Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες· Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς, πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε· πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν, τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐ φάγεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.» Ἐναργέστατα μὲν οὖν ὁ Χριστὸς, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα,» φησὶ, «κοινοῖ τὸν ἄνθρωπον.» Εἴρηται δέ που καὶ πρὸς τὸν θεσπέσιον Πέτρον, τῆς σινδόνος ἄνωθεν καθιεμένης τέσσαρσιν ἀρχαῖς, ἐν ᾗ πάντα γέγραπται τὰ τετράποδα καὶ πτηνά· «Ἀναστὰς Πέτρε, θύσον καὶ φάγε.»