰρ ἡ αἴσθησις τῇ σαρκί)· πλὴν ἡ θεότης ἡ ἐν ἀμφοῖν ἀδιαίρετος ἦν

ΚΕΦΑΛ. ΙΖʹ Παθὼν ὁ Κύριος καὶ θάνων καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ κατασκευάσας αὑτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυχὴν κατ᾽ ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος. «Ἐγὼ γὰρ τίθημι τὴν ψυχήν μου, φησὶν, ἵνα πάλιν λάβω αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Εἰ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἔφαγεν, ἀλλὰ κατ᾽ οἰκονομίαν τοῦτο πεποίηκε, τοῖς ἰδίοις παριστῶν μαθηταῖς ὡς αὐτὸς ἦν ἀναστὰς, ὁ πρότερον ὢν μετ᾽ αὐτῶν. Ὅτε δὲ λέγω κατ᾽ οἰκονομίαν, τὴν φαντασίαν ἐκκρούομαι. Καὶ γὰρ ἔφαγεν ἀληθῶς· τὴν τροφὴν δὲ καινοπρεπῶς, ὡς οἶδεν αὐτὸς, διῳκήσατο. Διὰ τοῦτο καὶ τύπους ἐδείκνυ πληγῶν· τὰ γενόμενα μὲν, μὴ ὄντα δὲ, παρόντα ποιῶν ὁ πάντα δυνάμενος. Ἐπεί τοί γε τὸ σῶμα ἐκεῖνο, πάσης ἐνδείας, πάσης ἀντιτυπείας ὑπέρτερον γεγονὸς, οὔτε τροφὰς, οὔτε ψηλαφήσεις προσίετο.

Διὸ καὶ μὴ κατὰ σάρκα νῦν εἶναι τὸν Κύριον λέγομεν, ὡς τὰ τῆς σαρκὸς ἀποθέμενον· τροφῆς ἔφεσιν ὕπνον, κόπον, καὶ τὰ τοιαῦτα· πρὸς τούτοις, καὶ τὸ ἀντίτυπον. Τὸ σῶμα γὰρ αὐτοῦ διὰ τῆς ἀπεκδύσεως τῆς φθορᾶς, ἀνενδεὲς ἀπετελέσθη, καὶ ἀπαθὲς, καὶ ἀναφὲς, καὶ ἀθάνατον· οὐ μὴν καὶ ἄκτιστον, οὔτ᾽ αὖ ἀπερίγραπτον. Ταῦτα γὰρ μόνης Θεότητος· καὶ ἵν᾽ εἴπω συνελὼν, ὅσον μὲν ἦν δεκτικὸν θείων αὐχημάτων τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, μετέσχεν ὑπ᾽ αὐτοῦ τοῦ Λόγου διὰ τὴν ἔνωσιν, δι᾽ ἢν καὶ σεπτόν ἐστι καὶ προσκυνητόν. Ὅσον δ᾽ οὐκ ἦν δεκτικὸν, οὐ μετέσχεν, ἵνα κἀντεῦθεν τό τε διάφορον τῶν φύσεων τοῦ Χριστοῦ, τό τε μοναδικὸν τοῦ προσώπου γινώσκωμεν.

ΚΕΦΑΛ. ΙΗʹ. Πρεσβεύομεν τοίνυν ἐπὶ Χριστοῦ μίαν ὑπόστασιν σύνθετον, ἐκ δύο συντεθειμένην φύσεων· θεότητος δηλονότι καὶ ἀνθρωπότητος ἀλλήλαις ἡνωμένων κατ᾽ αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν. Διὰ τοῦτο γὰρ καὶ τὴν τοιαύτην ἔνωσιν, καθ᾽ ὑπόστασιν λέγομεν· ὅτι μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς Θεότητος ὑποστάσεων, ἥτις ἐστὶν ἡ τοῦ Υἱοῦ, τὰς δύο φύσεις ἀλλήλαις ἥνωσεν ἀσυγχύτως ἐν ἑαυτῇ τε καὶ καθ᾽ αὑτήν. Οὐ γὰρ ὑπέστη καθ᾽ αὑτὸ κἂν ἀκαριαίως τὸ τοῦ Χριστοῦ ἀνθρώπινον, ὡς ἂν ὑπόστασις τοῦτο λέγοιτο (καὶ γὰρ οὐκ ἐχρῆν. Τί γὰρ ἦν τὸ κέρδος ἡμῖν, τὸ θεωρηθῆναι μίαν ὑπόστασιν), ἀλλὰ τὴν φύσιν ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ προσελάβετο πᾶσαν τῆς ἀνθρωπότητος, ἵνα θεωρήσῃ πάντας ἡμᾶς. Ὅθεν μιᾶς ὑποστάσεως κηρύττομεν τὸν Χριστὸν, ἐκ δύο φύσεων ἡνωμένων ἀλλήλαις ἀσυγχύτως ἔνωσιν ἄκραν, ἀδιαιρέτων μενουσῶν ἔκ τε ἀλλήλων καὶ τῆς ὑποστάσεως καθ᾽ ἣν ἥνωνται· τῶν δὲ φύσεων ἐχουσῶν τὸ ἀσύγχυτον, καὶ τὰ προσόντα ταύταις ἀσύγχυτα τὰς θελήσεις καὶ τὰς ἐνεργείας φημί. Μένει οὖν ἡ θεϊκὴ θέλησις, θεϊκή· καὶ ἡ ἀνθρωπικὴ πάλιν, ἀνθρωπικὴ, πλὴν τεθεωμένη διὰ τὴν ἕνωσιν. Τοῦτο κἀν ταῖς ἐνεργείαις γινώσκεται.

Δύο τοίνυν θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ᾽ ἄμφω τὰς θελήσεις, κατ᾽ ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶς, καὶ εἰς ἄνθρωπον ἰδικῶς· ἀλλ᾽ εἷς ἀμερίστως ὑπάρχων, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ταυτὸν δ᾽ εἰπεῖν, Θεὸς καὶ ἀνήρ.

ΚΕΦΑΛ. ΙΘʹ. Ὅθεν θεανδρικὴν ἐνέργειαν ὁ εἰπὼν, οὐ σύγχυσιν ταῖς φυσικαῖς ἐνεργείαις εἰσήγαγεν· ἀλλὰ τὴν εἰς ἄκρον αὐτῶν παρέστησεν ἕνωσιν, καὶ τὸ τεθεῶσθαι τὴν ἀνθρωπίνην ἐνέργειαν. Ὥσπερ γὰρ ἐν Χριστῷ διὰ τῆς ἑνώσεως ἡ ἀνθρωπίνη τεθέωτο φύσις· οὕτω δὴ καὶ ἡ θέλησις συντεθέωτο, καὶ ἡ ἐνέργεια. Διὸ καὶ τερατουργοῦντος αὐτοῦ, τοῖς θεϊκοῖς ἐνεργήμασι τὰ ἀνθρωπικὰ συνεζεύγνυτο. Κἀκ τῶν ἀνθρωπικῶν ἐνεργημάτων, λόγου δηλονότι καὶ ἁφῆς, καὶ τῶν τοιούτων, αἱ θεοσημεῖαι προέβαινον. Καθάπερ σιδήρου τμητικοῦ πυρωθέντος, καὶ τέμνοντος καὶ καίοντος ἐν ταυτῷ, καὶ ἡ τομὴ μετὰ τῆς καύσεως γίνεται, καὶ ἡ καῦσις ἀχώριστός ἐστι τῆς τομῆς. Καὶ ἡ τῶν ἐνεργειῶν συνδρομὴ τὸ ἑνιαῖον εἰσφέρει ταύταις, οὐ κατὰ φύσιν, ἀλλὰ καθ᾽ ἕνωσιν. Ὁ τοίνυν θεανδρικὴν φήσας ἐνέργειαν, διὰ μὲν τῆς ἑνικῆς προφορᾶς τὸ τὰς δύο ἐνεργείας ἒν εἶναι τῇ συνελεύσει καὶ μὴ διακεκρίσθαι ταύτας πραγματικῶς δεδήλωκεν. Ἐν δὲ τῷ εἰπεῖν θεανδρικὴν, θείαν δηλονότι καὶ ἀνδρικὴν, τὸ τῶν ἐνεργειῶν τῇ φύσει διάφορον καὶ μετὰ τὴν ἕνωσιν ἔδειξεν. Ἄλλως δὲ δύο τινὰ δηλοῦντος τοῦ τῆς ἐνεργείας ὀνόματος (ἐνέργεια γὰρ φυσική ἐστιν, ἡ τῆς ἐνοικ[ουρ]ούσης τῇ φύσει δυνάμεως πρόβασις εἰς ἔργου τινὸς ἐκπλήρωσιν, ἤτις ἐν τῷ ἐνεργεῖν ἔχει τὸ εἶναι, καθὼς ἡ δύναμις ἐν τῷ πεφυκέναι καὶ δύνασθαι.

Λέγεται πάλιν ἐνέργεια, καὶ ἡ τοῦ ἔργου ἐκπλήρωσις, αὐτὸ τὸ ἐνεργητὸν, ὁ τοῦ πράγματος ἀποτελεσμὸς, ἡ πρᾶξις αὐτή)· τοῦτο δὴ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας προσαρμοστέον τῇ θεανδρικῇ. Θεανθρώπου γὰρ ὑπάρχοντος τοῦ Χριστοῦ, καὶ πᾶσα πρᾶξις αὐτοῦ θεανθρωπικὴ καὶ θεανδρική.

Τὸ δὲ οὕτω λέγειν οὐ φέρει σύγχυσιν ταῖς ἐνεργείαις, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν εἶναι διασαφεῖ τὸν ἐνεργοῦντα· καὶ θεϊκῶς καὶ ἀνθρωπικῶς· οὔτε τὰ θεῖα κατὰ Θεόν· ἄνθρωπος γάρ· οὔτε κατ᾽ ἄνθρωπον τὰ ἀνθρώπινα· Θεὸς γάρ. Ὡσαύτως καὶ ὁ μίαν φύσιν εἰρηκὼς τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, οὐ μιᾶς φύσεως τὸν Κύριον ἐδογμάτισε. Τὸ γὰρ σεσαρκωμένην προσθεὶς, τὴν τοιαύτην ἀνεῖλεν ὑπόνοιαν. Ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ θεία· καὶ ἑτέρα πάλιν ἡ τῆς σαρκὸς, ἤγουν ἡ ἀνθρωπικὴ συνεκδοχικῶς.

ΚΕΦΑΛ. Κʹ. Ἕτερον θέλημα τῆς θείας φύσεως, καὶ ἕτερον τῆς ἀνθρωπικῆς. Θέλημα δὲ τὴν θέλησιν λέγομεν, αὐτὴν τὴν δύναμιν τὴν θελητικὴν, ἥτις ἐστὶ θέλημα φυσικόν. Τὸ τοίνυν τῆς ἀνθρωπίνης θέλημα φύσεως ὁ Κύριος προσλαβόμενος καὶ θεώσας αὐτὸ, διετήρησεν ὅπερ ἦν κατὰ φύσιν ἀνθρώπινον. Καὶ τοῦτο παραστῆσαι βουλόμενος ἐναργῶς, εἰσελθὼν εἰς οἶκον ἐν τοῖς μέρεσι Τύρου καὶ Σιδῶνος, οὐδένα ἠθέλησε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν, Οἰκονομικῶς γὰρ θελήσας λαθεῖν οὐ δεδύνητο· διδάσκων ἡμᾶς διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὸ τῆς ἀνθρωπίνης φύσεως θέλημα τὸ ἀσθενὲς ὁ πανσθενὴς οὐκ ἀπεδοκίμασεν, ἀλλ᾽ οὐσιωδῶς ᾠκειώσατο καὶ αὐτὸ, τὴν ἡμετέραν ὅλην φύσιν μετὰ πάντων τῶν κατὰ φύσιν ἀναλαβών.

Λέγεται μὲν οὖν θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ αὐτὸ πάσῃ τῇ φύσει προσόν. Τῷ μὲν γὰρ τῶν ἀνθρώπων, τὸ ἰδιάζειν τυχὸν τεθέληται· τῷ δὲ, τὸ παῤῥησιάζεσθαι· καὶ τῷ μὲν, τὸ γηπονεῖν· τῷ δὲ, τὸ ναυτίλλεσθαι· καὶ ἄλλῳ πάλιν ἄλλο τι κατὰ γνώμην ἐστί. Πολλάκις δὲ τῷ αὐτῷ καὶ ἑνὶ διάφορον καὶ ἄλλοτε ἄλλο τὸ θελητόν. Καλεῖται δὲ τὸ τοιοῦτον ὑποστατικὸν, θέλημα γνωμικόν.

Τοιγαροῦν ὁ Κύριος ἐπειδὴ δύο φύσεων ὡμολόγηται, δύο κεκτῆσθαι καὶ θελήματα πιστεύεται φυσικὰ, θεῖόν τε καὶ ἀνθρώπινον· ἤγουν δυνάμεις δύο θελητικὰς ἀλλήλων διαφερούσας τῷ λόγῳ τῆς φύσεως. Ἐπεὶ δὲ μιᾶς ὑποστάσεως ἔγνωσται, σφαλερὸν εἰπεῖν ἐπ᾽ αὐτοῦ διάφορα θελήματα γνωμικά. Τὸ γὰρ θελητὸν ἓν, ὅτι καὶ ὁ θέλων εἷς, τῆς ἀνθρωπικῆς αὐτοῦ θελήσεως, πρὸς τὸ οἰκεῖον θελητὸν κινουμένης· ὅτε τοῦτο τῇ θεϊκῇ θελήσει αὐτοῦ θελητὸν ἦν, καὶ ἐφ᾽ ὅσον ἦν θελητόν.

ΚΕΦΑΛ. ΚΑʹ. Διχῶς δὲ τῆς γνώμης λεγομένης· λέγεται γὰρ γνώμη καὶ ἡ ἁπλῶς ῥοπὴ πρὸς τὸ θελητὸν, ὡς ἐλλόγως γινομένη καὶ μετὰ γνώσεως ἐν τοῖς λογικοῖς. Λέγεται γνώμη καὶ ἡ ἐκ προβουλεύσεως καὶ κρίσεως περί τι διάθεσις· οὐκ ἀσφαλὲς ἢ γνώμην ἢ θέλημα γνωμικὸν εἰπεῖν ἐπὶ τοῦ Χριστοῦ κατὰ τὸ τῆς γνώμης δεύτερον σημαινόμενον· διὰ τὸ συνεισάγεσθαι τούτοις τὴν ἄγνοιαν. Εἰ γὰρ καὶ τὴν ἀγνοοῦσαν ὁ Κύριος φύσιν ἔλαβεν, ἀλλὰ τῶν θείων αὐχημάτων ταύτῃ μετέδωκε. Καὶ ἦν ἡ τοῦ Κυρίου ψυχὴ πᾶσαν ἔχουσα σοφίαν θείαν ἅμα δὴ καὶ ἀνθρωπικήν· πᾶσαν γνῶσιν τῶν γεγονότων, τῶν ὄντων, τῶν ἐσομένων· οὐ φύσει, οὐ χάριτι· διὰ δὲ τὴν πρὸς αὐτὸν τὸν μόνον σοφὸν καὶ πάντα καὶ πρὸ τῆς αὐτῶν γενέσεως εἰδότα προαιωνίως, καθ᾽ ὑπόστασιν ἕνωσιν. Ποίας οὖν ἔχρῃζεν αὕτη βουλῆς; τίνος τῶν μετὰ τὴν βουλὴν, ἡ πάντα γινώσκουσα, καθὼς ἔφημεν. Εἰ δέ ποτε πεινῶντα τὸν Κύριον, ἐλθεῖν γέγραπται πρὸς συκῆν καρπὸν οὐκ ἔχουσαν, εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ οὐχ εὗρεν εἰ μὴ φύλλα· καθ᾽ ὑπόνοιαν ὁ τοιοῦτος τοῦ λόγου σχηματισμὸς, καθὼς ἂν ὑπενόησεν ἴσως ὁ τὴν αὐτοῦ πρὸς τὴν συκῆν κατιδὼν ἔλευσιν, μὴ μέντοι τὸν τῆς οἰκονομίας λόγον εἰδώς. Τίνι γὰρ ἂν καὶ τῶν τυχόντων ἠγνοήθη τὸ πρόδηλον, ἐπεὶ καιρὸς σύκων οὐκ ἦν;

Ἀλλ᾽ ὡς ἂν ὁ τὸ πᾶν ἰσχύων ἐνδείξηται κατὰ καιρὸν, ὅτι μὴ μόνον εὐεργετικὴν ἔχει δύναμιν, ἀλλά γε καὶ τιμωρητικήν· καὶ ὡς ὅπερ ἐθέλοι λόγῳ μόνῳ τοὺς σταυρώσοντας ἀποξηρανεῖ· τὴν πεῖναν, καὶ τὴν πρὸς τὴν συκῆν ἔλευσιν προηγούμενα τίθησι τῆς τοιαύτης ἐνδείξεως ὁ σοφὸς καὶ φιλάνθρωπος.

Διά τοι τοῦτο καὶ παρὰ τὸ εἰωθὸς ἡ πεῖνα πρωΐας οὔσης, καθὼς τεθέλητο. Τοιγαροῦν ἡ πρὸς τὴν συκῆν ἄφιξις, ὡσαύτως καὶ ἡ περὶ τοῦ Λαζάρου πεῦσις ὅποι τέθοιτο θανὼν ἐκεῖνος, καὶ εἴ τι παραπλήσιον, οὐκ ἀγνοίας, ἀλλ᾽ οἰκονομίας καὶ προσφόρου συγκαταβάσεως.

Κατὰ μὲν οὖν τὸ δεύτερον τῆς γνώμης καὶ τῆς προαιρέσεως σημαινόμενον, οὔτε γνώμην, οὔτε προαίρεσιν εἴποιμεν ἂν ἐπὶ τοῦ Χριστοῦ. Κατὰ δὲ τὸ πρῶτον, καὶ κατὰ γνώμην Θεοῦ τόδε τι διαπεπράχθαι φαμὲν, τουτέστι θελητὸν τῷ Θεῷ, καὶ ἀποδεκτὸν τὸ πραχθέν· ὡς εἰ λέγοιμεν τὸν Δαβὶδ βεβασιλευκέναι κατὰ γνώμην Θεοῦ. Καὶ προαιρετικὸς μὲν ὁ τοῦ Θεοῦ Λόγος· προαιρετικὸν δὲ τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται. Δέον οὖν ἐρευνᾶσθαι τὴν λέξιν ἐν ἅπασιν, εἰ πλείω δηλοῖ τοῦ ἑνὸς, καὶ μετ᾽ εὐκρινείας τοὺς λόγους προβαίνειν πρὸς τὰ δηλούμενα. Πολλὴ γὰρ ἡ ἐκ τῆς ὁμωνυμίας ἀπάτη, καὶ πρῶτος αὕτη τρόπος ἐν τοῖς σοφίσμασιν.