Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δέκατος Τρίτος: Η τάξη των Λευιτών

Η απογραφή, η αφιέρωση και τα λειτουργικά καθήκοντα των Λευιτών. Η μεταφορά της Σκηνής, η ανταρσία του Κορέ, η παροχή των Λευιτικών πόλεων και η σημασία της ιερουργίας στην Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 14 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΣ Ἔτι περὶ ἱερωσύνης.

Ἱερέων μὲν δὴ πέρι καὶ Ἀαρὼν, ταυτὶ πρὸς ἡμῶν εἰρήσθω τέως. Χρῆναι δὲ οἶμαι προσενεγκεῖν οἷς ἔφην τὰ ἐκλελοιπέναι δοκοῦντα ἐπί γε τοῖς Λευΐταις τεθεσπισμένα. Ὧδε γὰρ ἔχοιτο ἀποχρῶν ὁ λόγος. ΠΑΛΛ. Οὐκοῦν ἴθι τοι, φράζε τε σαφῶς· διανοῇ γὰρ ὀρθῶς. ΚΥΡ. Τάξιν μὲν δὴ ταῖς ἱερουργίαις τὴν ἀρίστην ἐπιτιθεὶς, ὑποκαθίστησι τῷ ἀρχιερεῖ τὸ τάγμα τὸ Λευϊτικὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτω λέγων· «Καὶ τοῖς Λευΐταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ᾽ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ᾽ αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου, καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω, καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.

Οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ δώσετε ἀπ᾽ αὐτῶν ἀφαίρεμα Κυρίῳ, Ἀαρὼν τῷ ἱερεῖ ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ᾽ αὐτοῦ. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ᾽ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευΐταις ὡς γέννημα ἀπὸ ἅλω, καὶ ὡς γέννημα ἀπὸ ληνοῦ· καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ οὐ λήψεσθε δι᾽ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ᾽ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.» Ὁρᾷς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι, καὶ προαναλάμπον ἐν τύποις; ὁ γάρ τοι δεκάτας λαμβάνων δεδεκάτωται, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἀλλὰ τότε μὲν ὁ τύπος ἐν Μελχισεδὲκ, ἐν δέ γε καιροῖς κατὰ Μωσέα, τετήρηται πάλιν ὡς ἐν Ἀαρὼν, τὸν τῶν ἱερέων ἱερέα Χριστὸν ἐφ᾽ ἑαυτῷ σημαίνοντι τὸν ἡγούμενον, καὶ προεστηκότα τῆς ἁγίας σκηνῆς, τοῦτ᾽ ἔστι τῆς Ἐκκλησίας, τὸν Ἅγιον τῶν ἁγίων, καὶ Θεὸν τῶν θεῶν, ᾧ πᾶσα καρποφορία πρὸς ἡμῶν ὀφείλεται. Γέγραπται γὰρ, ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ, οἴσουσι δῶρα.»

Ἀλλ᾽ ἐν τύποις μὲν ἔτι τὰ Μωσαϊκὰ, πνευματικαῖς δὲ νυνὶ καρποφορίαις τὸν ἑαυτῶν κατευφραίνουσι Λυτρωτὴν, οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων γνήσιοι φύλακες. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀπόλεκτον δὲ ὅτι τὸ Λευϊτικόν ἐστι γένος, καὶ τῶν ἄλλων ἐξῃρημένον, φανερὸν ποιεῖ κατὰ τοιόνδε τινὰ τρόπον· Ἀπαριθμεῖσθαι προστέταχε τὸ δημοτικὸν, καὶ τῆς ἀγελαίου πληθύος ἀκριβῆ ποιεῖσθαι τὸν ἐκλογισμὸν, οὐκ ἠγνοηκὼς ὁ Δημιουργός.

Ἠρίθμηνται γὰρ αὐτῷ σταγόνες ὑετοῦ, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ἄν τι διαλάθοι νοῦν τὸν ἀκήρατον, ἀλλ᾽ ἵν᾽ εἰδεῖεν καὶ μάλα σαφῶς οἱ τοῖς ἱεροῖς ἐντυχόντες Γράμμασιν, ὅτι τῷ Θεῷ προσκείμενοι καὶ λαὸς αὐτοῦ κεχρηματικότες, ἐν ἀπογραφαῖς ἴενται ταῖς παρὰ Θεῷ, καὶ ἐν βίβλῳ ζωῆς, καὶ ἐναρίθμιοι τοῖς γνωρίμοις, καὶ ἐν μνήμαις ἤδη τοῦ πάντων Δεσπότου. Οὐκοῦν ἀπεγράφετο μὲν τὸ δημοτικὸν, ἀνὰ μέρος δὲ ὥσπερ ἐτίθει Θεὸς τὸ ἀπόλεκτόν τε καὶ ἱερὸν γένος, καὶ οὐκ ἐν ἴσῃ τάξει τοῖς ἄλλοις ἠφίει ποθὲν, μοῖραν δὲ ὥσπερ αὐτῷ τὴν προὔχουσαν ἀπεταμιεύετο, λέγων πρὸς Μωσέα τὸν σοφώτατον· «Ὅρα τὴν φυλὴν Λευῒ, οὐ συνεπισκέψῃ τὸν ἀριθμὸν αὐτῶν, καὶ οὐ λήψῃ ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.» Ἐξαίρετος γὰρ τῶν ἁγίων ὁ κλῆρος, καὶ ἐν ὑπεροχαῖς τὰ γέρα.

Καὶ τάχα που καὶ ἐν βίβλοις ἑτέραις ἡ ἀπογραφή· τεθέαται γὰρ οὐ μίαν ὁ θεσπέσιος Δανιὴλ, ἀλλ᾽ ᾗ φησιν αὐτός· «Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» Οὐκοῦν ἀναλόγοις τοῖς ἑκάστου μέτροις, ἡ ἀπογραφή. Ἐξῄρηται δὲ ὥσπερ τῆς ἄλλης πληθύος τὸ ταῖς θείαις ἱερουργίαις ἐκνεμηθὲν καὶ ἀνακείμενον γένος, καὶ τόν γε τῆς τῶν Λευϊτῶν ἱερουργίας τρόπον διεσάφει λέγων εὐθύς· «Λάβε τὴν φυλὴν Λευῒ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ, καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς.

Καὶ δώσεις τοὺς Λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου.

Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται.» Οἱ μὲν οὖν Λευῗται, συνεργάται τρόπον τινὰ καὶ οἱονεὶ συλλήπτορες τοῖς ἱερουργοῖς ἐκνενέμηνται, φυλάξουσι γὰρ τὰς φυλακὰς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἀαρὼν, καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ φυλάγματα τῶν υἱῶν. Ἰσραήλ. Καὶ μέχρι τούτων αὐτοῖς τῆς συνεργείας ὁ τρόπος. Ἐφίστησι δὲ τῇ σκηνῇ τόν τε Ἀαρὼν, καὶ τοὺς υἱοὺς σὺν αὐτῷ, καὶ «Φυλάξουσι» γὰρ, φησὶ, «τὴν ἱερατείαν ἑαυτῶν καὶ πάντα κατὰ τὸν βωμὸν, καὶ τὰ ἐσώτερα τοῦ καταπετάσματος,» τοῦτ᾽ ἔστι τὰ ἀπόῤῥητά τε καὶ μυστικώτερα, καὶ ὅσα δρᾷν ἔθος τοὺς τῷ θείῳ προσεδρεύοντας θυσιαστηρίῳ· καὶ ἔστι μὲν ἀκραιφνῶς ὡς εἰς Χριστὸν ὁ τύπος, ὃν κατέστησεν ὁ Πατὴρ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Κατασημήνειαν δ᾽ οὐκ ἀσυμφανῶς οἱ τῷ Ἀαρὼν συνιερατεύοντες, τῶν ἁγίων ἀποστόλων τὸν ἐναγῆ τε καὶ ἀξιάγαστον χορὸν, συνεργαζομένων ὥσπερ καὶ συλλειτουργούντων τῷ Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ, ταμίαι τε καὶ οἰκονόμοι μυστηρίων Θεοῦ, καὶ μὴν καὶ διάκονοι, δι᾽ ὧν πεπιστεύκαμεν. Εἰ δέ τις ἕλοιτο καὶ τῆς Ἐκκλησίας τὴν τάξιν πολυπραγμονεῖν, τὴν ἐν νόμῳ προανατύπωσιν, καταθαυμάσειεν ἂν εἰκότως.

Ἐπισκόποις μὲν γὰρ, ἅτε δὴ τότε καθηγεῖσθαι λαχοῦσιν, καὶ μὴν τοῖς ἐπὶ τὴν μείω διέπουσι τάξιν, πρεσβυτέροις δέ φημι, πεπίστευται τὸ θυσιαστήριον, καὶ τὰ ἔσω τοῦ καταπετάσματος, οἷς ἂν πρέποι καὶ λέγεσθαι· «Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν·» διακόνοις γε μὴν, τὸ, «Φυλάξουσι τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὰ φυλάγματα τοῦ λαοῦ.» Ἢ οὐκ αὐτοὶ προστάττουσι διακεκραγότες ἐν ἐκκλησίαις, ποτὲ μὲν ὑμνολογεῖν ὅτι προσήκει λαοῖς, καὶ ἐν κόσμῳ μὲν ἑστάναι, κατηρεμεῖν δὲ πολλάκις, καὶ διανιστᾶσιν εἰς προσευχὰς, καὶ τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, αὐτοὶ προσκομίζουσι τὰ τῶν σκευῶν ἱερώτερα, καὶ λεπτὴν ἐφ᾽ ἅπασι τοῖς ἀναγκαίοις ποιοῦνται τὴν ἐπιτήρησιν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Οὐκοῦν ἱερατεύουσι μὲν οἱ προὔχοντες, συλλαμβάνονται δὲ οἱ Λευῗται τῆς ἐκκλησιαστικῆς ἱερατείας τὴν τάξιν, τοῦ νομικοῦ προαναφωνοῦντος γράμματος.

Ἐξείργεται δὲ τὸ δημοτικὸν παντὸς ἱεροῦ πράγματος, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτηται λόγος τοῖς ἁρπάζουσι τὴν τιμήν. Τεθνήξεται γὰρ, φησὶν, ἢν αὐτόμολός τις ἐπ᾽ αὐτὴν ἔλθῃ, τὴν θείαν ἐφ᾽ ἑαυτῷ ψῆφον οὐκ ἔχων. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν ἀσύντακτον μὲν ταῖς τῶν ἄλλων ἀπογραφαῖς τὸ Λευϊτικόν, πλὴν ἀνάγραπτον ἰδικῶς καὶ ἐν βίβλῳ Θεοῦ· «Καὶ ἐλάλησεν» γὰρ, φησὶ, «Κύριος πρὸς Μωσῆν ἐν τῇ ἐρήμῳ Σινᾶ λέγων· Ἐπίσκεψαι τοὺς υἱοὺς Λευῒ κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν.

Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπίσκεψαι αὐτούς· καὶ ἐπεσκέψαντο αὐτοὺς Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος. Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευῒ ἐξ ὀνομάτων αὐτῶν, Γεδσὼν, Καὰθ, καὶ Μεραρί· ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν, κατὰ δήμους αὐτῶν, Λοβενὶ καὶ Σεμεΐ.

Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν, Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ· καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, Μοολὶ καὶ Μουσί. Οὗτοί εἰσι δῆμοι τῶν Λευϊτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. Λεπτὴ γὰρ ἡ ἐπιτήρησις. Ἀπεγράφετο μὲν οὖν τὸ δημοτικὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οὐκ ἀξιούσης, οἶμαί που, τῆς νομικῆς ἀκριβείας τὸ ἄναλκί τε καὶ ἀδρανὲς ἔτι, τὸ καὶ ἐν βίβλῳ γράφεσθαι Θεοῦ. Τὸ γάρ τοι σφριγῶν καὶ ἐν ἀκμαῖς ἤδη ταῖς πνευματικαῖς, τοῖς τῶν ἁγίων καταλόγοις εἰσκρίνοιτο ἂν εἰκότως. Ποιεῖται τοίνυν ὁ νόμος ὑποτύπωσιν εὐφυᾶ τῆς πνευματικῆς ἡλικίας, τὴν σωματικὴν, καὶ τὸ ἐν ἀκμαῖς, ἀπόλεκτον ἐτίθει γένος, τὸ ἄνηβόν τε καὶ ἀσθενὲς, καὶ μειρακιῶδες ἔτι παρατρέχων, καὶ οὐκ ἐν βίβλῳ τιθεὶς ἱερᾷ. Ἐπὶ δέ γε τῶν Λευϊτῶν, ἀπὸ μηνιαίου γέγονεν ἡ ἀπογραφή· προσίεται γὰρ ὁ πάντων Δεσπότης καὶ λίαν ἀσμένως τὴν ἐν Χριστῷ νηπιότητα τῶν ἐξειλεγμένων, καθάπερ ἀμέλει τὸ ἔμφρον. Τὸ γὰρ ἐν ἀμφοῖν διαπρέπειν, ἐξαίρετον, ἐν συνέσει τε, φημὶ, καὶ ἁπλότητι τῇ κατὰ Χριστόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Χριστός· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Δεκτὴ τοιγαροῦν ἡ τῶν ἁγίων ἁπλότης.

Κατ᾽ ὄνομα δὲ καὶ μέντοι καὶ κατὰ δήμους καὶ πατριὰς ἡ ἐπίσκεψις. Ἐπισκοπῆς γὰρ ἰδίας ἀξιοῖ Θεὸς οὓς ἂν ἕλοιτο τιμᾷν, καὶ καθ᾽ ἕνα, καὶ κατὰ πληθὺν, καὶ κατὰ γένος. Καὶ τὸ ἔν γε τούτοις ἀκριβὲς, σαφηνιεῖ λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἀπογραφὴν δὲ πρὸς τῇδε ποιεῖσθαι δευτὲραν τοῦ Λευϊτικοῦ τε δήμου, καὶ ἑκάστῳ ἐντετάχθαι δεῖν τὴν αὐτῷ πρέπουσαν λειτουργίαν προσενομοθέτει, λέγων «Λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευῒ, κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, Ἅγιον τῶν ἁγίων. Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου.

Καὶ ἐπιθήσουσιν ἐπ᾽ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς, καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδουσι, καὶ οἱ ἄρτοι οἳ διαπαντὸς ἐπ᾽ αὐτῆς ἔσονται, καὶ ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι δι᾽ αὐτῆς τοὺς ἀναφορεῖς. Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς.

Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ᾽ ἀναφορέων, καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ, καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ τὸν καλυπτῆρα ἐπιθήσουσιν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ᾽ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον, καὶ ἐπιθήσουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ᾽ αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ. Καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολὴν καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι.»

Ἡ μὲν οὖν ἐκ μηνιαίων ἀπογραφὴ, καὶ αὐτὴν τῶν ἁγίων τὴν ἀκακίαν ἁνδάνουσάν τε καὶ εὐπαράδεκτον εἶναι διδάσκει Θεῷ. Τόγε μὴν ἔργοις τοῖς ἱεροῖς ἐκνενεμῆσθαι, μόνην τὴν τῷ νόμῳ διωρισμένην ἡλικίαν, τὴν ἀπὸ πέντε καὶ εἴκοσι, καὶ μέχρι πεντήκοντα ἐτῶν, ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι Θεῷ λειτουργίαν ἀποπεραίνει τὴν ἐξαίρετον καὶ ἀδιαβλήτως ἔχουσαν, πᾶν ὅσον ἐστὶν ἔμφρον τε καὶ εὐσθενὲς ἤδη τε καὶ ἔτι. Ἤδη μὲν γὰρ ἐν τούτοις, ὁ ἐν εἴκοσι καὶ πέντε γεγονὼς ἐνιαυτοῖς, ἔτι δὲ καὶ ὁ μέχρι πεντήκοντα προελθών. Διανένευκεν γὰρ ἤδη πως πρὸς κατάληξιν ἰσχύος, ἀνὴρ ἐξελάσας ἐπέκεινα τοῦ πεντηκοστοῦ, καὶ οὐκ ἐν ἀκμαῖς ἔτι ταῖς ἀμωμήτοις ἐστὶν, διέρπει δὲ ὥσπερ ἐπὶ τὰ ἐκ γήρως πάθη. Ἄσοφος δὲ οὐδεὶς, ἀλλ᾽ οὐδ᾽ ἄναλκις, λειτουργήσειεν ἂν ἀμωμήτως Θεῷ, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς ἰσχύος ἔργα καὶ φρενὸς ἂν γένοιτο παγκάλου τὰ ὅσαπερ ἂν βλέποι πρὸς ἀρετήν· καὶ τὸ ἐπαινεῖσθαι δεῖν πρὸς τοῦ νομοθέτου διεκληρώσατο. ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ. Λειτουργία δὲ τοῖς ἐκ δήμου Καὰθ, τὰ Ἅγια τῶν ἁγίων, προειστρεχόντων τῶν ἱερέων καὶ πυκαζόντων αὐτά. Πανταχοῦ γὰρ τιμιώτερον τὸ προὖχον ἐν τάξει, καὶ πάντα ὅσα ἐστὶν ἐν κόσμῳ παρὰ Θεῷ, ἄτακτον δὲ παντελῶς οὐδέν. Ἐν ὑπουργίαις δὲ τὸ Λευϊτικὸν, καὶ ταῖς τῶν ὑπερκειμένων ἱερουργίαις ὑπεστρωμένον.

Καταπυκάζονται δὲ δέρμασί τε καὶ ἱματίοις ὑακινθίνοις, ἥ τε ἁγία κιβωτὸς, καὶ τὸ χρυσοῦν θυμιατήριον, λυχνία τε αὖ καὶ τὰ σκεύη τὰ λειτουργικὰ, τὸ ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ σημαίνοντος τοῦ ὑακινθίνου. Τοιουτόχρως γὰρ ὁ ἄνωθεν καὶ εἰς βάθος αἰθήρ. Ὅτι δὲ τύποι Χριστοῦ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ τὰ σκεύη τὰ ἱερὰ, διὰ μακρῶν ἡμῖν ἤδη προαποδέδεικται λόγων. Ἡ δὲ τράπεζα, καὶ ἱμάτιον ὁλοπόρφυρον πρὸς τοῖς ὑακινθίνοις περιβλήμασιν ἔχει· τὸ δέ γε τῶν καρπωμάτων θυσιαστήριον, ἱμάτιον κόκκινον, καὶ μέντοι καὶ ὁ λουτὴρ, ἱμάτιον ὁλοπόρφυρον ἐπὶ πυκάσμασι τοῖς ὑακινθίνοις. Καὶ σημαίνει μὲν ἡ τράπεζα, τὴν πρόθεσιν ἔχουσα τῶν ἄρτων, τὴν ἀναίμακτον θυσίαν, δι᾽ ἧς εὐλογούμεθα τὸν ἄρτον ἐσθίοντες τὸν ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι Χριστὸν, ὃς καὶ γέγονε καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἦν τε καὶ ἔστι καὶ οὕτως Θεὸς ἄνωθέν τε καὶ ἐκ Πατρὸς ἐρχόμενος, καὶ ἐπάνω πάντων ὡς τῶν ὅλων βασιλεὺς καὶ Κύριος.

Αἴνιγμα δὲ τῆς τοῦ Χριστοῦ βασιλείας εἴη ἂν, ὡς ἔμοιγε φαίνεται, τὸ ἐπιτετανύσθαι τῇ τραπέζῃ τὸ ἁλουργὲς ἱμάτιον, ἤτοι τὸ περίβλημα τὸ πορφυροῦν. Κατημφίεστο δὲ τόδε τῶν καρπωμάτων θυσιαστήριον ἱματίῳ κοκκίνῳ· ἱμάτιον δὲ τὸ κοκκινοβαφὲς, αἵματος τύπον παραδεξόμεθα. Τέθυται γὰρ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἀμνὸς οἷά τις ἐπὶ τὸ θεῖον ἀνέβη θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Πρὸς δὲ τοῖς ὑακινθίνοις, ἱμάτιον ὁλοπόρφυρον τῷ λουτῆρι τὸ πέτασμα. Γράφει δὲ ὁ λουτὴρ ἐφ᾽ ἑαυτῷ τὸν τύπον τοῦ ἁγίου βαπτίσματος, ὕδασιν ἡμᾶς ἁγίοις ἀπολούοντος εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκομίζοντος.

Ἄνωθεν δὲ καὶ ἐξ οὐρανοῦ τὸ ἅγιον βάπτισμα· αἴνιγμα δὲ τούτου, τὸ χρῶμα τὸ ὑακίνθινον. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, ὡς ἔν γε τοιαύτῃ δυσκαταληψίᾳ θεωρημάτων; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Λειτουργία μὲν οὖν ἡ τοιάδε τοῖς ἀπὸ Καάθ· Γεδσωνῖται δὲ αὖ καὶ μέν τοι καὶ Μεραρῖται, κατὰ τὸν ἴσον τρόπον, ἀπεγράφοντο μὲν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ μέχρι πεντήκοντα, ὀνομαστὶ δὲ κατ᾽ οἴκους καὶ πατριάς· καὶ λειτουργία μὲν τῷ δήμῳ Γεδσὼν, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμματα, τὰ περιτανύσματα τῶν θυρῶν, καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὰ περισσά· γέγραπται δὲ ὡδί. Τό γε μὴν ἐκ Μεραρὶ (δῆμος δὲ καὶ οὗτος Λευϊτικὸς), οἱ στύλοι τῆς σκηνῆς, αἱ βάσεις, αἱ κεφαλίδες, πάσσαλοί τε καὶ μοχλοὶ, καὶ τὸ καταπέτασμα τῆς σκηνῆς τῆς ἔξω, καὶ ἅττα τινὰ πρὸς τούτοις ἕτερα. Καὶ οἱ μὲν ἀπὸ Γεδσών τε καὶ Μεραρὶ, ταῖς δι᾽ ἁμαξῶν ὑπουργίαις τὰ σφίσιν αὐτοῖς ἐγκεχειρισμένα διεκόμιζον πανταχῆ. Κααθῖταί γε μὴν, τὰ Ἅγια τῶν ἁγίων εἰς ὤμους ἔχοντες ᾔεσαν.

Γέγραπται γὰρ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς, καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας καὶ δώδεκα βόας. Ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρ᾽ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ᾽ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευΐταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.

Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευΐταις. Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν, ἐπ᾽ ὤμων ἀροῦσιν.» Ἀκούεις ὅπως τοῖς μὲν τὸ ἐφ᾽ ἁμαξῶν ἄγειν τε καὶ φέρειν ἔθος, Κααθίταις δὲ μόνοις, εἰς ὤμους τὰ ἱερά; ΠΑΛΛ. Τοῦ δὴ χάριν; ΚΥΡ. Ἀεὶ γάρ πως ἐστὶν ἐν ἱδρῶτι μείζονι τὸ προὖχόν τε καὶ ἱερώτερον, παρέπεται δὲ αὐτῷ πάντη τε καὶ πάντως· τὸ χρῆναι πονεῖν, καὶ πρός γε δὴ τούτῳ, τὸ τληπαθεῖν, καὶ οὐκ ἐν ἴσῳ τοῖς ἄλλοις, οἵπερ ἂν εἶεν καὶ ἁγιώτεροι, καὶ ἀγχοῦ δὴ μᾶλλον οἱονείπως Θεοῦ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἐν κόσμῳ μὲν οὖν τοιῷδε τὸ Λευϊτικὸν ἐλειτούργει γένος. Οἶμαι δ᾽ ἔγωγε, μυστηρίου τύπον τὸ χρῆμα πληροῦν. ΠΑΛΛ. Πῶς δὴ φής; ΚΥΡ. Ἐοίκασι γὰρ, οἱ μὲν δύο δῆμοι, Γεδσών τε καὶ Μεραρὶ, τοὺς ἐν νόμῳ λαοὺς ὑπαινίττεσθαι, φημὶ δὴ τὸν Ἰσραήλ· Κααθῖται δέ γε, τοὺς ἡγιασμένους ἐν Χριστῷ διὰ πίστεως.

Οἷς μὲν γὰρ ἦν ἐν φροντίδι τὰ ἱστία τῆς αὐλῆς, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμματα καὶ οἱ στύλοι, κεφαλαί τε καὶ βάσεις, πάσσαλοί τε καὶ περιτανύσματα, καὶ ᾗ φησι τὸ Γράμμα τὸ ἱερὸν, «Πάντα τὰ περισσὰ,» δι᾽ οὗ σημαίνεται τὸ τῆς λειτουργίας οὐκ ἀναγκαῖον. Οἱ δὲ, φέρειν ἐθαρσήθησαν τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ δι᾽ ὧν Χριστὸς, οὐ καθ᾽ ἕνα τρόπον, πολλαχῶς δὲ μᾶλλον καὶ πολυειδῶς σημαίνεται, ὡς κιβωτὸς, ὡς τράπεζα, καὶ ὡς χρυσῆ λυχνία, καὶ χρυσοῦν θυμιατήριον. Ἁπλοῦς γὰρ ὑπάρχων κατὰ φύσιν ὡς Θεὸς, τῇ τῆς ἐργασίας διαφορᾷ πολυτρόπως γνωρίζεται. Ἔστι μὲν γὰρ ὁμολογουμένως ζῶν τε καὶ ἐνεργὴς ὁ τοῦ Πατρὸς Λόγος, καὶ πρός γε τούτῳ ζωὴ, καὶ φῶς, καὶ νοητῆς εὐωδίας ὀσμή. Οὐκοῦν ὅσοι ταῖς διὰ Μωσέως προσεδρεύουσιν ἐντολαῖς, λειτουργίαν ἔχουσι τὰ περισσὰ τῆς σκηνῆς· ἀνωφελὴς γὰρ ὁ νόμος, εἰ μὴ νοοῖτο πνευματικῶς. Ὅσοι δὲ τεθάρσηνται τὰ Ἅγια τῶν ἁγίων, ἅγιοί που πάντως εἰσὶν ἐν Χριστῷ, περισσὸν οὐδὲν, ἀλλ᾽ οἱονείπως αὐτὸν ἔποχον ἔχοντες τὸν Ἐμμανουήλ. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἄθρει δὲ, εἰ δοκεῖ, καὶ τόδε. ΠΑΛΛ. Τὸ τί δὴ φής; ΚΥΡ. Οἱ μὲν γὰρ τὰ περισσὰ τῆς ἁγίας σκηνῆς ἐγκεχειρισμένοι φέρουσιν ἐφ᾽ ἁμαξῶν. Κααθῖται δὲ, τὰ Ἅγια τῶν ἁγίων οὐκ ἐφ᾽ ἁμαξῶν, οὐκ ἐφ᾽ ἑτέρου του παντελῶς, ἀλλ᾽ ὤμοις αὐτοῖς ἐπιθέντες ᾔεσαν. ΠΑΛΛ. Τί οὖν τοῦτό γε; ΚΥΡ.

Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, φορτικὸς ὁ νόμος, καὶ δύσοιστον ἄχθος· γένοιτο δ᾽ ἂν τοῦ τοιοῦδε μήνυσις ἐναργὴς, τὸ μὴ εἰς ὤμους φέρεσθαι τὰ περισσὰ, διά τοι τὸ ἀσθενεῖν τοὺς ὑπεζευγμένους. Τοιγάρτοι καὶ ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἐπὶ νομικὴν ἰοῦσι λατρείαν· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς, οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;» Κααθῖται δὲ, τὰ δι᾽ ὧν ὁ Χριστὸς σημαίνεται, τοῖς σφῶν αὐτῶν ἐπιθέντες ὤμοις, ἐλαφρὸν καὶ εὐπαρακόμιστον ποιοῦνται φορτίον.

Ἆρ᾽ οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ αὐτὸς ἔφη Χριστός· «Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν; ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Προσθείην δ᾽ ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. Εἴη γὰρ ἂν οὐκ ἀσυντελὲς εἰς πληροφορίαν· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Λευϊτῶν ἀπογραφῇ, τετάχατο μὲν οἱ ἀπὸ Γεδσὼν ἐν ἀρχαῖς, εἶτα μέσος ὁ Καὰθ, καὶ τελευταῖος, ὁ Μεραρὶ (δῆμοι δὲ οὗτοι Λευιτικοί)· ἐν δὲ τῇ δευτέρᾳ, τῇ ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, προστέθειται τῶν ἄλλων ὁ Καὰθ, καὶ πρῶτος ὠνόμασται.

Τελευταῖος δὲ μετ᾽ αὐτὸν, Γεδσών τε καὶ Μεραρὶ, λειτουργίαν ἔχοντες τὰ περισσὰ τῆς σκηνῆς. Καὶ ἑκάτερον μὲν τοῖν δυοῖν τουτωνὶ δήμοιν, ἀνὰ δύο μόνας ἔχουσι πατριὰς, ὁ δὲ προήκει μὲν καὶ μέχρι τεσσάρων. Συνίης οὖν ἄρα τὸ αἴνιγμα; ΠΑΛΛ. Ἥκιστά γε. ΚΥΡ. Κέκληται μὲν γὰρ ἐν πρώτοις ὁ Ἰσραήλ· παρεισδραμούσης δὲ μεταξὺ τῆς τῶν ἐθνῶν ἀγέλης, τέτακται μετὰ ταύτην· καὶ οἱ μὲν ἔσχατοι γεγόνασι πρῶτοι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἱ δὲ πρῶτοι ἔσχατοι. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ὅτι δὲ βραχὺς ἐν ἀριθμῷ τῶν Ἰουδαίων ὁ δῆμος, ὑπερκειμένης παρὰ πολὺ τῆς ἐξ ἐθνῶν ἀμετρήτου πληθύος, δῆλον. ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Τοιγάρτοι Θεὸς πρὸς ἱεροφάντην Μωσέα φησί· »Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω τὴν συναγωγὴν ταύτην, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.» Λειτουργίαις μὲν οὖν ταῖς τοιαῖσδε τὸ Λευϊτικὸν ἅπαν ἐκτετίμηται στῖφος· καὶ ὅρος αὐτοῖς τῆς ἱερουργίας ὑπεζεῦχθαι τῷ προὔχοντι, καὶ ὑπὸ χεῖρα πράττειν τὴν Ἀαρών.

Τό γε μὴν ὑπὲρ τοῦτο φρονεῖν καὶ τἀμείνω ζητεῖν, τῶν ἐκνεμηθέντων αὐτῷ καὶ διωρισμένων παρὰ Θεοῦ, ποινῆς καὶ ὀλέθρου πρόξενον, καὶ διὰ πείρας αὐτῆς ἀνεδείκνυτο. Γέγραπται δὲ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, καὶ Δαθὰν, καὶ Ἀβειρὼν, υἱοὶ Ἐλιὰβ, καὶ Ἄϋν, υἱὸς Φαλὲθ, υἱοῦ Ῥουβὴν, καὶ ἀνέστησαν ἔναντι Μωσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς, καὶ ἄνδρες ὀνομαστοὶ συνέστησαν ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος· καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου;

Καὶ ἀκούσας Μωσῆς, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν, λέγων· Ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν. Τοῦτο ποιήσατε, λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορὲ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, καὶ ἐπίθετε ἐπ᾽ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ᾽ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευΐ. Καὶ εἶπε Μωσῆς πρὸς Κορέ· Εἰσακούσατέ μου, υἱοὶ Λευΐ.

Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτῷ, καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευῒ μετὰ σοῦ, καὶ ζητεῖτε ἱερατεύειν;» Λειτουργίαν γὰρ ἔχοντες οἱ ἀπὸ Καὰθ, τὸ εἰς ὤμους αἴρειν τὰ Ἅγια τῶν ἁγίων, ἐπέθρωσκον ἀμαθῶς τοῖς ὑπερκειμένοις καὶ τοῖς τῶν ἱερέων φιλονεικοῦσι μέτροις. Ἑαυτοῖς γὰρ ἁρπάζοντες τὰς τιμὰς, κατὰ τὸ γεγραμμένον, καὶ τῆς μὲν θείας ἀλογήσαντες ἐντολῆς, νόμους δὲ τῆς ἱερουργίας ὑπερθέοντες ἀνοσίως, τὰς τῶν προεστηκότων τιμὰς ὀλίγου παντελῶς ἀξιοῦντες λόγου. Ἔφασκον γὰρ πρὸς Μωσέα καὶ Ἀαρών· «Ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος.» Ἀκούεις ὅπως τὸ σφίσιν αὐτοῖς ἐκνεμηθὲν μέτρον ἀτιμάζουσι, μόνον δὲ οὐχὶ κοινὴν εἶναί φασι, καὶ οὐχὶ δήμοις τοῖς αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τὴν τοῦ ἀρχιερέως τιμὴν, καὶ οὐδὲν ὅλως τὸ περιττὸν, ἢ περιφανέστερον, κἂν εἰ ὑπερκεῖσθαι λέγοιντο ψήφῳ τὸ χρῆμα λαχόντες τῇ παρὰ Θεοῦ· ὅπερ ἐστὶν ἐναργῶς, ταῖς ἄνωθεν ψήφοις ἐπιτιμᾷν, καὶ οὐδὲν εἶναι λογίζεσθαι τὸ τῷ νομοθέτῃ δοκοῦν.

Ἀλλ᾽ ὁ μὲν θεσπέσιος Μωσῆς, ἠπιότητι τῇ συνήθει χρώμενος, ὡς ἠῤῥωστηκότας παρεκάλει, καὶ τὴν ὅσην οὔπω κατ᾽ αὐτῶν ἐσομένην ὀργὴν ἐννενοηκὼς, ἐπιπλήττει λέγων· «Ἱκανούσθω ὑμῖν, οἱ υἱοὶ Λευΐ. Οὐ γὰρ μικρὸν,» φησὶν, «ὑμῖν, ὅτι ὑμᾶς ἐκ πάντων ἀπολέκτους ἐποιήσατο πρὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν ὁ τῶν ὅλων Θεός.» Οἱ δὲ ἦσαν ἔτι πικροὶ καὶ ἀτεράμονες, καὶ ἀχάλινοι πρὸς ὑπεροψίαν, ἄχρις ἂν αὐτοῖς εἰς τοῦτο κακοῦ τὰ τῆς ἀπονοίας εἰσβέβηκεν, ὡς διανοίξασαν τὴν γῆν τὸ στόμα, αὐτοῖς γένεσι καὶ σκηναῖς ἑλεῖν, καὶ ὀλέθρῳ ξένῳ περιβαλεῖν. Κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες, κατὰ τὸ γεγραμμένον.

Ἀνόσιον οὖν ἄρα καὶ θανάτου γραφὴν ἔχει παρὰ Θεῷ, τὸ κατανίστασθαι κεφαλῆς, καὶ τὸ μὴ ὑπείκειν τοῖς προτεταγμένοις, καὶ τὴν προὔχουσαν παρὰ Θεοῦ λαχοῦσι τιμήν. Συνέσεως δὲ τῆς ἀνωτάτω καρπὸς, τὸ ἐφ᾽ ᾧ ἄν τις ἔχοι σεμνύνεσθαι καὶ εὐχαριστεῖν, καὶ μὴ τοῖς ἐπέκεινα μέτρου ῥιψοκινδύνως ἐπιπηδᾷν, μήτε μὴν ἐφίεσθαι τῶν οὔπω δεδωρημένων αὐτοῖς, οἰομένους εἶναι κοινὰ καὶ βάσιμα τοῖς πολλοῖς, ἃ μόνοις τοῖς ἄνωθεν διοικεῖται νεύμασιν. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἐν τάξει δὴ οὖν τῇ ἀσυγχύτῳ τὰ ἱερά· πρέποι γὰρ ἂν ὡδὶ, καὶ οὐχ ἑτεροίως ἔχειν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Κοινὸν δὲ ὥσπερ ἀμφοῖν ἀπονέμει κλῆρον, τὰς τῶν ὑπὸ χεῖρα δωροφορίας, καὶ ἅπερ ἀνοίσειέ τις εἰς ἀνάθημα καὶ θυσίαν τῷ Θεῷ, ταῦτα δεῖν εἶναί φησιν ἱερέων τε ἅμα καὶ Λευϊτῶν. Ἔφη γὰρ οὕτω πρὸς Ἀαρὼν ὁ τῶν ὅλων Θεός· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

Καὶ τοῖς υἱοῖς Λευΐ· Ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον, καὶ λειτουργήσει ὁ Λευΐτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν, καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν· ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευΐταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς· Ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον.» Ἐν δέ γε τῷ Δευτερονομίῳ τὸν αὐτὸν ὥσπερ ἀνακυκλώσας λόγον, ὧδέ πή φησιν· «Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευΐταις ὅλῃ φυλῇ Λευῒ μερὶς, οὐδὲ κλῆρος μετὰ Ἰσραήλ. Καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν· φάγονται αὐτά. Κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.

Καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον, ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ, καὶ τὰ σιαγόνια, καὶ τὸ ἔνυστρον, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάσας τὰς ἡμέρας.» Ἄθρει δὴ οὖν ὅπως ἀσύντακτον τῷ λαῷ τὸ ἱερόν ἐστι γένος, καὶ διεσχοίνισταί πως τῶν ἄλλων· καὶ οὐχὶ δὴ μόνοις τοῖς κατὰ τὴν λειτουργίαν ἐπιτηδεύμασιν, ἀλλὰ γὰρ ἤδη καὶ τῇ τῆς ἐλπίδος διαφορᾷ. Τοῖς μὲν γὰρ τὸν χαμαιπετῆ διαζῶσι βίον, καὶ τοῖς ἐπιγείοις προστετηκόσι καὶ δεδιψηκόσι τὰ πρόσκαιρα, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα, λέγοιτ᾽ ἂν εἰκότως· «Αὕτη ἡ μερίς σου, οὗτος ὁ κλῆρός σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος.» Τοῖς δὲ τὴν ἁγίαν καὶ ἀμώμητον ἐκτετιμηκόσι ζωὴν, καὶ ἀπολέκτοις ἤδη δι᾽ ἀρετὴν, εὖ μάλα ῥητέον· «Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς· ὅτι ἐγὼ μερίς σου καὶ ἡ κληρονομία σου, φησὶ Κύριος.» Καὶ γοῦν ὁ Σωτὴρ, προσελθόντι ποτὲ καὶ ἐρομένῳ τινὶ, ὅπως ἂν ἔχοι ζωὴν τὴν αἰώνιον, «Τὰς ἐντολὰς οἶδας, φησὶ, τὸ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις,» καὶ τὰ συγγενῆ.

Τοῦ δὲ, ὅτι τῶν μὲν τοιούτων γένοιτο φύλαξ ἀναφανδὸν εἰρηκότος, προσερομένου δὲ καὶ προστεθεικότος τὸ, Τί ἔτι ὑστερῶ; «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.» Ἀνάγκη δὴ οὖν τοὺς ἀπερισπάστως τῷ Θεῷ λειτουργεῖν ἐθέλοντας, ἕπεσθαί τε δεῖν οἰομένους αὐτῷ, ἀποφοιτᾷν μὲν τῶν ἐπιγείων, κλῆρον καὶ αὐτὸν ποιεῖσθαι μόνον, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι καταπιαίνεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Κατατρύφησον τοῦ Κυρίου, καὶ ἔλπισον ἐπ᾽ αὐτὸν, καὶ αὐτὸς ποιήσει.» Ἀφορίζει τοίνυν τὰ ἐπιδέκατα τοῖς Λευΐταις, εἰς ἀντίδοσιν τοῦ πόνου τῆς λειτουργίας αὐτῶν. Οὐ γὰρ ἀμισθὶ τοῖς ἁγίοις ὁ πόνος, ἀλλ᾽ ἐξαίρετοι μὲν αἱ τιμαὶ, περιφανῆ δὲ τὰ γέρα. «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησὶν ὁ Σωτὴρ, τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι τί ἐνδύσησθε· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἁμαρτήματα δὲ ὀνομάζει πάλιν, τὰ ὑπὲρ ἁμαρτιῶν σφαζόμενα. Τύποι δ᾽ ἂν εἶεν καὶ ταῦτα Χριστοῦ, τοῦ δι᾽ ἡμᾶς τεθυμένου, καὶ ὑπομείναντος τὴν σφαγὴν, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐδεστὰ δὲ μόνοις τοῖς ἱερουργοῖς τὰ ὑπὲρ τῆς ἁμαρτίας.

Πρέποι γὰρ οὐ ταῖς ἀνιέροις ψυχαῖς τὸ χρῆναι μεταλαχεῖν τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, ἀλλὰ ταῖς ἀπολέκτοις καὶ καθαραῖς, αἷς ἄν τις ἐπιφωνήσειε τὸ, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Ἐξῄρηνται δὲ τοῖς εἰς τὸ λειτουργεῖν ἐπιτεταγμένοις, ὅ τε βραχίων καὶ τὰ σιαγόνια, καὶ μὴν καὶ τὸ ἔνυστρον· ἐνεῖναι γὰρ δεῖ τῷ ἀπολέκτῳ γένει τὸ πρακτικὸν καὶ δραστήριον· καὶ τοῦτό ἐστιν ὁ βραχίων· καὶ μέντοι καὶ λόγον, δῆλον δὲ ὅτι τὸν διδακτικὸν, οὗ τύπος τὰ σιαγόνια· προσέτι δὲ καὶ τὸ ἔνυστρον, δι᾽ οὗ τὸ καρπογόνον εὖ μάλα σημαίνεται. Ἢ γὰρ οὐχὶ πρακτικὸν καὶ ἐλλογιμώτατον, καὶ μέντοι καὶ γονιμώτατον εἶναι χρὴ τὸν ἀληθῶς καὶ Θεῷ γνώριμον; ΠΑΛΛ. Πάνυ μέν. ΚΥΡ. Οὐκοῦν ἀπόκληρον μὲν τὸ Λευϊτικὸν ἐποιεῖτο γένος, καὶ κλῆρον αὐτῷ τὸν ἐξαίρετον ἑαυτὸν ἐπιδούς.

Τό γε μὴν εἰσάπαν ἔξω τεθεῖσθαι τῶν ἄλλων δοκεῖν, διά γε τὸ μηδὲν ὅλως ἑλεῖν, οὐκ ἠφίει χρησίμως· συνεμέτρει δὲ ὥσπερ τὸ χρῆμα, βραχύ τι δοὺς εἰς ἀναγκαίαν ἀπόλαυσιν· γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην, κατὰ Ἱεριχὼ, λέγων· Σύνταξον σοῖς υἱοῖς Ἰσραὴλ, καὶ δώσουσι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσι τοῖς Λευΐταις· καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν, καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν.

Καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευΐταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ, καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων, καὶ τὰς πόλεις δώσετε τοῖς Λευΐταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φονεύσαντι.» Ἐφεῖται γὰρ τοῖς ἁγίοις, καὶ ἐν τῷδε τῷ κόσμῳ κεκτῆσθαι τὰ ζωαρκῆ, καὶ ὅσαπερ ἂν αὐτοῖς, ὡς πρός γε τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν, ἀρκέσειεν ἄν. «Ἔχοντες γὰρ, φησὶ, διατροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Καὶ τὸ ἔτι περιττὸν, οὐκ ἀζήμιον. Πολίχναι δὴ οὖν καὶ δωμάτια, περισπόριά τε, καὶ τοῦτο μεμετρημένα, τοῖς ἁγίοις ἐκνενέμηνται λειτουργοῖς· ἐδικαίου γὰρ ὧδε Θεὸς, οὔτε τοῖς ὑπὲρ τὴν χρείαν ἢ εἰς τρυφὴν ἀνιεὶς, οὔτε μὴν τῷ λίαν κατεσφιγμένῳ καταθλίβων ἀμέτρως, ἀφιστὰς δὲ χρησίμως, καὶ τὸ πολὺ λίαν ἐνδεὲς, καὶ τὸ λυποῦν ἀφανίζων. Συνεμέτρει γὰρ τῇ χρείᾳ τὴν αὐτάρκειαν. Ἐπιτρέπεσθαί γε μὴν τοῖς Λευΐταις τὰς τῶν φυγαδευτηρίων ἐντέλλεται πόλεις, γένος τὸ μάλιστα πεπονθὸς, πλείστης δὲ ὅσης ἐπικουρίας δεόμενον, τῇ τῶν ἱερουργῶν φροντίδι παρατιθέμενος.

Τύπος δὲ, οἶμαι, ταῖς ἐκκλησίαις ἐντεῦθεν, τὸ ἐπιμελεῖσθαι δεσμίων· «Μνημονεύετε» γὰρ, φησὶ, «τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἐν βεβαίῳ δὲ ὅτι τὰ τῆς ἐλπίδος τοῖς ἁγίοις ἱερουργοῖς, καὶ μὴν ὅτι διηνεκὴς ὁ κλῆρος αὐτοῖς, ὑπεδήλου πάλιν αἰνιγματωδῶς κατὰ τοιόνδε τινὰ τρόπον. Γέγραπται γὰρ ἐπὶ τέλει τοῦ Λευϊτικοῦ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα Κυρίῳ.

Ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα, ἀνάπαυσις ἔσται τῇ γῇ, Σάββατα τῷ Κυρίῳ.» Διορισάμενος δὲ τὸν Σαββατισμὸν, ἄσπορόν τε καὶ ἀνήροτον ἀνεῖσθαι τὴν γῆν ἐν ἔτει προστεταχὼς τῷ ἑβδόμῳ, προσεπάγει πάλιν· «Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις. Καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη, διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, τῇ δεκάτῃ τοῦ μηνὸς, τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Ἐνιαυτὸς ἀφέσεως, σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε.

Ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν.» Τίς μὲν οὖν ὁ λόγος τοῦ καὶ αὐτὴν ἀνεῖσθαι τὴν γῆν, τί δὲ δὴ οὖν καὶ τὸ τῆς ἀφέσεως ἔτος ὑποδηλοῖ, βασανιοῦμεν εὐκαίρως· ὅτι δὲ ἐξαίρετος τοῖς Λευΐταις ὁ κλῆρος, λελέξεται· τέως δὲ γράφει ὡδὶ πάλιν· «Ἐὰν δέ τις ἀποδῶται τὴν οἰκίαν οἰκέτῃ τὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς· ἐὰν δὲ μὴ λυτρωθῇ, ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ· καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει. Αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται. Καὶ αἱ πόλεις τῶν Λευϊτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευΐταις, καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευϊτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει· ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευϊτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραὴλ, καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται· ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.» ΠΑΛΛ. Καὶ τί δὴ ἄρα φησὶν ὁ νόμος; συνίημι γὰρ οὐ σφόδρα. ΚΥΡ.

Ἄκουε δή· τὰ μὲν γὰρ ἐν ἄστει τῶν οἰκοδομημάτων ἃ ἂν ἐκπρίαιντό τινες παρὰ τῶν κυρίων, ἐξέστω, φησὶ, τοῖς ἀποδομένοις, ἀναμοιράσασθαι τὸ δοθὲν καὶ μέχρις ἔτους ἑνός· εἰ δὲ μὴ τοῦτο γένηται, παρῳχηκότος ἐνιαυτοῦ, κύριος ἔστω, φησὶ, καὶ γραμμάτων ἔξω λοιπὸν ὁ πριάμενος. Εἰ δὲ ἀγρὸς εἴη καὶ ἔπαυλις, ἐξέστω, φησὶ, τὸ ἀνακομίζεσθαι διὰ παντὸς, ἐκτετικότος τῷ πριαμένῳ τὸ δοθὲν ἀργύριον τοῦ ἀπεμπωληκότος. Οὐκ ἔχοντος δὲ καταθεῖναι καὶ ἀναλαβεῖν, ἀνεῖσθαι προστέταχεν ἐν ἔτει πεντηκοστῷ, ἐκτετικότος οὐδὲν τοῦ πάλαι Κυρίου. Κατελογίζετο γὰρ ὁ νόμος τῷ πριαμένῳ τὴν κτῆσιν, τοῦ μακροῦ χρόνου τὰ κέρδη πρὸς τὴν τῶν ὀφλημάτων ἀντέκτισιν.

Ἀλλὰ ταυτὶ μὲν ἐπὶ τοῖς ἀγελαίοις ἐθεσμοθέτει Θεός. Ἀνὰ μέρος δὲ ὥσπερ πάλιν καὶ ὡς ἐν ἰδίᾳ ἐτίθει τιμῇ τὰ Λευϊτικὰ, λυτρωτὰ διὰ παντὸς εἶναι λέγων αὐτὰ, καὶ ἐπιπράσκεσθαι διακωλύων· «Μερὶς γὰρ αὕτη, φησὶ, καὶ κλῆρος αὐτοῖς.» ΠΑΛΛ. Ἆρ᾽ οὖν, ὦ γενναῖε, μέχρι τούτων ἡμῖν ὁ τοῦ νόμου σκοπὸς, ἐκτέκοι δ᾽ ἂν ὅλως οὐδὲν τῶν ἀναγκαίων ἡ βάσανος; ΚΥΡ. Εἶτα πῶς πνευματικὸς ἔτι ὁ νόμος; ἢ πῶς οὐκ ἄξιον ἐννοεῖν, ὅ τί ποτε ἄρα φησὶ τὸ Γράμμα τὸ ἱερὸν, τοῦ δὴ χάριν, ἀλύτρωτα μὲν τὰ ἐν ἄστει παρῳχηκότος ἐνιαυτοῦ ἑνὸς, ἐλλυτρώσιμα δὲ καὶ διὰ παντὸς τὰ ἔξω καὶ ἐν ἀγροῖς; Ἀλλ᾽ ἔστιν ἰδεῖν ὡς οὐ σφόδρα πολὺς τῷ πανσόφῳ Θεῷ τῆς ἱστορίας ὁ λόγος, ἔστ᾽ ἂν ἴοι καταροῦν τὰ πνευματικὰ, καὶ τῆς ἀληθείας οἱ χαρακτῆρες ἀκριβεῖς λίαν ἐκφαίνοιντο. ΠΑΛΛ. Διασάφει δὴ οὖν ὅ τί ποτ᾽ ἐστὶν ὅ φησιν ὁ νόμος; ΚΥΡ. Ἀμυδρὸν, ὦ Παλλάδιε, τῆς ἐμπωλῆς τὸ χρῆμα, καὶ λίαν ἀνάντη τὴν προσβολὴν ἔχον, κἂν εἰ ἐν ψιλαῖς ἐννοίαις αὐτὴν περινοεῖν ἕλοιτό τις· φράσω γε μὴν, ὡς ἔνι, καὶ ὡς ἂν εἰς νοῦν ἴοι τὸν ἐμόν.

Ἐρήσομαι δὲ, καί μοι λέγε· Τοῖς καταδῃοῦν εἰωθόσι πόλεις τε καὶ χώρας, τίνες ἂν εἶεν ἁλώσιμοι, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ; πότερα δὴ φὴς, οἱ τειχῶν ἔσω καὶ πόλεων τῶν εὐπυργοτάτων, ἢ μᾶλλον οἱ ἐν ἀγροῖς; ΠΑΛΛ. Καὶ τίνι τοῦτο ἀσυμφανές; εὐαλωτότατοι γὰρ οἱ ἐν ἀτειχίστοις ἀγροῖς. ΚΥΡ. Ὀρθῶς ἔφης· οἴει δὲ δὴ τίνας ἄμεινόν τε καὶ ἐπιεικέστατα διαζῇν, ἀστικοὺς ἄρα καὶ τοὺς ἐν εἰδήσει νόμων, ἤγουν τοὺς ἐν κώμαις ἀγροικότερον ἀνατεθραμμένους; Οὐκοῦν ἀσθενέστερον μὲν οἱ ἐν ἀγροῖς προστήσονται τῆς ἑαυτῶν σωτηρίας, οἱ δὲ πόλεων εἴσω πεπυργωμένων, βουλεύσονται δὴ τὰ ἀμείνω, καὶ λογιοῦνται συννόμως τὰ σφίσιν αὐτοῖς ἀναγκαῖα πρὸς ὄνησιν, καὶ ᾖ βουλῆς καὶ σκεμμάτων καιρός. ΠΑΛΛ. Ἀληθές· εἰ καὶ πεπόνθασι μὲν τὸ ἡττᾶσθαι τυχόν. ΚΥΡ. Καὶ μὴν καὶ ἁλῶναι τοῖς ἐν ἀγρῷ, καὶ βουλῆς ἡμαρτηκόσι τῆς ἀρίστης ἔσθ᾽ ὅτε συγγνοίη τις ἄν· ἀτείχιστοι γὰρ καὶ τῶν ἐν ταῖς πόλεσιν ἀβουλότεροι.

Τούς γε μὴν ἑτέρους, ἐπαιτιῷτό τις ἂν, καὶ μάλα εἰκότως οἶμαι, εἰ μετὰ τὸ ἀμύνασθαι τοὺς ἐχθροὺς καὶ διασώσασθαι τὰ οἰκεῖα, ταῖς τῶν ἀνθεστηκότων προσβολαῖς, προὔδοσαν μὲν ἑκόντες αὐτοὶ, κακανδρίᾳ δὲ τῇ σφῶν προηττημένοι, γεγόνασιν ὑπὸ χεῖρα τῶν ἀνθεστηκότων. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Θέα δὴ οὖν Ἰουδαίους μὲν, τὴν ἁγίαν οἰκοῦντας πόλιν, περὶ ἧς φησιν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ μέντοι πρὸς τόδε καὶ νόμῳ σεσοφωμένους. Τοιγάρτοι καὶ ἔφασκεν· «Μακάριοί ἐσμεν οἱ υἱοὶ Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἆρ᾽ οὖν, οὐχὶ δυσεμβατωτάτους κομιδῇ τοὺς τοιούτους εἶναι φὴς ταῖς τῶν δαιμονίων ἐπαγωγαῖς, εἴπερ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τοῖς θείοις ὑποφέρεσθαι νόμοις; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Αἱ δὲ τῶν ἐθνῶν ἀγέλαι, φρένα μὲν ἔχουσαι τὴν ἀγροικοτέραν καὶ εὐπάροιστον, παντελῶς εἶεν ἂν εἰκότως οὐ σὺν ἱδρῶτι ληπταὶ, τῷ διαρπάζοντι Σατανᾷ, γυμναὶ μὲν ἐπικουρίας τῆς ἄνωθεν, ἥκιστα δὲ τὸν παιδαγωγὸν καταπλουτοῦσαι νόμον. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ.

Οὐκοῦν Ἰουδαῖοι μὲν, οἱ πόλιν οἰκοῦντες τετειχισμένην, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις διεζωσμένην, καὶ φρένας ἔχοντες ἀστικὰς, καὶ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἠγνοηκότες, εἶτα τοῦ πρέποντος ἀλογήσαντες, τὸν σφίσιν αὐτοῖς ἀπονεμηθέντα κλῆρον ἀποβεβληκότες ἐκ ῥᾳθυμίας, καὶ τῆς ἄγαν ἐλπίδος ἐκπεπτωκότες, εἰ μὴ ἐκνήψειαν ἂν ἐκ μέθης αὐτῶν, κατὰ τὸ γεγραμμένον, καὶ ἀνακομίσαιντο τὰ οἰκεῖα, τοῦ τῆς λυτρώσεως ἐνεστηκότος ἐνιαυτοῦ, τοῦτ᾽ ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἀπομενοῦσι λοιπὸν, καὶ διηνεκῶς ὑποκείσονται τῷ πριαμένῳ, τοῦτ᾽ ἔστι τῷ Σατανᾷ. «Ἰδοὺ γὰρ, φησὶ, ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Ἀνεπικούρητος δὲ παντελῶς ἡ τῶν ἐθνῶν οὖσα πληθὺς, καὶ τὴν ἄγροικόν τε καὶ ἀμαθῆ νοσοῦσα φρένα, ταύτῃτοι καὶ ἐξωσμένη πρὸς τὴν ὑφ᾽ ἑτέροις δουλείαν, λυτρωτὴ διὰ παντός ἐστιν, ἐποικτείροντος τοῦ Θεοῦ· ἀναλήψεται γὰρ τὸν ἴδιον κλῆρον κεκλημένη πρὸς ἐλευθερίαν, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὅτε πᾶσαν τὴν ὑφ᾽ ἡλίῳ τῆς τῶν δαιμονίων πλεονεξίας ἀνῆκε Χριστὸς, καὶ τῶν τῆς ἁμαρτίας ἐξείλετο βρόχων, καὶ δεδικαίωκεν ἐν πίστει, καὶ ἡγίακεν ἐν πνεύματι, καταργήσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, ἀνεκποίητα δὲ τὰ Λευϊτικά· τετήρηται γὰρ ἀσφαλῶς τοῖς ἁγίοις ὁ κλῆρος, καὶ ἐρηρεισμένην ἔχουσι τὴν ἐλπίδα.

Καὶ γοῦν ἐπὶ τῇ φιλομαθεστάτῃ Μαριὰμ ἔφη που Χριστὸς, ὅτι τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς. Πλὴν μικροῦ καὶ μεγάλου ἱερέως καὶ λαοῦ, καὶ πάντων τῶν ἁπαξαπλῶς ἡ λύτρωσις ἐν Χριστῷ καὶ τὸ τῆς ἐλπίδος ἀσφαλές. ΠΑΛΛ. Ἀπεμπωλήσει δὴ οὖν τὸν ἴδιον κλῆρον ὁ Ἰσραὴλ, τῆς λυτρώσεως τὸν ἐνιαυτὸν οὐκ ἐπεγνωκώς· ἔσται γε μὴν ἐν καθέξει τῆς ἐλπίδος τὰ ἔθνη, καὶ τῶν τῆς φύσεως ἀγαθῶν ἐπανάληψις ἔσται διὰ Χριστοῦ. ΚΥΡ. Οὕτω φημί· κατασφραγιεῖ δὲ τὸν λόγον ἡμῶν εἰς τὸ ἀληθὲς, ὁ τῶν ὅλων Θεὸς καὶ καθ᾽ ἕτερον τοῦτο σημαίνων τρόπον, διὰ φωνῆς Ἰεζεχιὴλ, ἐν τῇ τοῦ οἴκου διαμετρήσει· «Τάδε λέγει Κύριος· Ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ, ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται· ἢ ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως. Καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ, πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ αὐτοῖς ἔσται, καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ καταδυναστεῦσαι αὐτοὺς ἐκ τῆς κατασχέσεως αὐτοῦ, ἀπὸ κληρονομίας αὐτοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἀπὸ κατασχέσεως αὐτοῦ.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα, καὶ ψιλὸς ὁρᾶται τῆς ἱστορίας ὁ νοῦς; ΠΑΛΛ. Οὐδαμῶς· ἀναμάθοιμι δ᾽ ἂν ὡς ἥδιστά γε. ΚΥΡ.

Ἡγούμενον, ὦ Παλλάδιε, τὸν ἀρχιερέα καλεῖ, τὸν καθηγεῖσθαι λαχόντα τῶν ὑπὸ χεῖρα λαῶν.

Οὐκοῦν ἐπειδήπερ ἐπιτήδειοι καὶ ἐξαίρετοι τοῖς ἁγίοις ἱερουργοῖς ἐκνενέμηνται κλῆροι, καὶ τούτους αὐτοῖς ἐσαεὶ διασώζεσθαι καὶ ἀναποβλήτους εἶναι προστέταχεν, ἀναγκαίως ἐκεῖνο δηλοῖ. Εἰ γὰρ γένοιτο, φησὶν, ἕνα τῶν ἡγουμένων ἤτοι τῶν ἱερουργῶν, τοῖς ἰδίοις διανεῖμαι τέκνοις ἐξ ἰδίου κλήρου τινὰ, πεπήχθω, φησὶ, τὸ δοθὲν, καὶ ἀνεκποίητον ἔστω τῷ λαβόντι τὸ δῶρον. Οἴχεται γὰρ οὐκ ἐπί τινα τῶν ἀλλογενῶν ὁ κλῆρος, ἀλλ᾽ ἐξ ἱερέων εἰς ἱερούς. Εἰ δὲ δὴ καὶ ἑνὶ τῶν οἰκετῶν χαρίσαιτο, κεκτήσεται, φησὶν, οὐ βεβαίως ὁ λαβὼν, ἀναδραμεῖται δὲ πάντως ἐπὶ τὸν ἡγούμενον, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὁ κλῆρος αὐτοῦ.

Προσεπιτάττει γε μὴν ἀποσείεσθαι τὸν ἱερουργὸν τοῦ τῶν ἀλλοτρίων ἐφίεσθαι κλήρου, τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ. Ἆρά σοι γέγονεν ἀποχρῶν ὁ λόγος εἰς τὴν τοῦ πράγματος διασάφησιν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Ἴτω δὴ οὖν εἰς βάσανον τὴν πνευματικήν· τύποι γὰρ δὴ τὰ ἐν νόμῳ, καὶ τῆς ἀληθείας ἡ μόρφωσις ἐγκεχάρακται ταῖς σκιαῖς. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν κλῆροι μὲν ἀσφαλεῖς καὶ μένοντες, οἱ ἐκ πατέρων εἰς τέκνα, ἀπόβλητοι δὲ καὶ ἀνόπιν ἰόντες, οἱ ἐκ δεσποτῶν εἰς τοὺς οἰκέτας· τοῦτο γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερόν. ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Εἷς δὲ ἡμῶν τῶν ἐν πίστει δεδικαιωμένων καθηγητὴς, ὁ Χριστὸς, κλῆρον ἔχων ἴδιον, τὸν τοῦ Θεοῦ καὶ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν, ὅταν πρὸς αὐτὸν ἐποιεῖτο τοὺς λόγους ὡς ἐν σχήματι προσευχῆς, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις· οὓς μὲν γὰρ ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ᾧ μὲν δέδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Καὶ ἁπαξαπλῶς τοῖς ἰδίοις ἀγαθοῖς τὰς τῶν ἀγαπώντων αὐτὸν καταπιαίνει ψυχάς.

Βεβαία δὴ οὖν καὶ ἐρηρεισμένη τοῖς ἱερουργοῖς τε καὶ ἐλευθέροις τῶν δεδωρημένων ἡ κτῆσις. Τοῖς δὲ τὸ δοῦλον ἔχουσι πνεῦμα, τοῦτ᾽ ἔστι, τοῖς ἐξ Ἰσραὴλ, τὴν ἐλευθέραν πίστιν οὐ προσιεμένοις, ἀλλ᾽ ὑπὸ ζυγὰ κειμένοις ἔτι τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας, ἀπόβλητος καὶ ἀφαιρετὴ καὶ ἡ δοθεῖσα χάρις διὰ Μωσέως, τοῦτ᾽ ἔστιν ἡ ἐν νόμῳ γνῶσις, παιδαγωγοῦσα πρὸς ἀλήθειαν. Καὶ κλῆρος μὲν ὅλως μετὰ τῶν ἁγίων οὐδεὶς, μερὶς δὲ οὐδεμία μετὰ Χριστοῦ. «Τῷ γὰρ ἔχοντι,» φησὶ, «δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.» Ὅτι δὲ ἀπόκληρος ὁ Ἰσραὴλ τὴν πίστιν οὐ προσηκάμενος, οὐδὲ τοῖς εἰς ἐλευθερίαν ἀξιώμασιν ἐκλελαμπρυσμένος, διαμεμήνυκεν ὁ Σωτὴρ, τὴν τοῦδε τοῦ νόμου, καθάπερ ἐγῷμαι, δύναμιν παρακομίζων εἰς μέσον. Ἔφη γὰρ ὧδε τοῖς ἀπειθεῖν ἑλομένοις· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.

Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ὄντως ἔσεσθε.» Ἄθρει δὴ οὖν ὅτι τὸ χρῆναι κληρονομεῖν. ἐλευθέροις ἂν πρέποι, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ὑπὸ ζυγὰ δουλείας· υἱοὶ γὰρ οἱ μένοντες ἐν τῇ οἰκίᾳ, καὶ οὐχὶ δοῦλοι, φησίν. ΠΑΛΛ. Ἀστειότατα ἔχει. ΚΥΡ. Προσεπάγων δὲ ὁ νόμος τὸ, «Οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ,» παραδηλοῖ τι τοιοῦτον, ὡς οὐκ ἄν ποτε Χριστὸς, αὐτὸς γὰρ ἡμῶν ἡγούμενος, διανείμαι τισὶ τῶν ἡγιασμένων, τὸν οὐκ αὐτοῖς πρέποντα κλῆρον. Ἢ γὰρ, οὐχὶ μερὶς ὥσπερ τις ἑτέρα, καὶ κλῆρος ἕτερος, τοῖς οὐχ ὁλοκλήρως ἁνατεθεικόσι Θεῷ τὴν ἑαυτῶν ζωήν· ἕτερος δὲ καὶ ἐξαίρετος τοῖς ἐξειλεγμένοις καὶ εἰς λῆξιν διεληλακόσι τῆς ἐν Χριστῷ λαμπρότητος; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Οὐκοῦν ἀκαλλὲς ἁγίοις, τὸ παρὰ Χριστοῦ δέχεσθαι ζητεῖν ἃ τοῖς ἐν κόσμῳ πρέπει, καὶ πολιτείαν ἐπιτηδεύουσι τὴν οὐκ εἰσάπαν ἡγιασμένην.

Ζητητέον δὲ μᾶλλον, σαρκικὸν μὲν οὐδὲν, θεῖα δὲ πάντα καὶ πνευματικά· οὕτω καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους ποιεῖσθαι προσέταττε τῆς ἱκετείας τοὺς λόγους, διαπλάττων εὖ μάλα πρὸς τὸ ἁγιοπρεπὲς τὴν αἴτησιν. «Οὕτως» γὰρ, φησὶν, «ὑμεῖς προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Τοῖς οὖν αἰτοῦσιν οὐ καθηκόντως, ἃ μὴ δίδωσιν ὁ ἡγούμενος, λελέξεται πρὸς ἡμῶν· «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.» Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λέγων πρὸς τὸν Θεὸν, ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» πάλιν ἡμῖν ὑπαινίττεται λέγων ὁ νόμος, ὅτι «Ταύτης ἕνεκα τῆς αἰτίας, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος, ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοὺς υἱοὺς αὐτοῦ, ὅπως, φησὶ, μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἀπὸ τῆς κληρονομίας αὐτοῦ.» Ἡτοίμασται γὰρ ὥσπερ ἑκάστῳ κλῆρος ἴδιος, καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μερὶς παρὰ Θεοῦ.

Ἢ καὶ τάχα που, φησὶν, ὡς ἔστι τῶν ἄγαν ἐκτόπων μεθίστασθαι καὶ ἐπιθυμεῖν τοὺς ἡγιασμένους, ὧν ἂν ἔχοιεν οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πρόσκαιρα δὲ ταῦτα καὶ σαρκικὰ, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Κλῆροι μὲν οὖν ἰδικοὶ, καὶ μέντοι καὶ πόλεις τῶν ἄλλων ἐξῃρημέναι τοῖς ἁγίοις ἱερουργοῖς, παρὰ Θεοῦ τὰ γέρα, κοινὴν δὲ ὥσπερ ἁπάντων ὁρίζει τὴν μίαν καὶ διαβόητον Ἱερουσαλήμ· ἔφη γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν, ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ οὗ αὐτὸς παροικεῖ, καθὸ ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τόπον ὃν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ ὥσπερ πάντες ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐνώπιον Κυρίου, μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως αὐτοῦ τῆς κατὰ τὴν πατριάν.» Ἑνὸς γὰρ ὄντος Θεοῦ πανταχῆ τῶν ἱερέων ἅπτεσθαι χρὴ τοὺς εἴς γε τουτὶ παρενηνεγμένους, καὶ ψήφῳ τῇ ἄνωθεν ἀπολελεγμένους. Τοῦτό τοι καὶ νῦν ἐν Ἐκκλησίαις τετήρηται, καὶ τετίμηται πρὸς ἡμῶν ὁ νόμος· πόλις μὲν γὰρ ἑκάστῳ καὶ κλῆρος ἴδιος τῶν ἐξειλεγμένων εἰς ἱερωσύνην, συμπαραλαμβάνεται δὲ πρὸς ἱερουργίαν, κἂν εἰ ἐξ ἑτέρας εἰς ἑτέραν ἴοι τυχὸν, ἢ πόλιν ἢ χώραν, καὶ συνεσθίει μετὰ τῶν ἱερέων, καὶ τοῖς τῆς ἀγάπης τιμᾶται νόμοις· ἔοικε δέ τι καὶ μυστικὸν, καθάπερ ἐγῷμαι, πάλιν ὁ νόμος ὑποδηλοῦν.

Μυρίαι μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην χῶραί τε καὶ πόλεις ἐν αἷς ἅγιαί τε καὶ θεοφιλεῖς ἀνθρώπων ψυχαὶ λειτουργοῦσι Θεῷ, διά γε τοῦ ζῇν ἐννόμως, καὶ πολιτεύεσθαι μὲν εὐαγγελικῶς, καταθύειν δὲ ὥσπερ αὐτῷ τὰ εἰς ὀσμὴν εὐωδίας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, πίστιν, ἐλπίδα, ἀγάπην, ὑπομονὴν, πραότητα, φιλοπτωχίαν· «Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεὸς,» κατὰ τὰς Γραφάς. Ἀλλ᾽ οἵδε δὴ πάντες καθάπερ εἰς μίαν καὶ κοινὴν μητέρα συνθέουσι τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν ἄνω καλλίπολιν, τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, ἐκεῖ καθαρώτερον λειτουργήσομεν, ἐξαιρεθείσης μὲν ἡμῶν τῆς ἁμαρτίας εἰσάπαν, πεπαυμένου δὲ λέοντος καὶ δράκοντος, βασιλίσκου καὶ ἀσπίδος· «Ἔσται» γὰρ, φησὶν, «ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ εὑρεθῇ ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ.» Μεμερισμένην ἐκεῖ μερίδα φαγόμεθα. Γέγραπται γάρ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Ἢ οὐκ ἀνάλογος τοῖς ἑκάστου πόνοις ἡ τῶν ἀγαθῶν ἀντέκτισις, εἰ καὶ ἐν μέτρῳ πλείονι διὰ τὴν τοῦ Δεσπότου φιλοτιμίαν; «Μέτρον γὰρ, φησὶν, καλὸν, πεπιέσμενον, ὑπερεκχυνόμενον, σεσαλευμένον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» ΠΑΛΛ. Ἔφης μὲν ὀρθῶς. Πλὴν ἐκεῖνο φράσον· οὐ γὰρ ἐξῆν τοῖς Λευίταις ἐν ἰδίαις οὖσι πόλεσί τε καὶ κώμαις, ἱερουργεῖν; ΚΥΡ.

Ἥκιστά γε· μία γὰρ ἡ σκηνὴ, καὶ ἓν τὸ θυσιαστήριον ἐφ᾽ ᾧ πάντα τὰ ἱερὰ, εἷς δὲ καὶ νεὼς ἐν τοῖς Ἱεροσολύμοις, ὃν Σολομὼν ἀνεδείματο, τῆς ἀρχαίας ἐκείνης σκηνῆς ἀποπληρῶν τὸ σχῆμα. Ἀποφάσκει δὲ παντελῶς ὁ νόμος, τὸ ἐξεῖναί τισι, τῆς ἁγίας ἔξωθεν θύειν σκηνῆς· καὶ τοῖς τοῦτο δρᾷν ἐθέλουσιν, ὄλεθρος ἦν ἡ ζημία, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτητο λόγος. Ἔφη γὰρ ὧδε σαφῶς· «Ἐὰν δέ τις θύσῃ πρόβατον ἢ μόσχον ἐν τῇ παρεμβολῇ, καὶ ἐπὶ τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.»

Ὅτι δὲ ἦν πᾶσά πως ἀνάγκη κατ᾽ ἐκεῖνο καιροῦ τοὺς θύειν ἐθέλοντας, εἴς γε τὸν νεὼν καὶ εἰς τὴν ἁγίαν αὐτὴν ἀφικνεῖσθαι πόλιν, καὶ ἀποπεραίνειν ἐννόμως τὰ ἱερὰ, προσκομιζόντων αὐτὰ τῶν ἐξ αἵματος τοῦ Λευὶ, παρά σοι σαφῶς ἐπαΐειν Θεοῦ λέγοντος ἐναργῶς ἐν τῳ Δευτερονομίῳ· «Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξῃ, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ᾽ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὑτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου· πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂν ζῇ ἐπὶ τῆς γῆς.» Ἀπρόσιτον γὰρ τὸ Θεῖον, καὶ ἀπαράδεκτος ἡ θυσία Λευίτου δίχα· μεσιτεύουσι γὰρ, τὸν Θεοῦ καὶ ἀνθρώπων μεσίτην ἀπομιμούμενοι, τοῦτ᾽ ἔστι Χριστόν.

Ὅτι δὲ μία τέ ἐστιν ἡ Ἐκκλησία, καὶ ἓν τὸ Χριστοῦ μυστήριον, οὐκ ἔννομος δὲ θυσία, μᾶλλον δὲ καὶ ἀπόβλητος, καὶ τὸ ἁνδάνειν οὐκ ἔχουσα τῷ Θεῷ μὴ ἐν ἐκκλησίᾳ τελουμένη, παρέδειξεν ἐναργῶς ὁ νόμος, μὴ δεῖν ἔξω λέγω τῆς ἁγίας σκηνῆς τελεῖσθαι τὰ ἱερά. Ὅση δὲ τῶν τοιούτων ἡ ἐπιτήρησις, εἴσῃ τοι κἀντεῦθεν. Ἦν μὲν γὰρ ἀπεικὸς οὐδὲν, μᾶλλον δὲ καὶ ἀληθὲς, μακροῖς διαστήμασι τοῖς διὰ μέσου κειμένοις ἀπονοσφίζεσθαι τῶν Ἱεροσολύμων τὰς ἀνὰ τὴν Ἰουδαίαν πᾶσαν οὐκ εὐαριθμήτους πόλεις. Καὶ τί τὸ ἐντεῦθεν σκληρὸν καὶ δυσήνυτον, τοὺς θύειν ἐθέλοντας ἀπαρχὴν σίτου, καὶ μὴν ἐλαίου καὶ οἴνου, τοσαύτην δύνασθαι διακομίσαι τὴν τρίβον; Ὄκνον δ᾽ ἂν ἴσως ἐνεποίησέ τισιν, ὁ ὑπὸ χεῖρα πόνος, ἀλλ᾽ ἦν ἀκαλλὲς, μᾶλλον δὲ τῶν ἄγαν ἐκτοπωτάτων, ἐπεί τοι τὸ χρῆμα δυσχερὲς, καὶ οὐκ εὐκατόρθωτον τοῖς ἀπωτέρω κειμένοις ἦν, παραλύεσθαι τῆς ἀληθείας τὸ κάλλος, οὐκ ἐν τῇ ἁγίᾳ σκηνῇ προσκομιζόντων τὰ ἱερὰ τῶν ἐξ Ἰσραήλ.

Ἵνα τοίνυν ἁπάντων ἡμῖν τῶν ἐν μέσῳ παραποδισμάτων χρησίμως ἐξῃρημένων, καὶ εἰς τὸ τῷ νομοθέτῃ δοκοῦν διεξάγοιτο λοιπὸν ὁ ἐπὶ τῷδε νόμος, πεπαιδαγώγηκεν ὁ Μωσῆς, καὶ τὴν θείαν διερμηνεύει βούλησιν ἐν τῷ Δευτερονομίῳ, λέγων· «Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν, καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσεις τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.

Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπ᾽ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φάγῃ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.» Ὁρᾷς τοῦ νόμου τὸ εὐτεχνὲς, καταψιλοῦντος τὸ ἄναντες, καὶ βάσιμα τὰ δυσπόρευτα τιθέντος εὖ μάλα, κατευμαρίζοντος δὲ καὶ τὰ λίαν δυσχερῆ; καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ἐπιτήρει δὲ ὅτι πανταχῆ τε καὶ ἀναγκαίως ὁ Λευίτης παραλαμβάνεται, καταδεικνύντος ἡμῖν ἐναργῶς τοῦ νόμου, ὡς οὐκ ἂν πρόσοιτο θυσίαν ὁ τῶν ὅλων Θεὸς ἐξ ἀνιέρου χειρὸς, καὶ ἀπᾴδοντος τοῦ νόμου προσκεκομισμένην. ΠΑΛΛ. Ἐκτετίμηται δὴ οὖν εἰσάπαν τὸ Λευιτικόν. ΚΥΡ.

Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε· Χριστοῦ γὰρ τύπος, καὶ ἐκμαγεῖον ὁ ἱερεύς· ὠνόμασται γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ Ἐμμανουὴλ, ἀπόστολός τε καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν κατὰ τὰς Γραφὰς, ὃς οὐ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφάπαξ, αἰωνίαν λύτρωσιν εὑράμενος. Καὶ μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, κατὰ τὰς Γραφάς. Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ καθ᾽ ἕτερον τρόπον, τῇ δόξῃ Χριστοῦ στεφανούμενον τὸν ἱερουργόν· διαῤῥήδην γὰρ ἡμῖν ἀνακεκραγότος αὐτοῦ καὶ λέγοντος· «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα·» καὶ μὴν δι᾽ ἁγίου φωνῆς· «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,» παρά γε τοῖς ἱεροῖς κείμενον Γράμμασιν, ἀναμέλποντος δὲ καὶ τοῦ θεσπεσίου Δαβὶδ, ὅτι «Θεὸς κριτής ἐστι.»

Τὸ ἐπὶ τῷδε λαμπρὸν ἀξίωμα, τοῖς ἐξ αἵματος ἱεροῦ προσνέμων ὁ νομοθέτης, ὧδέ πή φησιν ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον κρίσις κρίσεως, καὶ ἀναμέσον ἁφὴ ἁφῆς, καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ, καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν ταῖς ἡ μέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσί σοι τὴν κρίσιν, καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἂν ἀναγγείλωσί σοι ἐκ τοῦ τόπου οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἂν νομοθετηθῇ σοι. Κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἢν ἂν εἴπωσί σοι, ποιήσεις. Οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσί σοι δεξιὰ οὐδὲ ἀριστερὰ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσει ἔτι.» Ὁρᾷς ἐπισκήπτοντα σαφῶς τὸν νόμον τοῖς κατὰ πᾶσαν αἰτίαν ἐγκαλεῖν ᾑρημένοις, κριτήν τε καὶ διαγνώμονα ποιεῖσθαι τὸν ἱερουργόν.

Ἀλλὰ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα ὅσα ἂν νομοθετηθῇ σοι. «Χείλη γὰρ ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ζητήσουσιν ἐκ στόματος αὐτοῦ,» κατὰ τὴν τοῦ προφήτου φωνήν.

Νομοθετεῖ μὲν γὰρ ἥκιστα μὲν αὐτὸς, ἀποκομίζει δὲ μᾶλλον εἰς τὸ εὐθὺ τὸ τῷ νομοθέτῃ δοκοῦν ἀδεκάστως ἀφηγούμενος, καὶ δικαιοσύνης ὑπάρχων ἄριστος βραβευτὴς, τὴν ἐφ᾽ ἑκάστῳ κρίσιν ταλαντεύει λεπτῶς. Ἀγριότητος δὲ καὶ ὑπεροψίας ταύτῃτοι γραφὴ τοῖς ἀπειθεῖν ἑλομένοις ἀκολουθεῖ, καὶ τὸ παντῶν ἐπέκεινα διεληλακὸς τῶν κακῶν, τοῦτ᾽ ἔστιν, ὁ θάνατος καθορίζεται, Τεθνήξεται γὰρ ὃς ἂν ἀλογήσῃ, φησὶ, τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ. Μέγα δὴ οὖν καὶ οὐκ ἀθαύμαστον ἀληθῶς, ἡ ὑπὸ Θεῷ παράστασίς τε καὶ λειτουργία.

Ὁ δὲ τὸν τοῦ Θεοῦ λειτουργὸν ἀτιμάσας, ὑπὸ δίκην ἔσται καὶ κόλασιν, καὶ ὁ τὸ θεῖον ἀξίωμα περιπτύων, πικροὺς τῆς ὑπεροψίας ἀποτίσει λόγους. Πεφροντικότα δὲ καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῆς εἰς τόνδε τὸν νόμον αἰδοῦς.

Προσεφώνει γὰρ ὡδὶ τοῖς Ἰουδαίων λαοῖς· «Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.» Μηδεὶς οὖν κρινέτω τὸν ἱερουργὸν, κἂν εἰ παρειμένος ὁρῷτό πως, καὶ εἰ τὸ ῥᾴθυμον ἔχοι πρός γε τὸ βιοῦν ἑλέσθαι συννόμως, διερμηνεύοντι δὲ τὸν νόμον, προσκομιζέτω τὴν εὐπείθειαν. Πάσχει μὲν γὰρ τὰ ἀπὸ γνώμης οἰκείας, ἐξηγεῖται δὲ τὰ τοῦ Θεοῦ. Οὐκ ἀτιμαστέον οὖν τὰ τοῦ Θεοῦ διὰ τὰ ἀνθρώπινα. ΠΑΛΛ. Οὐ μὲν οὖν. ΚΥΡ. Λαμπρὸν δὲ ὅτι καὶ ἀπόβλεπτον ἀληθῶς τῆς ἱερωσύνης τὸ χρῆμα, κἀντεῦθεν εἴσῃ τοι· ἐπισημοτάτην μὲν γὰρ ἔχει τὴν εἰσβολὴν, καὶ μέν τοι καὶ τὴν κατάληξιν. Οὐδὲ γὰρ ἄν τις λάθοι πρὸς ἱερουργίαν ἠγμένος, ἤγουν κεκλημένος παρὰ Θεοῦ, πρὸς τὰς ἄνω τε καὶ ἐν οὐρανῷ μονὰς, καὶ μεθεὶς ἑτέρῳ τὴν ἱερωσύνην. Τοιγάρτοι καὶ ὁ Χριστὸς, τοὺς τὸ εὐαγγελικὸν τοῖς ἔθνεσιν ἱερουργοῦντας κήρυγμα, καὶ προσέτι τοῖς ἐξ Ἰσραὴλ πάντη τε καὶ πάντως ἔσεσθαι περιφανεῖς, καὶ ἀπόβλεπτον ἔφη λαχεῖν τὴν δόξαν. «

Οὐδεὶς γὰρ λύχνον ἅψας, εἰς τὸ κρυπτὸν τίθησιν, ἀλλ᾽ οὐδὲ ὑπὸ κλίνην,» φησὶν, «ἤγουν ὑπὸ μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ εἰσπορευόμενοι, τὸ φῶς βλέπωσιν·» ἀληθὲς γὰρ ὅτι εἰρημένον, τὸ ἐν δόξῃ φημὶ τῇ περιφανεῖ καὶ τεθαυμασμένῃ, τὸν θεῖον ἔσεσθαι λειτουργὸν, ἀναπειθέτω βοῶν καὶ ὁ θεσπέσιος Ἡσαΐας· «Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» ΠΑΛΛ. Ἀλλ᾽ ὧδε μὲν ὅτι ταῦτα ἔχει, παντί τῳ σαφές. Φράζε δ᾽ ὅπως ὁ ἐπὶ τῷδε τύπος, καὶ διὰ τῶν ἱερῶν ἡμῖν ἐσκιαγραφεῖτο λόγων. ΚΥΡ. Καὶ μὴν, ὦ ἑταῖρε, πάρα σοι καὶ λίαν ἀμογητὶ καθορᾷν ὡς ἐν παχυτέροις ἔτι τύποις, τὸ χρῆμα γραφόμενον· ἔφη γὰρ ὧδε Θεὸς ἐν τοῖς Ἀριθμοῖς, πρὸς Μωσέα τὸν ἱερώτατον· «Λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς· καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς, ἀποθανέτω ἐκεῖ. Καὶ ἐποίησε Μωσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς, καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.» Συνίης οὖν ὅπως ἀναβιβάζεται τεθνηξόμενος μὲν καὶ καταλήξων Ἀαρὼν, ἀνθεξόμενος δὲ τῆς ἱερωσύνης ὁ ἐξ αὐτοῦ, τοῦτ᾽ ἔστιν, ὁ Ἐλεάζαρ;

Κατασημήνειε δ᾽ ἂν τὸ ὄρος τὸ περίοπτόν τε καὶ τὸ ὑψοῦ, καὶ τὸ ἐν δόξῃ περιφανές. Λελέχθω δὴ οὖν παντί τῳ λοιπὸν πρὸς ἱερουργίαν ἠγμένῳ· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.»